The longest of the three sections defines music as a science of melody aimed at forming character and lists the seven topics of harmonics, from notes and intervals to melodic composition. It treats the movement of the voice, the four regions of its range and the kinds of modulation, then turns to practice: notated rhythmic exercises arranged by number of time units, the signs for rests, and the ratios of the octave, fifth, fourth and tone.

Part of Anonymous Writings on Music, Bellermannian

Μουσική ἐστιν ἐπιστήμη θεωρητικὴ καὶ πρακτικὴ μέλους τελείου τε καὶ ὀργανικοῦ ἢ τέχνη πρεπόντων τε καὶ μὴ πρεπόντων ἐν μέλεσι καὶ ῥυθμοῖς συντείνουσα πρὸς ἠθῶν κατασκευήν. τέλειον δὲ μέλος ἐστὶ τὸ συγκείμενον ἔκ τε λέξεως καὶ μέλους καὶ ῥυθμοῦ. τὸ δʼ ὅλον καλεῖται μέλος κατʼ ἐπικράτειαν τοῦ ἑνὸς τῶν μορίων. ὀργανικὸν δὲ μέλος λέγεται τὸ ἐκ τῶν συναφιεμένων ἀλλήλοις φθόγγων, ὃ καλεῖται κροῦμα. τῆς οὖν μουσικῆς ἐκ τριῶν τῶν συνεκτικωτάτων τελειουμένης ἁρμονικῆς, ῥυθμικῆς, μετρικῆς πρώτην τε τῇ τάξει καὶ στοιχειωδεστάτην νοητέον τὴν περὶ τὸ ἡρμοσμένον πραγματείαν. αὕτη δὲ ἁρμονικὴ καλεῖται. δεύτερον δὲ τὸ ῥυθμικὸν καὶ τρίτον τὸ μετρικόν. ἔστι δὲ καὶ τέταρτον, τὸ ὀργανικὸν καὶ ποιητικὸν καὶ ὑποκριτικόν. πρωτεῦον δὲ μέρος μουσικῆς ἡ ἁρμονική ἐστι, τὰ γὰρ ἐν μουσικῇ πρῶτα αὕτη θεωρεῖ καὶ τὰ κυριώτατα ἑπτὰ ὄντα· πρῶτον περὶ φθόγγων, δεύτερον περὶ διαστημάτων, τρίτον περὶ συστημάτων, τέταρτον περὶ γενῶν, πέμπτον περὶ τόνων, ἕκτον περὶ μεταβολῶν, ἕβδομον περὶ αὐτῆς τῆς μελοποιίας. ἔστι μὲν οὖν ἁρμονικὴ τέχνη λογικὴ περιέχουσα τὸν περὶ μουσικῆς λόγον, ἁρμονικὸς δὲ ὁ τῷ συνηγορεῖν περὶ τοῦ μαθήματος πεπειραμένος.

Τῆς φωνῆς τόπος ἔστι καὶ κατὰ τόπον κίνησις, καθʼ ἣν μελῳδοῦσα ὀξυτέρα καὶ βαρυτέρα γίγνεται. πᾶσα μὲν οὖν φωνὴ οὕτω δύναται κινεῖσθαι, ἀλλʼ ἡ μέν ἐστι συνεχής, ἡ δὲ διαστηματικὴ κίνησις. κατὰ μὲν οὖν τὴν συνεχῆ οἴεται ἡ ἀκοὴ μηδαμοῦ ἑστάναι, ἀλλὰ φέρεσθαι συνεχῶς μέχρι σιωπῆς, κατὰ δὲ τὴν διαστηματικὴν ἐναντίως. διαβαίνουσα γὰρ ἵστησιν αὑτὴν ἐπὶ μιᾶς τάσεως, εἶτα πάλιν ἐφʼ ἑτέρας, καὶ τοῦτο συνεχῶς ποιοῦσα, λέγω δὲ συνεχῶς κατὰ τὸν χρόνον, ὑπερβαίνουσα μὲν οὖν τοὺς περιεχομένους ὑπὸ τῶν τάσεων τόπους, ἱσταμένη δὲ ἐπʼ αὐτῶν τῶν τάσεων καὶ φθεγγομένη ταύτας μόνον αὐτὰς μελῳδεῖν λέγεται καὶ κινεῖσθαι διαστηματικὴν κίνησιν. τὸν γὰρ τοῦτο ποιοῦντα οὐδείς φησι λέγειν, ἀλλʼ ἀείδειν. ἑκάτερον δὲ ἐν τῇ τοῦ λοιποῦ χρείᾳ φευκτέον. ὅσῳ γὰρ ἱστάμεθα, γίγνεται τῇ ἀκοῇ τὸ μέλος ἀκριβέστερον. ἐπειδὴ τοίνυν ἀναγκαῖον ἐν τῷ μελῳδεῖν τὴν φωνὴν τὰς μὲν ἐπιτάσεις καὶ ἀνέσεις ἀφανῶς ποιεῖσθαι, τὰς δὲ τάσεις αὐτὰς φθεγγομένην φανερὰς καθιστᾶν, ἐπειδήπερ τὸν μὲν τοῦ διαστήματος τόπον, ὃν διεξέρχεται ὁτὲ μὲν ἐπιτεινομένη, ὁτὲ δὲ ἀνιεμένη, λανθάνειν αὐτὴν δεῖ διεξιοῦσαν, τοὺς δὲ ὁρίζοντας φθόγγους τὰ διαστήματα ἐναργεῖς τε καὶ ἑστηκότας ἀποδιδόναι, λεκτέον ἂν εἴη περὶ ἐπιτάσεώς τε καὶ ἀνέσεως, ἔτι δὲ ὀξύτητός τε καὶ βαρύτητος, πρὸς δὲ τούτοις τάσεως καὶ τῶν ἀκολούθων. ἐπίτασις μὲν οὖν ἐστι κίνησις τῆς φωνῆς συνεχὴς ἐκ βαρυτέρου τόπου εἰς ὀξύτητα, ἄνεσις δὲ ἐξ ὀξυτέρου τόπου εἰς βαρύτητα, ὀξύτης δὲ τὸ γενόμενον διὰ τῆς ἐπιτάσεως, τὸ δὲ διὰ τῆς ἀνέσεως βαρύτης. ἐπιτείνοντες μὲν οὖν, ὡς ἐπὶ ὀργάνων εἰπεῖν, τὴν χορδὴν εἰς ὀξύτητα αὐτὴν ἄγομεν, ἀνιέντες δὲ εἰς βαρύτητα. καθʼ ὃν δὲ χρόνον ἄγομεν καὶ μετακινοῦμεν τὴν χορδὴν εἰς ὀξύτητα, οὔπω ἔστιν ἡ ὀξύτης, γίγνεται γὰρ καὶ μέλλει, ὁμοίως δὲ καὶ ἡ βαρύτης. ἅμα γὰρ αἱ κινήσεις παύονται καὶ ἐπιφοιτᾷ ἥ τε ὀξύτης καὶ ἡ βαρύτης. οὐ γὰρ ἐνδέχεται τὴν χορδὴν ἅμα τε κινεῖσθαι καὶ ἑστάναι. διαφέρει οὖν ἀλλήλων τάδε ὡς τὸ ποιοῦν τοῦ ποιουμένου. τάσις δέ ἐστι μονή τις καὶ στάσις τῆς φωνῆς. τότε δὲ λέγομεν ἑστάναι τὴν φωνήν, καίτοι τῆς φωνῆς κινήσεως οὔσης, ὅταν ἡμῖν ἡ αἴσθησις αὐτὴν ἀποφήνῃ μήτʼ ἐπὶ τὸ ὀξὺ μήτʼ ἐπὶ τὸ βαρὺ ὁρμῶσαν. ἐν μὲν γὰρ τῷ διαστήματι λέγοιτʼ ἂν κινεῖσθαι ἡ φωνή, ἵσταται δὲ ἐν τῷ φθόγγῳ. ἄλλως οὖν λέγεται ἠρεμία φωνῆς παρὰ μουσικοῖς καὶ κίνησις, καὶ ἄλλως παρʼ ἄλλοις. ἐπίτασις μὲν γὰρ καὶ ἄνεσις κίνησις φωνῆς, τάσις δὲ ἠρεμία καὶ διαφέρει ὀξύτητος καὶ βαρύτητος, ἐπʼ ἀμφοτέρων γὰρ ἡ τάσις καὶ στάσις θεωρεῖται.

Εἰς μὲν τὴν φωνὴν τὴν ἀνθρωπίνην, ὥρισται κατὰ τόπον, ὃν διεξέρχεται μελῳδοῦσα. ὥρισται γὰρ καὶ ὁ μέγιστος καὶ ὁ ἐλάχιστος τόπος ἐπʼ αὐτῆς, οὔτε γὰρ ἐπὶ τὸ μέγα δύναται ἡ φωνὴ εἰς ἄπειρον αὔξειν τὴν τοῦ ὀξέος καὶ βαρέος διάστασιν οὔτʼ ἐπὶ τὸ μικρὸν συνάγειν, ἀλλʼ ἵσταταί που ἐφʼ ἑκάτερα. ὁριστέον οὖν ἑκάτερον αὐτῶν πρὸς δύο ποιουμένους τὴν ἀναφοράν, τὸ φθεγγόμενον καὶ τὸ κρῖνον, τοῦτʼ ἔστι φωνὴν καὶ ἀκοήν. ὃ γὰρ ἀδυνατοῦσιν αὗται ἡ μὲν ποιῆσαι, ἡ δὲ κρῖναι, τοῦτο ἔξω θετέον τῆς τε χρησίμου καὶ δυνατῆς ἐν φωνῇ γίγνεσθαι διαστάσεως. ἅμα δʼ ἐπὶ τὸ μικρὸν ἀδυνατοῦσιν, οὔτε γὰρ ἡ φωνὴ διέσεως ἐναρμονίου ἔλαττόν τι διάστημα δύναται διασαφεῖν οὔτε ἡ ἀκοὴ αἰσθάνεσθαι ὥστε γε καὶ ξυνιέναι, τί μέρος ἐστίν, εἴτε διέσεως εἴτε ἄλλου τινὸς τῶν γνωρίμων διαστημάτων. ἐπὶ δὲ τὸ μέγα — τῆς φωνῆς τὸ βαρὺ καὶ τὸ ὀξὺ ὁ μουσικὸς σκοπεῖ, τοῦτʼ ἔστι πλατὺ καὶ στενὸν ἐκ τοῦ περὶ τὴν ἀρτηρίαν πάθους — τάχʼ ἂν δόξειεν ὑπερτείνειν τὴν φωνὴν ἡ ἀκοή, οὐ μὴν πολλῷ τινι. ἔστιν οὖν ἴδιον μὲν τῆς ἀκοῆς τὸ ἐπὶ τὸ μέγιστον, τῆς δὲ φωνῆς τὸ ἐπὶ τὸ ἐλάχιστον πέρας ἢ κοινὸν ἀμφοτέρων. ὅπως δʼ οὖν ἂν λαμβάνηται, ὥρισται ἥ τε τοῦ ὀξέος καὶ βαρέος διάστασις εἴς τε τὴν φωνὴν καὶ τὴν ἀκοὴν τεθεῖσα. εἰ δὲ ταύτῃ καθʼ αὑτὴν νοηθείσῃ τῇ τοῦ μέλους φύσει τὴν αὔξησιν ἄπειρον συμβήσεται γίγνεσθαι, ἄλλος λόγος οὐκ ἀναγκαῖος εἰς τὸ παρόν.

Τοῦ μέλους τὸ μέν ἐστι λογῶδες, τὸ δὲ μουσικόν. λογῶδες μὲν οὖν ἐστι τὸ συγκείμενον ἐκ τῶν προσῳδιῶν τῶν ἐν τοῖς ὀνόμασι, φυσικὸν γὰρ τὸ ἐπιτείνειν τε καὶ ἀνιέναι τὴν φωνὴν ἐν τῷ διαλέγεσθαι, μουσικὸν δέ ἐστι μέλος, περὶ ὃ καὶ ἡ ἁρμονικὴ καταγίγνεται, τὸ διαστηματικὸν τὸ ἐκ φθόγγων τε καὶ διαστημάτων συγκείμενον, δεῖ γὰρ ἐν τούτῳ διαστηματικὴν εἶναι τὴν τῆς φωνῆς κίνησιν καὶ πλείονας εἶναι τὰς μονάς. οὐ μόνον δὲ ἐκ διαστημάτων καὶ φθόγγων δεῖ συνεστάναι τὸ ἡρμοσμένον μέλος καὶ ἔχον τὴν προσήκουσαν τάξιν, ἀλλὰ προσδεῖται ποιᾶς τινος θέσεως καὶ οὐ τῆς τυχούσης, τὸ γὰρ ἐκ διαστημάτων καὶ φθόγγων συνεστάναι κοινὸν καὶ τῷ ἀναρμόστῳ, ὥστε εἰς τὴν ὀρθῶς γιγνομένην σύστασιν τοῦ μέλους τὸ πλείστην ἔχον ῥοπὴν περὶ τὴν σύνθεσίν που καὶ τὴν ταύτης ἰδιότητα ὑποληπτέον. τοῦ μὲν οὖν ἐπὶ τῆς λέξεως μέλους διοίσει τὸ μουσικὸν τῷ διαστηματικῇ κεχρῆσθαι κινήσει τῆς φωνῆς, τοῦ δὲ ἀναρμόστου τε καὶ διημαρτημένου τῇ τῆς συνθέσεως διαφορᾷ τῶν διαστημάτων.

Ὁ φθόγγος κοινῶς μέν ἐστιν αὐτὸ τὸ ὄνομα, ἰδίως ὁ χαρακτὴρ ὁ γραφόμενος, ἰδιαίτατα δὲ ἡ δύναμις αὐτοῦ τοῦ φθόγγου, καθʼ ἣν ὀξύν τινα ἢ βαρὺν λέγομεν, ὃν καὶ ὁριζόμενοί φαμεν. φθόγγος δέ ἐστι φωνῆς ἐμμελοῦς πτῶσις ἐπὶ μίαν τάσιν. καὶ τότε γὰρ φαίνεται φθόγγος εἶναι τοιοῦτος οἷος εἰς μέλος τάττεσθαι ἡρμοσμένον, ὅταν ἡ φωνὴ φανῇ ἑστάναι ἐπὶ μιᾶς τάσεως. τάσις δέ ἐστιν οἷον στάσις καὶ μονὴ τῆς φωνῆς. ἔστι δὲ τῶν ἐν μουσικῇ ὁ φθόγγος τὸ ἐλάχιστον καὶ ἀδιαίρετον ὡς μονὰς ἐν ἀριθμῷ καὶ σημεῖον ἐν γραμμῇ. ἔστι δὲ ὁ φθόγγος κοινὸν κατηγόρημα ὀξύτητός τε καὶ βαρύτητος.

Διάστημά ἐστι τὸ περιεχόμενον ἤτοι ὡρισμένον ὑπὸ δύο φθόγγων ἀνομοίων τῇ τάσει. τὸ γὰρ διάστημα φαίνεται, ὡς τύπῳ εἰπεῖν, τάσεων διαφορὰ εἶναι καὶ ὅλως τόπος δεκτικὸς φθόγγων ὀξυτέρων μὲν ἅτε πέρας οὔσης τῆς τῶν ὁριζουσῶν τὸ διάστημα τάσεων βαρυτέρας, βαρυτέρων δὲ ἀνάπαλιν. διαφορὰ δέ ἐστι τῶν τάσεων τὸ μᾶλλον ἢ ἧττον τετάσθαι.

Σύστημα δέ ἐστι σύνταξις πλειόνων φθόγγων ἐν τῷ τῆς φωνῆς τόπῳ θέσιν τινὰ ποιὰν ἔχουσα ἢ τὸ ἐκ πλειόνων ἢ ἑνὸς διαστήματος συνεστώς.

Τῶν μελῳδουμένων τρία γένη ἐστίν· ἁρμονία, χρῶμα, διάτονον. ἁρμονία μέν ἐστιν, ἐν ᾗ τὸ πυκνὸν ἡμιτονιαῖον. αὕτη δέ ἐστι μονοειδής. χρώματος δὲ εἴδη τρία· πρῶτον μὲν καὶ ἐλάχιστον τὸ μαλακὸν καλούμενον, ἐν ᾧ τὸ πυκνὸν τριῶν ἐστι διέσεων ἐναρμονίων μεῖον δωδεκατημορίῳ τόνου. δεύτερον δὲ τὸ ἡμιόλιον καλούμενον. τοῦτο δʼ ἐστίν, ἐν ᾧ τὸ πυκνὸν ἡμιτονίου ἐστὶ καὶ διέσεως ἐναρμονίου. τρίτον τὸ σύντονον καλούμενον, ἐν ᾧ τὸ πυκνὸν ἡμιτόνιόν ἐστι. διατόνου δὲ εἴδη δύο· πρῶτον μὲν καὶ ἐλάχιστον τὸ μαλακὸν καλούμενον. τοῦτο δʼ ἐστίν, ἐν ᾧ τὸ μὲν ὑπάτης καὶ παρυπάτης διάστημα ἡμιτονιαῖόν ἐστι, τὸ δὲ παρυπάτης καὶ λιχανοῦ ἐννέα δωδεκατημορίων ἀσύνθετον λαμβανομένων. δεύτερον δὲ τὸ σύντονον καλούμενον, ἐν ᾧ τὸ μὲν ὑπάτης καὶ παρυπάτης διάστημα ἡμιτονιαῖόν ἐστι, τὸ δὲ παρυπάτης καὶ λιχανοῦ τονιαῖον. ἡ δὲ ἁρμονία ὥς φαμεν μονοειδὴς ὑπάρχει. πυκνὸν δέ ἐστι τὸ ἐκ δύο διαστημάτων περιεχόμενον ἔλαττον τοῦ καταλειπομένου διαστήματος εἰς τὴν διὰ τεσσάρων συμφωνίαν. ἐν δὲ τοῖς εἰρημένοις γένεσι λιχανοὶ μέν εἰσιν ἕξ, παρυπάται δὲ τέσσαρες. λιχανοῦ δέ ἐστιν ὁ σύμπας τόπος, ἐν ᾧ κινεῖται, τονιαῖος, ὁ δὲ τῆς παρυπάτης τόπος διέσεως ἐλαχίστης.

Διαστημάτων εἰσὶ διαφοραὶ πέντε, πρώτη μέν, καθʼ ἣν μεγέθει διαφέρει, δευτέρα δέ, καθʼ ἣν τὰ μὲν σύμφωνα, τὰ δὲ διάφωνα, τρίτη δέ, καθʼ ἣν τὰ μέν ἐστι σύνθετα, τὰ δὲ ἀσύνθετα, τετάρτη δέ, καθʼ ἣν γένει, πέμπτη, καθʼ ἣν τὰ μέν ἐστι ῥητά, τὰ δὲ ἄλογα. τῶν συμφώνων διαστημάτων ὀκτὼ ὄντων, ἀφʼ ὧν τριῶν ἐλαχίστων τὸ μὲν διὰ τεσσάρων διαιρεῖται εἰς σχήματα τρία, τὸ δὲ διὰ πέντε εἰς τέσσαρα, τὸ δὲ διὰ πασῶν εἰς ἑπτά. τῶν δὲ τοῦ διὰ τεσσάρων σχημάτων πρῶτον μέν, οὗ τὸ πυκνὸν ἐπὶ τὸ βαρὺ ἀπὸ ὑπάτης μέσων ἐπὶ μέσην, δεύτερον δέ, οὗ αἱ διέσεις ἐφʼ ἑκάτερα τοῦ διτόνου ἀπὸ παρυπάτης μέσων ἐπὶ τρίτην συνημμένων, τρίτον δέ, οὗ τὸ πυκνὸν ἐπὶ τὸ ὀξὺ ἀπὸ λιχανοῦ μέσων ἐναρμονίου ἐπὶ παρανήτην συνημμένων ἐναρμόνιον. τοῦ διατόνου, οὗ πρῶτον τὸ ἡμιτόνιον ἢ τέλος ἢ μέσον ἐστίν. τῶν δὲ τοῦ διὰ πέντε σχημάτων πρῶτον μέν ἐστιν, οὗ πρῶτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ ὑπάτης μέσων ἐπὶ παραμέσην, δεύτερον δέ, οὗ δεύτερος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ παρυπάτης μέσων ἐπὶ τρίτην διεζευγμένων, τρίτον δέ, οὗ τρίτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ λιχανοῦ μέσων ἐναρμονίου ἢ χρωματικῆς ἢ διατόνου ἐπὶ παρανήτην διεζευγμένων ἐναρμόνιον ἢ χρωματικὴν ἢ διάτονον, τέταρτον δέ, οὗ τέταρτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ μέσης ἐπὶ νήτην διεζευγμένων. τῶν δὲ τοῦ διὰ πασῶν σχημάτων πρῶτον μέν ἐστιν, οὗ πρῶτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ ὑπάτης ὑπατῶν ἐπὶ παραμέσην, δεύτερον δέ, οὗ δεύτερος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ παρυπάτης ὑπατῶν ἐπὶ τρίτην διεζευγμένων, τρίτον δέ, οὗ τρίτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ λιχανοῦ ὑπατῶν ἐναρμονίου ἢ χρωματικῆς ἢ διατόνου ἐπὶ παρανήτην διεζευγμένων ἐναρμόνιον ἢ χρωματικὴν ἢ διάτονον, τέταρτον δέ, οὗ τέταρτος ὁ τόνος ἐστὶν ἐπὶ τὸ ὀξύ, ἀπὸ ὑπάτης μέσων ἐπὶ νήτην διεζευγμένων, πέμπτον δέ, οὗ πέμπτος ὁ τόνος ἐστὶν ἐπὶ τὸ ὀξύ, ἀπὸ παρυπάτης μέσων ἐπὶ τρίτην ὑπερβολαίων, ἕκτον, οὗ ἕκτος ὁ τόνος ἐστὶν ἐπὶ τὸ ὀξύ, ἀπὸ λιχανοῦ μέσων ἐναρμονίου ἢ χρωματικῆς ἢ διατόνου ἐπὶ παρανήτην ὑπερβολαίων ἐναρμόνιον ἢ χρωματικὴν ἢ διάτονον, ἕβδομον δέ, οὗ ἕβδομος ὁ τόνος ἐστὶν ἐπὶ τὸ ὀξύ, ἀπὸ μέσης ἐπὶ νήτην ὑπερβολαίων.

Τόποι φωνῆς τέσσαρες· ὑπατοειδής, μεσοειδής, νητοειδής, ὑπερβολοειδής. ἐν μὲν οὖν τῷ πρώτῳ τίθεται τετράχορδα πέντε, ὑπολύδια δύο, ὑποφρύγια δύο, ὑποδώριον ἕν, ἐν δὲ τῷ δευτέρῳ τρία, λύδια δύο, φρύγιον ἕν, ἐν δὲ τῷ τρίτῳ μιξολύδια δύο, ὑπερμιξολύδιον ἕν. ὑπερβολοειδής ἐστι πᾶς ὁ ἀπὸ τοῦ ὑπερμιξολυδίου. ἄρχεται δὲ ὁ μὲν ὑπατοειδὴς τόπος ἀπὸ ὑπάτης μέσων ὑποδωρίου καὶ λήγει ἐπὶ μέσην ὑπολύδιον, ὁ δὲ μεσοειδὴς ἄρχεται μὲν ἀπὸ ὑπάτης φρυγίου, λήγει δὲ ἐπὶ μέσην λύδιον, ὁ δὲ νητοειδὴς ἄρχεται μὲν ἀπὸ μέσης μιξολυδίου, λήγει δὲ ἐπὶ νήτην συνημμένων ὑπερμιξολύδιον, ὁ δὲ μετὰ τούτους ἐστὶν ὑπερβολοειδής.

Μεταβολὴ δέ ἐστιν ὁμοίου τινὸς εἰς ἀνόμοιον τόπον ἀλλοίωσις ἰσχυρὰ καὶ ἀθρόα. τῶν δὲ μεταβολῶν αἱ μέν εἰσι γενικαί, αἱ δὲ τονικαί, αἱ δὲ συστηματικαί, καὶ γενικαὶ μὲν αἱ τῶν γενῶν εἰς ἄλληλα μεταβολαὶ οἷον ἁρμονία, χρῶμα, τονικαὶ δὲ αἱ τῶν τόνων οἷον λυδίου, φρυγίου καὶ τῶν λοιπῶν εἰς αὐτοὺς μεταβολαί, συστηματικαὶ δέ, ὁπόταν ἐκ διαζεύξεως εἰς συναφὴν ἢ ἔμπαλιν μετέλθῃ τὸ μέλος.

Μελοποιία δέ ἐστι ποιὰ χρῆσις τῶν ὑποκειμένων.

Τῆς μουσικῆς ἐπιστήμης πολυμεροῦς ὑπαρχούσης μέρος ἐστὶν ἡ ἁρμονικὴ διαιρεθεῖσα εἰς τρόπους πεντεκαίδεκα, ὧν πρῶτος λύδιος.

Λυδίου τρόπου σημεῖα, τὰ μὲν ἄνω τῆς λέξεως, τὰ δὲ κάτω τῆς κρούσεως· προσλαμβανόμενος· ζῆτα ἐλλειπὲς καὶ ταῦ 𝈒 πλάγιον 𝈩 ὑπάτη ὑπατῶν· γάμμα ἀπεστραμμένον καὶ 𝈕 γάμμα ὀρθόν Γ παρυπάτη ὑπατῶν· βῆτα ἐλλειπὲς καὶ γάμμα 𝈖 ὕπτιον 𝉂 ὑπατῶν διάτονος· φῖ καὶ δίγαμμα Φ 𝈓 ὑπάτη μέσων· σ καὶ σ Ϲ Ϲ παρυπάτη μέσων· ρ καὶ σ ἀνεστραμμένον Ρ 𝈱 μέσων διάτονος· μῦ καὶ πῖ καθειλκυσμένον Μ 𝈳 μέση· ι καὶ λ πλάγιον Ι 𝈶 τρίτη συνημμένων· θ καὶ λ ἀνεστραμμένον Θ 𝈍 συνημμένων διάτονος· γ καὶ ν Γ Ν νήτη συνημμένων· ω τετράγωνον ὕπτιον καὶ ℧ ζῆτα Ζ παράμεσος· ζ καὶ πῖ πλάγιον Ζ 𝈸 τρίτη διεζευγμένων· ε τετράγωνον καὶ πῖ ἀνεστραμμένον Ε 𝈈 διεζευγμένων διάτονος· ω τετράγωνον ὕπτιον ℧ καὶ ζ Ζ νήτη διεζευγμένων· φῖ πλάγιον καὶ η ἀμελητικόν 𝈚 𝈿 τρίτη ὑπερβολαίων· υ κάτω νεῦον καὶ ἡμίαλφα 𝈛 ἀριστερὸν ἀνεστραμμένον 𝉀 ὑπερβολαίων διάτονος· μῦ καὶ πῖ καθειλκυ- Μʹ σμένον, ἐπὶ τὴν ὀξύτητα 𝈳ʹ νήτη ὑπερβολαίων· ι καὶ λ πλάγιον, ἐπὶ τὴν Ιʹ ὀξύτητα 𝈶ʹ Διπλοῦς ὁ χαρακτὴρ τῶν φθόγγων εἴληπται, ἐπειδὴ καὶ διπλῆν ἔχει τὴν χρῆσιν, ἐπὶ λέξεως γὰρ καὶ κρούσεως, καὶ ὅτι ἐν τοῖς ᾄσμασί ποτε μεσολαβεῖ καὶ κῶλα καὶ διαφόρῳ χαρακτῆρι τότʼ ἀνάγκη χρήσασθαι. ἰδίαν γὰρ ἀρχὴν τῆς ἀναγνώσεως λήψεται τὸ μέλος καὶ καταμηνύει, ὡς ἐν κρούσει τὴν χρῆσιν ἔχει, καὶ ὅτι οὐ ῥητῷ παραλέλειπται ἡ στίξις, ἀλλʼ ἔστιν ἢ παρελκυσμὸς μέλους κατὰ τὰς τοῦ ῥητοῦ συλλαβὰς ἢ μεταβολὴ ἐπὶ κῶλον μεσολαβοῦν ἢ ἐπαγόμενον. καὶ τὰ μὲν ἄνωθεν τῆς λέξεως, διὰ γὰρ φωνῆς ἄνωθεν ἡ λέξις μόνης, τὰ δὲ τῆς κρούσεως κάτωθεν διὰ χειρῶν.

Φθόγγοι καθʼ ἕκαστον πάντα τρόπον μελῳδούμενοί εἰσιν ὀκτωκαίδεκα· προσλαμβανόμενος εἷς, ὑπάται δύο, ὑπάτη ὑπατῶν, ὑπάτη μέσων, παρυπάται δύο, παρυπάτη ὑπατῶν, παρυπάτη μέσων, διάτονοι πέντε, ὑπατῶν διάτονος, μέσων διάτονος, συνημμένων διάτονος, διεζευγμένων διάτονος, ὑπερβολαίων διάτονος, μέση μία, παράμεσος μία, νῆται τρεῖς, νήτη συνημμένων, νήτη διεζευγμένων, νήτη ὑπερβολαίων, τρίται τρεῖς, τρίτη συνημμένων, τρίτη διεζευγμένων, τρίτη ὑπερβολαίων. ἀπὸ προσλαμβανομένου ἐπὶ ὑπάτην ὑπατῶν τόνος, ἀπὸ ὑπάτης ὑπατῶν ἐπὶ παρυπάτην ὑπατῶν ἡμιτόνιον, ἀπὸ παρυπάτης ὑπατῶν ἐπὶ ὑπατῶν διάτονον τόνος, ἀπὸ ὑπατῶν διατόνου ἐπὶ ὑπάτην μέσων τόνος, ἀπὸ ὑπάτης μέσων ἐπὶ παρυπάτην μέσων ἡμιτόνιον, ἀπὸ παρυπάτης μέσων ἐπὶ μέσων διάτονον τόνος, ἀπὸ μέσων διατόνου ἐπὶ μέσην τόνος, ἀπὸ μέσης ἐπὶ τρίτην συνημμένων ἡμιτόνιον, ἀπὸ τρίτης συνημμένων ἐπὶ συνημμένων διάτονον τόνος, ἀπὸ συνημμένων διατόνου ἐπὶ νήτην συνημμένων τόνος, ἀπὸ μέσης ἐπὶ παράμεσον τόνος, ἀπὸ παραμέσης ἐπὶ τρίτην διεζευγμένων ἡμιτόνιον, ἀπὸ τρίτης διεζευγμένων ἐπὶ διεζευγμένων διάτονον τόνος, ἀπὸ διεζευγμένων διατόνου ἐπὶ νήτην διεζευγμένων τόνος, ἀπὸ νήτης διεζευγμένων ἐπὶ τρίτην ὑπερβολαίων ἡμιτόνιον, ἀπὸ τρίτης ὑπερβολαίων ἐπὶ ὑπερβολαίων διάτονον τόνος, ἀπὸ ὑπερβολαίων διατόνου ἐπὶ νήτην ὑπερβολαίων τόνος.

Τὸ διὰ τεσσάρων φθόγγων μελῳδούμενον φθόγγων ἐστὶ τεσσάρων, διαστημάτων τριῶν, τόνων δύο ἥμισυ, ἡμιτονίων πέντε, διέσεων δέκα, καὶ ἔστιν ἐν ἐπιτρίτῳ λόγῳ ὡς τὰ τέσσαρα πρὸς τὰ τρία. τὸ διὰ πέντε φθόγγων μελῳδούμενον φθόγγων ἐστὶ πέντε, διαστημάτων τεσσάρων, τόνων τριῶν ἥμισυ, ἡμιτονίων ἑπτά, διέσεων δεκατεσσάρων, καὶ ἔστιν ἐν ἡμιολίῳ λόγῳ ὡς τὰ τρία πρὸς τὰ δύο. τὸ διὰ πασῶν φθόγγων μελῳδούμενον φθόγγων ἐστὶν ὀκτώ, διαστημάτων ἑπτά, τόνων ἕξ, ἡμιτονίων δώδεκα, διέσεων εἴκοσι τεσσάρων, καὶ ἔστιν ἐν διπλασίονι λόγῳ ὡς τὰ δύο πρὸς τὸ ἕν.

Τῶν συμφωνιῶν αἱ μέν εἰσιν ἀσύνθετοι, αἱ δὲ σύνθετοι, ἀσύνθετοι μὲν αἱ διὰ τεσσάρων αἵ τε διὰ πέντε, σύνθετοι δὲ αἱ διὰ ὀκτὼ καὶ ἕνδεκα καὶ δώδεκα καὶ δεκαπέντε. ἐν δὲ τῇ παραλλαγῇ τῶν ἁπλῶν συμφωνιῶν ὁ τόνος κατείληπται, καὶ τούτῳ διαιροῦντες τὴν πρώτην συμφωνίαν καὶ τὸ ἡμιτόνιον εὑρήκασι μεῖζον μὲν ἢ ὀκτωκαιδεκάτῳ, ἔλαττον δὲ ἢ ἐννεακαιδεκάτῳ. ὁ τόνος διαιρεῖται εἰς ἡμιτόνια ἄνισα δύο, εἴς τε μεῖζον καὶ ἔλαττον, ὧν τὸ μὲν μεῖζον κόμματι ἀποτομὴν καλοῦσιν οἱ μουσικοί, τὸ δὲ ἔλαττον λεῖμμα. ὁ τόνος ἐν ἐπογδόῳ λόγῳ ἐστὶν ὡς τὰ ἐννέα πρὸς τὰ ὀκτώ.

Τῶν δεκαπέντε τρόπων οἱ προσλαμβανόμενοι λέγουσι τω, αἱ ὑπάται τα, αἱ παρυπάται τη, οἱ διάτονοι τω, αἱ μέσαι τε, αἱ παράμεσοι τα, αἱ τρίται τη, αἱ νῆται τα. τετράχορδά ἐστι πέντε· ὑπατῶν, μέσων, συνημμένων, διεζευγμένων, ὑπερβολαίων. τω τα τη τω τα τη τω τε τη τω τα τα τη τω τα τη τω τα 𝈒 𝈕 𝈖 Φ Ϲ Ρ Μ Ι Θ Γ ℧ Ζ Ε ℧ 𝈚 𝈛 Μʹ Ιʹ 𝈩 ͜Γ 𝉂 𝈓 Ϲ ͜𝈱 𝈳 𝈶 ͜𝈍 Ν Ζ ͜𝈸 𝈈 Ζ 𝈿 ͜𝉀 𝈳ʹ 𝈶ʹ

ὑπάται μέσαι συνημμένων διεζευγμένων ὑπερβολαίων Σύστημα ἔλαττονρϙβ σιϛ σκη σνϛ σπη τδ τμβ τπδ υε υνϛ φιβ 𝈒 𝈕 𝈖 Φ Ϲ Ρ Μ Ι Θ Γ ℧ 𝈩 Γ 𝉂 𝈓 Ϲ 𝈱 𝈳 𝈶 𝈍 Ν Ζ

φιβ υλβ υπϛ φιβ φοϛ χμη ψκθ ψξη ℧ Ζ Ε ℧ … Ζ 𝈸 𝈈 Ζ …

Ἀγωγὴ προσεχὴς ἀπὸ τῶν βαρυτέρων ὁδὸς ἢ κίνησις φθόγγων ἐκ βαρυτέρου τόπου ἐπὶ ὀξύτερον, ἀνάλυσις δὲ τοὐναντίον. τὰς ἀγωγὰς καὶ τὰς ἀναλύσεις δεῖ μελῳδεῖν ἐκτείνοντας μᾶλλον καὶ μὴ βραχύνοντας τοὺς φθόγγους, ἡ γὰρ ἔμμονος αὐτῶν καὶ ἐπιμηκεστέρα ἐκφώνησις ἀκριβεστέραν τῇ ἀκοῇ χαρίζεται τὴν κρίσιν.

Τῶν τοῦ λυδίου τρόπου συμφωνιῶν αἱ καταγραφαί Ἀγωγὴ τοῦ διὰ τεσσάρων κατὰ σύνθεσιν·𝈩 Γ 𝉂 𝈓 𝈩 𝈓 𝈓 𝉂 Γ 𝈩 𝈓 𝈩 Γ 𝉂 𝈓 Ϲ Γ Ϲ Ϲ 𝈓 𝉂 Γ Ϲ Γ 𝉂 𝈓 Ϲ 𝈱 𝉂 𝈱 𝈱 Ϲ 𝈓 𝉂 𝈱 𝉂 𝈓 Ϲ 𝈱 𝈳 𝈓 𝈳 𝈳 𝈱 Ϲ 𝈓 𝈳 𝈓 Ϲ 𝈱 𝈳 𝈶 Ϲ 𝈶 𝈶 𝈳 𝈱 Ϲ 𝈶 Ϲ 𝈱 𝈳 𝈶 𝈍 𝈱 𝈍 𝈍 𝈶 𝈳 𝈱 𝈍 𝈱 𝈳 𝈶 𝈍 𝈈 𝈳 𝈈 𝈈 𝈸 𝈶 𝈳 𝈈 𝈳 𝈶 𝈸 𝈈 Ζ 𝈶 Ζ Ζ 𝈈 𝈸 𝈶 Ζ 𝈶 𝈸 𝈈 Ζ 𝈿 𝈸 𝈿 𝈿 Ζ 𝈈 𝈸 𝈿 𝈸 𝈈 Ζ 𝈿 𝉀 𝈈 𝉀 𝉀 𝈿 Ζ 𝈈 𝉀 𝈈 Ζ 𝈿 𝉀 𝈳ʹ Ζ 𝈳ʹ 𝈳ʹ 𝉀 𝈿 Ζ 𝈳ʹ Ζ 𝈿 𝉀 𝈳ʹ 𝈶ʹ 𝈿 𝈶ʹ 𝈶ʹ 𝈳ʹ 𝉀 𝈿 𝈶ʹ 𝈿

Ἀνάλυσις τοῦ διὰ τεσσάρων𝈿 𝈶ʹ 𝈿 𝉀 𝈳ʹ 𝈶ʹ 𝈶ʹ 𝈿 𝈶ʹ 𝈳ʹ 𝉀 𝈿 Ζ 𝈳ʹ Ζ 𝈿 𝉀 𝈳ʹ 𝈳ʹ Ζ 𝈳ʹ 𝉀 𝈿 Ζ 𝈈 𝉀 𝈈 Ζ 𝈿 𝉀 𝉀 𝈈 𝉀 𝈿 Ζ 𝈈 𝈸 𝈿 𝈸 𝈈 Ζ 𝈿 𝈿 𝈸 𝈿 Ζ 𝈈 𝈸 𝈶 Ζ 𝈶 𝈸 𝈈 Ζ Ζ 𝈶 Ζ 𝈈 𝈸 𝈶 𝈳 𝈈 𝈳 𝈶 𝈸 𝈈 𝈈 𝈳 𝈈 𝈸 𝈶 𝈳 𝈱 𝈍 𝈱 𝈳 𝈶 𝈍 𝈍 𝈱 𝈍 𝈶 𝈳 𝈱 Ϲ 𝈶 Ϲ 𝈱 𝈳 𝈶 𝈶 Ϲ 𝈶 𝈳 𝈱 Ϲ 𝈓 𝈳 𝈓 Ϲ 𝈱 𝈳 𝈳 𝈓 𝈳 𝈱 Ϲ 𝈓 𝉂 𝈱 𝉂 𝈓 Ϲ 𝈱 𝈱 𝉂 𝈱 Ϲ 𝈓 𝉂 Γ Ϲ Γ 𝉂 𝈓 Ϲ Ϲ Γ Ϲ 𝈓 𝉂 Γ 𝈩 𝈓 𝈩 Γ 𝉂 𝈓 𝈓 𝈩 𝈓 𝉂 Γ 𝈩

Διαιρέσεις ἢ καὶ μίξεις τῆς διὰ πέντε συμφωνίας·

Περὶ μελοποιίας

Ὁ ῥυθμὸς συνέστηκεν ἔκ τε ἄρσεως καὶ θέσεως καὶ χρόνου τοῦ καλουμένου ὑπʼ ἐνίων κενοῦ. μακρὰ δίχρονος ̅ μακρὰ τρίχρονος 𝉂 μακρὰ τετράχρονος 𝉃 μακρὰ πεντάχρονος 𝉄

Τὰ δὲ τοῦ μέλους ὀνόματά τε καὶ σημεῖα καὶ σχήματα οὕτως τέτακται· πρόληψις, ἔκληψις, πρόκρουσις, ἔκκρουσις, κομπισμός, μελισμός, τερετισμός.

Ἡ μὲν οὖν θέσις σημαίνεται, ὅταν ἁπλῶς τὸ σημεῖον ἄστικτον ᾖ, ἡ δὲ ἄρσις, ὅταν ἐστιγμένον. ὅσα οὖν ἤτοι διʼ ᾠδῆς ἢ μέλους χωρὶς στιγμῆς ἢ χρόνου τοῦ καλουμένου κενοῦ γράφεται, τὰ μὲν ἐν ᾠδῇ κεχυμένα λέγεται, ἐν δὲ μέλει μόνῳ καλεῖται διαψηλαφήματα.

Τὰ δὲ προειρημένα τοῦ μέλους ὀνόματά τε καὶ σημεῖα καὶ σχήματα οὕτω τέτακται·

Πρόληψίς ἐστιν ἐκ τοῦ βαρυτέρου φθόγγου ἐπὶ τὸν ὀξύτερον φθόγγον ἀνάδοσις, ἥν τινες καλοῦσιν ὑφὲν ἔσωθεν. τοῦτο δὲ γίγνεται ποικίλως οἷον ἐκ τοῦ ἐγγὺς φθόγγου τωα ταη τηω τωα ταη τηω τωε ͜𝈩Γ ͜Γ𝉂 𝉂͜𝈓 ͜𝈓Ϲ ͜Ϲ𝈱 … 𝈱𝈳 … 𝈳𝈶 … διὰ τριῶν ͜𝈓𝈱τωη, διὰ τεσσάρων ͜𝈓𝈳τωω, διὰ πέντε ͜𝈓𝈶τωε.

Ἔκληψις δὲ τὰ ὑπεναντία τούτοις ἀπὸ τῶν ὀξυτέρων ἐπὶ τὰ βαρύτερα ἄνεσις, ἥν τινες ὀνομάζουσιν ὑφὲν ἔξωθεν· … ͜Ϲ𝈓 ͜𝈱𝈓 … 𝈶𝈓 … .

Πρόκρουσις δέ ἐστιν ἐν χρόνοις δύο οἷον ἐκ τοῦ ἐγγὺς φθόγγου … , διὰ τριῶν 𝈓𝈱, διὰ τεσσάρων 𝈓𝈳, διὰ πέντε 𝈓𝈶.

Ἔκκρουσις δὲ τὰ ὑπεναντία τούτοις ἀπὸ τῶν ὀξυτέρων ἐπὶ τὰ βαρύτερα· Ϲ𝈓 𝈱𝈓 𝈳𝈓 … 𝈶𝈓.

Ἐκκρουσμὸς δέ, ὅταν τοῦ αὐτοῦ φθόγγου δὶς λαμβανομένου ὁ ὀξύτερος προστίθηται· 𝈓Ϲ𝈓 Ϲ𝈱Ϲ.

Τὸν δὲ κομπισμὸν λέγομεν οὕτως· 𝈓+𝈓 Σ+Στων τω ταν τα, δὲ μελισμὸν οὕτως· 𝈓×𝈓τωννω … Σ×Σταννα.

Τὸν δὲ κοινὸν ἐκ τῆς συνθέσεως αὐτῶν σχηματισμόν, ὃν καλοῦσιν ἔνιοι τερετισμόν, λέγομεν οὕτως· 𝈓+𝈓×𝈓τωντωννω.

Προκρούσεως δὲ γενομένης ἐκ τοῦ διὰ πασῶν κομπισμὸς γίγνεται.

Ἡ δὲ λεγομένη διαστολὴ ἐπί τε τῶν ᾠδῶν καὶ τῆς κρουματογραφίας παραλαμβάνεται ἀναπαύουσα καὶ χωρίζουσα τὰ προάγοντα ἀπὸ τῶν ἐπιφερομένων ἑξῆς. ἔστι δὲ αὐτῆς σημεῖον τόδε 𝈒.

Ἡ ἀνθρωπίνη φωνὴ μεμέτρηται φυσικῶς τῷ τρὶς διὰ πασῶν διαστήματι, καὶ ἐπειδὴ τὰ βαρύτατα ἀδιάκριτά ἐστι τῇ ἀκοῇ, τὰ δʼ ὀξύτατα δυσεκφώνητα, τὴν μίαν διὰ πασῶν ἐξ ἀμφοτέρων τῶν ἄκρων συστέλλοντες μελῳδοῦμεν κατὰ τὸ μέσον τὴν δὶς διὰ πασῶν ἐν τῷ λυδίῳ, εἶτα τετράχορδον ὑποβαίνοντες τὸ ὑπολύδιον καὶ ἑξῆς ὁμοίως τετράχορδον ἀναβαίνοντες τὸν ὑπερλύδιον.

Κεχυμέναι ᾠδαὶ καὶ μέλη λέγεται τὰ κατὰ χρόνον ἀσύμμετρα καὶ χύδην κατὰ τοῦτον μελῳδούμενα. ὁ χρόνος ἑαυτὸν οὐ δύναται μετρῆσαι, τοῖς οὖν ἐν αὐτῷ γινομένοις μετρεῖται.

τκδ τξδ τπδ υλβ υπϛ φιβ φοϛ χμη ψκθ ψξη ωξδ ϡοβ ͵ακδ ͵αρνβ ͵ασϙϛ 𝈒 𝈕 𝈖 Φ Ϲ Ρ Μ Ι Ζ Ε ℧ 𝈚 𝈛 … 𝈩 Γ 𝉂 𝈓 Ϲ 𝈱 𝈳 𝈶 𝈸 𝈈 Ζ 𝈿 𝉀 … μέ— παράση μεσος

Ἄλλος ἑξάσημος 𝈩 Γ 𝉂 𝈓̇ 𝈩 𝉂 Γ 𝈓̇ 𝈩 𝈓 Γ 𝉂̇ 𝈩 Γ 𝈓 𝉂̇ 𝈩 𝉂 𝈓 Γ̇ 𝈩 𝈓 𝉂 Γ̇

Ἑνδεκάσημος 𝈩 Λ 𝈓 𝈩 𝈓 Ϲ Λ Ϲ 𝉂 𝈩 Λ Ϲ Λ 𝈓 𝉂̇ 𝉂 Γ Λ Γ 𝈓 𝉂 Λ̇ 𝈩 Γ̇ 𝈩 Γ̇ 𝉂̇ 𝈓 Λ̇ Ϲ 𝉂̇ 𝈓 Λ̇ Ϲ 𝈓̇ Ϲ 𝈓̇ 𝉂̇ 𝈓 Λ̇̇ Ϲ 𝉂̇ 𝈩 Λ̇

Δωδεκάσημος 𝈩 Γ Λ 𝉂̇ 𝈓 Σ̇ 𝈱̇ 𝈳 Λ̇ 𝈶 𝈶 𝈳 Λ̇̇ 𝈱 𝈓 𝉂̇ Γ Λ 𝈩

Τετράσημος 𝈩 Γ 𝉂̇ 𝈓̇ 𝈩 𝉂 Γ̇ 𝈓̇ 𝈩 𝈓 Γ̇ 𝉂̇ 𝈩 Γ 𝈓̇ 𝉂̇ 𝈩 𝉂 𝈓̇ Γ̇ 𝈩 𝈓 𝉂̇ Γ̇

Ὀκτάσημος 𝈩 Λ Γ 𝉂̇ 𝈓 Ϲ 𝈓 Ϲ 𝈩 Λ̇ Γ 𝉂̇ 𝈓 Ϲ 𝈓̇ 𝉂̇ 𝈩 Λ̇ 𝉂 Γ̇ 𝈩 𝉂 Γ 𝉂̇ Ϲ 𝈓𝈓𝈓 𝈓 Γ̇ 𝈓 𝉂 𝈩̇ Κενὸς βραχύς Λ κενὸς μακρός Λ̅ κενὸς μακρὸς τρίς Λ𝉂 κενὸς μακρὸς τετράκις Λ𝉃

Πῶς δεῖ καταλαβέσθαι τὰς διαφορῶν τάξεις, οἷον δὶς διὰ πασῶν ιβ πρὸς γ διὰ πασῶν καὶ διὰ πέντε ιβ πρὸς δ θ πρὸς γ διὰ πασῶν ιβ πρὸς ϛ η πρὸς δ ϛ πρὸς γ διὰ πέντε ιβ πρὸς η θ πρὸς ϛ ϛ πρὸς δ διὰ τεσσάρων ιβ πρὸς θ η πρὸς ϛ δ πρὸς γ τόνος δέ ἐστιν θ πρὸς η, ὅθεν καὶ ἐπόγδοος καλεῖται.

Κῶλον ἑξάσημον 𝉂̇ 𝈱 𝈶 𝈈 𝈸 𝈶 𝈳 𝈱 𝈳 𝈶 𝈳 𝈓 Ϲ Ϲ 𝈱 𝈳 𝈱 𝉂̇ 𝈈 𝈶