eul_wid: uvo-bg
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XLI (Dialexis) by Choricius the Sophist of Gaza

Nestor told the son of Tydeus in the Achaean assembly that he had not reached the end of his speech, and Socrates rebuked Euthyphro for leaving his account of piety unfinished. With these two reproaches Choricius justifies calling his audience back to the theatre to pay what his speech of the day before still owed: a soldier might leave a speech half-woven, but the orator he is playing could not.

Part of Speeches

Η ΔΙΑΛΕΞΙΣ

πεποίηται μὲν πρὸς τὸ δεῖν ἀποδοῦναι τῆς μελέτης τὸ λεῖπον, βραχέα δὲ φθέγγεται τῷ λόγῳ χαριζομένη.

Τοῖς Ἀχαιοῖς ἐκκλησίαν ἀθροίσας ὁ ποιητὴς τὸν Τυδέως ἀνίστησι ῥήτορα τῷ συλλόγῳ καὶ δίδωσιν ἔπη τῷ νεανίσκῳ τοιαῦτα, ἃ ἂν εἰσηγήσαιτο σύμβουλος, ὅτου τυγχάνοιεν ἡ Ἑλλὰς ὄντες ἀκροαταί, ὥστε καὶ ὁ Νέστωρ αὐτὸν ἄγαται καί φησι κρείττονά οἱ τῆς ἡλικίας εἶναι τὴν συμβουλίαν. ἀτὰρ οὐ πάντη τὸν Αἰτωλὸν ἀφῆκεν ἀνέγκλητον ὁ πρεσβύτης ὁ Πύλιος. τὸ δὲ ἔγκλημά ἐστιν, ὅ φησιν· οὐ τέλος ἵκεο μύθου.

τοῦτο οὖν, ὦ φιλότης, ἐννοήσας τὸ ἔπος—οὐ βραχὺ γὰρ ὄνειδος μέμψις Ὁμηρική—ἐς τόδε αὖθις ὑμᾶς ἀγείρω τὸ θέατρον. οὐ γὰρ εὖ μοι δοκεῖ ὁ Πλάτωνος Εὐθύφρων πεποιηκέναι ἀτελῆ περιιδὼν εἶναι τὸν λόγον, ὃν ὑπὲρ τοῦ, ὅ τί ποτε εἴη τὸ ὅσιον, διεξῄει τῷ Σωφρονίσκου. ὀρθῶς ἄρα αὐτῷ καὶ ἐπέπληξεν ὁ Σωκράτης καὶ οἷα, ἔφη, ποιεῖς, ὦ ἑταῖρε; γελοῖον γὰρ ἀτελὲς εἶναι δημιουργῷ φιλοτέχνημα.

ἵνα οὖν μὴ τὴν Νέστορος καὶ Σωκράτους ὑπομείνω κατηγορίαν, ὅσον τῇ προτεραίᾳ τοῦ χρέους ὑμῖν ἀπολείπεται, τοῦτο ἐκτίσω. εἰ μὲν γὰρ ὁ στρατιώτης ἡμῖν ὑπόθεσις ἦν—ἴστε δέ, οἶμαι, ὅν φημι στρατιώτην—, ἧττον ἂν ἴσως ἁμάρτημα ἦν τέλους ἄμοιρον εἶναι τὸν λόγον, πολεμικὴ γὰρ φροντὶς ἐν λόγοις πονεῖν οὐ φιλεῖ· ἐπεὶ δὲ ῥήτορα ὑμῖν ὑποκρίνομαι καὶ τοῦτον ὧδε ἔχοντα γλώττης, ὥστε αὐτῇ καὶ πόλεμον ἀπωθεῖν ἐπιόντα, πολὺν ἂν εἰκότως ὤφλησα γέλωτα ἡμιτελῆ τὸν λόγον ὑφάνας.