eul_wid: ouq-aa
Ἀποσπάσματα περὶ ΓεωγραφίαςFragments on Geography
Clitophon Rhodius Fragments on Geography PDF
| t1 | ΙΝΔΙΚΑ. E LIBRO DECIMO. Plutarch. |
| 1 [5] | De fluv. 25, 3: Φύεται δὲ καὶ βοτάνη (sc. ἐν Ἰνδῷ), Καρπύκη καλουμένη, βουγλώσσῳ παρόμοιος· ποιεῖ δ’ ἄριστα πρὸς ἰκτερικοὺς μεθ’ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσι· καθὼς ἱστορεῖ Κλειτοφῶν ὁ Ῥόδιος ἐν ιʹ Ἰνδικῶν. ΚΤΙΣΕΙΣ. |
| t2 | E LIBRO DECIMO TERTIO. Plutarch. |
| 2 [10] | De fluv. 6, 4: Παράκειται δ’ αὐτῷ (sc. τῷ Ἄραρι ποταμῷ) ὄρος, Λούγδουνος καλούμενον· [μετ]ωνομάσθη δὲ δι’ αἰτίαν τοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σεσηρονέως τῆς ἀρχῆς ἐκβληθέντες, εἰς τοῦτον κατὰ προσταγὴν τὸν λόφον * πόλιν κτίσαι θέλοντες. Τῶν δὲ θεμελίων ὀρυσσομένων, αἰφνιδίως κόρακες ἐπιφανέντες καὶ διαπτερυξάμενοι, τὸ πέριξ ἐπλήρωσαν τὰ δένδρα. Μώμορος δ’, οἰωνοσκοπίας ἔμπειρος ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν· λοῦγον γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κόρακα καλοῦσι· δοῦνον δὲ τὸν ἐξέχοντα· καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν ιγʹ Κτίσεων. ΓΑΛΑΤΙΚΑ. |
| t3a-3b | E LIBRO QUINTO VEL PRIMO. Stobaeus Floril. |
| 3a [10] | X, 71: Κλειτοφῶντος ἐκ τοῦ εʹ Ἰταλικοῦ (l. Γαλατικῶν). Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς, λεηλατῶν τὴν Ἀσίαν, εἰς Ἔφεσον ἦλθε, καὶ στρατοπεδευσάμενος περιέμενε τοῦ πολέμου τὴν προθεσμίαν. Παρθένος δέ τις τῶν ἐπισήμων, τοὔνομα Δημονίκη, εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ βαρβάρου, προδώσειν αὐτῷ τὴν Ἔφεσον ὑπέσχετο, ἐὰν μισθὸν λάβοι τὰ ψέλλια καὶ τοὺς ὅρμους· ὁ δὲ Βρέννος δεξάμενος αὐτὴν εἰς τόπον ὡρισμένον, ἤγαγε τοὺς ὑποτεταγμένους, καὶ προσέταξεν αὐτοῖς τὸν χρυσὸν ὅσον εἶχον κόσμου χάριν βάλλειν εἰς τὸν τῆς φιλαργύρου κόλπον. Ποιησάντων δὲ αὐτῶν τὸ παραγγελθὲν, ἡ Δημονίκη ὑπὸ τῆς δαψιλείας τοῦ βαλλομένου χρυσίου ζῶσα κατεχώσθη. Plutarch. |
| 3b [5] | Par. min. c. 15: Βρέννος, Γαλατῶν βασιλεὺς, λεηλατῶν τὴν Ἀσίαν, ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου δημοτικῆς (l. Δημονίκης)· ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι· ὁ δ’ ἠξίωσε τοὺς στρατιώτας ἐμβαλεῖν εἰς τὸν κόλπον ὃν εἶχον χρυσὸν τῆς φιλαργύρου. Ποιησάντων δὲ, ὑπὸ τῆς δαψιλείας τοῦ χρυσοῦ ζῶσα κατεχώσθη, καθάπερ ἱστορεῖ Κλειτοφῶν ἐν πρώτῳ Γαλατικῶν. Plutarch. |
| 4 [5] | De fluv. 7, 6: Γεννᾶται δ’ ἐν αὐτῷ λίθος κισσήρει παρόμοιος, καὶ σπανίως εὑρίσκεται· τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει τὴν χρόαν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μὴ τῷ χρόνῳ φρονήσεως ἐχουσῶν· αἱ δὲ ὥραν ἔχουσαι γάμων, ἐὰν ὁρῶσιν αὐτὸν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν. Schol. |
| 5 [5] | Venet. Il. υ, 404: Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν ἀποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Ἀθηνῶν καὶ τῆς Ἀχαϊκῆς Ἑλίκης. Παραγενόμενος εἰς τὴν Καρίαν ἱερὸν Ποσειδῶνος ἱδρύσατο καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τεμένους Ἑλικώνιον προσηγόρευσε. Δοκεῖ δ’ ἐπὰν θύωσι [τὸν θεὸν], βοησάντων μὲν τῶν βοῶν προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν· σιγώντων δὲ, λυποῦνται, μηνίειν νομίζοντες. Ἡ ἱστορία παρὰ Κλειτοφῶντι. |