eul_wid: uvo-ar
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XXVI (Declamation: The Tyrannicide) by Choricius the Sophist of Gaza

The law grants a tyrant-slayer any reward he asks. A man climbed the acropolis to kill the tyrant, found him absent and killed his only son; the father, seeing the body, killed himself. The assassin claims the reward against an opponent, defending his self-praise by the examples of Pericles and Demosthenes, and asks as his prize a painting of the whole scene, with the people granting the reward and his opponent left out.

Part of Speeches

ΤΥΡΑΝΝΟΚΤΟΝΟΣ.

Νόμος τὸν ἀποκτείναντα τύραννον ὅ τι βούλεται γέρας αἰτεῖν. ἀνέβη τις εἰς ἀκρόπολιν ἐγχειρίδιον φέρων ὡς ἀναιρήσων τὸν τύραννον. ἔτυχε μὴ παρών. ἀνεῖλεν ἐκείνου τὸν παῖδα μόνον ὄντα τῷ φύσαντι. ὁ πατὴρ τὸ συμβὰν θεασάμενος ἡττήθη τοῦ πάθους ὅσον ἑαυτὸν ἀποσφάξαι. ἐντεῦθεν ὁ κτείνας τὸν νέον οἷα δὴ τῷ τυράννῳ σφαγῆς αἴτιος γεγονὼς τυχεῖν ἀξιοῖ δωρεᾶς ἑτέρου τινὸς ἀντιλέγοντος. μελετῶμεν τὸν αἰτοῦντα τὴν δωρεάν.

θεωρία.

Οὐ λείπουσιν ἄρα τοῖς φιλονεικεῖν βουλομένοις ἔριδος ἀφορμαί. ἀνὴρ ὅλην πατρίδα τυραννίδος ἐλευθερώσας τὴν ἐκ τῶν νόμων ἀπολαβεῖν κωλύεται δωρεάν. καίτοι διχόθεν καλλωπίζειν ἔχει τὴν αἴτησιν τῇ μὲν προαιρέσει τὸν τύραννον, τῇ δὲ πράξει τὴν ἐκείνου διαφθείρας γονήν.

ὅθεν αὐτῷ συνελθούσης ἀρετῆς ἅμα καὶ τύχης οὐ μέτρια φρονεῖν καρτερεῖ. εἰ γὰρ Περικλῆς ὁ Ξανθίππου ψιλὴν ἀποκρουόμενος λοιδορίαν πάντας διαβαδίζει τῆς εὐφημίας τοὺς τρόπους αὐτὸς ἑαυτὸν ἐπαινῶν, τίς ἂν ἐγκαλέσειε τούτῳ τοῖς αὐτοῖς ἐγχειρήμασιν ἀντιλογίαν ἀπωθουμένῳ πειρωμένην αὐτὸν τὴν προσήκουσαν ἀμοιβὴν ζημιῶσαι; οὕτω καὶ Δημοσθένης τὸν Ἀτρομήτου νενικηκὼς τὴν πρέπουσαν δωρεάν, τὸν στέφανον, ἐκομίζετο.

ποιεῖ μὲν οὖν πρᾶγμα τοῖς ἀκούουσιν ἐπαχθές, φύσει γὰρ ἄνθρωποι πρὸς τοὺς ἑαυτοὺς ἐγκωμιάζοντας δάκνονται, ἀλλὰ τὸ βαρὺ τοῦτο καὶ φορτικὸν ἀλύπως ὁ δῆμος ἐξ εὐθυμίας ἀνέχεται. ὅσῳ γὰρ μᾶλλον ἑαυτὸν οὗτος ἀποσεμνύνει, τοσοῦτον ἐπαύξει τῷ δήμῳ τὴν εὐφροσύνην δεικνύς, ἐξ οἵας αὐτὸν πολιτείας εἰς οἵαν μετήνεγκεν.

ἔνθα καὶ τῆς ὑπαρχούσης τῷ τυράννῳ μνημονεύσει κακίας τῇ πονηρίᾳ τοῦ τελευτήσαντος τὸν αἴτιον τοῦ φόνου κοσμῶν, πείσεται δὲ τοῖς λεγομένοις ἀσμένως τὸ πλῆθος.

ἥδιστα μὲν οὖν καὶ πλείονα τῶν ἐκείνῳ προσόντων ἀκούσεται· οὐ γὰρ ἐξαρκεῖ τοῖς ἠδικημένοις τὰς ἀληθεῖς μόνον κατηγορίας ἀκοῦσαι τῶν δυσμενῶν. ὅθεν εἰ καὶ ψευδεῖς τὰς κατʼ ἐκείνων ἴσμεν διαβολάς, οὐδὲ τούτων χωρὶς ἡδονῆς ἀκροώμεθα.

ἵνα δὲ μὴ τύχης ἔργον ἁπλῶς ὁ τοῦ τυράννου δόξειε θάνατος, ἀλλὰ τοῦ παιδὸς ἡ σφαγὴ μόνη νομίζοιτο πρόφασις, παντοδαποῖς παραστήσομεν τρόποις ἐκ τῆς περὶ τοῦτον φιλοστοργίας ἀβίωτον ἐκείνῳ γεγονότα τὸν βίον περιάπτοντες τῷ παιδὶ τά τε ἄλλα διʼ ὧν μάλιστα τέκνοις εὐνοοῦσι γονεῖς καὶ τὴν ἀκμάζουσαν ἡλικίαν· ἀπίθανον γὰρ παιδίον βραχὺ τεθνηκὸς οὕτω πατέρα λυπεῖν ὅσον ἐφέλκεσθαι πρὸς ἰδίαν σφαγήν.

Ἡ μελέτη.

Ἀπείληφεν εὖ ποιοῦσα βεβαίαν ἡ πόλις ἐλευθερίαν οὐδὲ κληρονόμον ὑφορωμένη τυράννου, καὶ μία πρᾶξις δύο τοιούτους ὑμῖν καθεῖλε δεσπότας, ξίφει μὲν τὸ τοῦ τυράννου μειράκιον, αὐτὸν δὲ τῇ σφαγῇ τοῦ παιδός. ὅσον τοίνυν τεθνάναι δεινότερον πικρᾶς βασάνου προηγουμένης ἢ χωρὶς ὀδύνης τοῦτο παθεῖν, τοσοῦτο χαλεπωτέραν αὐτῷ περιέστησα τελευτὴν φόνῳ παιδὸς βασανίσας.

ἑκατέρα μὲν οὖν τυραννὶς οὐ μέτριον ἦν τῇ πόλει φορτίον, τοσοῦτον δὲ τοῦ τεκόντος ἐφύετο χείρων ὁ παῖς, ὅσον ὁ μὲν πατρὸς ὑπῆρχε δημοτικοῦ, ὁ δὲ σπέρμα καθειστήκει τυράννου.

εἰ δὲ πονηρὰ φύσις ἄνευ δυνάστου πατρὸς ἀπειργάσατο τύραννον, τί ἂν ἔδρασε πατρικὴν προσλαβοῦσα πλεονεξίαν καὶ τό γε σφόδρα δεινόν, ὅτι καὶ δικαίως ἡμῶν ὁ νέος ἡγεῖτο κρατεῖν οἷα δὴ κτῆμα πατρῷον τὴν ἀξίαν παραλαβών; ὅταν δὲ συγγνώμην τις ἔχειν οἴηται τῆς ἀδικίας, ἀνίατον γίνεται τοῖς ἀδικουμένοις κακὸν μεταμελείας ἀνῃρημένης. δυεῖν ἄρα τῇ πόλει δεινῶν τὸ μέγα μὲν ὑπʼ ἐμοῦ καταλέλυται, τὸ δὲ βραχὺ διʼ ἐμοῦ.

εἰ μὲν οὖν ἄμοιρος ἔτι παίδων ἐστὶν ὁ διαβάλλων τὴν αἴτησιν, εἰκότως ἐκ τῆς ἀπειρίας ἡγεῖται κοῦφον ἀτύχημα τέκνων ἀποβολήν· εἰ δὲ τυγχάνων πατὴρ οὕτω λογίζεται καὶ φρονεῖ, παραβαίνει φύσεως νόμον. ὃν ἐφύλαξε μόνον ὁ τύραννος οὐδὲ ζῆν ἄνευ τοῦ παιδὸς καρτερήσας πολλαῖς ἀφορμαῖς εἰς τοσοῦτον εὐνοίας ἐλθών.

λέγεται γὰρ νέος μὲν γῆμαι, πλεῖστον δὲ χρόνον ἄπαις ὑπάρχειν, ὀψὲ δὲ κυούσης αὐτῷ τῆς γυναικὸς δεδοικέναι, φυλάττειν, σφαλερὸν γὰρ κύουσα γυνὴ καὶ βραχυτάτης εἰς κίνδυνον δεομένη προφάσεως, ἐπιθυμεῖν ὠδίνουσάν τε καὶ τεκοῦσαν ἰδεῖν.

ἦν οὖν οὐκ ἀπεικότως περιπόθητον αὐτῷ τὸ παιδίον ὡς ἄρρεν, ὡς μόνον, ὡς παρʼ ἐλπίδα τεχθέν, ὡς δευτέρας γονῆς οὐδαμῶς ἐσομένης ἤδη τῆς παιδοποιΐας ἐξιόντι τοὺς ὅρους, ὡς τὴν πατρῴαν κεκτημένον ἰδέαν· φιλεῖ δὲ ἄρα καὶ τοῦτο τῶν γονέων ἐρεθίζειν τὴν εὔνοιαν. ἐτρέφετο τοίνυν ἐπὶ διαδοχῇ τῆς ἀρχῆς καὶ τυραννεῖν κατὰ μικρὸν ἐδιδάσκετο ἤδη τε μειράκιον ἦν αὐτό που τῆς ἡλικίας ἄγον τὸ ἄνθος, ὅτε γονεῦσιν ἀνιαρότατον θάνατος παίδων.

δύο δὴ τυράννων τοῦ μὲν ὑπάρχοντος, τοῦ δὲ γινομένου οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον μόνον οὐδὲ τοῦτο πράττοντες ἀδεῶς, ἐγὼ δὲ μεθʼ ἡμέραν μὲν κατάλυσιν ἐμελέτων, νύκτωρ δὲ ταύτην ὠνειροπόλουν.

ὁπλίσας οὖν τὴν ψυχὴν δημοτικοῖς λογισμοῖς ἀνέβην ἐπὶ τὸ τῆς δυναστείας χωρίον ὅσον ἦν ἀποκρύψαι ξιφίδιον φέρων καὶ τῷ προσώπῳ συσκιάσας τὴν γνώμην καὶ τοὺς ἐκείνου δορυφόρους καραδοκήσας ἑτέρωσέ ποι τὴν διάνοιαν ἔχοντας οὐδαμοῦ τὴν θήραν ἑώρων κύκλῳ περιάγων τὸ βλέμμα.

εἶτα κατανοήσας τὸν νέον πολλαχόθεν ὀργῆς ἐνεπλήσθην δυνάστου θεασάμενος παῖδα καὶ προσφερῆ τὴν ὄψιν ἐκείνῳ καὶ τοῦτον ἐν ἀκροπόλει, χωρίῳ τυραννικῷ· ἐν οἷς γὰρ ἀδικούμεθα τόποις, ἐν τούτοις πλέον ἀμύνασθαι τοὺς ἀδικήσαντας ὀρεγόμεθα. ἐγένετο δέ μοι προσθήκη θυμοῦ καὶ τὸ τοῦ τυράννου διαμαρτεῖν.

τοσαύταις ἐγὼ κινηθεὶς ἀφορμαῖς καιρίαν ἐπιφέρω πληγήν. οὐκ ἤνεγκα τοσαύτης ἡδονῆς ἀνήκοον ἐᾶσαι τὴν πόλιν ἔσπευδόν τε μηνῦσαι τὸ πεπραγμένον, μή με φθάσας τις ἕτερος εὐφράνῃ τῷ πλήθει τὰς ἀκοάς. ὁ γὰρ μέγα τι πράξας τὴν ἰδίαν ἐπείγεται πρῶτος κηρύττειν ἀνδραγαθίαν, ὡς ἂν διπλῆν κομίσαιτο χάριν, τήν τε τῶν κατωρθωμένων τήν τε τῶν εὐαγγελίων.

Καταβὰς τοίνυν ἐμήνυσα τὸ πραχθὲν δεικνύων ἅμα τὸ ξίφος αἵματος γέμον δικαίου. εἶτα πρὸς τὸν δεύτερον ἆθλον ηὐτρεπιζόμην· οὐ γὰρ ἀνάλωσεν ὅλον μοι τὸν θυμὸν ἡ τοῦ μειρακίου σφαγή. ἤλπιζον μὲν οὖν τοῦτο ποιήσειν τὸν τύραννον, ὅπερ ἔφθη ποιήσας, ἐκέκριτο δέ μοι καὶ τοῦτον, εἰ περιόντα καταλήψομαι, κτείνειν.

ἧκεν εὐθὺς ἡ Φήμη πολλὴ βοῶσα τὸ προσδοκώμενον καὶ πάντα διηγουμένη, ὡς ἡ μὲν τεκοῦσα τὸν νέον κοπτομένη τὰς παρειὰς ἐπὶ γῆς καθημένη καὶ τοῦ παιδὸς τὸ σῶμα περιχυθεῖσα τὰ γυναικῶν ὁμοῦ καὶ μητέρων ἐφθέγγετο οὐκέτι σε, λέγουσα, τέκνον, συμπροϊόντα τῷ φύσαντι, οὐκέτι θεραπεύοντα τὴν τεκοῦσαν, οὐκέτι δορυφορούμενον ὄψομαι. ᾤμην σοι δᾷδα γαμήλιον ἅπτειν, ὤμην σοι τὸν ὑμέναιον ᾄδειν.

οὕτως ὑπὸ τοῦ πάθους ὡς πρὸς ἔτι ζῶντα διελέγετο τὸν υἱόν· τοιοῦτον γὰρ μάλιστα πεφύκασιν αἱ γυναῖκες ἀσθενείᾳ τε γνώμης καὶ πένθους ἀφορήτοις ὀδύναις, οἷα πρὸς αἰσθανομένους λαλοῦσι τοὺς τεθνεῶτας ὡς ἀκούοντας τῶν λεγομένων, ὡς ἀποκρίνεσθαι μέλλοντας.

ἐν τούτοις μὲν ἦν ἡ τοῦ τυράννου γυνή, τῶν δὲ δορυφόρων οἱ μὲν δέει τοῦ κρατοῦντος φεύγοντες ᾤχοντο, οἱ δὲ περιειστήκεσαν ἐρριμμένον τὸν νεανίσκον ἐκπεπληγμένοι τε καὶ δακρύοντες.

πολλὴ δὲ τούτοις γέγονεν ἔρις τοῦ τίνα δέοι μηνῦσαι τὸ πεπραγμένον ὀκνοῦντος ἑκάστου καὶ δεδιότος τοσοῦτον ἀγγεῖλαι τῷ δεσπότῃ κακόν. ἑνὸς δʼ οὖν εἴξαντος μόλις ἤκουσε πικρὰν ὁ πατὴρ ἀγγελίαν, υἱὸν ἐσφαγμένον, μᾶλλον δέ, πρὸ τῆς ἀκοῆς, ὡς οἱ τούτῳ παρόντες ἀπήγγελλον, ἔτι τοῦ θεράποντος αὐτῷ προσιόντος ὁ παῖς ἔπαθέ τι δεινὸν ἀνεβόησεν· ὑπὸ γὰρ ἀμέτρου φιλοστοργίας, ὡς ἔοικεν, ἀεὶ τῷ λογισμῷ περιφέρων τὸν παῖδα κατηφῆ τὸν οἰκέτην ἰδὼν ἐστοχάσατο.

ἔπειτα θέαν εἶδε χαλεπωτέραν ὧν εἴτε ἤκουσεν εἴτε διενοήθη. ὀφθαλμοὶ γὰρ ὅσον πιθανώτεροι, τοσοῦτον ἀνιαρότεροι τοῖς ἀτυχοῦσιν. ἐμίσησεν οὖν τυραννίδα, διʼ ἣν γέγονεν ἄπαις, οὐ γὰρ ἦν ἑτέρου πατήρ, καὶ δίκην αὐτὸς ἑαυτῷ θάνατον ὥρισεν ἡγησάμενος τῷ παιδὶ ταύτην ὀφείλειν ὑπὲρ τοῦ φύσαντος ἐσφαγμένῳ.

συνέπραξε δὲ πρὸς τὴν τόλμαν αὐτῷ πάθη δύο, ψυχῆς ἀθυμία καὶ δέος, ὀδυρομένῳ τε τὸν υἱὸν καὶ τὴν ἐμὴν εἰκότως προθυμίαν εὐλαβουμένῳ· εἰ γὰρ πρὶν κατορθῶσαί τι τοσοῦτον ἐτόλμησα, τί ἂν ἐποίησα τὸ θαρρεῖν ἐκ τῆς πείρας λαβών;

Ἀλλὰ δύο τυράννων λαμπρῶς οὕτω καθῃρημένων εὕρηται τρίτος, ὡς ἔοικε, διαστρέφων τοὺς νόμους· ἐμοὶ γάρ, φησίν, ὁ νόμος συμφθέγγεται δωρεὰν ἀπονέμων τῷ κτείναντι τύραννον, οὐ δυνάστου παιδίον.

οὐκ ᾤμην ἐκ τῶν νόμων σε μαχεῖσθαι τῷ σεσωκότι τοὺς νόμους. τοιγαροῦν εἴ ποθεν οὗτοι λάβοιεν φωνήν, φαῖεν ἄν σοι δικαίως τοιαῦτα καταβοῶντες· ἄνθρωπε, μόλις γεγόναμεν κύριοι, μόλις ἥκομεν δεῦρο πάλαι φυγάδες γεγενημένοι. ἐποθοῦμεν δῆμον ἰδεῖν, ὠρεγόμεθά τι προστάξαι πάλιν καὶ πεῖσαι. σὺ δὲ τὸ πρῶτον ἡμῶν ἀνατρέπεις ἐπίταγμα καὶ δεῖξαι φιλονεικεῖς ἀχαρίστους τῷ καθελόντι τοὺς ἐπαναστάντας ἡμῖν. ταύτην ἐγὼ τοῖς νόμοις ἔχρησα τὴν φωνήν.

τί οὖν θρασύνῃ κατὰ τοῦ δεδωκότος σοι τὴν ἐξουσίαν τοῦ λέγειν οὔτε τῆς εὐεργεσίας τὸ μέγεθος αἰσχυνθεὶς οὔτε τοὺς νόμους αἰδούμενος οὔτε τοῦ δήμου τὸν τρόπον ἐρυθριάσας ἀμείβεσθαι τοὺς εὖ ποιοῦντας εἰδότος οὔτε τὸ πᾶσι γνώριμον ἐννοῶν, ὡς ἐν εὐτυχήμασιν ἄνθρωποι φιλόδωροί τε καὶ πρὸς αἴτησιν εὐκολώτεροι γίνονται καὶ πολὺ μᾶλλον, ὅταν εὔλογα τὰ τῆς αἰτήσεως ᾖ;

τούτων οὐδὲν ἐλογίσω, μᾶλλον δέ, λογισάμενος ἀναιδῶς ὑπερεῖδες. βούλει δίκαιός μοι γενέσθαι κριτής; μὴ τὸ συμβὰν ἐξέταζε μόνον, τὴν ὅθεν ἐγένετο πρόφασιν κρύπτων μηδὲ τῶν φύντων μνημόνευε παρατρέχων τὸ σπέρμα μηδὲ τὸν δήμιον εἴπῃς τὸν δικαστὴν σιωπῶν.

ἐγὼ μὲν ἐκείνῳ ζημίαν ἐψηφισάμην τὸν θάνατον, ὁ δὲ διηκόνησέ μου τῇ ψήφῳ δήμιος αὐτὸς ἑαυτῷ γεγονώς· καί μοι δοκῶ τὴν Δίκην αὐτὴν τοῦτο βραβεῦσαι τὸ χρῆμα. πολλοὺς γὰρ ἐκεῖνος ἀκρίτους διαφθείρας τῶν πολιτῶν, ἐπειδὴ λίαν ἐλάττω πάσχειν ἔμελλεν ὧν διεπράξατο, μίαν αὐτὸς ἀντὶ πολλῶν ψυχὴν ζημιούμενος ἕτερον αὑτῷ σωφρονισμὸν διʼ ἐμοῦ τοῦ παιδὸς ἐξεῦρε τὴν τελευτήν.

εἰ μὲν οὖν μόνον ἢ πρῶτον ἀνεῖλον τὸν τύραννον, ἀπῆλθεν ἂν θέαμα λυπηρόν, τὸν τοῦ παιδὸς θάνατον, ἐκφυγών· εἰ δὲ ἀμφοτέρων αὐτόχειρ ἐγενόμην ἐγώ, τοῦ νεανίου μὲν πρῶτον, εἶτα τοῦ φύσαντος, τὴν μὲν ἐλεεινὴν οὐ διέφυγε θέαν, ἀλλοτρίᾳ δὲ χειρὶ περιπίπτων ὁμοίαν ἐκέρδαινε τὴν τελευτὴν οἷς ἔδρασε φόνοις.

ἔδει δὲ ἄρα καὶ τοῦ βίου τὸ πέρας ἀνοσίως αὐτῷ τετολμῆσθαι, ὅπως ἐν αὐτῷ τῷ δίκαια πάσχειν ἄδικα δράσειε μηδὲ τὸν ὑπὲρ τῆς αὑτοῦ σωτηρίας νόμον φυλάττων· τὸ γὰρ ἐξάγειν αὑτὸν δυσσεβὲς εἶναι νομίζεται.

οὕτως ἐγώ φημι πρυτανεῦσαι τὴν Δίκην πρὸς ἔλεγχον ἐναργῆ τῆς ἐκείνου κακίας καὶ παντελῆ καθαίρεσιν τῆς ἀρχῆς. σκοπεῖτε γάρ· τοῦ τυράννου μὲν τεθνεῶτος τὸ μειράκιον ἑαυτὸν οὐκ ἦν εἰκὸς ἀποκτεῖναι μακροῦ τῇ νεότητι βίου προσδοκωμένου καὶ φιλοψυχεῖν ἐντεῦθεν παρασκευάζοντος καὶ ἅμα τῶν παίδων ὡς τὰ πολλὰ μὴ τοσαύτην νεμόντων τοῖς τίκτουσιν εὔνοιαν, ὅσης αὐτοὶ παρʼ ἐκείνων μετέχουσιν.

ἦν δʼ ἂν οὕτως ἡμῖν τὰ τῆς ἐλευθερίας ἐπισφαλῆ μήπω προρρίζου τῆς τυραννίδος ἐκκεκομμένης· ἀνῃρημένου δὲ τοῦ παιδὸς τὸν πατέρα φέρειν οὐ ῥᾴδιον ἦν οὐδεμιᾶς αὐτῷ φαινομένης ἔτι παραμυθίας ἕτερόν τε μὴ κεκτημένῳ καὶ παραδραμόντι τὴν γόνιμον ἡλικίαν.

ἡ μὲν οὖν Δίκη τοιαύτην ἔταξεν αὐτῷ τιμωρίαν· ἐπλήρουν δὲ τὸν ἐκείνης σκοπὸν διάφοροι λῦπαι περιιστάμεναί τε τὸν ἄνδρα καὶ πρὸς φόνον ὠθοῦσαι, ἡ μὲν ὑποδεικνύουσα τοὺς τελοῦντας εἰς δῆμον ἐπεγγελῶντας αὐτοῦ τοῖς κακοῖς, ἡ δὲ ταράττουσα φόβῳ τῆς ἐμῆς δεξιᾶς, ἑτέρα διεξιοῦσα τὴν τοῦ γήρως ἀσθένειαν, ἄλλη τοὺς ἀποδράντας τῶν ἀρχομένων, ἄλλη τοὺς μακαρίζοντας τὴν ἐκείνων φυγήν.

Ἔστι τοίνυν ἡμῖν νόμος ἀρχαῖος τὸν αἴτιον ἀδίκου σφαγῆς τὴν αὐτὴν ἀπαιτῶν τῷ δράσαντι δίκην. ἀκούεις τοῦ νόμου; σοὶ διαλέγεται. τοὺς αἰτίους, φησί, φόνων ἀδίκων ὁμοίως κολάζω τοῖς εἰργασμένοις.

οὐκοῦν καὶ φόνου δικαίου τὸν αἴτιον ὁμοίως τιμᾷ τῷ δεδρακότι. οὐ γὰρ δὴ τὴν μὲν κακίαν οἴονται δεῖν σωφρονίζειν οἱ νόμοι, ἄμισθον δὲ περιορῶσι τὴν ἀρετήν. ὅσης γὰρ ἄξιοι δίκης οἱ πονηρίαν τινὰ μετιόντες, τοσαύτης, οἶμαι, τιμῆς οἱ τὴν ἀντικειμένην ἀρετὴν ἠσκημένοι, κἂν πλείονος εἴπῃς, ὀρθῶς ἐρῶ σε δικάζειν. τῆς γὰρ φύσεως ἑτοιμότερον πρὸς τὰ χείρω καθελκομένης τοῖς μὲν ἁμαρτάνουσι γίνεται τοῦτο συγγνώμη, μείζων δὲ τοῖς ἀγαθοῖς εὐφημία. καὶ τιμωρία μὲν ἐλαττουμένη φιλανθρωπίας εὔκλειαν ἤνεγκεν, ἀμοιβὴ δὲ συστελλομένη ψόγον ἀχαριστίας.

Φέρε δή, καὶ τοῦτο σκεψώμεθα· εἴ τις ἐκ γένους ἐκείνῳ προσήκων διεδέξατο τὴν ἀρχήν, οὐκ ἂν ὑπὸ τούτῳ δίκην ἔφευγον φόνου; οὐδεὶς ἀντερεῖ. μὴ τοίνυν τῆς τελευτῆς ἀποστέρει με τὴν αἰτίαν. ἤ, πρὸς θεῶν, εἰ μὲν τῷ τυράννῳ προσήκων τις ἔκρινεν, ἀνεῖλον ἐκεῖνον· εἰ δὲ ὁ δῆμος ἐκκλησιάζει, τὸ γεγονὸς οὐκέτι μοι πέπρακται; εὔηθες μάλα καὶ γελοῖον.

Οὐ τοίνυν μόνον ἐκ τῆς τοῦ παιδὸς τελευτῆς ἐμοὶ λογιστέον τὴν τοῦ κρατοῦντος ἀναίρεσιν, ἀλλὰ καὶ τρόπον ἕτερον. φονέα με τούτου καλοῦσιν οἱ νόμοι. φονέα γὰρ ἐκεῖνοι καλοῦσι τὸν ἀποκτείναντα τῇ προαιρέσει καὶ τὴν χεῖρα πρὸς φόνον ὁπλίσαντα, κἂν τὸ ἔργον ἀπῇ.

οὐ γὰρ αἱ πράξεις, αἱ γνῶμαι δὲ μᾶλλον τὰς ἐκ τῶν πραγμάτων ποιοῦσιν ἐπωνυμίας· οἷον ὁ δεῖνα τὸν πλησίον ἀνεῖλεν οὐ τοῦτο βεβουλευμένος· οὗτος ἀνδροφόνου προσηγορίαν ἐκκλίνει. ἕτερος ἄλλῳ τοῦτο μελετήσας διήμαρτεν· ἐνέχεται τῷ προσρήματι. ὁ γὰρ οἷς ἂν ἐγὼ τεθναίην, ταῦτα ποιεῖν ἐγχειρῶν, οὗτος ἀνεῖλεν ἐμέ, κἂν ἡ τόλμα πέρας μὴ λάβῃ.

Βούλομαι δὴ καὶ διὰ πλειόνων ἔτι παραδειγμάτων τοῦτό σοι παραστῆσαι σαφῶς, ὡς τοῦ κρατοῦντος τὸν φόνον ἡμῖν ἐπιγράφεσθαι χρή.

Εἰ μεμηνότι καὶ πρὸς ἰδίαν ἐπειγομένῳ πληγὴν ξίφος ἐπιδώσω φέρων, ἐγὼ τὸν θάνατον εἴργασμαι. εἰ φιλοχρήματον ἄνδρα χωρὶς ἀργυρίου πολλοῦ ζῆν οὐ δυνάμενον ὅλον συλήσω τὸν πλοῦτον, αὐτὴν ἀπεσύλησα τὴν ψυχήν. οὐκοῦν καὶ φιλόστοργον ἀνεῖλον πατέρα παιδὸς οὗ μὴ φέρει τὴν τελευτὴν ἀποστερήσας.

καὶ ποῦ μοι δεῖ παραδειγμάτων ἑτέρων; πολλοὶ τῶν πολιτῶν ἄλλος ἄλλο τι πεπονθὼς ὑπʼ ἐκείνου δεινόν, ὁ μὲν γενόμενος ἄπαις, ὁ δὲ στερηθεὶς ἀδελφῶν, ἕτερος γύναιον ἀφαιρεθεὶς εὐπρεπές, τὴν ἐκ τῆς ἐπιβουλῆς ἀθυμίαν οὐ φέροντες σφᾶς αὐτοὺς διεχρήσαντο. τίς οὖν ὁ τὴν πρόφασιν δεδωκώς; ὁ κακοπραγίαις περιβαλὼν βιῶναι μὴ συγχωρούσαις.

οὕτως ἡμέτερον ἔργον τῶν τυράννων οἱ φόνοι. κἂν ἀμφοτέρους μὴ δίδως, ἀρκεῖ μοι πρὸς δωρεὰν ὁ νέος ἀπολωλώς. τῆς γὰρ αὐτῆς ἄξιος ἀμοιβῆς τῷ διαφθείραντι τύραννον ὁ μέλλοντα γίνεσθαι κτείνας. εἰ δὲ μὴ σοβαρώτερον λέγειν, μείζων τούτῳ προσήκει μισθός, ἐπεὶ καὶ τοῖς Ἀσκληπιάδαις μείζων ὀφείλεται χάρις ἐπερχομένην ἀναστέλλουσι νόσον ἢ παραπεσοῦσαν ἰασαμένοις· τοῦ γὰρ ἀπηλλάχθαι κακοῦ τὸ μὴ παθεῖν αἱρετώτερον.

ἀνέκοψα τοίνυν ἐπιοῦσαν νόσον τῇ πόλει μακροτέραν, οἶμαι, τῆς προλαβούσης. μακροτέρα γὰρ ἐλπίζεται τυραννίς, παῖς ἔφηβος μᾶλλον ἢ πατὴρ ἤδη γεγηρακώς, τῆς νεότητος πλείονα δυναμένης βίον ἀρκέσαι. δουλεία δὲ πᾶσα χαλεπὸν μὲν ἑκάστῳ, πικρότερον δὲ τῷ σὺν ἐλευθερίᾳ τραφέντι, δυσκολώτατον δὲ τῷ βαρὺν κεκτημένῳ δεσπότην. ἂν δὲ καὶ πρόσηβος ᾖ, τοῦτο ποῦ θήσομεν ἀτυχίας;

Εἰ δὲ τύραννον μὴ καλεῖν ἀξιοῖς τὸν οὔπω τοῦτο γενόμενον, ἐπιλέλησαι τῶν ἄρτι λεχθέντων, ἐν οἷς αἱ προαιρέσεις ἐδείκνυντο τὰς ἐκ τῶν πραγμάτων ποιοῦσαι προσηγορίας, ἄλλως τε ὅταν ἡλικίαν ἄγῃ τις ἱκανὴν ἤδη πράγμασι χρήσασθαι κἂν τύχῃ τραφεὶς ὑπὸ πανούργῳ πατρὶ δεινῷ πολιτείαν καινοτομῆσαι.

Ἀλλά, νὴ Δία, ταῦτα μὲν ἴσως εὖ ἔχειν κατανεύσειεν ἄν, ἑτέραν δὲ τοιαύτην ἐπάγει μοι προσβολήν· ἆθλα, φησί, κινδύνων αἱ δωρεαί, σὺ δὲ λίαν εὐκόλως τὰ γεγονότα κατώρθωσας ἀφυλάκτου τῆς ἀκροπόλεως οὔσης τῶν ὑπηκόων ῥᾳθύμως φρουρούντων, οἷον εἰκὸς ἐν ἀπουσίᾳ δεσπότου.

σὺ μὲν οὕτω μακρὰ καὶ ποικίλα ῥήματα πλέκεις, ὁ δὲ νόμος ἁπλοῦν καὶ βραχὺν ἔφη μοι λόγον· ὃν ἂν δύναιο τρόπον ἀμύνου τὸν τύραννον καὶ λήψῃ τὸ γέρας· εἰκότως. δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς ὑπὲρ κοινῆς ὠφελείας κινδύνοις, πειρᾶσθαι δὲ τούτους, ὡς ἔνεστι, κατορθοῦν.

οὐ πώποτε, πρὸς θεῶν, ἐπολέμησας; ἔοικας ἄνανδρος εἶναι. οὐ πώποτε στρατιώτας εἶδες συμπλεκομένους; οὐδὲ θέαν ἴσως φέρεις πολέμου. ἀθλητῶν οὐ γέγονας θεατής; οὗτοι παρὰ τὸν ἀγῶνα τῆς πάλης ἑκάτερος ἐντεῦθεν πειρᾶται νικᾶν τὸν ἀντίπαλον, ὅθεν ἑαυτῷ σύνοιδε πλείονα τέχνην.

οὕτω καὶ πολεμοῦντες—ἀκοὴν γάρ, οἶμαι, φέρεις πολέμου— τοὺς ἐναντίους χειρούμεθα νῦν μὲν πλήθει παρασκευῆς, νῦν δὲ μείζονι ῥώμῃ, πολλάκις χωρίων ἰσχύι, πολλάκις ἀπάτῃ καὶ δόλῳ. αἱ δὲ τοῦ πολέμου κλοπαὶ διπλοῦν ἄγουσι κέρδος, ἀσφάλειάν τε καὶ νίκην ἐνδοξοτέραν τῆς ἀλογίστῳ θρασύτητι προβαινούσης. τῶν μὲν γὰρ ἄνευ λογισμοῦ κατορθουμένων τὴν πρόφασιν εἰς εὐτυχῆ προπέτειαν ἀναφέρομεν, τὴν δὲ τῶν συνέσει πραττομένων αἰτίαν ὅλην ὡς εἰπεῖν ἀνατίθεμεν τῷ δεδρακότι.

ἀλλὰ μὴν αὐτοὺς ἀεὶ τοὺς τυραννεῖν βουλομένους ὁρῶμεν ἀκινδύνως, ὡς ἔνεστιν, ὑποκλέπτοντας τὴν ἀρχήν. οὐδεὶς γὰρ δήπου συγκαλέσας τὸ πλῆθος ἐπὶ τῆς ἐκκλησίας ἀποδύεται τὴν διάνοιαν, ἀλλὰ γνώμην τυραννικὴν δημοτικῷ προσχήματι κρύπτων, εἴ που λάβοιτο κοινῆς ἑορτῆς ἤ τινος ἄλλου καιροῦ ποιοῦντος ὑπτίαν τὴν πόλιν, τὴν ἁπάντων ῥᾳστώνην ἐπικουρίαν εὑρὼν εἰς ἔργον ἐκφέρει τὸ κεκρυμμένον, ὥστε τὸν δῆμον ὁμοῦ τε τῆς δουλείας αἰσθάνεσθαι καὶ δουλεύειν.

τί οὖν, ὦ βέλτιστε, σὺ φαίης ἂν ἐκεῖνον μὴ χρῆναι κολάζειν, ὅτι τοὺς ἐνοικοῦντας ἀφυλάκτοις ἐπιπεσὼν ἐδουλώσατο; εἰ γὰρ ὁ πράξας τι καλὸν ἀσφαλῶς ἀνάξιος δωρεᾶς, οὐδὲ τιμωρίας ἄξιος ὁ μὴ προπετῶς ἀδικῶν.

πλήν, ἐπειδὴ φιλοκίνδυνος εἶ τῷ λόγῳ, φέρε σοι δείξω μετὰ κινδύνου πραχθὲν ἐμοὶ τὸ κατόρθωμα. ἀνήρ, εἰπέ μοι, δημοτικὸς εἰς μέσους ἐμβαλὼν δορυφόρους, ὅπως τὸν ἐκείνων ἀποκτείνῃ δεσπότην, ἀσφαλῆ μετελθεῖν ἀγῶνά σοι φαίνεται; ὅρα μὴ θράσος ἡμῖν ἐγκαλέσαι ζητῇς.

ποῖος γὰρ οὕτω σοι δοκεῖ βασιλεὺς καὶ ταῦτά γε τύραννος εὐκαταφρόνητος εἶναι τοῖς ἀρχομένοις, ὡς ἄχρι τοῦ παρεῖναι τιμᾶσθαι; οὐκ οἶσθα ὅτι, κἂν θεράπων ὑφορᾶται δεσπότην, κἂν ὑπήκοος ἄρχοντα, τὴν αὐτὴν ὡς εἰπεῖν ἀπόντος ἔχει φροντίδα τῇ φαντασίᾳ τῆς παρουσίας καὶ δοκεῖ πως ἐκεῖνον ὁρᾶν παρεστῶτα τότε μᾶλλον αὐτὸν ἥξειν ὑπονοῶν, ἡνίκα τι παροινεῖ, τῆς τοῦ δέους ὑπερβολῆς οὕτως ἐπιτρεπούσης φρονεῖν; ἔνιοι δὲ καὶ σπουδαιότερον φέρονται παρὰ τὴν ἀπουσίαν τῶν κεκτημένων, ἵνα τρόπῳ μᾶλλον ἢ φόβῳ χρήσιμοι δόξωσιν εἶναι.

καὶ τί δεῖ μακρολογεῖν τῆς ἐκείνου γονῆς ἐν ἀκροπόλει τότε παρούσης; πῶς οὖν ὀλιγώρως εἶχε τὰ τῶν ὑπηκόων πάντως που δεδιότων τὰς τοῦ νεανίσκου πρὸς τὸν πατέρα διαβολάς; ὑπὸ γὰρ ἐμφύτου φιλοτιμίας οὐκ οἶδε σιγῇ καρτερεῖν ἡ νεότης ἀμελουμένη. ὁ δὲ καὶ μόνος ὢν τῷ πατρὶ καὶ τρυφῇ πολλῇ τεθραμμένος, εἰ μὴ πλείστης ἀπέλαυσε θεραπείας τε καὶ σπουδῆς, ἀνῆγεν ἂν ἐπὶ τοῦτον. τί δέ; παῖς οὐ πείθει πατέρα διαβάλλων οἰκέτας ἄλλως τε καὶ πυνθανόμενον, ὡς εἰκός, μή τις ἐλύπησε, μή τις παρεῖδεν; ἐκ δὲ τοσαύτης κολακείας οἱ παῖδες ἐξάγονταί τι καὶ καταψεύδεσθαι.

τὸ δὲ μέγιστον, ὁ καιρός, ὅτε τὴν ἄνοδον εἰς ἀκρόπολιν ἐποιούμην, ἀπῄτει μηδαμῶς αὐτοὺς ῥᾳθυμεῖν. ἦν γάρ, ἡνίκα τῷ τυράννῳ σύνηθες ἦν αὐτόθι διάγειν, εἴ ποθεν ἔτυχεν ὁ νέος παρὼν εἰωθὼς τὰ πολλὰ τῷ τεκόντι συνεῖναι· ὥστε πολλὴν ἐπιμέλειαν εἶχον τοῦ μὲν ἤδη παρόντος, τοῦ δὲ θαυμάζειν ποιοῦντος ὅτι μηδέπω παρῆν.

χωρὶς δὲ τούτων, εἰ μὲν οὐκ ἠγάπητο τῷ πατρί—τίς δὲ παῖς οὐ πεφίληται τῷ πατρί;—, πλὴν εἴ τις τοῦτο βιάσαιτο, ἴσως ἂν ὀλίγον ἔμελεν ἐκείνου τοῖς ὑπηκόοις· νῦν δὲ πῶς ἂν ἐπεχείρουν ἐν ἀμελείᾳ ποιεῖσθαι τὸν οὐ μετρίως τῷ κρατοῦντι κεχαρισμένον; οὐ γὰρ ἂν ἐπαποθανεῖν εἵλετο τεθνεῶτι.

Μικροῦ με παρῆλθε τοῦ τυράννου τὸ γύναιον ἐν ἀκροπόλει συνδιάγουσα τῷ παιδί. βαρεῖα δὲ μάλιστα δούλοις γυνὴ μὴ παρόντος ἀνδρὸς βοῶσά τε καὶ λοιδοροῦσα καὶ πᾶν ὅ τι προστάξειεν ὀξέως βουλομένη πληροῦσθαι, κἄν τι παρημελημένον θεάσηται, τοῦτο πρὸς τὸν σύνοικον ἀναφέρει καὶ τὴν ἐκείνου φησὶ θεραπείαν τοὺς οἰκέτας ὑπεριδεῖν. εὐνοίᾳ μὲν δῆθεν τῇ περὶ τοῦτον, θυμουμένη δὲ μᾶλλον ὅτι τοῖς αὑτῆς οὐ διηκόνησαν ἐπιτάγμασιν, τοιαῦτα διαβάλλει καὶ διαβάλλουσα πείθει καὶ μὴ πείθουσα πάντα κινεῖ. ταῦτα κατὰ νοῦν αὐτοῖς εἰσιόντα πολλὴν ἐποίει τῆς φυλακῆς πρόνοιαν ἔχειν.

Τί οὖν, ὦ παρόντες, πάλιν σοφίζεται; τὸ σὸν μέρος, φησίν, ὠμοτέραν ἂν ὑπέμεινε δουλείαν ἡ πόλις τῇ τοῦ παιδὸς τελευτῇ τὸν τύραννον ἐρεθίσαντος. τίς γὰρ ἂν ἤνεγκε τοῦτον, εἰ προσέθηκε τῇ κατὰ φύσιν ὀργῇ τὸν ἐφʼ οἷς ὑπέστη θυμόν;

ἀλλὰ τὸ τῆς ἀτυχίας ἀνίατον ἀπειπεῖν αὐτὸν παρεσκεύασεν· ἐν οἷς γὰρ ἴσμεν οὐδὲν ἰσχύοντα τὸν θυμόν, ἐν τούτοις ὅλην ἐκδίδομεν τὴν διάνοιαν λύπαις. εἰ μὲν οὖν ἐνῆν ἀναλαβεῖν τὸν υἱὸν καὶ πάλιν γενέσθαι πατέρα, πάντως ἂν ἐπειρᾶτο τὸ ποθούμενον κατορθῶσαι· γενόμενος δὲ μεστὸς ἀθυμίας οὐκ ἐχώρει φροντίδα μηχανωμένην ὅπως λήψεται δίκην. ἅπαν μὲν γὰρ ἡ φύσις παιδίον ὡραῖόν τε καὶ γέμον χαρίτων ὑποδείκνυσι τῷ πατρί. εἰ δὲ καὶ τύχοι μόνον τεχθέν, ἔτι μᾶλλον αὐτὸ καλλωπίζει τε καὶ κοσμεῖ· εἰ δὲ καὶ τεθνηκός, τότε δὴ τοὺς γονεῖς εἰς ἄκρον εὐνοίας ἐκμαίνει.

τὸ δὲ αἴτιον, ἔτι μὲν ζῶντες οἱ παῖδες πολλὰ μὲν εὐφραίνουσι τοὺς τεκόντας, πολλὰ δέ που καὶ ἀνιῶσι τὰ μὲν οἷα τὸ νέον ἁμαρτάνει διαπραττόμενοι, τὰ δὲ ποικίλοις περιπίπτοντες πάθεσι· λαχόντων δὲ πέρας τοῦ βίου τῶν μὲν λελυπηκότων οὐδὲν οἱ γονεῖς, μόνα δὲ τῶν παίδων τὰ τερπνὰ λογιζόμενοι δεινῶς ἀποδύρονται.

τίνας οὖν οἴεσθε τὸν οὕτω δυστυχῶς διακείμενον ἀφεῖναι φωνάς; ἢ δῆλον ὅτι τὸν ἀπελθόντα φιλοστόργοις ἐκάλει προσηγορίαις τὸν παῖδα, τὸν μόνον, τὸν φίλτατον, τὸν γηροτρόφον ἐπονομάζων, τὸν μετὰ βραχὺ μὲν νυμφίον, μετὰ βραχὺ δὲ παίδων πατέρα. οἷα γὰρ ἐφʼ ἑνὶ μόνῳ σαλεύων τὸν βίον ἤδη μνηστείαν αὐτῷ παρασκευάσας ἐτύγχανε καὶ τοὺς γάμους, φασί, μικρὸν ὕστερον τελεῖν ἐβουλεύετο ἐπειγόμενος δηλαδὴ πατέρα τὸν παῖδα θεάσασθαι, ὅπως αὐτῷ τῆς παιδοποιίας τὴν ἔνδειαν ἡ τῶν ἐκγόνων ἀναπληρώσῃ προσθήκη.

αἷς τοίνυν ἀπέλαυεν εὐφροσύναις ἃς προσεδόκα συναριθμῶν διπλάσιον ἑαυτῷ τὸ πένθος ἐποίει. ὅθεν ἐκάλει τὸν τεθνεῶτα καὶ τοῖς ἐκ τῶν ἐλπίδων ὀνόμασιν, ὑφʼ ὧν ἀποπλανώμενος τὴν διάνοιαν οὐ τὸν υἱὸν ἐδάκρυε μόνον, ἀλλʼ ἤδη καὶ τοὺς ἐκγόνους. ὃν οὖν ἡ προσδοκία πάππον ἐποίησεν, οὗτος οὐδὲ πατὴρ ἔμεινε διʼ ἐμέ. οὐκοῦν ὅλην οἰκίαν τυραννικὴν ἀκριβεῖ λόγῳ καθεῖλον τοῦ μὲν ἀφελὼν τὴν ἀρχήν, τὸν δὲ κρατεῖν οὐκ ἐάσας, τοὺς δὲ κωλύσας εἰς βίον, ὡς εἰκός, προελθεῖν.

τοσαῦτα παθὼν ἐξαίφνης εἰκότως οὐκ ἤνεγκε τὸν μὲν ἐλεεινῶς ἐρριμμένον ἰδών, παρακαθημένην δὲ τῷ νεκρῷ καὶ κοπτομένην τὴν γυναῖκα τὴν ἑαυτοῦ. ἤπου καὶ ἀνέμνησαν ἀλλήλους ἀμφότεροι τὴν ἰδίαν ἐπιθυμίαν, ὡς ἠράσθησαν παῖδα λαχεῖν καὶ γενόμενον θρέψαι καὶ ζῶντα καταλιπεῖν, ὡς αἱ πᾶσαι προῆλθον ἐλπίδες αὐτοῖς ἄνευ τῆς μεγίστης καὶ τελευταίας.

ἐπὶ τούτοις, οἶμαι, τὸν μετὰ ταῦτα χρόνον ἀνελογίζοντο καὶ πανταχόθεν ὀδυνηρὸν αὑτοῖς καθεώρων. τοῖς γὰρ οὕτω διακειμένοις, εἴτε τῶν ἀνιώντων εἴτε τῶν ἡδέων τι γένοιτο, δακρύων ἑκάτερον γίνεται πρόφασις. λύπης μὲν γὰρ ἐμπιπτούσης ἄχθονται λαμβάνοντες κατὰ νοῦν, ὅπως αὐτοὺς εἰώθει ψυχαγωγεῖν· παρατυχούσης δέ τινος ἡδονῆς, εἴπερ ἄρα συμβαίνει τοὺς οὕτως ἔχοντας ἥδεσθαι, πάλιν ἀλγοῦσιν ἐνθυμηθέντες, ὅση τις ἔμελλεν εἶναι κοινωνοῦντος ἐκείνου.

ταῦτα κατέστησεν ἀήττητον ἐκείνῳ τὸ πάθος, τούτοις αὐτὸν ἀπεκτείναμεν. εἰ μὲν γὰρ παράδοξον ἦν αὐτόχειρα γεγενῆσθαι, οἷον εἴ τινος τῶν ὑπʼ αὐτῷ τεταγμένων ἀνῃρημένου τοῦτο ἐπεποιήκει, ἀλόγως ἂν ᾔτουν, εἴπερ ᾔτουν, τὴν δωρεάν· τῶν γὰρ ἐκ τοῦ παραλόγου συμβεβηκότων μισθὸν ἀπαιτεῖν οὐ προσήκει· ἐπεὶ δὲ τοῖς ὑπʼ ἐμοῦ γενομένοις οὐκ ἀνάρμοστον ἦν τὸ παρʼ ἐκείνου πραχθέν, ἄτοπον ἂν εἴη καὶ γέμον αἰσχύνης πρώτην ἐκκλησίαν δημοτικὴν ἀγνωμοσύνην χειροτονῆσαι καὶ ταῦτα πρὸς εὐεργέτην, ὑφʼ ὅτου συνέστη.

καὶ μήτοι θαυμάσῃς, εἰ περὶ τοὺς ἄλλους ἐκεῖνος ἀπάνθρωπος ὢν ὑπερεφίλει τὸν παῖδα· πλεῖστον γὰρ ὅσον ἡμερότητι διαφέροντες τῶν θηρίων πλέον οὐδὲν ἐκείνων ἐν τούτῳ κεκτήμεθα τρεφόντων ἡδέως τὰς οἰκείας γονὰς καὶ φρουρούντων ἐπιμελῶς μὴ θηρευταῖς περιπέσωσιν. ἦν οὖν ἐκεῖνος τοῖς ἄλλοις μὲν τύραννος, τῇ γονῇ δὲ πατήρ.

Ἀκούω σε τοίνυν περιιόντα πυνθάνεσθαι καὶ συλλέγειν τοὺς ὑπʼ ἐκείνου τέκνων ἐστερημένους, ὅσοι τοῦτο παθόντες ἑαυτοὺς οὐ διέφθειραν, καὶ μέλλειν ὀνομαστί μοι τούτους ἀπαριθμεῖσθαι καὶ ἀριθμήσαντα λέγειν ὡς, εἰ τούτων ἐκεῖνος τὴν καρτερίαν ἐζήλωσεν, ἦν ἂν τραχύτερος τῇ πόλει τὸ κατʼ ἐμέ.

τί οὖν κωλύει τινὰ τὴν σὴν φιλονεικίαν μιμούμενον κατάλογον τῶν ἑαυτοὺς ἀνῃρηκότων ποιήσασθαι καὶ διὰ τούτων ὡς ἀφόρητον γονεῦσι πάθος παῖδας ἀποβάλλειν δεικνύναι; ἀλλὰ τοῦτο μὲν ἕτερος ἂν ἐποίησε δύσερις, ἐμοὶ δέ πως δοκεῖ διαλῦσαι τὸν λόγον. οὐ τὴν ἴσην ἐγκράτειαν ἀτυχῶν ἰδιώτης ἔχει καὶ τύραννος. αἱ γὰρ εἰς ἄκρον εὐπραξίαι ταῖς ἐσχάταις περιβαλλόμεναι συμφοραῖς καὶ πολὺ ποιοῦσαι φανῆναι τὸ μέσον οὐκ ἐῶσι τὰ δυσχερῆ φέρειν γενναίως.

τοῦτο πᾶσι μὲν ὡς εἰπεῖν τοῖς ἐν εὐτυχίᾳ παρέπεται, μάλιστα δὲ τοῖς παρὰ τὴν ἀξίαν εὖ πράττουσιν· ἅπας δὲ τύραννος ἄλογόν ἐστιν εὐτύχημα. οἱ δὲ τοιοῦτοι ῥᾳδίως ἀναπτερούμενοι τὴν διάνοιαν ὡσπερεὶ συνθήκας ἐκ τῆς Τύχης λαβόντες τοῦ βεβαίως αὐτοῖς ὡς βούλονται παραμένειν, ἐπειδάν τι γένηται δύσκολον, ὡς παραβαινόμενοι δάκνονται.

ἔτι τοίνυν οἱ μὲν ὑπʼ ἐκείνου τι πάσχοντες οὐδένα δήπου τῶν ἄλλων ἐπιχαίροντα σφίσιν ἑώρων· ὁ δὲ πᾶσαν ἐγίνωσκεν ἑαυτῷ τὴν πόλιν ἐφηδομένην, ὥστε τῇ λύπῃ προσθήκην γενέσθαι τὴν τῶν ἐχθρῶν ἡδονήν.

καὶ τοῖς μὲν ἄλλοις οὐ πάντη προσδοκίας ἐκτὸς ἐγεγόνει τὰ δρώμενα—τί γὰρ ἀνέλπιστον ἐν τυραννίδι κακόν;—, ἐκείνῳ δὲ παρὰ πᾶσαν ἐλπίδα συνέβη· τίς γὰρ ἂν ᾠήθη τοσαύτην ὑφʼ ἑνὸς ἀνδρὸς ἐπιβουλεύεσθαι δυναστείαν; ἡδονὴ δὲ καὶ λύπη μείζων ἑκατέρα δοκεῖ παρὰ προσδοκίαν ἐκβαίνουσα.

Ἀλλὰ μὴν κἀκεῖνό που δῆλον ὅτι ῥᾷον ἀεὶ τὴν τῶν κρατούντων ἀνεχόμεθα βίαν ἢ τὴν ἐπήρειαν τῶν ἐλαττόνων. ἄνευ δὲ τούτων, τοὺς πένθει πιεζομένους ὅσοι πειρῶνται ψυχαγωγεῖν, οὐχ ὅταν τινὰς τὴν ἀξίαν ἐλάττους ἀποδεικνύωσιν ἴσα παθόντας, τότε παραμυθοῦνται, ἀλλʼ ὅταν ὁμοίους ἢ κρείττους τοιαῦτα δυστυχήσαντας ἀποφήνωσι, τότε πρᾳοτέραν ἐργάζονται τοῖς ἀχθομένοις τὴν ἀθυμίαν. ὥστε τοῖς μὲν ὑπʼ ἐκείνου παροινουμένοις ἐγίνετο θεραπεία τις διʼ ἀλλήλων παραπλησίων αὑτοῖς τυγχανόντων, τῷ δὲ τυράννῳ πόθεν ὑπῆρχε παραψυχὴ μηδενὸς τὴν ἴσην ἀξίαν αὐτῷ κεκτημένου;

Παρὰ πάντα δὲ τὰ λεχθέντα, οὐ προσῆσαν, οἶμαι, τοῖς ἄλλοις τοσαῦται τοῦ περὶ τέκνα πόθου προφάσεις. παῖδά τις εἶδεν ὑπὸ τοῦ κρατοῦντος ἀνῃρημένον· ἴσως ἕτερον εἶχεν. ἑνὸς ὑπῆρχε πατήρ· οὐ τέθνηκεν ἐν ἀκμῇ τῆς ἡλικίας ὁ παῖς. τοῦτον ἦγε τὸν χρόνον ὁ νέος· οὐ πάντα τῷ φύσαντι προσόμοιος ἦν. τὴν αὐτὴν εἶχε μορφὴν ἅμα καὶ γνώμην· ἴσως οὐ πρεσβύτης ἦν ὁ πατὴρ ὅσον μηκέτι παιδοποιεῖν. βούλει καὶ τοῦτό σοι θῶμεν; τῶν ἀνθρώπων ὁ τρόπος ἄτακτον καὶ ἀνώμαλον καὶ κατʼ ἄνδρα ἴδιον τοῦ κεκτημένου, ὥστε τί θαυμαστὸν ἄλλοις μὲν προσεῖναί τινα καρτερίαν, ἀκρατῆ δὲ εἶναι πένθους ἐκεῖνον;

καὶ μήν, εἰ καὶ σφόδρα φιλοψύχως ἔχων ἐτύγχανεν, ὁ φόβος αὐτὸν ἀνθεῖλκε πρὸς τὴν τελευτήν. τὴν γὰρ Τύχην αἰσθόμενος ἐν τοῖς καιριωτέροις ἀπολιποῦσαν αὑτόν, εἴπερ ἅπαντα γονεῦσι δεύτερα τέκνων, ὑπώπτευε ταύτην εἰκότως μηδὲ πρὸς τὰ ἐλάττω πιστὴν διαμένειν αὑτῷ.

ἅμα δὲ τῆς τυραννίδος ἐξ ἡμισείας καθῃρημένης ἀνεθάρρησέ τε τὸ πλῆθος εὐθὺς καὶ συνεστράφη καὶ παρεσκεύαστο πρὸς τὸ τῆς δυναστείας ὑπόλοιπον, τοιαύτη γὰρ τῶν δήμων ἡ φύσις· ἑνὸς ἀνδρείου λαβομένη προχείρως ἀκολουθεῖ καὶ μιμεῖται καὶ πᾶν ἀρχὴν εἰληφὸς ἀναπληροῦται ῥᾳδίως. τοιγαροῦν σύλλογοι καὶ λόγοι κατὰ τὴν ἀγορὰν ἀφόβως ἐγίνοντο πάντων ἀλλήλους ἐμὲ ζηλῶσαι προτρεπομένων.

ἔτι δὲ τῶν ἀδικημάτων τὸ πλῆθος ἔστρεφεν αὐτοῦ τὴν ψυχὴν πολλὰς ἀπειλούντων αὐτῷ τιμωρίας. τὰς γὰρ ἀδικίας οἱ κεχρημένοι πράττοντες μὲν εὐτυχῶς οὐ λογίζονται, συμφορᾶς δέ τινος ἐμπιπτούσης τότε δὴ τὰς ἰδίας ἀπαριθμοῦντες ἑαυτοῖς πλεονεξίας ταράττονται.

τούτοις ἅπασι τοῖς λογισμοῖς ὁρῶν σειομένην αὑτῷ τὴν ἀρχὴν εἰς ἐσχάτην ἀπειλημμένος ἀμηχανίαν ἐπέτρεψε τῇ λύπῃ τὸ δοκοῦν αὐτῇ διαπράξασθαι ἓν τοῦτο μόνον τῷ θανάτῳ πριάμενος τὸ μὴ βουλεύεσθαι περὶ πραγμάτων ἀπόρων.

ἐντεῦθεν ὅσοι τυραννίδος ὀρέγονται, καταλύουσι φόβῳ τὸν ἔρωτα, ὁ μὲν παῖδας λαχών, ἵνα μείνῃ τῆς γονῆς ἀπολαύων, ὁ δὲ μήπω πατήρ, ἵνα γένηται τοῦτο. τίς γὰρ ἀνέξεται τυραννεῖν ἀπαιδίας αὑτῷ πρὸς τιμωρίαν αἰωρουμένης; οἱ μὲν γὰρ ἐν ἀξιώμασί τε καὶ πλούτῳ πλέον ἀλγοῦσι κληρονόμων χηρεύοντες βουλόμενοι διαδόχων εὐπορῆσαι γνησίων τοσαύτης περιουσίας· εἰ δέ τις τούτου βραχεῖαν ποιεῖται φροντίδα, τὴν οἰκείαν οὐ περιόψεται σωτηρίαν.

Ἐν δὲ τοῖς ἤδη ῥηθεῖσι δέδεικται λόγοις, ὅτι τῆς αὐτῆς ἐστιν εὐτολμίας τυράννου τε παῖδα καὶ τὸν ἔχοντα τὴν ἀρχὴν ἀποκτεῖναι τῶν ὑπηκόων ὁμοίως τὴν ἀκρόπολιν φυλαττόντων παρόντος τε τοῦ κρατοῦντος καὶ μή, ὅταν μάλιστα τύχωσι μεγάλην παρακαταθήκην τὴν ἐκείνου ἐμπεπιστευμένοι γονήν.

Ὠνήσασθε τοίνυν μιᾶς δωρεᾶς βεβαίαν δημοκρατίαν, ἵνα μὴ πάροδον ἀπονείμητε τῇ μοναρχίᾳ τὴν ἐκείνης κατάλυσιν ἄμισθον ἀποπέμψαντες· μὴ τιμωμένης γὰρ ἀρετῆς ἡ κακία παρρησιάζεται.

ἤδη τοίνυν τινὲς τυράννους χρηστὰ νουθετήσαντες καὶ πεπεικότες ἀποθέσθαι τὴν ἐξουσίαν ἔτυχον δωρεᾶς. καί, νὴ τοὺς θεούς, ἐπαινέτης μέν εἰμι τοῦδε τοῦ νόμου καὶ συγχαίρω τῆς εὐνομίας τοῖς κεχρημένοις, δεῖ γὰρ τὰς ὁπωσοῦν πεπραγμένας ἀμείβεσθαι χάριτας, ἔστι δὲ τοῦ πεῖσαι δυνάστην ἀποθέσθαι τὸ σχῆμα πολὺ τιμιώτερον τὸ τελευτῆς ἀνάγκην αὐτῷ προξενεῖν. βεβαιοτέρα γὰρ ἐλευθερία τῷ δήμῳ τύραννος τεθνηκὼς ἤπερ ἔκ τινος συμβουλῆς πεπαυμένος τῆς δυναστείας.

ἔστι γάρ, ἔστι πονηροῦ παυσάμενον πράγματος εἰς ἔρωτα πάλιν ἐλθεῖν, ὅταν μεγίστην ἔχῃ τῷ καρπουμένῳ ψυχαγωγίαν. τί δὲ τερπνότερον βασιλείας δόξης ἐρῶσιν ἀνθρώποις; ὥστε παρὰ τῶν φίλων εἰς μνήμην ἑλκόμενος τῆς προτέρας εὐδαιμονίας καὶ πάλαι μὲν ζηλωτός, τότε δὲ ταπεινὸς παρὰ τούτων ἀκούων τοιούτοις λογισμοῖς διατεθρυλλημένος τὰ ὦτα καταρᾶται τῷ πρότερον συμβουλεύσαντι καὶ πρὸς τὴν ἀρχαίαν ἀναστρέφει προαίρεσιν.

ἄνευ δὲ τῶν εἰρημένων, τυράννου μὲν ἐσφαγμένου πᾶς ἀρχικὴν ἐπιθυμίαν νοσῶν ὑγιαίνει τῷ φόβῳ καὶ σωφρονεῖ τῇ προσδοκίᾳ τοῦ παθεῖν παραπλήσια· εἰς ἰδιώτας δὲ καταβάντος τοῦτο τοὺς τὴν αὐτὴν ἐκείνῳ γνώμην ἔχοντας οὐ ταράττει.

ἀλλὰ καὶ πρὸς ἅπασι τούτοις ἀναιρούμενος μὲν δίδωσι δίκην ὧν ἥμαρτε κἂν ἐλάττω τῆς προσηκούσης, ἀλλʼ ὅση γε δυνατή· ἀποβαλὼν δὲ μόνον οὕτω τὴν ἐξουσίαν οὐδὲ τὴν ὅσην ἔνεστιν ἐνδοῦναι τιμωρίαν ὑπέχει.

μὴ γὰρ ὅτι τυράννους, τὸ τῆς ἀδικίας κεφάλαιον, ἀλλʼ οὐδὲ τοὺς τὰ βραχύτατα παροινοῦντας οὗτος ὁ τρόπος ἐλευθεροῖ. οὐ ποιεῖ τὸν κλέπτην ἀνεύθυνον ἡ τῶν φωρίων ἀπόδοσις οὐδὲ τὸν ἄρξαντα χειρῶν ἀδίκων τὸ καταγνῶναι τῆς ὕβρεως, ἀλλὰ καὶ ψιλῇ κατηγορίᾳ πρὸς δικαστήριον ἄγεται.

Ἔοικα δὲ τὸ μέγιστον οὔπω διάφορον εἰρηκέναι. τί οὖν ἐστι τοῦτο; βιαίῳ μὲν θανάτῳ περιπεσὼν καταλείπει τινὰ τοῖς ἠδικημένοις παραψυχὴν τοῦτο ἐκεῖνο λογιζομένοις· τί γὰρ ἐνῆν πλέον παθεῖν; λόγῳ δὲ παυσάμενος τῆς ἀρχῆς, ὅτι τὴν μείζω τιμωρίαν οὐ δέδωκε, τούτῳ λυπεῖ καὶ πρὸς τῇ λύπῃ φόβον παρέχει τῇ τοῦ μήποτε τυραννήσει πάλιν ἐλπίδι.

Ὁρᾷς ὅσῳ μείζονά μοι κατώρθωται τῶν ὅσοι πείθουσι τοὺς κρατοῦντας ἀποθέσθαι τὴν μοναρχίαν. εἶτά μου ψέγεις τὴν αἴτησιν τοσούτων εὐποροῦσαν δικαιωμάτων. σκόπει τοίνυν, ἡλίκην ἅπασι βλάβην εἰσάγεις ἄπρακτόν μοι ταύτην ποιήσας.

εἰσὶ τρόποι παντοδαποὶ πρὸς ὄνησιν ἢ πρὸς εὐθυμίαν εὑρημένοι τῆς πόλεως, ἀριστεῖαι καὶ χορηγίαι καὶ τριήρων ἐπιδόσεις καὶ τὰ τούτοις προσεοικότα, καθαίρεσις δὲ τυραννίδος πάσης μὲν ἥδιον εὐφροσύνης, πάσης δὲ λυσιτελέστερον ὠφελείας. εἰ τοίνυν ἄτιμος γένοιτο, ὑπόνοιαν δίδωσι τοῦ καὶ τὰς ἐλάττους εὐεργεσίας ἀνονήτους εἶναι τοῖς δωρουμένοις.

οὐκοῦν ἄπεισι μὲν ἐκ τῆς πόλεως αὕτη, συναπέρχεται δὲ πᾶσα φιλοτιμία, καθάπερ ὅλος χορὸς ὑβρισμένου τοῦ κορυφαίου. ὅτι γὰρ ταύτην ἔχει τὴν τάξιν πρὸς τὰς ἄλλας εὐεργεσίας, ἀκούσατε, πρὸς θεῶν, ὦ παρόντες, οἵας ἀπήλλαξα δουλείας τὴν πόλιν· ἔχει γάρ τινα τέρψιν καὶ τῶν λυπηρῶν ἡ διήγησις, ὅταν παύσηται τὰ δεινά.

Ὁ τύραννος καὶ ἄλλως μὲν ἦν ἀσελγής, ἐν μεγάλῃ δὲ γενόμενος ἐξουσίᾳ προσεδίδου τῇ νόσῳ. ἦσαν οὖν ἄνδρες ἀκολασίας ὑπηρέται προξενοῦντες αὐτῷ τὰς εὐκοσμίᾳ διαφερούσας καὶ κάλλει. ἡ μὲν γὰρ ἐπιθυμία τὰς ὡραίας ἐζήτει τῶν γυναικῶν, ἡ δὲ δυναστεία τὰς σωφρονούσας, ὅπως ἡ μὲν πλείονα χορηγήσῃ τὴν ἡδονήν, ἡ δὲ μείζονα δείξειε τὴν ἰσχύν.

ἤγοντο τοίνυν πειρώμεναι μὲν βιάζεσθαί πως τὰ δάκρυα, οὐδὲ στένειν γὰρ ἐξῆν ἀδεῶς τοῦ μὴ δοκεῖν ὕβριν ἡγεῖσθαι τοῦ δυνάστου τὸ φίλτρον· ὅσῳ μέντοι φιλοσοφεῖν ἐπεχείρουν καὶ τῶν ὀδυρμῶν περιγίνεσθαι, τοσούτῳ πλέον ἐνικῶντο τοῖς δάκρυσιν. ὥσπερ γὰρ ὅσοι κρατεῖν φιλονεικοῦσι τοῦ γέλωτος λανθάνουσι μᾶλλον ἡττώμενοι, οὕτω τοῖς ἄγχειν τὸν ὀδυρμὸν πειρωμένοις ἄμαχος ἐπιρρεῖ δακρύων φορά.

ἐντεῦθεν αἱ μὲν κλάουσαι τῶν γυναικῶν ὡς ὑβρίζουσαι ταύτῃ τὸν τύραννον ἀπεσφάττοντο, αἱ δὲ κρατοῦσαι τῶν ὀδυρμῶν διπλῆν ὑπέμενον συμφοράν, πορνείαν τε ἅμα καὶ τὸ μὴ δοκεῖν ἐπὶ ταύτῃ λυπεῖσθαι.

τὸ δὲ μέγα τοῦτο ἐκείνου πλημμέλημα τῶν ἄλλων πρᾳότερον ἦν. οἱ γὰρ τὸ μὲν ἦθος δημοτικοί, γενναῖοι δὲ τὰς ψυχάς, ἰσχυροὶ δὲ τὰ σώματα, γεγυμνασμένοι δὲ τὰ πολέμια, τὸ μάχιμον δὲ κεκτημένοι τῆς ἡλικίας καταλύσεως αὐτῷ δεδωκότες ὑπόνοιαν ὀλίγου πάντες ἀνῄρηνται.

ταῦτα ὁρῶν οὐ τὴν αὐτὴν εἶχον γνώμην τοῖς ἄλλοις. οἱ μὲν γὰρ ὅσῳ πλέον ἠδίκει, τοσούτῳ μᾶλλον ἐκείνου τὴν δύναμιν ὑπεστέλλοντο· ἐμοὶ δὲ ταῖς ἀδικίαις αὐτοῦ συνηυξάνοντο δημοκρατίας ἐλπίδες ἔννοιαν χορηγοῦσαι δικαίαν, ὡς οὐκ ἔσται τὸν οὕτως ὠμὸν βεβαίαν ἔχειν ἰσχύν.

πολλοῖς τοίνυν συμμάχοις τοῖς ἐκείνου χρησάμενος ἀδικήμασι βιαίων ὑμᾶς ἠλευθέρωσα προσταγμάτων, ἀπέδωκα τῇ πόλει τὴν ἡδίστην δημοκρατίαν, ἐδωρησάμην τοὺς νόμους τοῖς πράγμασιν. οἶμαι τοίνυν ἔργου τοσούτου μόλις γηράσειν τὴν μνήμην. οὐ κάμνει γὰρ ἀρετὰς ἡ φήμη κηρύττουσα.

εἴ ποτε δὴ πρεσβύτης ἀνὴρ ἑτέρῳ διηγήσεται νέῳ, ὅτι δύο τις καθελὼν τυραννίδας, νόμου κειμένου τὸν καταλύσαντα μίαν ὅπως ἂν ἐθέλῃ τιμᾶσθαι, διήμαρτε δωρεᾶς, μῦθος ἂν δόξειε τοῦ γέροντος τὸ διήγημα.

ἄτοπον δʼ ἂν εἴη τοιαῦτα ποιεῖν οἷα μηδὲ λέγειν ὑπάρχει πιστά, καὶ φανῆναι πρὸς ἀνδραγαθίαν ἀγνώμονας ἀμοιβῆς μέτρον νικῶσαν· ὅθεν, ὡς ἔοικεν, ἀποροῦντες οἱ νόμοι τὴν αἵρεσιν αὐτῇ τῶν δωρεῶν ἀπονέμουσιν ἐρυθριῶντες αὐτοὶ τὸ γέρας ὁρίσαι πάντως λειπόμενον τῆς ἀξίας.

Ἀλλὰ γὰρ εὖ πάσχειν ἐπίστασθε καὶ πρὸς τὰς φιλοτιμίας ἁμιλλᾶσθαι ταῖς ἀμοιβαῖς. ὅθεν καταλύσω τὸν λόγον τοσοῦτον προσθεὶς ἔτι τοῖς εἰρημένοις.

Ἄλλοι μὲν ἄλλων τυράννων ἄλλας ῥυσάμενοι πόλεις ὁ μὲν σίτησιν εἴληφε γέρας, ὁ δὲ λειτουργίας ἀτέλειαν· ἐγὼ δὲ τῶν μὲν φερόντων κέρδος οὐδέν, ἆθλον δὲ τῶν εἰργασμένων αἰτῶ, κοινὴν εὐδοξίαν, ἐμοί τε καὶ τῇ πόλει δωρούμενον, εἰκόνα τὰ πεπραγμένα δηλοῦσαν.

οὐ λήψεσθε κόρον θεώμενοι τὴν γραφήν· ἡ γὰρ εἰκὼν ὁ τύραννος ἔστω κἀγὼ καὶ τοῦ κρατοῦντος ὁ παῖς, ἐγὼ προσάγων τὸ ξίφος, ὁ νέος δεχόμενος τὴν πληγήν, ὁ πατὴρ ἑαυτὸν ἀποσφάττων. δημιουργείτω καὶ μίαν ὁ ζωγράφος γυναῖκα θρηνοῦσαν, τοῦ δυνάστου τὴν σύνοικον, καὶ καταλόγους δορυφόρων ταραττομένους. γινέσθω δὴ μέρος τῶν χρωμάτων ὁ δῆμος ἐκκλησιάζων καὶ τὸ γέρας ἐκτίνων ἐμοί. τὸν ἀντιλέγοντα μὴ γράψῃ μόνον ἡ τέχνη, ἵνα μηδένα δοκῶμεν ἔχειν ἀγνώμονα.