eul_wid: kms-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments Related to Individual Books by Chrysippus of Soli

Fragments Related to Individual Books is a modern compilation of surviving quotations and testimonia attributed to Chrysippus of Soli, the third head of the Stoic school in the 3rd century BCE. As none of Chrysippus's own prolific written output survives intact, this collection assembles forty fragmentary passages preserved by later Greek and Roman authors who referenced his work, often for purposes of summary or critique. The fragments are organised to correspond to specific, now-lost treatises by Chrysippus, covering the core Stoic divisions of logic, physics, and ethics. The sources for these excerpts include figures such as the biographer Diogenes Laertius, the essayist Plutarch, the physician Galen, and the skeptic Sextus Empiricus. Their polemical or doxographical intentions mean the original context and full development of Chrysippus's arguments are largely absent. Nevertheless, the collection serves as an indispensable tool for reconstructing the detailed architecture of early Stoic doctrine, offering crucial insights into the systematic thought of a philosopher so central to the tradition that he was later regarded as its second founder.

Περὶ τῶν Διʼ αὑτὰ Αἱρετῶν Α

Ἀθήναιος Χρύσιππος δʼ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν διʼ αὑτὰ αἱρετῶν «τὴν ἀφύην, φησίν, ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γενομένην. εἶθʼ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν ἀχρειοτέρους ὄντας, ὅτι τῶν παρʼ ἡμῖν πολὺ ἐλάττους εἰσίν· ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐνθάδε.»

Περὶ τῶν μὴ Διʼ αὑτὰ Αἱρετῶν

Ἀθήναιος οἷον ὁ καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ διʼ αὑτὰ αἱρετῶν λέγων ὧδε «ἐπὶ τοσοῦτον τινὲς ἐκπίπτουσι πρὸς τὸ ἀργύριον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινὰ μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν τὸν δὲ ἕτερον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντʼ αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως, μήτε καύσαντας μήτε θεραπεύσαντας.»

Περὶ Δικαιοσύνης

Εἰσαγωγὴ τῆς περὶ Ἀγαθῶν καὶ Κακῶν πραγματείας

Ἀθήναιος Χρύσιππος δʼ ἐν τῇ εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα. πυνθανομένου δέ τινος αὐτοῦ ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος.

Ὠριγένης καὶ ἄλλως δʼ ἐλέγχεται ὁ τοῦ Κέλσου περὶ τῶν κακῶν λόγος ἀπὸ τῶν ἐξετασάντων φιλοσόφων τὰ περὶ ἀγαθῶν καὶ κακῶν καὶ παραστησάντων καὶ ἀπὸ τῆς ἱστορίας ὅτι πρῶτον μὲν ἔξω πόλεως καὶ προσωπεῖα περικείμεναι αἱ ἑταῖραι ἐξεμίσθουν ἑαυτὰς τοῖς βουλομένοις· εἶθʼ ὕστερον καταφρονήσασαι ἀπέθεντο τὰ προσωπεῖα καὶ ὑπὸ τῶν νόμων μὴ ἐπιτρεπόμεναι εἰσιέναι εἰς τὰς πόλεις, ἔξω ἦσαν αὐτῶν· πλείονος δὲ τῆς διαστροφῆς γινομένης ὁσημέραι, ἐτόλμησαν καὶ εἰς τὰς πόλεις εἰσελθεῖν. Ταῦτα δὲ Χρύσιππός φησιν ἐν τῇ περὶ ἀγαθῶν καὶ κακῶν εἰσαγωγῇ· «Ὅθεν ὡς τῶν κακῶν πλειόνων καὶ ἡττόνων γινομένων, ἔστι λαβεῖν ὅτι οἱ καλούμενοι ἀμφίβολοι ἦσάν ποτε προεστηκότες, πάσχοντες καὶ διατιθέντες καὶ ταῖς ἐπιθυμίαις τῶν εἰσιόντων δουλεύοντες, ὕστερον δὲ οἱ ἀγορανόμοι τούτους ἐξῶσαν.» Καὶ περὶ μυρίων δʼ ἂν τῶν ἀπὸ κεχυμένης τῆς κακίας ἐπεισελθόντων τῷ βίῳ τῶν ἀνθρώπων ἔστιν εἰπεῖν, ὅτι πρότερον οὐκ ἦν. Αἱ γοῦν ἀρχαιόταται ἱστορίαι, καίτοι γε μυρία ὅσα κατηγοροῦσαι τῶν ἁμαρτανόντων ἀῤῥητοποιοὺς οὐκ ἴσασι.

Ἠθικῶν Ζητημάτων Ι

Σχόλια εἰς Εὐριπίδην Χρύσιππος δὲ ἐν Ἠθικῶν δεκάτῳ λογισάμενον τὸν Πάριν τίνων δεῖ μᾶλλον ἀντέχεσθαι, πολεμικῆς ἀσκήσεως ἢ ἐρωτικῆς ἢ βασιλείας, νεῦσαι μᾶλλον εἰς τὰ ἐρωτικὰ καὶ οὕτως τὸν περὶ τῆς κρίσεως μῦθον συντεθῆναι.

Περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς πρὸς Ἀριστοκρέοντα Ι

Αὖλος Γέλλιος

«Παρθένος δὲ εἶναι λέγεται κατὰ σύμβολον τοῦ ἀδιάφθορος εἶναι καὶ μηδαμῶς ἐνδιδόναι τοῖς κακούργοις, μηδὲ προσίεσθαι μήτε τοὺς ἐπιεικεῖς λόγους μήτε παραίτησιν καὶ δέησιν μήτε κολακείαν μήτε ἄλλο μηδὲν τῶν τοιούτων· οἷς ἀκολούθως καὶ σκυθρωπὴ γράφεται καὶ συνεστηκὸς ἔχουσα τὸ πρόσωπον καὶ ἔντονον καὶ δεδορκὸς βλέπουσα, ὥστε τοῖς μὲν ἀδίκοις φόβον ἐμποιεῖν, τοῖς δὲ δικαίοις θάρσος· τοῖς μὲν προσφιλοῦς ὄντος τοῦ τοιούτου προσώπου, τοῖς δὲ ἑτέροις προσάντους.»

Ἀθήναιος τοῦ ξύρεσθαι τὸν πώγωνα κατʼ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς. οὐκ ἀκαίρως δέ, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. λέγει δὲ οὕτως ὁ φιλόσοφος «τὸ ξύρεσθαι τὸν πώγωνα κατʼ Ἀλέξανδρον προῆκται, τῶν προτέρων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον προσκειράμενον παρωνύμιον ἔχειν Κόρσην. διὸ καὶ Ἄλεξις ἔφη που· ἂν πιττοκοπούμενόν τινʼ ἢ ξυρούμενον ὁρᾶς, δυοῖν τούτων ἔχειν δεῖ θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν, διʼ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθʼ ὑπονοεῖς. Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησε, “μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα σʼ ἐποίησε καὶ οὐ γυναῖκα;” ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δὲ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδὲ ὁ ἐπιληψόμενος οὐδείς ἐστι διὰ τὸ πάντας ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ.» καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος.

Ἀθήναιος Χρύσιππός τʼ ἐν τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησὶν «ἐν Ἀθήναις δὲ ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυοῖν γενομένων δείπνων, ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιούς, ὡς μακρόθεν οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων τῶν μακρόθεν· τὸν δʼ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς.»

Ἀθήναιος καὶ Χρύσιππος δʼ ὁ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως «καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον.»

Ἀθήναιος Χρύσιππον δʼ, ἄνδρες φίλοι, τὸν τῆς Στοᾶς ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ, τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον ἀεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα.

Ἀθήναιος ἀλλʼ οὖν ὅ γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησί «καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων μελέτην γινομένας.» καὶ πάλιν «ἐκμανθάνειν τʼ αὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασι.» κἂν τῷ ἑβδόμῳ δέ φησι «καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.»

Ἀθήναιος Ἀρχέστρατος ὁ Συρακόσιος ἢ Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ.

Ἀθήναιος καὶ Χρύσιππος δʼ ὁ φιλόσοφος ἐν πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς περὶ τοῦ Πανταλέοντος τάδε γράφει «ὁ δὲ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατʼ ἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέγειν, ὅπου κατορωρύχοι τὸ χρυσίον· ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰσθέσθαι ἐξηπατημένους.»

Ἀθήναιος οὐκ ἠπόρει δʼ ἡμῶν τὸ συμπόσιον οὐδὲ τῶν φιλοσκωπτούντων. περὶ δὲ τοιούτου τινὸς πάλιν ὁ Χρύσιππος ἐν τῷ αὐτῷ γράφει «φιλοσκώπτης μέλλων ὑπὸ τοῦ δημίου σφάττεσθαι εἶπε θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέψαντος δʼ ἐκείνου ἔσκωψεν.»

Ἀθήναιος τὸ παρὰ πολλοῖς λασταυροκάκκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς οὗ ἡ κατασκευὴ περιεργοτέρα.

Ἀθήναιος Ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ φιλοξένειοί τινες πλακοῦντες ὠνομάσθησαν. περὶ τούτου Χρύσιππός φησιν «ἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι τοὺς πλησίον ἐπὶ τοῖς γινομένοις, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τήν τε χεῖρα συνεθίζειν πρὸς τὰ θερμά, καθιέντα εἰς ὕδωρ θερμόν, καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. ἔφασαν γὰρ αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι, ἵνα θερμότατα παρατιθῶσι, καὶ μόνος καταναλίσκῃ αὐτός, τῶν λοιπῶν συνακολουθεῖν μὴ δυναμένων.»

Ἀθήναιος ὁ Σαρδανάπαλλος ἐφʼ οὗ τοῦ τάφου ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε

Ἀθήναιος καὶ ὁ θαυμασιώτατος δὲ Χρύσιππος τὴν ὀνομασίαν φησὶ λαβεῖν τὰ μύρα ἀπὸ τοῦ μετὰ πολλοῦ μόρου καὶ πόνου ματαίου γίνεσθαι. Λακεδαιμόνιοί τε ἐξελαύνουσι τῆς Σπάρτης τοὺς τὰ μύρα κατασκευάζοντας ὡς διαφθείροντας τοὔλαιον, καὶ τοὺς τὰ ἔρια δὲ βάπτοντας ὡς ἀφανίζοντας τὴν λευκότητα τῶν ἐρίων. Σόλων τε ὁ σοφὸς διὰ τῶν νόμων κεκώλυκε τοὺς ἄνδρας μυροπωλεῖν.

Ἀθήναιος ἐκάλουν δʼ οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον Μαίσωνα τὸν δʼ ἐκτόπιον Τέττιγα. Χρύσιππος δʼ ὁ φιλόσοφος τὸν Μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονε κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπʼ αὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυζάντιος ἐν τῷ περὶ προσώπων.

Ἀθήναιος κάλλιστον δʼ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον.

Ἀθήναιος Χρύσιππος δέ φησιν· ἀσύμβολον κώθωνα μὴ παραλίμπανε.

Περὶ Παροιμιῶν

Λαέρτιος Διογένης ὅτι ἰσχνὸς ἦν, ὑπομήκης, μελάγχρως, ὅθεν τις αὐτὸν εἶπεν Αἰγυπτίαν κληματίδα, καθά φησι Χρύσιππος ἐν πρώτῳ Παροιμιῶν.

Πινδαρικὴ ὑπόμνησις Χρήματα χρήματʼ ἀνήρ τοῦτο ἀναγράφεται μὲν εἰς τὰς παροιμίας ὑπʼ ἐνίων, ἀπόφθεγμα δέ ἐστιν Ἀριστοδήμου, καθάπερ φησὶ Χρύσιππος ἐν τῷ περὶ παροιμιῶν. τοῦτον δὲ τὸν Ἀριστόδημον Πίνδαρος μὲν οὐ τίθησιν ἐξ ὀνόματος, ὡς δήλου ὄντος ὅς ἐστιν ὁ τοῦτο εἰπών, μόνον δὲ ἐσημειώσατο τὴν πατρίδα ὅτι Ἀργεῖος …

Διογενιανὸς ὁ Ἡρακλεώτης Αἲξ Σκυρία: Χρύσιππός φησιν ἐπὶ τῶν τὰς χάριτας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν, ἐπειδὴ πολλάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ.

Ζηνόβιος ὁ Σοφιστής Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς τι ποιούντων. Ἡ γὰρ νὺξ ἀκριβεστέρα τῆς ἡμέρας τοῖς πελαγοδρομοῦσι, διὰ τὰς τῶν ἄστρων σημειώσεις. Ὁ δὲ Χρύσιππος ἀφελὼν τὴν «οὐ» ἀπόφασιν «νυκτιπλοεῖς» εἶπεν.

Ψευδοπλούταρχος Ὀπισάμβων· ταύτην Χρύσιππος τάττει κατὰ τῶν χεῖρον ἐν τοῖς πράγμασι προβαινόντων παρὰ τὸ ἀεὶ ὀπίσω βαίνειν. Μέμνηται τοῦ ὀνόματος Σοφοκλῆς.

Ζηνόβιος ὁ Σοφιστής Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων φησὶν ὁ Χρύσιππος, ἀλλὰ καὶ ἐπὶ τῶν μικρῶν μενόντων εἴρηται ἡ παροιμία. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος.

Πλούταρχος Παροιμίαν τινὰ παλαιάν, ὦ Πολύκρατες, δείσας μοι δοκεῖ τὸ δύσφημον αὐτῆς, ὁ φιλόσοφος Χρύσιππος οὐχ ὃν ἔχει τρόπον, ἀλλʼ ὡς αὐτὸς ᾤετο βέλτιον εἶναι διατίθεται, τίς πατέρʼ αἰνήσει, εἰ μὴ εὐδαίμονες υἱοί; Διονυσόδωρος δὲ ὁ Τροιζήνιος ἐλέγχων αὐτὸν ἀντεκτίθησι τὴν ἀληθινὴν οὕτως ἔχουσαν· τίς πατέρʼ αἰνήσει, εἰ μὴ κακοδαίμονες υἱοί; …

Σοῦδα —ἡ δὲ παροιμία «κερκωπίζειν» ἣν ὁ Χρύσιππος ἀπὸ τῶν σαινόντων τῇ κέρκῳ ζῴων φησὶ μετενηνέχθαι.

Περὶ Πολιτείας

Λαέρτιος Διογένης ὅτι δʼ αὐτοῦ ἐστιν ἡ Πολιτεία καὶ Χρύσιππος ἐν τῷ περὶ Πολιτείας φησί.

Ὑπογραφὴ τοῦ λόγου τοῦ ἠθικοῦ πρὸς Θεόπορον Α

Ἰωάννης ὁ Στοβαῖος Περὶ γὰρ πάντων τῶν παραδόξων δογμάτων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ὁ Χρύσιππος διελέχθη· καὶ γὰρ ἐν τῷ περὶ δογμάτων καὶ ἐν τῇ ὑπογραφῇ τοῦ λόγου καὶ ἐν ἄλλοις πολλοῖς τῶν κατὰ μέρος συγγραμμάτων.