ΑΝΤΙΛΟΓΙΑ. ΠΡΙΑΜΟΣ.
Μελετῶμεν τὸν Πρίαμον. τὸ προοίμιον αὐτῷ τῆς θεωρίας εἴρηται τῶν ἀκροατῶν ἐν τοῖς ἐπιλόγοις τοῦ προλαβόντος λόγου αἰτησάντων εἰς τὸ ἐναντίον εἰπεῖν καὶ βοησάντων ὁ γέρων βίαν μὴ πάθῃ.
Θεωρία.
Συνήλγησα κἀγὼ μεθʼ ὑμῶν τῷ πρεσβύτῃ καὶ δεινὸν ἡγησάμην Ἀχιλλεῖ δοῦναι τὴν κόρην, ὃς υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε Πρίαμον.
τί δῆτα δράσω; πῶς ἐπικουρήσω γέροντι ἑκασταχῆ τὰ δίκαια προσειπών; ὁ γὰρ ἀνήρ, πρὸς ὃν οὐ βούλεται σπείσασθαι, δυσπολέμητον ἤσκηται ῥώμην καὶ τοῖς Τρωσὶν ἐκ τούτου περιπόθητος γίνεται.
πόθεν οὖν τινα μηχανὴν καὶ τέχνην εὑρήσομεν; πάλιν ἡμῖν χρήσιμος ὁ πολὺς ἐν πᾶσι ῥήτωρ, ὃς τὴν Φιλίππου παρασκευὴν οὐκ ἔχων ὅπως φαυλίσει τὴν προαίρεσιν μέμφεται μέθην καὶ κορδακισμοὺς καὶ τὰ λοιπὰ ὀνόματα τῆς ἀκρασίας ἄγων εἰς μέσον.
οὕτως ἡμεῖς τὴν Ἀχιλλέως ἀποροῦντες ἰσχὺν διαβάλλειν τὰ πρὸς κατηγορίαν τῆς γνώμης συνελεξάμεθα, τὴν ἀλαζονείαν, τοὺς ἔρωτας, τὸ τῶν τρόπων ἀστάθμητον, τὸ περὶ τοὺς ἄρχοντας σοβαρόν, τὴν ἧτταν ὁσίας, Ἕκτορος ὕβριν.
ἐπεὶ δὲ τοῖς ἀνθρώποις τῶν μὲν ἅπαξ πραχθέντων βραχεῖα φροντίς, τῆς δὲ τοῦ μέλλοντος ἀσφαλείας ὁ πλείων γίνεται λόγος, συμβαίνει τοὺς Τρῶας ἐντεῦθεν μᾶλλον ἀγαπᾶν τὸν Πηλέως τῆς μελλούσης εἵνεκα σωτηρίας ἢ μισεῖν τῶν ἔμπροσθεν ἀσεβῶς πεπραγμένων.
ἀλλὰ περιττὸς ὁ Φθιώτης τῇ Τροίᾳ δειχθήσεται συλλαμβανόντων αὐτῇ τῶν Ὀλυμπίων τῷ περὶ τὴν Ἕκτορος ἀτιμίαν ἐλέῳ καὶ πολλῆς ἄρτι παραγενομένης ἐπικουρίας Αἰθιόπων, Ἰνδῶν, Ἀμαζόνων.
μὴ γὰρ ὅτι γυναῖκές εἰσι, μέγα τι πρὸς ἀσθενείας ἀπόδειξιν εἰρηκέναι Πολυδάμας ἡγείσθω· ὁμοία γὰρ κατὰ τὸν Πλάτωνος λόγον πρὸς ἄσκησιν ῥώμης ἡ φύσις.
μάλιστα δὲ τοῦ λόγου παρατηρεῖν ἄξιον, οἵαν τῶν κεφαλαίων βαδιούμεθα ἁμαξιτόν. δείκνυμεν γάρ, ὡς πολεμίοις κηδεύειν οὐ σύνηθες. εἶτα τὴν Ἀχιλλέως προσθήκην ἀνόνητον ἀποφαίνοντες οὕτω τὰς ἐξ ἐκείνου περὶ τὸ Τρωικὸν συμφορὰς πανταχοῦ διασπείρομεν, ἵνα μὴ τῷ προτετάσθαι τὰ δυσχερῆ περιφόβων γενομένων τῶν Τρώων μάταιος ἡμῖν περὶ τῶν Ἀμαζόνων γένηται λόγος προκαταλαβόντος τοῦ δέους τὰς ἀκοάς.
Ταῦτα ὑμῖν ἥκομεν ὑπὲρ τοῦ Πριάμου συντεθεικότες κατὰ τὴν πρώην ἡμῖν γενομένην ὁμολογίαν.
Μελέτη.
Εἰ μὲν κακοήθως προσδοκίᾳ τοῦ γάμου τὸν Ἀχιλλέα ψυχαγωγεῖς, ἵνα ταύτῃ κηλούμενος ἀμελέστερον προαχθῇ τοῖς Ἕλλησι χρήσασθαι, καλῶς εὗρες, ὅθεν ἐξαπατήσεις, ἀπατᾷ γὰρ τὸν ἐρῶντα ῥᾳδίως ἡ τοῦ τυχεῖν τῆς ἐπιθυμίας ἐλπίς· εἰ δὲ σπουδάζων τοσούτους ἀνάλωσας λόγους καὶ παιδὸς ἀγαθοῦ πατέρα πρεσβύτην ἐπιλαθέσθαι κελεύεις, οὐ θαυμαστόν τι ποιεῖς ἐν τοῖς ἑτέρου τέκνοις φιλοσοφῶν· ὡς εὐκολώτερον, οἶμαι, παντὶ παραμυθεῖσθαι τὸν πλησίον ἢ πταίσαντα καρτερεῖν.
εἰ μὲν οὖν ἀσπίδος ἐπιθυμήσας ἢ δόρατος, ᾧ πολεμῶν Ἕκτωρ ἐχρήσατο, τοῦτο λαβεῖν ᾔτησεν Ἀχιλλεύς, ἦν μὲν οὐ πόρρω λύπης περὶ κτῆμα παιδὸς ὁρᾶν ἕτερον ἔχοντα· τάχα δʼ ἄν τις ὑπέμεινεν ἑαυτῷ παρακελευσάμενος ἐνεγκεῖν φεύγων τὰς παρὰ τῶν ἔξω τοῦ πένθους διαβολάς· ἐπεὶ δὲ τὸ πάντων οἰκειότατον Ἕκτορι, τὴν ἀδελφήν, ἔχειν ὀρέγεται, τίς οὕτως ἔξω φιλοστοργίας ἐστίν, ὡς ἡγεῖσθαι κοῦφον εἶναι τὸ πρᾶγμα;
Μέλλων δὲ ἤδη διὰ βραχέων ἐρεῖν, ὅπως ἔχω πρὸς τὰ τοῦ γάμου συμβόλαια, βουλοίμην ἂν πρῶτον, ὦ Τρῶες, τοσοῦτον εἰπεῖν· εἴ τις ὑμῶν ὡραίαν ἔχει γάμου παρθένον, ἐνθυμηθεὶς ἡλίκον ἐστὶ κακὸν πολεμίῳ θυγάτριον ἐγγυᾶν μηδεμίαν μου καταγνῷ μικροψυχίαν τοσαύτην ποιουμένου πρόνοιαν τῆς παιδός, ὅσην ἂν τῆς οἰκείας ἕκαστος ἔθετο.
ἐπιβουλεύων γάρ, ὡς ἔοικεν, Ἀχιλλεὺς εἰς ὅλην μου τὴν γονήν, ἐπειδὴ τὸ θῆλυ τῶν τέκνων ἐκ μάχης ἑλεῖν ἀπορεῖ, κατὰ συνθήκας πειρᾶται λαβεῖν, ἵνα μὴ μόνον ἀτυχής, ἀλλὰ καὶ λίαν ἀνόητος δόξω τῶν πλειόνων τε παίδων ἐστερημένος καὶ Πολυξένην ἐκδιδοὺς πολεμίῳ, ὥστε πειρωμένου τοιαῦτα Πολυδάμαντος ἀπατᾶν μεταξὺ πολλάκις ἐλογισάμην· μήποτέ με τῷ μεγέθει τῶν συμφορῶν ἀπειρηκότα πᾶν ὁτιοῦν ἑτοίμως πράττειν ὑπονοεῖ;
Ἀλλὰ πρὸς τὸν περὶ τοῦ γάμου τρέψομαι λόγον· ἐγὼ γάρ, ὦ Τρῶες, οὐδʼ ἐκείνους μὲν ἀποδέχομαι τῶν γονέων, ὅσοι τὰς αὑτῶν ἐγγυῶσι θυγατέρας τοῖς παραπίπτουσι ξένοις, ὅπως ἔχουσι βίου μηδὲν τοῦ γείτονος πλέον εἰδότες· μάλιστα δὲ καταγινώσκειν φιλῶ τῶν πολεμίοις ἀνδράσι κηδεσταῖς κεχρημένων.
ὁ δὲ ἐμὸς νυμφίος ἐκ γένους τε δυσμενὴς καί με τοῦ χοροῦ τῶν παίδων ἐστέρησε. καλόν γε ἐκ τῆς θυγατρὸς αὐτῷ παῖδας ἰδεῖν.
χαλεπὸν μὲν οὖν τοῦτο τῇ γυναικείᾳ νενομοθέτηται φύσει μετὰ τὴν ἐν θαλάμοις αἰδῶ τε καὶ σωφροσύνην ἀνδρὶ συνελθεῖν ἀλλοτρίῳ· σὺ δὲ τὸν κενώσαντα ἡμῖν τὴν οἰκίαν ὥσπερ τι κεχαρισμένον ποιῶν ἥκεις ἄγων Πολυξένῃ μνηστῆρα.
καί μοι παντελῶς ἐπιλελῆσθαι δοκεῖς τῶν χθὲς γενομένων· τί γάρ, εἰπέ μοι, πρώην ὁ Χρύσης—οἶσθά που τὸν Ἀπόλλωνος ἱερέα τὸν πρεσβύτην ἐκεῖνον, οὗ τὸ θυγάτριον Ἀγαμέμνων εἰλήφει—τί οὖν οὗτος μαθὼν ὀλίγου ψιλώσας χρημάτων τὸν οἶκον ἧκε λύτρα φέρων τοῖς Ἀχαιοῖς καὶ πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας ἱκέτευεν εὐχόμενος, εἰ δοῖεν τὴν Χρυσηίδα, τὴν Τροίαν ἑλόντας ἐπʼ οἴκου σωθῆναι.
τίς ἡ πολλὴ προθυμία τοῦ γέροντος; οὐ γὰρ φαῦλος κηδεστὴς Ἀγαμέμνων οὐδὲ πρὸς αἰσχρὰν ἐπιθυμίαν ἕξειν ἔφη τὴν παῖδα, πάντα δὲ τὸν βίον αὐτῇ συνοικήσειν καὶ περὶ πλείονος Κλυταιμνήστρας ποιεῖσθαι. ταύτην ἔχει πρόφασιν ὁ Χρύσης μάλιστα λέγειν, ὡς φεύγων ἐκδοῦναι πολεμίῳ τὴν κόρην οὐδὲν ἐξ ὧν ἡγεῖτο πείθειν ἀφῆκεν.
εἶεν· τί δὲ τὸν Πηλέως ἀπέτρεψε γῆμαι τὴν Ἀγαμέμνονος θυγατέρα; οὔτε γὰρ αἰσχρὰν ἤκουσεν εἶναι τὴν ὄψιν οὔτε ἔξωρον ἤδη τυγχάνειν οὔτε τὴν προῖκα τῆς κόρης ἐφαύλισεν, ἀλλὰ πρὸς τὸν αὐτῆς πατέρα λελυπημένος ἀπεστρέφετο τὴν κηδείαν.
Σὺ μὲν οὖν οὐδὲ τῶν ἄρτι συμβάντων ἔοικας μνημονεύειν, ἐγὼ δέ σοι καὶ τὰ πρὸ τῆς ἐμῆς ἡλικίας ἐξ ἑτέρων παραλαβὼν διηγήσομαι.
Ἦν Αἰήτης, ὃν ἔτι καὶ νῦν Ἕλληνες ᾄδουσι, τύραννος ἔθνους τοῦ παρὰ Φάσιν τὸν ποταμόν. πρὸς τοῦτόν φασιν ἐπὶ τὸ κῶας Ἰάσονα πλεύσαντα καὶ περὶ πολλοῦ ποιησάμενον τὴν ἐκείνου λαβεῖν θυγατέρα πρὸς γάμον, μηδὲ τολμῆσαι λόγον αὐτῷ περὶ τούτου προσάγειν· ᾔδει γάρ, οἶμαι, μὴ δώσοντα τὸ θυγάτριον ἀλλοφύλῳ.
εἶτα πάντες μὲν οὕτως, ἐγὼ δὲ τὸν ἄπαιδά με μικροῦ καταστήσαντα Πολυξένῃ ...
Ὀδυνηρὸν μὲν τὸ πρᾶγμα, φησίν, ἀναγκαῖον δὲ ὅμως, ὅτι μὴ συμμαχοῦντος ἡμῖν Ἀχιλλέως ἄπορος ἡ σωτηρία καὶ σφαλερὸν ἐπιτρέπειν Ἀμαζόσι τὴν πόλιν. τί γὰρ δράσουσι μέγα πολεμοῦσαι γυναῖκες;
ἐνταῦθα λέγει μέν τι Πολυδάμας, ὦ Τρῶες, οὐ μὴν ὅσονπερ οἴεται. γυναῖκας μὲν ἀνδρῶν ἀσθενεστέρας εἶναί φημι, εἶναι δὲ παρὰ τὴν παίδευσιν τῶν ἔργων, οὐ τὴν φύσιν τοῦ γένους.
εἰ γὰρ ἐκ φύσεως ἦμεν τεχνῖται τοῦ πολεμεῖν, τί μαθόντες εὐθὺς ἐκ παίδων τοὺς υἱεῖς ἠξιοῦμεν τῶν περὶ τὸ σῶμα γυμνασίων ἐπιμελεῖσθαι καὶ φοιτᾶν ἐπὶ κυνηγέσια καὶ θήραν ἀσκεῖν καὶ ὁπλιτεύειν τε καὶ τοξεύειν καὶ τὰς ἄλλας τέχνας μανθάνειν;
ἔνθα γὰρ ἡ φύσις κυρία, πόνων οὐ δεῖ· οἷον οὐ δεῖται πόνου θεός, ὅπως ἀθάνατος εἴη, πέφυκε γάρ, οὐδὲ πειρᾶταί τις ἀνθρώπων εἶναι θεός· οὐ πέφυκε γὰρ οὕτως. οὔτε ἄνδρας εἶδες ἂν γυμναζομένους οὔτε γυναῖκας τοῖς μὲν ἀποχρώσης τῆς φύσεως, ταῖς δὲ μὴ συγχωρούσης ἐπιθυμεῖν.
τοσούτου δὲ ἀπέχει τὰ πολεμικὰ φύσει γίνεσθαι τοῖς ἀνθρώποις, ὥστε μηδὲ τὸν μίαν πολέμου παραλαμβάνοντα τέχνην τὰς ὑπολοίπους ἐπιστήμας οἴκοθεν ἔχειν, ἀλλὰ τοσούτων μὲν ὄντων τὸ πλῆθος τῶν Τρώων, τοσούτων δὲ τῶν πολεμίων οὐ ῥᾳδίως εὕροις ἂν τὸν αὐτὸν ὁπλίτην ὁμοῦ καὶ τοξότην καὶ τὴν ἱππικὴν ἐμπειρίαν καλῶς ἠσκημένον.
καὶ τί θαυμαστόν, εἰ γυναῖκας ἐδίδαξε πολεμεῖν ἡ μελέτη; κἂν ἄνδρες ἀφέντες τὰ ὅπλα τὴν ταλασίαν μετέλθωσι, ταχέως ὄψει τὰ γυναικῶν ἐργαζομένους. πόσους οἴει τὴν ὑφαντικὴν ταύτην εἰδέναι, πόσους εἶναι ποικιλτὰς ἐσθημάτων; λέγεται τὸν Ἀχιλλέα σχήματι περιστεῖλαι κόρης ἡ μήτηρ καὶ παρασκευάσαι τὰ παρθένων ποιεῖν.
ὥσπερ οὖν ἡμᾶς ἡ πεῖρα τὰ γυναικεῖα διδάσκει, τί κωλύει καὶ γυναῖκας μελετῆσαί τι τῶν ἡμετέρων; κοινὴ γὰρ πᾶσα πρόκειται παίδευσις ὀξείας δεομένη ψυχῆς καὶ πυκνοτέρας μελέτης. εἴτε δὲ ἀνὴρ εἴτε γυνὴ πειρᾶται μαθεῖν, οὐδέν, ὦ σοφώτατε, πρᾶγμα.
τοιγαροῦν ἂν ὑφᾶναί σοι χιτωνίσκον τὰς Ἀμαζόνας αἰτήσῃς, φαῖεν ἄν· ἄνθρωπε, σαυτὸν ἀπατᾷς. οὐχ ὁρᾷς ὅπλα φερούσας; οὐ τοιαῦτα ἡμῖν νόμος ἐργάζεσθαι.
Ὡς μὲν οὖν οὐδὲν ἐμποδὼν Ἀμαζόσιν ἡ φύσις πρὸς πόλεμον, ἱκανῶς εἰρῆσθαι νομίζω· πάντως δὲ καὶ πρᾶξιν αὐτῶν ἀκοῦσαι ζητεῖτε πολεμικήν, εἴ πού τι λαμπρὸν καὶ τῆς τόλμης ἄξιον ἔδρασαν.
εἰσὶν οὖν Ἀμαζόνες αἱ καταδραμοῦσαι μὲν τὴν Ἀσίαν, καταδραμοῦσαι δὲ τὴν Εὐρώπην καὶ συνάψασαι τὰς ἠπείρους οὐδενὸς ἀντᾶραι τολμήσαντος. ἐγὼ δὲ καὶ τὸ παράδοξον αὐτὸ ταράξειν οἶμαι τοὺς Ἀχαιούς· μὴ γὰρ ἡγεῖσθαι θαρρῆσαι γυναῖκας, εἰ μή τι συνῄδεσαν αὑταῖς πρὸς τὴν νίκην.
δῶμεν τοίνυν καὶ παρὰ φύσιν αὐτὰς καὶ μήπω τι λαμπρὸν εἰργασμένας τολμῆσαι. οὐ γελοῖον οὖν γυναῖκας μὲν εἰδέναι θαρρεῖν, σὲ δὲ τὸν ἄνδρα φοβεῖσθαι, πρὸς θεῶν, ὦ Πολυδάμαν;
οὔπω ποτέ σοι σκοπεῖν ἐπῆλθε τὰς θηλείας τῶν φυλάκων κυνῶν; οὐχ ἑώρακας οὖν οὐδὲ διὰ τὸν τῶν σκυλάκων τόκον τε καὶ τροφὴν οἰκουρούσας, ἀλλὰ συμφοιτώσας τοῖς ἄρρεσι τῆς ἀγέλης;
Ἐδάκρυσα τοίνυν κατʼ ἐμαυτόν, ὅτε τῶν πρὸς Ἀνδρομάχην Ἕκτορος λόγων ἐμνήσθης ὡς ἐπιλαθομένων ἡμῶν. ἴσμεν οἷα πρὸς αὐτὴν εἶπεν ἐκεῖνος, ἴσμεν δὲ καὶ τί ποιεῖν εἴωθεν Ἀνδρομάχη· ὥστε πρὸς τὸ τῆς γυναικὸς ἀποβλέπων ἦθος ἐκέλευσε μὴ μεμνῆσθαι πολέμου μηδὲ προκρῖναι τὸ χρῆμα τῶν εἰθισμένων αὐτῇ.
εἰ δὲ Μενέλαος γυναῖκας προσεῖπε τοὺς Ἀχαιοὺς ἀτολμίαν αὐτοῖς ὀνειδίζων ἢ Διομήδης τὴν Ἀφροδίτην ἐκέλευσεν ἀπιοῦσαν γυναῖκας θηρᾶν, ἀκήκοα μὲν τούτων οὐδέν, οὐ γὰρ θαμίζω τοῖς μαχομένοις διά τε τὸ γῆρας καὶ μὴ φέρων παῖδας σπαραττομένους ὁρᾶν, οἶμαι δὲ πρὸς τὴν πλείονα μοῖραν τῶν γυναικῶν ἀφορῶντας ταῦτα εἰπεῖν, οὐ τὴν φύσιν αὐτὴν διαβάλλοντας.
Εἶεν· τὴν δὲ τῶν Ἰνδῶν ἐπικουρίαν, τὴν δὲ τῶν Αἰθιόπων προσθήκην ποῦ χοροῦ τάξομεν; πρῶτον μὲν γὰρ εἰκὸς τοὺς Ἕλληνας ἀθυμεῖν λογιζομένους, ὡς οὐδὲν ἄρα πέρας ἔσται ταλαιπωρίας ἀναφυομένων ἀεὶ τῇ Τροίᾳ συμμάχων.
οἱ γὰρ εἰς ἐλπίδα τοῦ κατορθῶσαι μόλις ἐλθόντες μικροῦ τινος ἀντικρούσαντος εὐθὺς ἀναπίπτουσιν ἀνόνητα πονεῖν ἡγησάμενοι. ἔπειτα ῥᾳδίως αὐτῶν ἄνδρες ἀκέραιοι περιέσονται ταῖς ἄνω καὶ κάτω συμπλοκαῖς κεκομμένων.
Εἰ δὲ μὴ κακῶς ἐγὼ τὸ μέλλον τεκμαίρομαι, τὸν Φθιώτην εἰκάζω ταχέως πάλιν προσκρούσειν τοῖς Ἕλλησι λογιζομένοις, ὡς τό γε ἐπʼ αὐτῷ πρὸς ἡμᾶς ηὐτομόλησεν.
εἰ γὰρ πρὸς τὸ παρὸν ἔλαθεν ἐρασθεὶς καὶ περὶ γάμου πρέσβεις ἐκπέμψας, οὐ πάντα λήσει τὸν χρόνον· οἱ γὰρ ἐκτόπως ποθοῦντες εὐάλωτοι γίνονται, ἄλλως τε ὅταν τις κόρης ἁλῷ πολεμίας.
ὁ γὰρ ἄτοπον ἔρωτα συνειδὼς ἑαυτῷ πυκνὰ τῷ συνειδότι περιφέρεται τὴν ψυχὴν καὶ δέδοικε μή τις ἕτερος αἴσθηται. τὴν ὑποψίαν οὖν πολλάκις πειρώμενος ἀποκρούσασθαι τὴν ὑπὲρ τὸ δέον ἀπολογίαν ἔλεγχον ποιεῖται τοῦ κεκρυμμένου.
εἰκὸς δὲ καὶ μὴ δυνάμενον καρτερεῖν ἐξειπεῖν τινι τῶν ἐπιτηδείων, τὸν δὲ ἑτέρῳ τινὶ τῶν γνωρίμων καὶ λοιπὸν οὕτω γενέσθαι φήμην τὸ πάθος. μῖσος οὖν ἐντεῦθε καὶ διαβολαί· πάλιν ἐκεῖνος ἐρᾷ· μὴ νῦν Ἀγαμέμνων ἐστίν; ὁ δέ, μικρόψυχος γάρ, πάλιν ἴσως ἐπὶ τὴν σκηνὴν βαδιεῖται καὶ τὴν φιλτάτην ἀναλήψεται λύραν;
Οἱ μὲν λογισμοὶ ταῦτα καὶ πολλὰ τοιαῦτα δηλοῦσιν, ὦ Τρῶες· ἔχω δὲ λέγειν καὶ συμμαχίαν ἑτέραν ἔτι μείζω τῶν εἰρημένων, ἂν τὸν φόβον ὃν ὑμῖν ἐνέσκηψεν Ἀχιλλεὺς ἀποβαλόντες ἀκούσητε. τίς οὖν ἐστιν αὕτη;
εἰσίν, ὦ Τρῶες, θεοὶ τῆς ὁσίας κηδεμόνες τῶν οἰχομένων. ἐφορᾶν καὶ σκοπεῖν τετάχαται, μή τίς τι περὶ τὸν ἀπελθόντα ποιεῖν ὑβριστικὸν ἐγχειρίσῃ.
οὔκουν ἐν παρέργῳ ποιήσονται τὸν Ἕκτορος αἰκισμόν, ἀλλὰ πάλιν ὀψόμεθα τοὺς καταλόγους τῶν Ἀχαιῶν τῷ λοιμῷ φθειρομένους.
ὅτι γὰρ εἷς ἀνὴρ ἐναγὴς δημοσίας ἀπεργάζεται συμφοράς, τὰ χθὲς καὶ πρώην συμβάντα τοῖς Ἕλλησι μαρτυρεῖ.
ὡς γὰρ τῶν Ἀγαμέμνονος ἀπειλῶν ἀκούσας ὁ Χρύσης ἔδεισέ τε καὶ ἀπῄει σιγῇ, μικρὸν ἀποχωρήσας ἐκ τοῦ στρατοπέδου πολλὰ τὸν θεὸν ἐθεράπευε λιταῖς τάς τε ἐπωνυμίας αὐτοῦ καταλέγων καὶ ἀπαιτῶν, εἴ τι πώποτε κεχαρισμένον δωρήσαιτο, τῖσαι τοὺς Ἀχαιοὺς τοῖς ἐκείνου βέλεσι δίκην.
οὕτως ἑνὸς ἀνδρὸς χάριν κοινὰς ὁ Χρύσης ποιούμενος τὰς ἀρὰς οὐ μείζω τῆς προσηκούσης ἔδοξε τῷ θεῷ τιμωρίαν αἰτεῖν· διʼ ὧν γὰρ ἐπένευσεν εὐχομένῳ, δικαίαν οὖσαν τὴν αἴτησιν ἔδειξεν.
εἰ τοίνυν ἑνὶ χαλεπήναντες οἱ θεοὶ κοινὴν ἐπέβαλον τῷ στρατοπέδῳ φθοράν, πῶς οὐ κινήσονται νῦν πλημμελοῦντος μὲν εἰς τὸν νεκρὸν Ἀχιλλέως, ἐπιχαιρόντων δὲ τῶν ἄλλων τοῖς γενομένοις; τίς γάρ ἐστιν Ἀχιλλεῖ πρόφασις ἀνθρωπίνη τῶν πεπραγμένων; ὀργή, νὴ Δία.
ἀλλʼ εἰ μὲν εὐθέως ἡμῖν ἀπέδωκε τὸν νεκρόν, ἦν ἂν ὀξύτητα τρόπου καὶ θυμὸν αἰτιάσασθαι, τὸ γὰρ νόσημα τοῦτο δεῖγμα μόνον ἐστὶ μικροψυχίας καὶ ταχεῖαν τὴν μεταβολὴν ἔχει· τῷ δὲ μὴ ταχὺ μεταγνῶναι πᾶσίν ἐστι καταφανὴς τῆς ὁσίας ὑπεριδὼν μηδὲ λογίσασθαι δυνηθείς, ὅτι καὶ αὐτὸς ἄνθρωπος ὢν ἄνδρα μήτε χείρονος ῥώμης μήτε φαυλοτέρας γενόμενον τύχης ἄταφον ἐρρῖφθαι περιορᾷ.
ἀλλὰ περιεῖδεν, ὦ Πολυδάμα, πρεσβύτην ἄνθρωπον ἐπὶ τὰς αὑτοῦ θύρας φοιτῶντα πατέρα ἔχων ἡλικιώτην ἐμόν. εἶτα τοῦτον ἐγὼ λήψομαι τῇ παιδί; καὶ σὺ τοῦτο κελεύεις, ἵνα μηδὲν ἐκείνου δεόμενοι φόβῳ τοῖς Ἕλλησι δόξωμεν τὰς συνθήκας ποιεῖσθαι.
Μὴ μνησικάκει, φησίν, ἀνδρὶ πρὸς διαλλαγὰς καταφεύγοντι καὶ μέλλοντι στέργειν Πολυξένην εἰς τέλος, εἰ καὶ τὴν Βρισηίδα παρεῖδεν. οὐ γὰρ ἴσον κόρην αἰχμάλωτον ἀγαπῆσαι καὶ βασιλέως θυγατρὶ συνοικεῖν.
οἷα διεξελθὼν ἐρωτικὰ Πολυδάμας οἷον ἠγνόησεν, ὡς τὴν ὁμοίαν ὁ τῆς Ἀφροδίτης δύναμιν ἔχει, κἂν θεράπαιναν κἂν βασιλίδα τις ἀγαπᾷ. καὶ τί λέγω τὴν τύχην; κἂν ἀπρεπῆ τις κἂν ὡραίαν ποθήσῃ γυναῖκα, παραπλησίως δεδούλωται τὴν ψυχὴν καλλωπιζούσης αὐτῷ τῆς εὐνοίας τὸ τῆς φύσεως αἶσχος.
καὶ νῦν ὁ Φθιώτης, εἰ μὲν ἔτι ποθεῖ τὴν Βρισέως, οὐ πάνυ ζητεῖ Πολυξένην, οὐ γὰρ ἅμα δυοῖν ὁμοίως ἐρᾶν ἔμφυτόν ἐστιν ἀνθρώποις· εἰ δὲ Πολυξένης ἐρᾷ, παρεῖδεν ἐκείνην. ἀμελήσας δὲ Βρισηίδος οὐδὲ πρὸς τὴν ἐμήν, ὡς εἰκός, βέβαιος ἔσται.
ὅτι γὰρ οὐδὲ πρὸς ἐκείνην τὴν τυχοῦσαν εὔνοιαν ἔσχεν ἕτοιμον γνῶναι. οὕτως νοσῶν ἰσχυρῶς τὴν ἐν πολέμοις φιλοτιμίαν καὶ ζηλοτύπως ἔχων πρὸς τὸν Ἕκτορα καὶ μᾶλλον ἂν ἐκεῖνον ἡδέως ἑλὼν ἢ τὰς τρεῖς καὶ εἴκοσι πόλεις, γνοὺς εὐδοκιμοῦντα λαμπρῶς καὶ ὑπερπηδῶντα τὴν τάφρον καὶ τὸ τεῖχος ἐν φαύλῳ πεποιημένον καὶ τοῖς νεωρίοις ἤδη προσάγοντα πῦρ, οὐ φθονήσας αὐτοῦ ταῖς ἀριστείαις, οὐ τῶν οἰκείων ἐλεήσας τὴν συμφοράν, οὐ περὶ ταῖς αὑτοῦ δείσας ὁλκάσιν, αὐτὴ γὰρ αὑτὴν ἡ φλὸξ πέφυκεν αὔξειν μετρίας ἀρχῆς λαβομένη, τούτων οὐδὲν ἐννοήσας δέον, εἰ μὴ τὸν Ἀτρέως, τούς γε λοιποὺς Ἕλληνας ἀναιτίους ὄντας οἰκτεῖραι, οὐ γὰρ τῇ πρὸς ἕνα ζηλοτυπίᾳ πᾶσιν ἔδει χαλεπαίνειν, τῇ δὲ περὶ τὸ πλῆθος εὐνοίᾳ τῷ λυπήσαντι σπείσασθαι, ὁ δὲ καθῆστο, φασί, παρὰ τὴν σκηνὴν κιθαρίζων, ἵνα τις ἀγγείλῃ δηλαδὴ τῇ Βρισέως· πάντων αὐτῷ πρὸς ἐκείνην ὀλίγιστον μέλει. μικρᾶς εἶναί σοι φαίνεται ταῦτα φιλίας;
Ἀλλὰ, νὴ Δία, τὸν ἅπαξ κατὰ λύπην ἀποστάντα τοῦ πολεμεῖν ἀναμεῖναι τοὺς αἰτήσοντας ἔδει τοῦ μὴ καθάπερ παῖδα δοκεῖν ὀξέως οὑτωσὶ μεταβάλλεσθαι.
καὶ τί πλέον ἐζήτεις, ὦ δύσερως Ἀχιλλεῦ; εἶδες λαμπρὰν ἐκ βασιλέως πρεσβείαν, τὸν ἀνεψιόν, τὸν τροφέα, τὸν φίλον· εἶδες ἀντιβολοῦντας, ὀδυρομένους, δῶρα διδόντας. καὶ βασιλεὺς ὠμωμόκει μὴ πλησιάσαι τῇ κόρῃ, σὺ δὲ πρὸς τὸν ὅρκον ὑπὸ τῆς ἐπιθυμίας ἠπίστεις μήποτε νομίζων τινὰ παιδὸς οὕτω καλῆς ἀποσχέσθαι· πᾶς γὰρ οἴεται πᾶσι τὴν ἐρωμένην ἀρέσκειν.
εἰ τοίνυν οὕτω περὶ τὴν Βρισέως διατεθεὶς καὶ τὸν Μυκηναῖον ἀντερᾶν ὑποπτεύων, ὃ μάλιστα συνεῖχε τὸ φίλτρον, ἄπιστος γέγονεν ἐραστής, ποίᾳ δὴ πρὸς ἡμᾶς βεβαιότητι χρήσεται;
Εἰ μὲν οὖν τὴν αἰχμάλωτον μόνον ἐτύγχανεν ἔχων, ἴσως ἂν ἐμαυτὸν ἐξηπάτων, ὡς γυνὴ καὶ τέκνον καὶ παιδοτροφία μεταγνῶναί ποτε καὶ σωφρονῆσαι ποιήσει· γυναικὸς δὲ οὔσης αὐτῷ καὶ μειρακίου καὶ πατρὸς οὐδέν ἐστιν ὃ τὴν πρὸς ἡμᾶς βεβαιώσει κηδείαν.
νῦν μὲν γὰρ ὑπὸ τῆς ἀκμῆς τοῦ πάθους οὐ σφόδρα μέμνηται τούτων, ὀλίγου δὲ χρόνου ποθήσει περιπτύξασθαι τὴν ἐν Σκύρῳ γυναῖκα καὶ τῷ παιδὶ τὰ πολέμια παραδοῦναι καὶ χεῖρα ὀρέξαι γεγηρακότι πατρὶ καὶ τὴν γλυκεῖαν πατρίδα θεάσασθαι καὶ τῷ παιδαγωγῷ διηγήσασθαι Χείρωνι τὰς πρότερον ἀριστείας, ἵνα μὴ μάτην ἐπʼ αὐτῷ πεπονηκέναι δοκῇ.
ἔχει δὲ πολλὴν εὐφροσύνην καὶ τὰ τῆς νέας ἡλικίας γυμνάσια. ἡδὺ γὰρ εἰς μνήμην λαβεῖν· ἐνταῦθα παῖς ὢν ἐθήρευον· ἐνταῦθα πρὸς τοὺς ἥλικας ἤριζον. τοσούτων οὖν εἰκότως αὐτὸν ἀνθελκόντων τίς ἡμῖν ἀσφαλείας ἐλπὶς ὑπολείπεται;
Πρὸς γὰρ αὖ τοῖς ἄλλοις κακοῖς ἐστὶ καὶ Θετταλός· οἷς ἐπιχώριός ἐστιν ἡ ἀπιστία. πότε γὰρ τοσούτων ἀγαθῶν Ἀχιλλεὺς εὑρήσει Πολυξένην αἰτίαν, ὅσων Ἰάσονι λέγουσι τῷ Θετταλῷ τὴν Αἰήτου γενέσθαι;
καταλῦσαι μὲν γὰρ αὐτὸν παρὰ τῷ τότε Σκυθίας ἄρχοντι, ἄθλου δὲ φοβεροῦ προτεθέντος, περὶ οὗ πολλά τε δὴ μυθολογοῦσι θαυμαστὰ καὶ δὴ καὶ δράκοντα καθάπερ ἄγρυπνον φύλακα τὸ κῶας φρουρεῖν, διὰ Μηδείας αὐτὸν τῶν ἀτόπων φασμάτων κρατῆσαι καὶ λαβόντα τὸ δέρας ἐπὶ τὴν Κορινθίων σὺν αὐτῇ καταπλεῦσαι πίστεις ἐν Κόλχοις παρασχόμενον ἰσχυρὰς ἦ μὴν ἔχοντα στέρξειν. ταύτην τὴν ἄνθρωπον τὴν τῆς σωτηρίας αἰτίαν παῖδας ἤδη δύο τεκοῦσαν αὐτῷ παρʼ οὐδὲν ποιησάμενος ἑτέραν ἐμνήστευε.
πῶς οὖν ὁ Θετταλὸς Ἀχιλλεὺς ἀγαπήσει Πολυξένην εἰς τέλος ἀγαθὸν ἐξ αὐτῆς οὐδὲν πεπονθώς;
Σὺ μὲν οὖν μακρὸν ἀπέτεινας λόγον τὸν Ἀχιλλέα δεικνὺς ὡς Πολυξένης μᾶλλον ἢ τῆς Λυκομήδους ἐρᾷ τὸν μείζονα πόθον ὀχυρώτερον ἡγούμενος εἶναι· ἐγὼ δὲ τοὺς ἄγαν ἔρωτας ἐπισφαλεῖς ὄντας ὁρῶ.
εἰ μὲν γὰρ πολλῆς αὐτῷ συνηθείας πρὸς Πολυξένην ἡγησαμένης κατανοήσας κόσμιον ἦθος καὶ ἄδολον ὁμιλίαν οὕτως ἠράσθη, βεβαίαν ἴσως ἐνῆν ἐλπίσαι τὴν εὔνοιαν· νῦν δὲ ἐκ πρώτης ὄψεως ἥλω καὶ κάλλους ἐστίν, οὐ τρόπων χρηστῶν ἐραστής. αἱ δὲ τοιαῦται φιλίαι βραχὺν ἀνθοῦσι καιρόν· ἐρωτικὰ γὰρ παρασκευάζεις εἰπεῖν ἐπὶ γήραος οὐδῷ.
Πολλὰ δέ μοι πρὸς τούτοις ἔπεισι λέγειν. τίς γὰρ ἔσται πρὸς ἀλλήλους αὐτοῖς ὁμιλία πρὸς εὔνοιαν ἄγουσα; διηγήσεται, νὴ Δία, τὰ τρόπαια. ἀλλὰ τὸ μέγιστον αὐτοῦ τῶν τροπαίων Ἕκτωρ ἐστὶ πεπτωκώς. ἀκούσεται Πολυξένης τὰς Ἕκτορος νίκας διηγουμένης. ἀλλὰ μέγιστον ἐκείνῳ τῶν ἔργων ὁ Πατρόκλου γεγένηται φόνος.
ὄψεται, φησίν, αὐτὸν ἐκ τῶν περιβόλων εὐδοκιμοῦντα. πάνυ γε, ἵνα θεάσηται τὸ χωρίον, ἔνθα τὸν ἀδελφὸν ἑλκόμενον εἶδεν. οὐκ οἶσθα ὅτι καὶ τὸν τόπον αὐτὸν ἐν ᾧ κακῶς πράττουσιν ἄνθρωποι δεινῶς ἀποστρέφονται, κἂν ἐντεῦθεν αὐτοῖς συμβαίνῃ παραδραμεῖν, ἕλκονται μὲν εἰς θέαν ἐνίοτε τοῦ χωρίου τῇ μνήμῃ τῆς συμφορᾶς, φιλονεικοῦσι δὲ μεταφέρειν εἰς ἔννοιάν τινα τὴν ψυχήν, ἵνα περὶ ταύτην, ὡς εἰκός, ἀσχολούμενοι τὴν ἐπιθυμίαν τῆς θέας βιάσωνται. ὥσπερ γὰρ οἱ τῶν παιδικῶν ἀπολαύοντες ἥδονται τοὺς τόπους ὁρῶντες ἐν οἷς διελέχθησαν ταῖς ἐρωμέναις, καὶ τὸν τόπον τῆς συμφορᾶς ἀποφεύγουσι.
Καὶ δῆτα θῶμεν, ὡς ἀγαπήσει καὶ περὶ παντὸς ποιήσεται Πολυξένην. οἴκοι δὴ τὰ πολλὰ διημερεύσει τῇ νεογάμῳ παρακαθήμενος γυναικὶ μηδὲ εἰ κινεῖταί που πόλεμος ἐθέλων εἰδέναι. τῆς γὰρ ἐπιθυμίας ὅλον ὑφʼ ἑαυτὴν καθελκούσης τὸν λογισμὸν αἱ περὶ τῶν ἄλλων πραγμάτων ἠρεμοῦσι φροντίδες.
τί οὖν, ὦ Τρῶες, ποιήσομεν ἐπικειμένων τῶν Ἀχαιῶν; ἐροῦμεν, νὴ Δία· πρώην ἔγημεν ἅνθρωπος καὶ συγγνώμη τῆς γυναικὸς ἐχομένῳ. τοῦτο γὰρ ἡμῖν ἔσται λοιπὸν ἢ καταβοᾶν τε καὶ θυροκοπεῖν ἐπὶ τὴν οἰκίαν ἐλθόντας.
Ἀλλὰ γὰρ σοφὸς ὤν, ὦ Πολυδάμα, τοῦτο παντελῶς εὔηθες ἐποίησας, ὅτι με τὴν θυγατέρα πρὸς γάμον ἐκδοῦναι παρακαλῶν ἐδείκνυς μὲν τὸν Τελαμῶνα περὶ πλείονος τῆς συνοικούσης αἰχμάλωτον θέμενον, ἐδείκνυς δὲ τὸν Ἀγαμέμνονα παραπλήσια δράσαντα ὥσπερ ὑποψίαν ἡμῖν καὶ φόβον βουλόμενος παρασχεῖν, μή τινα τῶν διακόνων Ἀχιλλεὺς τιμιωτέραν ἄγῃ τῆς Πολυξένης.
Ἐπεὶ δὲ φιλοστοργίαν ἡμῖν ὀνειδίζεις, ὅτι μὴ πολεμίῳ τὴν παῖδα συνάπτομεν καὶ ταῦτα τοῦ Μυκηναίου πρὸς σφαγὴν ἐν Αὐλίδι τὴν αὑτοῦ δεδωκότος, ἄκουε τὴν πρόφασιν ἐν βραχεῖ· τὴν αἰτίαν γὰρ ὑποκλέψας τὸ γεγονὸς ὑμῖν διηγήσομαι. τὸ μέντοι πρᾶγμα τοῦτον ἐξ ἀρχῆς προῆλθε τὸν τρόπον.
Ἔλαφον Ἀγαμέμνων εὐστόχως βαλὼν εἰπεῖν λέγεται νικῆσαι τῇ τοξικῇ καὶ τὴν ἄρχουσαν τῆς τέχνης θεόν. ἀπλοίας δὲ συμβάσης ἐντεῦθεν τοῖς Ἀχαιοῖς οὐ πρότερον εἵμαρτο χρήσεσθαι πλῷ, πρὶν ἢ ζημιωθῆναι τὸν βασιλέα τῇ θυγατρὶ τῆς περὶ τὴν θεὸν προπετείας. ἐμοὶ δὲ τίς ἀνεῖλε θεῶν Ἀχιλλεῖ Πολυξένην ἐκδοῦναι;
Ἀλλὰ φῄς, ὡς Ἀγαμέμνων οὐδὲ πρὸς γάμον ὤκνησεν Ἀχιλλεῖ μίαν ἐκδοῦναι τῶν θυγατέρων, ὅτι μὴ τὸν Ὀρέστην ὑπὸ τούτου σφαττόμενον εἶδεν, ὅτι κήρυκας ἐκέλευσεν ἄγειν τὴν κόρην καὶ τὴν ἐπὶ τούτῳ θεραπεύων ὀργὴν ἐδίδου τὴν παῖδα· ἐγὼ δὲ ποῖον Ταλθύβιον ἐπὶ τὴν σκηνὴν Ἀχιλλέως ἀπέστειλα; ποίαν ἥρπασα Βρισηίδα;
Ἀλλὰ τῇ περὶ σὲ τὸν βασιλέα τῆς Τροίας αἰδοῖ τιμήσει τὴν σύνοικον· ὁ γὰρ ἀνὴρ ἄρχεσθαι καλῶς ἐπαιδεύθη καὶ τοὺς ἄρχοντας οἶδεν ἐρυθριᾶν.
ταῦτα γὰρ αὐτῷ μαρτυροῦσιν οἱ παῖδες Ἀτρέως, ὡς ἧκεν εὐθὺς καὶ προσπεσὼν πρὸς τὰ γόνατα τῷ Μυκηναίῳ μετρίοις ἐχρήσατο λόγοις· ὦ βασιλεῦ, νέος εἰμὶ καὶ ὀξὺς καί με θυμός τις ἐρωτικὸς ὑποδὺς οὐκ οἶδʼ ὅπως συνήρπασεν, ἀλλὰ νῦν ἐντὸς ἐμαυτοῦ γεγονὼς ἔγνων ὅποι προήχθην καὶ σωφρονῶ. τούτων οὐδὲν εἰπεῖν ἐκεῖνον ἀκούομεν.
εἰ μὲν οὖν ἄπαις ὑπῆρχον τέκνων ἀρρένων, ἤνεγκεν ἄν με τό τε γῆρας ἐρυθριῶν καὶ παρὰ πόδας ὁρῶν μοι τοῦ βίου τὴν τελευτὴν ἐλπίζων μικρὸν ὕστερον κληρονομήσειν τῶν σκήπτρων· παίδων δὲ ὄντων ἀρρένων καὶ τοῦ κοινοῦ κελεύοντος νόμου παῖδα παρὰ πατρὸς ἐκδέχεσθαι τὴν ἀρχὴν πῶς ἀξιώσει πολλοὺς ἔχειν δεσπότας ὁ πρὸς ἕνα μόνον ὁμόφυλον μὴ μέτριον αὑτὸν δεδωκώς; καίτοι τῶν μὲν Ἑλληνικῶν ἔστω νομίμων συνήθης, τὰ δὲ παρʼ ἡμῖν ἔθη παντάπασιν ἀγνοεῖ· πᾶσι δὲ πᾶν ἄηθες χαλεπόν.
μὴ γὰρ ὅτι τὸ ῥῆμα φεῦγε μάλʼ εἶπεν Ἀγαμέμνων, τοῦτο νομίσομεν Ἀχιλλεῖ νέμειν συγγνώμην. ᾔδει γὰρ ἐκ θυμοῦ τὸ ῥῆμα διαφυγὸν προλαβόντος τὸν λογισμόν. καὶ μὴν οὐδὲ ἄφνω συνταραχθεὶς Ἀγαμέμνων ὅλος γέγονε τῆς ὀργῆς, ἀλλʼ ἀφῆκεν Ἀχιλλεῖ τὴν τῆς μεταστάσεως ἐξουσίαν καὶ προσέθηκεν, ὥς φασιν, εἴ τοι θυμὸς ἐπέσσυται.
ἔστι δὲ καὶ τοῖς δευτέροις τεκμαίρεσθαι μὴ τῇ πρὸς τὸν βασιλέα τιμῇ γεγονέναι τὴν ἀναχώρησιν· τὸν γὰρ ἐπειδὴ φεύγειν ἤκουσε μεταστάντα τῆς συμμαχίας ἔδει κληθέντα πάλιν ἐλθεῖν. πολλὰ μὲν γὰρ αὐτὸν προέτρεπε πείθεσθαι, πάντων δὲ μάλιστα τὸ μὴ περιπεσεῖν οἷς ἐμέμφετο τὸν Ἀτρέως.
τί γὰρ ἐκεῖνον ἐμέμφετο; ὅτι τὴν ἐρωμένην πρὸ τῆς σωτηρίας ἐποιεῖτο τῶν ὁμοφύλων. οὐ γὰρ δὴ λοιμῷ μὲν ἀναλίσκεσθαι δυσχερές, πολέμου δὲ φορητὸν ἀπιέναι, ἀλλὰ τοσούτῳ δεινότερον, ὅσῳ τὸ μὲν ἐκ τύχης συμβαίνει, τὸ δὲ σημεῖόν ἐστιν ἀνανδρίας.
ἀλλʼ ὅμως τοῦ Μυκηναίου βιασαμένου τὸν ἔρωτα καὶ τῷ Χρύσῃ προῖκα τὸ θυγάτριον δεδωκότος οὐδὲ ζηλωτὴς γέγονεν οὗτος δῶρα λαμβάνων. καίτοι τὸν Ἀγαμέμνονος πόθον, ὡς εἰκός, ἰσχυρότερον εἶναι μήπω πλησιάσαντος τῇ Χρυσηίδι· τοῖς γὰρ ἐρῶσι τὸ μὲν τῆς ἐπιθυμίας τυχεῖν ἀπομαραίνει τὸ πάθος, τὸ δὲ σφάλλεσθαι παντελῶς ἐξάπτει τὸ νόσημα.
τοσούτων οὖν αὐτὸν προτρεπόντων ἐπὶ τῆς αὐτῆς ἔμεινεν ὑπεροψίας· οὕτω σφόδρα γέ ἐστι τοῖς ἄρχουσιν εὐπειθής. καὶ μὴν ἐξῆν αὐτῷ θυμοῦ τε κρείττονα δόξαι καὶ τῶν βασιλέων ἀνέχεσθαι καὶ σῶσαι τοὺς ἀναιτίους καὶ λυπῆσαι τὸν Ἀγαμέμνονα.
ὅτε γὰρ ἐκεῖνος ἄγειν ἠπείλει τὴν κόρην, ἔδει καρτερῆσαι καὶ μεῖναι καὶ δεῖξαι τοῖς Ἕλλησιν, ὡς οὐ μιμεῖται τὸν Ἀγαμέμνονα καὶ μιᾶς εἵνεκα κόρης τὴν κοινὴν προδίδωσι σωτηρίαν· οὕτω γὰρ αὐτὸς μὲν ἐδόκει κρατεῖν ἔρωτος καὶ θυμοῦ καὶ τοῖς ἄρχουσι πείθεσθαι, οἱ δὲ μηδὲν ἡμαρτηκότες ἐσώζοντο, Ἀγαμέμνων δὲ πολλῇ περιέπιπτεν ἀθυμίᾳ μιμητὴν οὐκ ἔχων τῆς ἀκρασίας, μὴ προσλαβοῦσα γὰρ κοινωνὸν πονηρία μεῖζον ὄνειδος φαίνεται.
Καὶ ταῦτα μὲν ὡς ἡμαρτηκότος Ἀγαμέμνονος ἔφην· ἐκ δὲ τῶν πεπραγμένων σκοπῶν εὑρίσκω πλημμελήσαντα τὸν Φθιώτην. ἄνθρωπον ἄρχειν αἱρεθέντα τοῦ στόλου καὶ λαχόντα τὸ κῦρος τῶν ὅλων ἰδιώτης ὢν ἐλοιδόρει καὶ συνῆγεν ἄνευ βασιλικοῦ νεύματος ἐκκλησίαν. ταχύ γε ἡμῖν ἐπιτρέπουσιν αὐτῷ τι ποιεῖν προσέξει τὸν νοῦν ὁ τοὺς Ἀτρείδας οὕτω προπηλακίζων.
Ἀλλὰ καλός γε τὴν ἰδέαν καὶ πλείστην εἰς Πολυξένην εὔνοιαν ἔχων, ὥστε πανταχόθεν αὐτῇ γενήσεται προσφιλής. οὕτως οὖν οἴει τραφῆναι τὴν Πολυξένην, ὡς μὴ μᾶλλον ἀνδρὸς ἀρετὴν ἢ κάλλος διώκειν; τοῦτον δὲ τίς νοῦν ἔχουσα ποθήσει γυνή; οὐ δύσκολος, οὐ μεστὸς ἀλαζονείας, οὐ τοῖς ἀφροδισίοις ἐκδεδομένος, ὃ μάλιστα δάκνει σεμνῶς ἠγμένην παρθένον;
ἐγὼ μὲν οὐδὲ σφόδρα καλὸν αὐτὸν οἶμαι Πολυξένῃ δοκεῖν. πρὸς γὰρ τὴν εὔνοιαν καὶ μῖσος τῶν ὁρώντων εὖ τε καὶ φαύλως ἔχειν ἡ θέα δοκεῖ· ὁ μὲν γὰρ εὔνους θεατὴς ἀβασανίστως ὁρῶν ἐπαινεῖ, ὁ δὲ μὴ τοιοῦτος ἀπρεπῆ βουλόμενος εἶναι τὸν δυσμενῆ τοιοῦτον ὁρᾶν ἑαυτὸν πείθειν φιλονεικεῖ.
Φέρε, εἰς δὲ τὴν Βρισηίδα τί δράσει κηδεύσας ἡμῖν; πότερα περιόψεται καὶ καταλείψει τοῖς Ἀχαιοῖς; οὐκοῦν ἐπισφαλὴς ἡ κοινωνία τοῦ γάμου; κἂν γὰρ ἤδη τυγχάνῃ τὸν εἰς ἐκείνην ἔρωτα καταλύσας, ἐπειδὰν αἴσθηται συνοῦσαν ἑτέρῳ, πάλιν, οἶμαι, ζηλοτυπήσας ἐρᾷ. οὕτω πολλοὶ λήξαντες στέργειν ἐκ τοιαύτης ὁμοίως ἐνόσησαν ἔριδος.
εἰ δὲ ἐρωτικὸς ὢν καὶ τοῦτο προορώμενος ἥξει φέρων ἐκείνην, πρῶτον μὲν αὐτῷ τῷ προορᾶσθαι δῆλός ἐστι μήπω πᾶσαν τὴν εἰς αὐτὴν φιλίαν ἀποτριψάμενος· οὐ γὰρ ἂν εἰς τοιαύτην ἐπίνοιαν ἦλθεν ἄρδην καταφρονήσας αὐτῆς. ἔπειτα εὐθὺς ἅμιλλα καὶ στάσις περιέξει τὸν οἶκον, φύσει γὰρ δύσερις πᾶσα γυνή, καὶ τὸ πρᾶγμα πείσει φιλονεικεῖν ἀμφοτέρας, τὴν μὲν πάλαι συνοικήσασαν Ἀχιλλεῖ, τὴν δὲ συνελθοῦσαν αὐτῷ κατὰ νόμον καὶ κρείττονα τύχην αὑτῇ συνειδυῖαν.
οὐ δεινὸν οὖν, ὦ Τρῶες, κόρην ἐν βασιλείοις τραφεῖσαν πρὸς θεραπαινίδα ζυγομαχεῖν, διαβεβλῆσθαι δὲ παρʼ αὐτῆς πρὸς τὸν ἄνδρα; τί γὰρ οὐ λέξει πρὸς αὐτὸν εὐνὴν ἠδικημένη γυνή; ὡς ἐδάκρυσεν Ἕκτορος Πολυξένη μνησθεῖσα. ὡς οὐ γάνυται τῷ γάμῳ. ὡς ἀλγοῦσαν εἰκὸς ἅμα τοῖς γονεῦσιν ἐπιβουλὴν μηχανήσασθαι. καὶ λέγουσα πείσει τὸν Φθιώτην εὐκόλως· ὁ γὰρ καὶ πρὶν ἀκοῦσαι χαλεπὴν ὑπόνοιαν ἔχων μικρᾶς δεῖται πρὸς ἔχθραν διαβολῆς.
ὅλως δὲ οὐδαμόθεν ὁρῶ φιλίαν γενησομένην. εἴτε γὰρ αὐτῷ ποτε συγκαθεύδουσα Πολυξένη λάβοι τι τοιοῦτον εἰς νοῦν· τοὺς ἐμοὺς οὗτος ἀδελφοὺς ἀποκτείνας ἐμοὶ συνοικεῖ εἴτε προϊόντος τοῦ χρόνου καὶ τοῦ πόθου κατὰ μικρὸν ἐνδιδόντος Ἀχιλλεὺς ἐννοήσειεν· ἐμὲ δὲ τὴν ἀδελφὴν ἔχειν τοῦ διαφθείραντος τὸν ἑταῖρον ὃν ἶσον ἐμῇ κεφαλῇ ζῶντα ἠγάπων, διαφορὰ καὶ μῖσος ἐντεῦθεν γενήσεται. σὸν οὖν ἔργον ποιῆσαι τὸ προμνηστρίας καὶ διαλλάξαι στασιάζοντας ἀμφοτέρους.
Θαυμάζω δὲ εἰ μεμφόμενος τὸν Ἀλέξανδρον, ὅτι τὴν Ἑλένην ἄνδρα καὶ θυγάτριον ἔχουσαν ἥρπασεν, ἀξιοῖς με νυμφίῳ δοῦναι τὴν κόρην γυναῖκα κεκτημένῳ καὶ παῖδα. οὐ γὰρ ἧττον ἀδίκημά μοι δοκεῖ γυναῖκα διαζεῦξαι τοῦ συνοικοῦντος ἤπερ ἄνδρα γυναικὸς ἀποστῆσαι.
Παῦσαι δή μοι ῥήματα πλέκων· εἰ μὲν καλὸν ὁ θυμός, μὴ μέμφου, φησί, τὴν Ἀχιλλέως ὀργήν· εἰ δὲ μὴ τοιοῦτον, τί χαλεπαίνεις τοῖς ἀδικοῦσιν; ἐγὼ δὲ καλὸν μὲν εἶναι τὸ χρῆμά φημι καὶ ὑπάρχων πρεσβύτης οἶδα θυμοῦσθαι τοῖς ἁμαρτάνουσιν, οὐ μὴν ἐπαινῶ γε θυμὸν ἔξω τοῦ μέτρου φερόμενον.
πολλὰ γὰρ χρήσιμα πρὸς τὸν βίον, ἅπερ ἐκβάντα τοῦ μέτρου λυμαίνεται· οἷον τὸ γυμνάζεσθαι καὶ πονεῖν καλὸν καὶ λυσιτελὲς καὶ πρέπον ἀγαθοῖς νεανίαις, ἀμέτρως δὲ γινόμενον βλαβερόν. αἱ φιλοτιμίαι τοὺς χορηγοῦντας σεμνύνουσι καὶ περιέρχεται τούτων ὄνομα πανταχοῦ. εἰ δέ τις εἰς ἃ μὴ προσήκει ποιοῖτο τὰς δωρεάς, ἄσωτος ἐνομίσθη. οὕτως ἐν πᾶσι τοῖς πράγμασιν ἔστι τις ὅρος ὃν οὐ δεῖ παριέναι.
Οὐκοῦν παύσῃ τεχνάζων καὶ γάμους ἡμᾶς τελεῖν ἀξιῶν; εἰς καιρόν γε, νὴ Δία, παῖδας ἀρτίως ἀποβαλόντα πρεσβύτην ἐστεφανωμένον κωμάζειν καὶ γαμήλιον ᾄδειν τήν τε παῖδα προάγειν κεκοσμημένην καὶ λαμπρῶς ἑστιᾶν τὰ τέλη τῶν Τρώων;
Ταῦτά με πείθει τὸν τῆς θυγατρὸς ἀναβαλέσθαι γάμον, καὶ μᾶλλον ἂν εὐξαίμην αὐτὴν γηρᾶσαι παρθένον ἢ συνοικῆσαι τῷ πάντων ἐχθίστῳ.
ἔστι δὲ ταύτης καὶ ἡ Πολυξένη τῆς γνώμης. ὡς γὰρ ἐκ τῶν βασιλείων ἕτοιμος ἦν εἰς ὑμᾶς προϊέναι, λαβομένη μου τῆς χειρὸς καὶ μόλις ἐκ τῶν δακρύων ἀνενεγκοῦσα πάτερ, φησίν, ἄλλοτε μὲν οὐδαμοῦ φιλόνεικον εἶδες τὴν σὴν θυγατέρα οὐδὲ ἔστιν ὅ τι προσταχθεῖσα ποιεῖν οὐ διηκόνησά σοι προθύμως· τῷ δέ μοι τοὺς ἀδελφοὺς ἀνελόντι, κἂν ἐπιτρέψῃς, ὦ πάτερ, οὐ πείσομαι συνοικεῖν. αἰσχύνομαι τὰς Τρωάδας· βαρὺ γὰρ ἑκάστης ἀκούειν· ὁ Πολυξένης ἀνὴρ ἀνεῖλέ μοι τὸν υἱόν, ἐμοὶ δὲ τὸν πατέρα, ἐμοὶ δὲ ἐκένωσε τὴν παστάδα. δεῖ δέ σε, ὦ πάτερ, ἔφη, καὶ τὴν Ἕκτορος ψυχήν. εἶτα μέλλουσά τι λέγειν, ὦ Τρῶες, αὐτή τε τοῖς δακρύοις ἐπεστομίσθη καὶ κατήνεγκεν εἰς θρῆνον ἐμέ τε καὶ τὴν μητέρα.
οὕτω δὲ ἐπὶ τούτοις ἡμῶν δακρυόντων ἐπεισέρχεται φέρουσα τὸν υἱὸν Ἀνδρομάχη βοῶσά τε καὶ κοπτομένη καὶ πρὸς τὸ παιδίον· μάτην, ὦ τέκνον, φησί, φέρων σέ ποτε ταῖς χερσὶν ὁ πατὴρ εὔξατο τοῖς θεοῖς ἄνδρα γενέσθαι καὶ τῆς πατρώας ἀρετῆς κληρονομῆσαι καὶ βεβαίως ἄρχειν τῆς Τροίας.
πῶς γὰρ ἀκούσῃ τοῦ τεκόντος ἀμείνων; πῶς ἀναβήσῃ μοι κομίζων ἐκ τῆς παρατάξεως λάφυρα; πῶς ἀθυμοῦσαν ἐμὲ τὴν κακοδαίμονα τέρψεις; ταῦτα γὰρ εὔξατό σε ποιεῖν ὁ πατήρ, ἀνένευσαν δέ, ὡς ἔοικεν, οἱ θεοί, καὶ πράξεταί σε δίκην, ὡς εἰκός, Ἀχιλλεὺς πατρικῆς ἀριστείας, ἵνα μηδὲ σπέρμα ἡμῖν Ἕκτορος καταλείψῃ.
οἶμαι τοίνυν αὐτὰς ἐνθυμεῖσθαι τὴν ἐκκλησίαν καὶ ποτὲ μὲν ἐμέ, ποτὲ δὲ Πολυδάμαντα πείθειν ἐννοουμένας πρὸς ἡδονήν τε καὶ λύπην μεταβαίνειν ὀξέως.
Παῦσαι τοίνυν, ὦ Πολυδάμαν, ἐμοί τε καὶ τοῖς Τρωσὶ παραινῶν ἀνάγων σαυτὸν ἐπὶ τοὺς Ἕκτορος πόνους οὓς διετέλεσε προβεβλημένος τῆς Τροίας, καὶ ταῦτά μου κοπτομένου τὴν πολιάν, ὀλοφυρομένης δὲ τῆς μητρὸς καὶ προϊσχομένης τὸν τιτθόν, ὅν, ἡνίκα παιδίον ἦν Ἕκτωρ, ἔφη προτεῖναι πολλάκις, ἵνα μὴ κλαυθμυρίζηται καὶ βοᾷ.