Headed Art of Music, this section begins with rhythm, made of arsis, thesis and empty time, and the signs for long notes of two to five time units. It then names and defines the melodic figures, prolepsis, eklepsis, prokrousis, ekkrousis, ekkrousmos, kompismos, melismos and teretismos, each with its notation and sung syllables such as tōntō and tanta, and closes on the diastole, the sign that divides phrases in songs and in written instrumental music.

Part of Anonymous Writings on Music, Bellermannian

ΤΕΧΝΗ ΜΟΥΣΙΚΗΣ

Ὁ ῥυθμὸς συνέστηκεν ἔκ τε ἄρσεως καὶ θέσεως καὶ χρόνου τοῦ καλουμένου παρά τισι κενοῦ. διαφοραὶ δὲ αὐτοῦ αἵδε· μακρὰ δίχρονος ̅ μακρὰ τρίχρονος 𝉂 μακρὰ τετράχρονος 𝉃 μακρὰ πεντάχρονος 𝉄

Τὰ δὲ τοῦ μέλους ὀνόματά τε καὶ σημεῖα καὶ σχήματα οὕτω τέτακται· πρόληψις ͜𝈓Ϲ ͜𝈓𝈱 ͜𝈓𝈳 ͜𝈓𝈶 ἔκληψις ͜Ϲ𝈓 ͜𝈱𝈓 ͜𝈳𝈓 … ͜𝈶𝈓 πρόκρουσις 𝈓Ϲ 𝈓𝈱 𝈓𝈳 𝈓𝈶 ἔκκρουσις Ϲ𝈓 𝈱𝈓 𐅃𝈓 𝈶𝈓 ἐκκρουσμός 𝈓Ϲ𝈓 Ϲ𝈱Ϲ κομπισμός 𝈓+𝈓 Ϲ+Ϲ 𝈱+𝈱 𝈳+𝈳 𝈶+𝈶 μελισμός 𝈓×𝈓 Ϲ×Ϲ 𝈱×𝈱 𝈳×𝈳 𝈶×𝈶 τερετισμός 𝈓+𝈓×𝈓

Ἡ μὲν οὖν θέσις σημαίνεται, ὅταν ἁπλῶς τὸ σημεῖον ἄστικτον ᾖ, οἷον 𝈩, ἡ δʼ ἄρσις, ὅταν ἐστιγμένον. ὅσα οὖν ἤτοι διʼ ᾠδῆς ἢ μέλους χωρὶς στιγμῆς ἢ χρόνου τοῦ καλουμένου κενοῦ παρά τισι γράφεται ἢ μακρᾶς διχρόνου ̅ ἢ τριχρόνου 𝉂 ἢ τετραχρόνου 𝉃 ἢ πενταχρόνου 𝉄, τὰ μὲν ἐν ᾠδῇ κεχυμένα λέγεται, ἐν δὲ μέλει μόνῳ καλεῖται διαψηλαφήματα.

Τὰ δὲ προειρημένα τοῦ μέλους ὀνόματά τε καὶ σημεῖα καὶ σχήματα οὕτω τέτακται·

Πρόληψίς ἐστιν ἐκ τοῦ βαρυτέρου φθόγγου ἐπὶ τὸν ὀξύτερον κατὰ μέλος ἐπίτασις ἤτοι ἀνάδοσις, ἥν τινες καλοῦσιν ὑφὲν ἔσωθεν. τοῦτο δὲ γίγνεται ποικίλως, ἀμέσως τε καὶ διὰ μέσου, ἀμέσως μὲν οἷον ͜𝈓Ϲ, ἐμμέσως δὲ οἷον διὰ τριῶν … 𝈓𝈱 … , διὰ τεσσάρων … 𝈓𝈳 … , διὰ πέντε … 𝈓𝈶 … .

Ἔκληψις δὲ τὰ ὑπεναντία τούτοις ἀπὸ τῶν ὀξυτέρων ἐπὶ τὰ βαρέα ἄνεσις οἷον ἀμέσως μὲν ͜Ϲ𝈓, ἐμμέσως δὲ διὰ τριῶν ͜𝈱𝈓, διὰ τεσσάρων … 𝈳𝈓 … , διὰ πέντε ͜𝈶𝈓.

Πρόκρουσίς ἐστιν ἑνός, τοῦτʼ ἔστιν ἐλάττονος χρόνου δύο μέλη, τοῦτʼ ἔστι δύο φθόγγοι ἀπὸ τῶν βαρέων ἐπὶ τὰ ὀξέα οἷον ἀμέσως μὲν … 𝈓Ϲ … , ἐμμέσως δὲ διὰ τριῶν 𝈓𝈱, διὰ τεσσάρων 𝈓𝈳, διὰ πέντε 𝈓𝈶.

Ἔκκρουσις δὲ τὰ ὑπεναντία τούτοις ἀπὸ τῶν ὀξέων ἐπὶ τὰ βαρέα οἷον ἀμέσως μὲν Ϲ𝈓, ἐμμέσως δὲ διὰ τριῶν 𝈱𝈓, διὰ τεσσάρων 𝈳𝈓, διὰ πέντε 𝈶𝈓.

Ἐκκρουσμὸς δέ ἐστιν, ὅταν τοῦ αὐτοῦ φθόγγου δὶς λαμβανομένου μέσος παραλαμβάνηται ὀξύτερος φθόγγος οἷον … 𝈓Ϲ𝈓 … Ϲ𝈱Ϲ … .

Τὸν δὲ κομπισμὸν λέγομεν οὕτως τωντω ταντα 𝈓+𝈓 Ϲ+Ϲ. τὸν δὲ μελισμὸν λέγομεν οὕτως τωννω ταννα 𝈓×𝈓Ϲ×Ϲ.

Τὸν δὲ κοινὸν ἐκ τῆς συνθέσεως αὐτῶν σχηματισμὸν καλοῦμεν ἔνιοι τερετισμὸν κομπισμοῦ τε καὶ μελισμοῦ ἤτοι μελισμοῦ καὶ κομπισμοῦ. λέγομεν οὕτως τωντωννω 𝈓+𝈓×𝈓.

Προκρούσεως δὲ γενομένης ἐκ τοῦ διὰ πασῶν κομπισμὸν ποιεῖ. ἑξῆς δὲ λέγομεν.

Ἡ διαστολὴ ἐπί τε τῶν ᾠδῶν καὶ τῆς κρουματογραφίας παραλαμβάνεται ἀναπαύουσα καὶ χωρίζουσα τὰ προάγοντα ἀπὸ τῶν ἐπιφερομένων ἑξῆς. ἔστι δὲ αὐτῆς σχῆμα καὶ σημεῖον τόδε 𝈒.