Η ΔΙΑΛΕΞΙΣ
εἰς τὸ μὴ δεῖν ἀτελῆ καταλεῖψαι τὸν λόγον.
Τὰ χρήματα οἱ ὀφείλοντες εἰ τῆς κυρίας ἡκούσης τὸ χρέος ἅπαν μὴ καταβάλοιεν, οὔτι που οἴονται χρῆναι μηκέτι ἀποδιδόναι· οὐ λύειν γὰρ οἶδεν, ἀλλʼ αὔξειν ὁ χρόνος τὸ ὄφλημα. εἰκότως ἄρα ὑμῖν καὶ τόκον τοῦ χρέους ἥκω διάλεξιν φέρων.
δίκαια εἶναι ταῦτα δοκεῖ Πλάτωνί τε τῷ Ἀθηναίῳ καὶ Σιμωνίδῃ τῷ Κείῳ. ὁ γὰρ Ἀθηναῖος τὸν Κεῖον ἐρομένου τινός, τί ποτε ἄρα εἴη τὸ δίκαιον, ἀποκρίνασθαι ἔφη τὸ τὰ ὀφειλόμενα ἀποδιδόναι. μέμφεται δὲ καὶ Σωκράτης τὸν Καλλικλέα μεταξύ που ἐθέλοντα καταλεῖψαι τὸν λόγον, ὅπερ οὐδὲ τοὺς μύθους φησὶ θεμιτὸν εἶναι παθεῖν.
ταῦτα ἐννοήσας ἐγὼ πρὸς τήνδε αὖθις ὑμᾶς ἀγείρω τὴν εὐωχίαν, τὰ δέ μοι ὄψα ἐστὶν οὐδὲν ποικίλον ἢ γέμον πολυτελείας, ἀλλʼ ἁπλᾶ τε καὶ βραχέα καὶ ἕωλα, εὐνοοῦσι δὲ ὅμως ἡδίω πολλῶν καὶ ἁβροτέρων σιτίων. ἢ οὐχ ὁρᾶτε τὸ Καμβύσου μειράκιον, τὰ παιδικὰ Ξενοφῶντος, τὸν Κῦρον; ἐκεῖνος, ἐπειδή οἱ ὁ πάππος εἰς Μήδους ἀφικομένῳ δαῖτα ἐχορήγει βασιλικήν, τότε γὰρ οὐ μετρίως ἐτρύφα τὸ Μηδικόν, ὁ δὲ οὐδὲν ἀπειρόκαλον ἐπεπόνθει οὐδὲ οἷον πάσχειν φιλεῖ παιδὸς ἡλικία, ἀλλʼ ἁβρότητα Μηδικὴν περὶ ἐλάσσονος ἔθετο Περσικῆς εὐτελείας ἐμφύτῳ περὶ τὰ οἴκοι κατεχόμενος ἔρωτι.