Ἀρριανός ἄπελθε νῦν καὶ ἀναγίγνωσκε Ἀρχέδημον· εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες· τοιοῦτος γάρ σε μένει θάνατος, οἷος καὶ τὸν——τίνα ποτʼ ἐκεῖνον; —τὸν Κρῖνιν· καὶ ἐκεῖνος μέγα ἐφρόνει ὅτι ἐνόει Ἀρχέδημον.
Λαέρτιος Διογένης μερισμὸς δέ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρῖνις, οἷον «τῶν ἀγαθῶν τὰ μέν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα.»
Λαέρτιος Διογένης Τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δʼ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον——καὶ Κρῖνιν.
Διοκλῆς ὁ Μάγνης, Λαέρτιος Διογένης παρασυνημμένον δέ ἐστιν, ὡς ὁ Κρίνις φησὶν ἐν τῇ διαλεκτικῇ τέχνῃ, ἀξίωμα ὃ ὑπὸ τοῦ «ἐπεὶ» συνδέσμου παρασυνῆπται, ἀρχόμενον ἀπʼ ἀξιώματος καὶ λῆγον εἰς ἀξίωμα, οἷον «ἐπεὶ ἡμέρα ἐστί, φῶς ἐστίν». ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος ἀκολουθεῖν τε τὸ δεύτερον τῷ πρώτῳ καὶ τὸ πρῶτον ὑφεστάναι.
Λαέρτιος Διογένης παρασυνημμένον δὲ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπὸ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον «ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν ὑπὲρ γῆς». ψεῦδος δὲ ὃ ἣ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει, οἷον «ἐπεὶ νύξ ἐστι, Δίων περιπατεῖ» ἂν ἡμέρας οὔσης λέγηται.
Διοκλῆς ὁ Μάγνης, Λαέρτιος Διογένης λόγος δέ ἐστι, ὡς οἱ περὶ τὸν Κρίνιν φασί, τὸ συνεστηκὸς ἐκ λήμματος καὶ προσλήψεως καὶ ἐπιφορᾶς, οἷον ὁ τοιοῦτος «εἰ ἡμέρα ἐστί, ἡμέρα δέ ἐστι· φῶς ἄρα ἐστι». λῆμμα μὲν γάρ ἐστι τὸ «εἰ ἡμέρα ἐστί, φῶς ἐστι», πρόσληψις τὸ «ἡμέρα δέ ἐστιν», ἐπιφορὰ δὲ τὸ «φῶς ἄρα ἐστί». τρόπος δέ ἐστιν οἱονεὶ σχῆμα λόγου, οἷον ὁ τοιοῦτος «εἰ τὸ πρῶτον, τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον». λογότροπος δέ ἐστι τὸ ἐξ ἀμφοτέρων σύνθετον, οἷον «εἰ ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον» παρεισήχθη δὲ ὁ λογότροπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν «τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον.»