eul_wid: sne-by
DOI 10.5281/zenodo.20418549

Gregory of Nazianzus Moral Poem Thirty in Greek

521 (5t) ΤΟΜΗ Βʹ. ΕΠΗ ΗΘΙΚΑ.
521 (5t) Αʹ. Παρθενίης ἔπαινος.
521 (5t) Παρθενίην στεφάνοις ἀναδήσομεν ἡμετέροισιν, Ἐκ καθαρῆς κραδίης καθαροῖς μέλποντες ἐν ὕμνοις.
521 (5t) Τοῦτο γὰρ ἡμετέροιο βίου ξεινήϊον ἐσθλὸν,
522 (6) Χρυσοῦ τ’ ἠλέκτρου τε φαάντερον, ἠδ’ ἐλέφαντος, Οἷς ζωὴν χθονίην χαμάδις βάλε παρθένος οἶστρος, Πρὸς Θεὸν ὑψιμέδοντα νόου πτερὸν ἔνθεν ἀείρων. Ἀρχομένου δ’ ὕμνοιο συνιαίνοισθε μὲν ἁγνοί·
522 (6) Ξυνὸν γὰρ πάντεσσιν ὕμνος γέρας εὐαγέεσσιν.
523 Οἱ φθονεροὶ δὲ θύρῃσιν ἐπιφράσσοισθε ἀκουάς· Εἰ δέ τις ἀμπετάσειεν, ἁγνίζοιτο φρένα μύθῳ. Παρθενίη, μέγα χαῖρε, θεόσδοτε, δῶτερ ἐάων, Μῆτερ ἀπημοσύνης, Χριστοῦ λάχος, οὐρανίοισι
523 Κάλλεσιν ἀζυγέεσσιν ὁμόζυγε· ἀζυγέες γὰρ, Πρῶτα Θεὸς, μετέπειτα Θεοῦ χορὸς αἰὲν ἐόντος. Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ’ ὀνομαστὸν, Οὔθ’ ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος, Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισιν
523 Ἑλκώμεσθα πρὸς ὕψος ἀεὶ νέον· οἱ δέ τε φῶτα Δεύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης. Πρώτη παρθένος ἐστὶν ἁγνὴ Τριάς. Ἐκ μὲν ἀνάρχου Πατρὸς Υἱὸς ἄναξ, οὔτ’ ἔκτοθεν ὁρμηθέντος
524 (Αὐτὸς γὰρ πάντεσσιν ὁδὸς καὶ ῥίζα καὶ ἀρχὴ), Οὔτε πάϊν θνητοῖσιν ὁμοίϊα γειναμένοιο, Ἀλλ’ ὡς ἐκ σέλαος σέλας ἔρχεται. Ἐκ δ’ ἄρα Παιδὸς, Οὐκέτι παῖς ἀγαπητὸς ὁμοίϊον εὖχος ἐφέλκων·
524 Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ’ Υἱὸς Οἶον καὶ μούνοιο μονώτατος· εἰς ἓν ἰόντε Πνεύματι σὺν μεγάλῳ, τό ῥα πατρόθεν εἶσιν ὁμοῖον, Εἷς Θεὸς ἐν τρισσοῖσιν ἀνοιγόμενος φαέεσσι. Τοίη μὲν Τριάδος καθαρὴ φύσις. Ἐκ δ’ ἄρα κείνης,
524 Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ, Πῦρ καὶ πνεύματα θεῖα δι’ ἠέρος ὦκα θέοντες,
524 Ἐσσυμένως μεγάλῃσιν ὑποδρήσσουσιν ἐφετμαῖς.
525 Τοῖσι μὲν οὔτε γάμος, οὔτ’ ἄλγεα, οὐ μελεδῶναι, Οὐ παθέων κλόνος αἰνὸς ἀτάσθαλος· οὐ μελέεσσι Σχίζοντ’, οὐδὲ δόμοισιν· ὁμόφρονες ἀλλήλοισιν, Αὑτῷ τ’ αὐτὸς ἕκαστος. Ἴη φύσις, ἕν τε νόημα,
525 Εἷς πόθος ἀμφὶ ἄνακτα Θεὸν μέγαν. Οὐδέ τι παισὶ Τέρποντ’, οὔτ’ ἀλόχοισι, γλυκὺν πόνον ἀμφιέποντες· Οὐ πλοῦτος κείνοισιν ἐράσμιος, οὐδ’ ὅσα θνητοῖς Γαῖα φέρει κακίης μελεδήματα. Οὐκ ἀρόουσιν, Οὐ πελάγη πλώουσιν ἀτειρέος εἵνεκα γαστρὸς,
525 Γαστέρος ἀρχεκάκοιο· τροφὴ μία πᾶσιν ἀρίστη Δαίνυσθαι μεγάλοιο Θεοῦ λόγον, ἠδὲ φαεινῆς Ἕλκειν ἐκ Τριάδος σέλας ἄπλετον. Οἰόβιοι δὲ Ζώουσιν καθαροῖο Θεοῦ καθαροὶ θεράποντες,
526 Ἁπλοῖ τε, νοεροί τε, διαυγέες, οὔτ’ ἀπὸ σαρκῶν Ἀρχόμενοι (σάρκες γὰρ ἐπεὶ πάγεν, αὖθις ὀλοῦνται), Οὔτ’ ἐπὶ σάρκας ἰόντες, ὅπερ δ’ ἐγένοντο, μένοντες. Τοῖς μέτα παρθενίη θεοείκελος, οἶμος ἑτοίμη
526 Πρὸς Θεὸν, ἑσπομένη τε νοήμασιν Ἀθανάτοιο Νωμῶντος μεγάλοιο σοφῶς οἰήϊα κόσμου· Ἐν δὲ καὶ οὐρανίδην, χθόνιον, μεγαλήνορα, θνητὸν, Ἀνθρώπων μογερῶν ἱερὸν γένος, εὖχος Ἄνακτος. Εἰ δ’ ἄγε νῦν ἐρέω μυστήρια κεδνὰ Θεοῖο,
526 Παρθενίη τε χρόνοισιν ὅπως πυμάτοισιν ἔλαμψεν. Ἦν ποτ’ ἔην, ὅτε πάντα κελαινὴ νὺξ ἐκάλυπτεν. Οὐδ’ ἄρ’ ἔην ἠοῦς ἐρατὸν φάος· οὐδὲ κέλευθον Ἠέλιος πυρόεσσαν ἐπέσσυτο ἀντολίηθεν.
526 Οὐ μήνη κερόεσσα φαείνετο, νυκτὸς ἄγαλμα.
527 Πάντα δ’ ἅμ’ ἀλλήλοισι φορούμενα, μὰψ ἀλάλητο Πρωτογόνου χάεος ζοφεροῖς δεδμημένα δεσμοῖς. Ἀλλὰ σὺ, Χριστὲ μάκαρ, Πατρὸς μεγάλου φραδίῃσι Πειθόμενος τὰ ἕκαστα διέκρινας εὖ κατὰ κόσμον.
527 Ἤτοι μὲν πρώτιστα φάος γένεθ’, ὥς κεν ἅπαντα Ἔργα πέλοι χαρίεντα φάους πλέα. Αὐτὰρ ἔπειτα Οὐρανὸν ἀστερόεντα κυκλώσαο, θαῦμα μέγιστον, Ἠελίῳ μήνῃ τε διαυγέα. Τοῖσιν ἔειπας, Τῷ μὲν ἄρ’ ἠριγένειαν ἐπ’ ἀνθρώποισι φαείνειν
527 Φωτὸς ἀπειρεσίοιο ῥοαῖς, καὶ ὥρας ἑλίσσειν· Τῇ δὲ κνέφας σελάειν, καὶ δεύτερον ἦμαρ ὀπάζειν. Τῷ δ’ ὑπὸ γαῖαν ἔθηκας ἐμὸν ἕδος, ἐν δὲ θάλασσαν Γαίης ἀγκαλίδεσσιν ἔδησας, γῆν δὲ θαλάσσῃ Ὠκεανοῦ κόλποισι περίῤῥυτον. Ὣς δὲ τὰ πάντα
528 Κόσμος ἔην, γαίη τε, καὶ οὐρανὸς, ἠδὲ θάλασσα, Οὐρανὸς οὐρανίοισιν ἀγαλλόμενος φαέεσσι, Πόντος δὲ πλωτοῖς, πεζοῖς δέ τε γαῖα πελώρη. Ἀθρήσας τότ’ ἔπειτα καὶ ἄρμενα πάντα νοήσας,
528 Τέρπετο Παιδὸς ἄνακτος ὁμοφρονέουσιν ἐπ’ ἔργοις. Δίζετο καὶ σοφίης ἐπιΐστορα μητρὸς ἁπάντων, Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ’ ἔειπεν· Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες Οὐρανὸν εὐρὺν ἔχουσιν, ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ,
528 Ὑμνοπόλοι, μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον· Γαῖα δ’ ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέουσι. Μικτὸν ἔτ’ ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι
528 Θνητῶν τ’ ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ,
529 Τερπόμενόν τ’ ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην Οὐρανίων, χθονίων τε μέγα κράτος, ἄγγελον ἄλλον Ἐκ χθονὸς, ὑμνητῆρά τ’ ἐμῶν μενέων τε νόου τε. Ὣς ἄρ’ ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης,
529 Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφήν. Τῇ δ’ ἄρ’ ἑῆς ζωῆς μοιρήσατο· ἐν γὰρ ἕηκε Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ. Ἐκ δὲ χοὸς πνοιῆς τε βροτὸς γένετ’, ἀθανάτοιο Εἰκών· ἡ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι.
529 Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν, Τοῦ δ’ ἔρον ἐν στήθεσσιν ἔχω θείην διὰ μοῖραν.
530 Αὐτὰρ ἐπεὶ θεῖον μὲν ἐπὶ χθονὶ πλάσμα φαάνθη, Καὶ χθονὸς, ἐν γυάλοισιν ἀειθαλέος παραδείσου, Τῷ δ’ οὔπω τις ἀρωγὸς ὁμοίϊος ἔσκε βίοιο, Δὴ τότε μητιέταο Λόγου τόδε θαῦμα μέγιστον·
530 Τὸν βροτὸν, ὅνπερ ἔτευξεν ἑοῦ θηήτορα κόσμου, Ῥίζαν ἐμὴν, καὶ σπέρμα πολυσχιδέος βιότοιο, Ἄνδιχα μοιρήσας μεγάλῃ ζωαρκέϊ χειρὶ, Πλευρὴν ἐκ λαγόνων μούνην ἕλε, τήν ῥα γυναῖκα Δειμάμενος, καὶ φίλτρον ἐνὶ στέρνοισι κεράσσας,
530 Ἀμφοτέροις ἐφέηκεν ἐπ’ ἀλλήλοισι φέρεσθαι· Οὐ πᾶς’ οὐδ’ ἐπὶ πάντας, ὅρον δ’ ἐπέθηκε πόθοισιν,
530 Ὅν ῥα γάμον καλέους’, ὕλης ἀμέτροιο χαλινὸν,
531 Ὡς μὴ μαιμώωσα, καὶ ἄσχετα μαργαίνουσα, Προφρονέως ἀγεληδὸν ἐπ’ ἀλλήλοισιν ἰόντων, Ῥήξειεν μερόπων ἱερὸν γένος ἐκ φιλότητος Ἀζυγέος, πολέμους δὲ καὶ ἔχθεα πᾶσιν ὀρίνῃ
531 Οἶστρος ἀσημάντοισι φορεύμενος ἀφραδίῃσιν. Ὄφρα μὲν οὖν μήτειρα βροτῶν ἐπεδεύετο γαῖα, Οὐδ’ εἶχεν κόσμον τὸν ὑπέρτατον, ὥσπερ ἔμελλεν, Ἀλλὰ καὶ ὁ πρώτιστος ἀτασθαλίῃσιν ἑῇσι, Βασκανίῃ τε δράκοντος ἀδευκέος ἐκ παραδείσου
531 Βληθεὶς ἀνδροφόνοιο φυτοῦ διὰ γεῦσιν ἀλιτρὴν, Δερματίνοισι χιτῶσιν ἑὴν ἔβρις’ ἐπὶ γαῖαν· Τόφρα δὲ καὶ δυὰς ἦεν ἐν ἀνθρώποισιν ἀρίστη, Καὶ γάμος, ἀνδρομέης γενεῆς φύσις, ἄλκαρ ὀλέθρου.
532 Ὥς κεν ἀπολλυμένων τε καὶ ἐρχομένων μετόπισθεν Ἕλκηται μερόπων τρεπτὸν γένος, οἷα ῥέεθρον, Ἄστατον ἐκ θανάτοιο, καὶ ἱστάμενον τεκέεσσιν. Αὐτὰρ ἐπεὶ κόλποι τε καὶ εὐρέα πείρατα γαίης,
532 Ἀντολίη τε, δύσις τε, νότου πλευρὴ, βορέου τε Πλῆσθεν ἐφημερίων, ὕβριν δ’ ἐξέζεσεν ἰλὺς, Καὶ πολλοῖσι πάρος παιδεύμασι πλάσμα δαμασθὲν Γλώσσαις τεμνομένῃσι, καὶ ὕδασι, καὶ πυρὸς ὄμβροις, Καὶ γραπτοῖο νόμοιο διδάγμασιν, ἠδὲ προφήταις,
532 Οὐκ ἔθελε πρώτης κακίης ἀπὸ δεσμὰ τινάξαι, Ἀλλ’ αἰεὶ στερεοῖσιν ἐν ἅμμασιν εἴχετο σαρκὸς,
532 Μαχλοσύναις τε, μέθαις τε καὶ εἰδώλοισι μεμῃνὸς,
533 Ὑστάτιον τοιῆσδε φίλον γένος ἔμμορε τιμῆς Νεύμασιν ἀθανάτοιο Πατρὸς, καὶ ἔργμασι Παιδός. Χριστὸς, ὅσον βροτέῳ ἐνὶ σώματι κάτθετο μοίρης Οὐρανίης, λεύσσων κακίης ὕπο θυμοβόροιο
533 Δαπτόμενον, σκολιόν τε βροτῶν μεδέοντα δράκοντα, Ὥς κεν ἀναστήσειεν ἑὸν λάχος, οὐκέτι νοῦσον Ἄλλοισιν ἐφέηκεν ἀρηγόσιν, (οὐ γὰρ ἐπαρκὲς Τοῖς μεγάλοις παθέεσσι μικρὸν ἄκος·) ἀλλὰ κενώσας Ὃν κλέος, οὐράνιός τε καὶ ἄτροπος οὐρανίοιο
533 Εἰκὼν, ἀνδρομέοις τε καὶ οὐ βροτέοισι νόμοισι, Σεμνοῖς ἐν σπλάγχνοισιν ἀπειρογάμοιο γυναικὸς Σαρκωθεὶς, ὦ θάμβος ἀφαυροτάτοισιν ἄπιστον, Ἦλθε Θεὸς θνητός τε, φύσεις δύο εἰς ἓν ἀγείρας,
534 Τὴν μὲν κευθομένην, τὴν δ’ ἀμφαδίην μερόπεσσιν, Ὧν Θεὸς ἡ μὲν ἔην, ἡ δ’ ὕστατον ἄμμιν ἐτύχθη, Τῆμος, ὅτ’ ἐν σπλάγχνοισι μίγη Θεὸς ἀνδρομέοισιν· Εἷς Θεὸς ἀμφοτέρωθεν· ἐπεὶ θεότητι κερασθεὶς,
534 Καὶ βροτὸς ἐκ θεότητος ἄναξ καὶ Χριστὸς ὑπέστη. Καινὴ δ’ ἔπλετο μίξις, ἐπεὶ προτέρην ἀθέριξα. Πρῶτον ἐγὼ πνοιῆς θείης λάχον, ὑστάτιον δὲ Χριστὸς ἐμὴν ψυχήν τε καὶ ἅψεα πάνθ’ ὑπέδεκτο, Κεῖνον Ἀδὰμ τὸν πρόσθεν ἐλεύθερον, ὃς γυμνὸς ἦεν
534 Ἀμπλακίης, πρὶν ὄφιν τε ἰδεῖν, καρποῦ τε πάσασθαι
534 Καὶ θανάτου, θυμὸν δὲ νοήμασιν ἔτρεφεν ἁπλοῖς
535 Οὐρανίοις, μύστης τε Θεοῦ θείων τε φαεινός. Τὸν μὲν ἀναπλάσσων, βροτέην Θεὸς ἐς φύσιν ἦλθεν, Ὥς κεν ἀεθλεύσας τε καὶ ἐκ θανάτοιο φονῆα Νικήσας, γεῦσίν τε χολῇ, καὶ χεῖρας ἀθέσμους
535 Ἥλοισι, σταυρῷ τε φυτὸν, καὶ ὕψεϊ γαῖαν, Πρὸς ζωὴν παλίνορσον Ἀδὰμ καὶ κῦδος ἀνάξῃ. Πείρασι δ’ ἁπλώσας ἱερὸν δέμας, ὃν βροτὸν αὐτὸς Ἐκ περάτων συνάγειρε, καὶ εἰς ἕνα δήσατο φῶτα, Καὶ μεγάλης θεότητος ἐν ἀγκοίνῃσιν ἔθηκεν,
535 Αἵματι μὲν Ἀμνοῖο μολύσματα πάντα καθῄρας, Οἴμου δ’ οὐρανίης θνητοῖς ἀγὸς ἔνθεν ἀερθείς. Ὦ Ἄνα, τίς δέ κε σεῖο νόον καὶ βένθος ἀνεύροι, Ὃς σταγόνων ὑετοῖο, καὶ ὃς ἁλίης ψαμάθοιο Οἶδας ἀριθμὸν ἅπαντα, καὶ ὃς ἀνέμοιο κελεύθους;
536 Τίς δέ κεν αὖ γνώσοιτο τεῆς, Μάκαρ, ἴχνια βουλῆς, Ὑψιμέδων ὡς πάντ’ ἐφορᾷς καὶ πάντα κυβερνᾷς, Αἰὼν ὅσσα κέκευθεν ἀπείριτος; Ἐς δὲ σὲ τείνων Νοῦς μερόπων τυτθὸν λεύσσει σέλας, οἷα τάχιστα
536 Ἀστεροπὴν φεύγουσαν ἀπ’ ἠέρος. Ἀλλὰ τόδ’ ἔμπης Ἀτρεκὲς, ὡς παθέεσσι τεοῖς βροτὸν ἔνθεν ἀείρας, Ἐς βίον ἄλλον ἔθηκας ἐλεύθερον ἀντὶ κακοῖο. Πρόσθε μὲν ὠδίνεσκε βίος καὶ κόσμος ἔραζε, Καὶ χθονίων βασιλῆα πολὺς ἀμφίστατο λαὸς,
536 Οὓς μεγάλου Βασιλῆος ἀφήρπασε κερδοσύνῃσι. Νῦν δ’ αἰνῆς κακίης Χριστὸς ἀπὸ χειρὸς ἐρύσσας,
536 Ἂψ ἀνάγει πρὸς Ἄνακτα μέγαν καὶ κόσμον ἀρείω.
537 Κεῖνο γάμος μερόπεσσι, τὸ δ’ ἀζυγίη θεοειδής. Κόσμος ὁ μὲν γαίης, ἡ δ’ οὐρανίοιο χορείης. Ἄπνοα δ’ ὡς πινάκεσσιν ἀνὴρ εἴδωλα χαράσσων, Βαιοῖς μὲν πρώτιστον, ἀμυδροτέροις τε τύποισιν
537 Εἶδος ὑποσκιάει πειρώμενος· αὐτὰρ ἔπειτα Χρώμασι παντοδαποῖσιν ὅλην ἐστήσατο μορφήν· Ὣς ἄρα παρθενίη Χριστοῦ λάχος αἰὲν ἐόντος, Πρόσθε μὲν ἐν παύροισι φαείνετο, καὶ σκιόεσσα, Μέσφ’ ὅτε καὶ βασίλευε νόμος, χρώμασσιν ἀφαυροῖς
537 Φαινομένοις, κρυπτόν τ’ ὀλίγοις ὑπελάμπετο φέγγος. Αὐτὰρ ἐπεὶ καὶ Χριστὸς ἁγνῆς διὰ μητρὸς ὁδεύσας Παρθενικῆς, ἀδέτοιο, θεουδέος, ἀχράντοιο (Νόσφι γάμου καὶ πατρὸς ἐπεὶ χρέος ἦε γενέσθαι), Ἥγνισε θηλυτέρας, Εὔαν δ’ ἀπεσείσατο πικρὴν,
538 Καὶ σαρκὸς δ’ ἀπέπεμψε νόμους, μεγάλοις τε λόγοισι Πνεύματι γράμμ’ ὑπόειξε, καὶ ἡ χάρις ἐς μέσον ἦλθεν· Δὴ τότε παρθενίη στράψεν μερόπεσσι φαεινὴ, Λυομένη κόσμοιο, λύουσά τε κόσμον ἀφαυρὸν,
538 Τοσσάτιον προφέρουσα γάμου βιότοιό τε δεσμῶν, Ὁσσάτιον ψυχὴ προφερεστέρη ἔπλετο σαρκὸς, Καὶ χθονὸς οὐρανὸς εὐρὺς ὅσον βιότοιο ῥέοντος Ἑστηὼς μακάρεσσιν, ὅσον Θεὸς ἀνδρὸς ἀρείων. Καὶ χορὸς ἀμφὶ Ἄνακτα φαεσφόρον ἵστατ’ ἀμεμφὴς,
538 Οὐράνιος, γαίηθεν ἐπειγόμενος Θεὸς εἶναι, Χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, Τεθνηὼς χθονίοισιν, ἐπουρανίοισι μεμηλὼς, Λαμπτῆρες κόσμοιο, διαυγέα φωτὸς ἔσοπτρα, Οἳ Θεὸν εἰσορόωσι, καὶ ὧν Θεὸς, οἵ τε Θεοῖο.
538 Δεῦρ’ ἄγ’, ὅσαι πλευρῇσιν ὁμόφρονες, ἠδὲ γάμοιο
539 Μυστίδες, ὑψικάρηναι καὶ ὄμματα γοργὰ φέρουσαι, Καὶ χρυσὸν λιθάκεσσι μεμιγμένον εὐγενέεσσι, Καὶ μαλακοὺς ἁπαλοῖσι περιῤῥεθέεσσι χιτῶνας, Λέξαθ’ ὅσα θνητοῖσι γάμος καὶ δεσμὸς ὀπάζει
539 Κέρδεα, καὶ μετέπειτα καλέσσομεν ἄζυγα μοίρην. Αἱ μέν τοι ἐρέουσιν ἐπίτροχα φυσιόωσαι· Κέκλυτε δ’, ὦ φίλα τέκνα γάμου, χθονίων βασιλῆος, Ἡμεῖς, ᾗσι μέμηλε γάμος καὶ δεσμὰ βίοιο, Ἀνδρομέης γενεῆς, καὶ αἵματος ἡμετέροιο,
539 Ὃν Πάϊς ἀθανάτοιο Πατρὸς ἐστήσατο θεσμὸν Ἐξέτι τοῦ, ὅτε πρῶτον Ἀδὰμ πλευρῇ συνέδησε, Καρπὸν ἀπ’ ἀνθρώποιο πέλειν βροτὸν, ἐκ δὲ γόνοιο, Καίπερ θνητὸν ἐόντα, μένειν σταχύοντα τέκεσσιν,
540 Τόνδε νόμον τίουσαι, ὁμοζυγέην τ’ ἐρατεινὴν, Ἀλλήλαις συνέβημεν, ἐπεὶ χοὸς ἐκγενόμεσθα, Χοῦ νόμον ἠδὲ Θεοῖο παλαίτατον ἀμφιέπουσαι. Καὶ γὰρ δὴ φύσιες μὲν ὅσαι λάχον οὐρανὸν εὐρὺν,
540 Ἀζυγέες, παθέων τε καὶ ἀργαλέων μελεδώνων Κρείσσονες· ἡμερίοις δὲ γάμος καὶ δεσμὸς ὄνειαρ. Ἀμφότερον, πτόρθων τε φίλων, καρπῶν τ’ ἐρατεινῶν Ῥίζα τε καὶ βιότοιο μελίφρονος ἐσθλὸν ἔρεισμα. Πρῶτα Θεὸς πάντων γενέτης. (Καὶ ἵλαθι, Χριστὲ,
540 Σεῖο νόμοις καθαροῖσι παροίτερον ἢ τοπάροιθεν.) Τῷ δ’ ἐπὶ δεσμὸς ἔρωτος, ἐπεὶ καὶ γαῖα καὶ αἰθὴρ, Καὶ πόντος τεκέεσσι, γάμου δώροισι, τέθηλεν.
540 Εἰ δ’ ἐτεὸν φοίνιξι πόθου νόμος ὑψικόμοισι,
541 Μιγνυμένους θῆλύν τε καὶ ἄρσενα εἴαρος ὥρῃ Ἐρνοκόμων παλάμῃσι βρύειν βοτρυώδεα καρπὸν, Εἰ δὲ καὶ ἐκ δυάδος λιθάκων λίθος εἰς ἒν ἰούσης Τίκτεται, ὡς ἐνέπουσι λίθων ἐπιΐστορες ἄνδρες,
541 Ἔστι καὶ ἀψύχοισι γάμος καὶ δεσμὸς ἔρωτος. Ἀλλὰ τί μου ξείνων φιλότης μύθων τε πόθων τε; Δέρκεο τὰ μερόπεσσι γάμος πόρσυνεν ἐχέφρων. Τίς σοφίην ἐδίδαξε φίλην, καὶ βένθε’ ἀνεῦρεν, Ὅσσα χθὼν, ὅσα πόντος, ὅς’ οὐρανὸς ἐντὸς ἐέργει;
541 Τίς πτολίεσσιν ἔθηκε νόμους; καὶ τῶνδε πάροιθεν Τίς πτόλιας δ’ ἀνέγειρε, καὶ ηὕρετο μήδεσι τέχνας; Τίς πλῆσεν ἀγορὰς καὶ δώματα, καὶ τίς ἀγῶνας; Τίς στρατὸν ἐν πολέμοισι, καὶ ἐν θαλίῃσι τραπέζας; Τίς χορὸν ὑμνητῆρα θυώδει πήξατο νηῷ;
542 Τίς θηρῶν κατέλυσε βίον, καὶ γαῖαν ἀράσσειν, Καὶ φυτοεργείην ἐδιδάξατο, καὶ πελάγεσσι Νῆ’ ἐπαφῆκε μέλαιναν ἐπειγομένην ἀνέμοισι; Τίς γαῖαν καὶ πόντον ὑγρῇ συνέδησε κελεύθῳ
542 Νόσφι γάμου, τὰ δὲ πολλὸν ἀπόπροθεν εἰς ἓν ἄγειρε; Καὶ τὰ μὲν ἐνθάδε, τοῖα. Τὰ δ’ ὑψόθι, πολλὸν ἀρείω. Ἀλλήλοισι χέρες τε καὶ οὔατα καὶ πόδες ἐσμὲν Συζυγίῃ. Διπλοῦν δὲ γάμος καὶ ἄναλκιν ἔθηκε, Χάρμα μέγ’ εὐμενέεσσιν, ἄχος δέ τε δυσμενέεσσι.
542 Ξυναὶ καὶ μελεδῶναι ἐλαφρίζουσιν ἀνίας· Ξυναὶ δ’ εὐφροσύναι γλυκερώτεραι ἀμφοτέροισι. Τερπνότερος μὲν πλοῦτος ὁμοφρονέουσι τέτυκται· Τερπνοτέρη πλούτοιο δ’ ὁμοφροσύνη χατέουσι.
542 Κληῒς δ’ ἀμφοτέροισι σαοφροσύνης τε πόθων τε
543 Συζυγίη, καὶ σφρηγὶς ἀναγκαίης φιλότητος. Εἷς πῶλος φιλίης σκιρτήμασι θυμὸν ἰαίνων. Ἓν ποτὸν οἰκιδίης πηγῆς ξείνοισιν ἄγευστον, Οὔτ’ ἐκτὸς προρέον, οὔτ’ ἔκτοθεν ἄλλον ἀγεῖρον.
543 Συμφυέες σάρκεσσιν, ὁμόφρονες, εὐσεβίης τε Κέντρον ἐν ἀλλήλοισι πόθῳ θήγοντες ὁμοῖον. Οὐδὲ γὰρ οὐδὲ Θεοῖο γάμος ἀπάνευθε τίθησιν, Ἀλλ’ ἔχεται μᾶλλόν τις, ἐπεὶ καὶ μᾶλλον ἐπείγει. Ὡς δ’ ὀλίγην μὲν νῆα μικρὸς προΐησιν ἀήτης
543 Λαίφεσι πεπταμένοισι δι’ οἴδματος ὦκα θέουσαν, Ἠὲ χέρες πέμπουσιν ἐπειγομένην ὑπ’ ἐρετμοῖς, Πολλὴν δ’ οὐκ ὀλίγη πνοιὴ φέρει, ἀλλὰ βαρεῖαν Πόντον ἐπερχομένην στερεώτερος οὖρος ἐπείγει, Ὥς ῥα καὶ ἀζυγέες μὲν ἐπεὶ ζώουσιν ἐλαφροὶ,
544 Κουφοτέρης μεγάλοιο Θεοῦ χατέουσιν ἀρωγῆς. Ὃς δ’ ἀλόχου τε φίλης καὶ κτήσιος ἀμφιβέβηκε, Καὶ τεκέων, τέμνει δὲ πολὺ μέγα λαῖτμα βίοιο Χρειοῖ πλειοτέρῃ, πλεῖον Θεὸν ἀμφαγαπάζει.
544 Τοῖα γάμος, πηρὸς δὲ βίος φιλότητος ἄνευθε, Νηλὴς, ἀπροτίοπτος, ἀνέστιος, οὐρεσιφοίτης· Οὐκ ἄλκαρ παθέων, οὐ γήραος ἀδρανέοντος Φάρμακον, ἡβάσκοντες ἑοῖς τεκέεσσι τοκῆες Οὐ πῆξις βιότοιο μελίφρονος. Οὐκ ἀγορῇσι
544 Τέρποντ’, οὐ θαλίῃσιν, ἀμειδέες, ἔκτοθι κόσμου, Οἳ βιότου γεγάασι, καὶ οὐ στέργουσι βίοιο Ῥίζας, οὐ μερόπεσσιν ὁμόφρονα θυμὸν ἔχουσιν. Εἰ δ’ ἀρετὴν ποθέων τις ἀτιμάζει φιλότητα,
544 Οὐδ’ ἀρετὴ φιλότητος ἀπόπροθεν, οὐχ ὅτι μοῦνον
545 Πάντεσσι τοπάροιθε γάμος φίλον εὐσεβέεσσιν, Ἀλλ’ ὅτι καὶ φιλότητος ἐνηέος εἰσὶ γενέθλη Καὶ Χριστοῦ παθέων ἐπιΐστορες, ἠδ’ ὑποφῆται, Πάτραρχοι, ἱερῆες, ἀεθλοφόροι, βασιλῆες,
545 Παντοίαις ἀρετῇσι κεκασμένοι. Οὐ γὰρ ἀνέσχε Χθὼν ἀγαθοὺς, ὥς φασι πελώρια φῦλα γιγάντων, Ἀλλὰ γάμου τελέθουσι γόνος καὶ κῦδος ἅπαντες. Τίς Θεὸν ἀνθρώποισι μέγαν κρατέονθ’ ὑπέδειξε, Καίπερ τηλόθ’ ἐοῦσι, νόον δ’ ἔπλησεν ἔρωτος
545 Θειοτέρου, καὶ ἔνθεν ἀπήγαγεν ἐς βίον ἄλλον; Τίς ψυχὰς ἐκάθῃρεν ὅλοις μερόπεσσι φαεινοῖς; Πίστις Ἐνὼχ μετέθηκεν. Ὁ δ’ ἐξ ὑδάτων ἐσάωσε Κόσμον ὅλον ψυχαῖς ὀλίγαις καὶ σπέρμασι πλωτοῖς
546 Νῶε μέγας. Ἀβραὰμ δὲ πατὴρ πτολίων τε καὶ ἐθνῶν, Καὶ θυσίην Χριστῷ παραβώμιον υἷα πεδήσας. Μωσῆς ἤγαγε λαὸν ἀπ’ Αἰγύπτοιο βαρείης Θαύμασι σὺν μεγάλοισι, νόμον δ’ ὑπεδέξατο πλαξὶν
546 Ὑψόθε λαϊνέῃσι, Θεὸν δ’ εἰσέδρακεν ἄντην. Πιστὸς ἐνὶ προτέροισι θυηπόλος ἔσκεν Ἀαρών. Μήνης δ’ ἠελίου τε δρόμον σχέθεν ἠῢς Ἰησοῦς, Μακρότερον δηίοισι φόνον καὶ κήδεα τεύχων. Καὶ σὺ, μάκαρ, χριστοῖσι φέρων κέρας, ἁγνὲ Σαμουὴλ,
546 Δαβὶδ ἐν βασιλεῦσιν ἀοίδιμος ἦεν ἅπασι, Καὶ Σολομὼν σοφίης πρῶτον κλέος. Οὐδὲ προφητῶν Λήσομαι. Ἡλίαν δὲ πρὸς οὐρανὸν ἥρπασεν ἅρμα. Τίς δὲ νόμοιο μέσον καὶ πνεύματος οὐχὶ τέθηπε
546 Φωτὸς Ἰωάννην ἐριηχέα πρόδρομον ἄκρου;
547 Τίς δὲ δυωδεκάδα κλεινῶν μετέπειτα μαθητῶν; Τίς Παύλοιο μένος μεγαλήτορος οὐρανοφοίτου, Ἄλλους θ’ οἳ γεγάασι, καὶ οἳ νῦν εἰσὶν ἄριστοι, Ἕρμα λόγου, κόσμου τε κλέος, λαοῦ τε θέμεθλα;
547 Τοὺς πάντας μερόπεσσι γάμος καὶ Χριστὸς ἔδωκεν. Οὐδὲ μὲν οὐδὲ γυναῖκες ἐπ’ εὐσεβίῃ κομόωσαι, Ὧν μέγας ἐν βίβλοισι θεοπνεύστοισιν ἀριθμὸς, Νόσφι γάμου καὶ σαρκὸς ἐϋκλείης ἐπέβησαν. Εἴπω μείζονα μῦθον ἐμὴν τίων φιλότητα.
547 Καὶ Χριστὸς καθαροῖς μὲν, ἀτὰρ σπλάγχνοισιν ἐμίχθη Ἀνδρομέοις, μνηστῆς δὲ διωλίσθησε γυναικὸς, Ἥμισυ συζυγίης μίξας βροτέης θεότητι. Ἓν δ’ ἐπὶ πᾶσι μέγιστον ἐμὸν κράτος, ἢν κρατέωσιν Ἀζυγέες, καὶ οἳ γὰρ ἐμὸν γένος, ὥσπερ ἅπαντες.
548 Οὐδὲ γὰρ ἐξ ἀγάμων γεγαμηκότες, ἐκ δὲ γάμοιο Ἀζυγέες. Τεκέεσσιν ἀνώγομεν, ἴσχετ’ ἀγῶνα. Εἴ τοι μὴ πατέρες, πατέρων γε μὲν ἐξεγένεσθε. Τοῖα γάμος. Μετέπειτα κατηφιόωσα παρειῇ
548 Ἐν τρυχίνοις ῥακέεσσι, καὶ ἅψεσιν ἀνδρανέουσι, Νήλιπος, αὐαλέη τε, κατὰ χθονὸς ὄμματ’ ἔχουσα Παρθενίη, τυτθὸν δὲ διαστέλλουσα σὺν αἰδοῖ Χείλεα, φοινίσσουσα παρήϊον αἵματι σεμνῷ, Κἀκ κεφαλῆς ἐρύουσα σίγα κρύπτοιτο καλύπτρην.
548 Τὴν δ’ ἄρα παρπεπίθοιμι ἐγὼ τοιοῖσδ’ ἐπέεσσιν· Ὦ τέκος Οὐρανίοιο, καὶ ἔνδοθι κυδήεσσα, Ὦ μεγάλοιο χοροῖσι παρισταμένη μεδέοντος Ὑμνοπόλοις, εἰ καί σε δέμας καὶ γαῖα κατίσχει,
548 Δεῦρ’ ἴθι, καὶ φάθι μῦθον. Ἐγὼ δὲ σέο προπάροιθεν
549 Στήσομαι. Ἢ γὰρ ἔμοιγε θεόσδοτος ἦλθες ἄνασσα· Ἤλυθες, ἀλλ’ ἔτι μᾶλλον ἴοις τε καὶ ἵλαος εἴης. Τίς με καὶ οὐκ ἐθέλουσαν ἄγει πρὸς τόνδε θόωκον; Τίς δ’ ἔργοις μεμαυῖαν ἐμὸν Θεὸν ἀτρεμίῃ τε
549 Τίειν, ἠματίοις τε πόνοις, νυχίῃσί τ’ ἀοιδαῖς, Καὶ δακρύων πηγῇσι, καὶ εὐαγέεσσι καθαρμοῖς, Εἰς δῆριν καλέει κενεὴν, καὶ νείκεα μύθων; Οὐ γὰρ ἐν ἀνθρώποισιν ἐμὸν κράτος, οὐδὲ λόγοισιν Εὔστροφος, οὔτ’ ἀγοραῖς ἐπιμίσγομαι, οὐδὲ δικαστῶν
549 Εὐμενέων ψήφοισιν ἀγάλλομαι, οἷσι μέμηλε Παῦρα μὲν εὐδικίης, παύροισί τε, πολλάκι δ’ αὖ τε Ἔνθα καὶ ἔνθα τάλαντον ἐπικλίνουσι θέμιστος. Ἄλλοισιν βιότοιο τὰ τίμια. Αὐτὰρ ἔμοι γε
550 Εἷς νόμος, ἓν δὲ νόημα, κερασσαμένην φιλότητα Πρὸς Θεὸν ὑψιμέδοντα φαεσφόρον ἔνθεν ὁδεύειν. Τῶν δ’ ἄλλων ἀγαθῶν με τόσον φρένας ἵμερος αἱρεῖ, Οἷς κενεοὶ φρονέουσιν ἐτώσια φυσιόωντες,
550 Ὦκά τ’ ἐπερχομένοισι, καὶ ὀλλυμένοισι τάχιστα, Ὁσσάτιον καπνοῖο καὶ ἀτμίδος, ἠδὲ ῥεούσης Αὔρης, καὶ ψαμάθοιο τινασσομένοις ἀνέμοισι Πάντοσε συρομένης, ἢ ὑπεὶρ ἅλα νηὸς ἀταρποῦ. Βουλοίμην κεν ἄτιμος ἐν ἀνθρώποισιν ἐοῦσα,
550 Τυτθὸν ἐν οὐρανίοισιν ἔχειν κλέος αἰὲν ἐοῦσιν Ἢ πάντων κρατέουσα, Θεοῦ πίπτειν ἀπάνευθεν. Ἀλλ’ ἔμπης τρομέω καὶ δείδια, μή τις ἀερθεὶς, Παρθενίης νεόπηκτον ἐπὶ πτερὸν αἰθέρι νωμῶν,
550 Τοῖσδε λόγοις ἐπὶ γαῖαν ὀλισθήσειε τάχιστα.
551 Τοὔνεκεν εἰς μέσον ἦλθον ἐμῶν τεκέων ἐπίκουρος, Μῦθον ἀοσσητῆρα Θεοῦ σὺν χειρὶ φέρουσα. Μητρὶ δ’ ἐμῇ τὰ πρῶτα μυθήσομαι, ὅσς’ ἐπέοικε, Κεῖνο μὲν ἀτρεκέως μυθήσαο, καὶ κατέλεξας,
551 Συζυγίη χαρίεσσα, καὶ ᾔνεσα (ἦ γὰρ ἔγωγε Ἄρξομ’ ὅθεν κατέληξε τεὸς λόγος), ὡς ἀγάμοισι Ῥίζα γάμος. Καὶ γάρ τε πέλει καὶ ῥίζα καὶ ἀρχή. Τίς δέ κεν ἀρνήσαιτο σαοφρονέων γενετῆρας; Οὐ μὴν πάντ’ ἀγόρευσας ἐτήτυμα. Ἀλλὰ δέχοιο,
551 Καὶ μήτηρ περ ἐοῦσα, σοφὸν καὶ ἐχέφρονα μῦθον, Καὶ μεγάλης σοφίης μυστήριον ἀμφὶ γενέθλην, Ἣν κευθμῶνες ἔδειξαν ἐμοὶ μεγάλοιο Θεοῖο. Οὐχ ὅλου ἀνθρώποιο πατὴρ βροτὸς, ὡς ἐνέπουσιν, Ἀλλ’ ὅσσον σαρκός τε καὶ αἵματος, ἀμφοτέρων μὲν
552 Ὀλλυμένων. Ψυχὴ δὲ Θεοῦ κρατέοντος ἄημα Ἔκτοθεν εἰσπίπτουσα πλάσει χοός. Οἶδεν ὁ μίξας, Πῶς τὸ πρῶτον ἔπνευσε, καὶ εἰκόνα μίξατο γαίῃ. Μάρτυς ἐμῶν ἐπέων καὶ σὸς πόθος. Ἡμιτελὴς γὰρ,
552 Στέργων οὐ ψυχὰς τεκέων, τὰ δὲ σώματα μοῦνα, Οἷς δάκνῃ μογέουσι, καὶ οἷς θαλέθουσι γέγηθας. Πλείονα γὰρ τυτθῇσι πατὴρ καὶ πότνια μήτηρ Ὧν τεκέων λώβῃσιν ἑὸν καταδάμναται ἦτορ, Ἢ μεγάλαις ψυχῶν κακίαις καὶ χείροσι λώβαις.
552 Τῶν μὲν γὰρ τοκέες, τῶν δ’ οὐ τελέθουσι τοκῆες. Εἰ δέ σε μητέρ’ ἐγὼ καλέω, κἀπὶ χείρονι μοίρῃ, Πῶς σύ γ’ ἀρειοτέρου φθονέεις πατρὸς ἠϊθέοισιν;
552 Ὡς μεγάλῳ γενετῆρι βροτῶν ἐθέλους’ ὑπόεικε
553 Παρθενίην τίουσα, Θεὸν πατέρ’ ἀμφιέπουσαν. Μητέρι μὲν δὴ τοῖα, καὶ ἄρκιος ἐνθάδε μῦθος. Αὐτὰρ ἐγὼ, φίλα τέκνα Θεοῦ, πάντων βασιλῆος, Τόνδε νόμον τίουσα, ὁμοφροσύνην ἐρατεινὴν
553 Πρὸς Θεὸν οἶον ἔμιξα, χοὸς δ’ ἀπέλειπον ἔρωτα, Ὃν πάϊς ἀθανάτοιο Πατρὸς ἐστήσατ’ ἄνωθεν, Ἐκγεγαὼς ἀδέτοιο, καὶ ἄφθιτος οὐ φθινύθοντος, Ἐξέτι τοῦ, ὅτε πρῶτον Ἀδὰμ θέτο ἐν παραδείσῳ Ἄζυγα, καὶ μετέπειτα διδοὺς νόμον ἥγνισε λαὸν,
553 Καὶ τοκετοὺς ἐκάθηρε νόμῳ, καὶ νηὸν ἔτισε Σώμασιν ἀγνοτάτοισιν ἀμοιβαδίων ἱερήων. Μάρτυς Ἰωάννοιο πατὴρ μέγας, οὔτι πάροιθε Σπερμήνας φίλον υἷα, τὸν ἔνδοθι δέξατο νηοῦ,
554 Τὸν Χριστοῦ μεγάλοιο προάγγελον ἡμερίοισι, Πρίν γε Θεῷ τελέσαι μυστήρια ἤμασιν ἁγνοῖς. Τοῦ δὲ νόμοιο τέλος Χριστὸς, μερόπεσσι κερασθεὶς Παρθενικῆς ἀπὸ γαστρὸς, ὅπως γάμος ἐς χθόνα νεύσῃ.
554 Καί ῥ’ ὁ μὲν ὣς ὑπόειξεν, ὁ δ’ ἔγρετο κόσμος ἀρείων, Καὶ μόρος ἀρχεγόνοιο λυτῆς διὰ σαρκὸς ὁδεύων, Ῥοιῇ τικτομένοισι, καὶ ὀλλυμένοισι γενέθλῃ, Παρθενίῃ γ’ ἐνέκυρσε, καὶ ὤλετο, ὡς ὅτε πέτρῃ Ἀγχιάλῳ μέγα κῦμα, καὶ ὕδατι βοσκομένη φλόξ.
554 Πρὸς τάδε τίς πτολίεσσι καὶ ἀδρανέεσσι νόμοισι, Τίς δ’ ἀγορῇσι γέγηθε, καὶ οἴδμασι, καὶ τίς ἀγῶσιν, Οὓς μῦθοι συνέπηξαν ἐπ’ ὠκυμόροισιν ἐφήβοις;
554 Τίς στρατὸν ἐν πολέμοισι, καὶ ἐν θαλίῃσι τραπέζας
555 ᾝνεσε; τίς σοφίην κενεαυχέα, ἥ τ’ ἐνὶ χερσὶν, Ἥτ’ ἐν ἀραχναίοισι λόγοις καὶ πλέγμασι κεῖται, Αὐτοῦ τικτομένοισι, καὶ ἠέρι λυομένοισι; Τίς δ’ ἄρα τοῖσι γέγηθε, φυτοσκαφίης τε πόνοισι,
555 Νηός τ’ ὠκυάλοιο δρόμῳ κραιπνοῖς ὑπ’ ἀήταις; Ταῦτα μὲν οὔτε γάμοιο διδάγματα, τῆς δ’ Ἀδάμοιο Τίσιος ἀρχαίης τυτθὸν μέρος, οἷσιν ὑφέρπει Πτέρναν ἐμὴν δοκέων πικρὸς ὄφις. Εἰ δὲ γάμοιο, Ἐῤῥέτω. Οὐ γὰρ ἔμοιγε συνέμπορα πρὸς βίον ἄλλον
555 Ἔνθεν ἐπειγομένῃ, τὰ δέ γ’ ὄλβια πάντ’ ἀπολεῖται Σήμερον, ἢ κόσμοιο σὺν ἀστατέοντι ῥεέθρῳ Ῥευστὸς γὰρ ῥευστοῖο διεκπεράας βιότοιο,
556 Βαιὸν ἐφαπτόμενός τε παρατροχάων τροχάοντα. Εἰ δὲ σοφοῖσι γέγηθας, ἐπεὶ σέθεν ἐξεγένοντο, Δέξαι καὶ ἀλιτρῶν κακίην, ὧν ῥίζα τέτυξαι. Ῥίζα Κάϊν, Σοδόμων τε, καὶ οὓς ἐκέδας’ ἐπὶ πύργῳ
556 Χριστὸς ἀτασθαλέοντας, ὕβριν θ’ ὧν ἔσβεσεν ὄμβρος Οὐρανόθεν χθόνα πᾶσαν ὁμοῦ πνείουσι καθήρας. Τίς Φαραὼ κακόμητιν, Ἀχὰβ θράσος, Ἀσσυρίων τε Πικροτάτους βασιλῆας ἐθρέψατο; τίς δὲ δίκαιον Αἷμα πότῳ μάχλοις τε κινήμασι δόντα θυγατρὸς
556 Οὔλιον Ἡρώδην, παιδοκτόνον, ἠδὲ φονῆας Χριστοῦ παμβασιλῆος, ὅσοι τ’ ἐγένοντο διῶκται Πρόσθεν καὶ μετέπειτα, καὶ ὑστατίοισι χρόνοισι,
556 Ὧν πύματον πρῶτόν τε, κακὸν Βελίαο βέρεθρον,
557 Δεινὸν Ἰουλιανοῖο κράτος, ψυχῶν ὀλετῆρος, Οὗ θεόθεν πληγέντος, ἐπεὶ μόθον ἤρατο Χριστῷ, Θερμὸν ἔτι ζείουσα κόνις, μέγα τάρβος ἀλιτροῖς· Ἄλλους θ’ οὕς περ ἔδωκε βίῳ γάμος, ἠδ’ ἔτι δώσει,
557 Ψεύστας, ἀνδροφόνους, σκολιοὺς, ἐπίορκον ὀμοῦντας, Ἅρπαγας ἀλλοτρίων, ξείνης δηλήμονας εὐνῆς, Τίς κεν ἀριθμήσειεν; ἐπεὶ τόδε πᾶσι πέφανται, Ὡς πλείων χρυσοῖο κόνις, πλείους δὲ κάκιστοι Τῶν ἀγαθῶν· καὶ γάρ τε τρίβους περόωσιν ἀνίσους.
557 Τοῖς μὲν γὰρ χθαμαλὴ καὶ ἐπίτροχός ἐστι κακοῖσιν. Οἱ δ’ ἀγαθοὶ τέμνουσι προσάντεα. Τοὔνεκεν ἐσθλῶν Πλεῖστον, ὅσον κακίους προφερέστεροί εἰσιν ἀριθμῷ. Εἰ μὲν δὴ λήξειας ἀγαλλομένη τεκέεσσι,
558 Καὶ πηρὸν καλέουσα βίον θεότητος ἑταῖρον, Στήσομεν ἐνθάδε μῦθον. Ἔχοις κλέος ἀμφήριστον. Οὐδὲ γὰρ οὐδ’ αὐτὴ φθονέω χθονίῳ γενετῆρι. Εἰ δὲ Θεοῖο λαχοῦσα τὰ δεύτερα, πρῶτα δέδορκας,
558 Φθέγξομαι ἀτρεκέως μὲν, ἀτὰρ θυμαλγέα μῦθον. Τίς πάντων μερόπων τόδ’ ἐμήσατο τέκνον ἄριστον Σπερμῆναι; τί δὲ μῆχος ἀνάρσιον υἷα φυτεῦσαι; Εἰκόνα μὲν γράψεν τις ἀπ’ εἰκόνος οὔτι χερείω, Καὶ πλάστης ἐτύπωσεν ἐοικότα πλάσματα μορφαῖς,
558 Καὶ χρυσὸν παλάμῃσιν, ὅπη νόος, ἤλασε τέχνη, Καὶ στάχυν ἐξ ἀγαθοῖο γεωμόρος ἐσθλὸν ἄμησε Σπέρματος, οὐδ’ ἀτύχησε τέλους πόθος, οἷον ἐώλπει Θνητὸς δ’ οὐ σάφα οἶδε γόνου φύσιν, εἰς ὅ τι λήξει,
558 Οὐ κακὸς, οὐδὲ μὲν ἐσθλός· ὁ δ’ εὔχεται ἐσθλὸς ἀρείω·
559 Εἰ Παῦλός τις ἐὼν χριστοκτόνον υἷα φυτεύσει, Ἄνναν ἢ Καϊάφαν ἀτάσθαλον, ἤ τιν’ Ἰούδαν· Οὐδ’ εἴ τις κακίαν πεφυκὼς οἷός περ Ἰούδας, Ἢ Παύλου ζαθέου κεκλήσεται, ἢ ὅγε Πέτρου,
559 Πέτρης ἀῤῥαγέος, γενέτης κληῖδα λαχόντος. Οὐδὲ γὰρ εἰ φίλον υἷα φιτύσσεται ἠὲ θύγατρα, Οἶδε πατήρ. Ὕβριν δὲ χοὸς μόνον ἔσβεσεν εὐνῇ. Ἐκ δ’ ἑνὸς ἀρχεγόνοιο Κάϊν καὶ Ἄβελ ὑπέσταν, Ζηλήμων, θυσίης τε θεουδέος ἐσθλὸς ἀρητήρ.
559 Ἰσακίδαι δ’ Ἡσαῦ τε κακὸς, Ἰακώβ τε φέριστος· Καὶ πλέον, ἐκ γὰρ ἑνὸς δίδυμος γόνος οὐδὲν ὁμοῖος. Καὶ Σολομὼν τὰ πρῶτα σοφὸς, μετέπειτα κάκιστος, Ἡνίκα θηλυτέρῃσιν ἐφωμάρτησεν ἀλιτραῖς. Ἔμπαλιν αὖ Παύλοιο μέγα σθένος ἀμφοτέρωθεν,
560 Ὃς Χριστὸν μὲν ἄτιζεν, ἔπειτα δὲ πᾶσιν ἔφηνε, Τρέψας εἰς ἀγαθὸν ζῆλον πυρόεσσαν ἐρωήν. Τούτων συζυγίῃ δὲ τί δώσομεν; οὐδὲν ἔγωγε. Οὐ γὰρ ζευγνυμένοις καταθύμιος ἕσπεται εἰκών.
560 Ἀλλ’ ὥς τις στρεπτοῖσιν ἰαινόμενος φρένα πεσσοῖς, Πεσσοὺς μὲν προέηκε, τὸ δ’ ἄρτιον ἠὲ περισσὸν Οὐ χέρες, αὐτόμαται δὲ λίθων στροφάλιγγες ἔνεικαν· Ὥς ῥα γάμος, τεκέων ἀρότης, πινυτούς τε κακούς τε Οὐ τέκεν, ἀλλ’ ἐδίδαξε βροτῶν φύσις ἠὲ μάθησις.
560 Εἰ δ’ ἐτεὸν ποθέεις γνῶναι λόγον, οἱ μὲν ἄριστοι, Πνεύματος ἠδὲ λόγοιο διαπλάσσοντος, ἄριστοι. Σπινθὴρ εὐσεβίης γὰρ ἐν ἀνθρώποισι κέκρυπται, Ὥς τισιν ἐν λάεσσι πυρὸς μένος. Ὡς δὲ σίδηρος
560 Κρούμασιν ἐκ λιθάκων ἧκε σέλας, ὡς ἀπὸ θνητῶν
561 Εὐσεβίην λοχόωσαν ἄγει λόγος. Οἱ δὲ κάκιστοι, Μᾶλλον συζυγίῃς. ἢ γὰρ πλέον ἐνθάδε τίκτει, Καὶ κόσμοιο ῥέοντος ὁμόστολος ἧλος ἔραζε Σάρκα δέων, ψυχήν τε κάτω βρίθουσα μολυβδὶς,
561 Καὶ κλῆρος τοκέεσσιν ὁμοίϊος ἐνθάδε μίμνων. Ἀλλ’ ἔμπης τοκέων περιδώμεθα, μή τε σὺ βάζειν Τοὺς ἀγαθοὺς, ῥίψω τε ἀτασθαλέοντας ἔγωγε. Τοῖς δ’ ἄλλοις, ὁππόσσον ἁγνὸς βίος ἐστὶν ἀρείων, Γνοίης κεν φιλότητα Θεοῦ, σαρκός τε παχείης,
561 Σκεψαμένη, κόσμου τε φύσιν καὶ τέρματα δισσά. Εἰ γάρ τοι καὶ μικρὸν ἀποσκεδάσειας ὀπωπῆς Ἢ λήμην ῥυπόωσαν, ἀπ’ αὔγεος ἢ σύ γ’ ὁμίχλην, Καὶ γλήνην πετάσειας ἐς αὐγὰς ἠελίοιο
562 Ἡμετέρου, καθαρῷ δὲ νόῳ λεύσειας ἄπαντα, Δήεις παρθενίην μὲν ὅλην ἀνάθημα Θεοῖο, Χρυσοῦ τ’ ἠλέκτρου τε φαάντερον, ἠδ’ ἐλέφαντος, Εὔσκοπον, εὐδιόωσαν, ἐΰπτερον, ὑψικάρηνον,
562 Κούφην, παμφανόωσαν, ἄνω χθονὸς, ἀστήρικτον Γαίης ἐν γυάλοισιν, ἐν ἄστεϊ δ’ εὐρυθεμέθλῳ Οὐρανίῳ, καὶ σαρκὸς ἀπόπροθι ναιετάουσαν, Χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσαν ἀγήρω Ζωὴν, τῇ δ’ ἑτέρῃ πλοῦτον καὶ κῦδος ἄπαυστον·
562 Οὐχ ὡς δὴ φερέοικον ὑπ’ ἄχθεϊ ὀστρακόεντι Ἕλκουσαν μογερῶς ὑγρὸν δέμας ἴχνεσι νωθροῖς, Οὐ Χριστῷ καὶ σαρκὶ μεριζομένην βασιλῆϊ,
562 Οὐδὲ, ὡς ἀμφιβίοισι νόμος, καὶ χέρσον ἔχουσαν
563 Καὶ μαλακοῖς ναίουσαν ἐν ὕδασι νυκτὶ καὶ ἠοῖ, Ἀλλὰ Θεοῦ πέμπουσαν ὅλον νόον, ἐκ δὲ Θεοῖο Κρείσσοσι καὶ τεκέων γεννήμασιν εὐθαλέουσαν, Ἐλπωρῇ, καθαροῖς τε νοήμασιν ἐκ καθαροῖο.
563 Συζυγίην δ’ αὖ πάμπαν ἀπὸ Χριστοῖο θέουσαν Βράσμασιν οὐλομένοιο χοὸς, κόσμου τε μερίμναις Παντοίαις, ἢ βαιὸν ἐφαπτομένην γε Θεοῖο. Ὡς γὰρ ὁμοῦ λεύσσουσα κάρη δύο, ἠὲ πρόσωπα, Ἠὲ καὶ ἐν σελίδεσσι γεγραμμένα γράμματα δισσαῖς,
563 Οὐχ ὅλον ἀτρεκέως τύπον ἥρπασεν, ἱεμένη περ, Ἀλλὰ τὸ μὲν κατέμαρψε, τὸ δ’ ἔκφυγεν ὄψιν ἀραιὴν Σκιδναμένην, ὡς οἶστρος ἐπ’ ἀμφοτέροισιν ἀφαυρὸς, Κόσμῳ τε, Χριστῷ τε, ὁ δ’ ἔμπεδος εἰς ἕνα τείνων. Ἢ γὰρ Χριστὸν ἔχων τις ὅλον, ἀλόγησε δάμαρτος,
563 Ἢ τίων φιλότητα χοὸς, Χριστοῖο λέλασται.
564 Ἤδη καί τιν’ ὄπωπα λιθοξόον, ἠέ τιν’ ἔργων Ἴδριν δουρατέων, πινυτοὺς καὶ φράδμονας ἄνδρας· Ἰθείην στάθμῃσιν ἐπὴν διατεκμήρωνται, Ὡς φαέων ἕτερον μὲν ὑπὸ βλεφάροισιν ἔδησαν,
564 Τῷ δ’ ἑτέρῳ πέμψαντες ὅλον φάος εἰς ἓν ἄγερθεν, Ἀτρεκίης ἐτύχησαν, ὁ δ’ ὡμάρτησε σίδηρος· Ὡς πόθος εἰς ἓν ἰὼν, Χριστοῦ πλέον ἐγγὺς ἐλαύνει, Ὃς ποθέει ποθέοντα, καὶ εἰσορόωντα δέδορκεν, Εἰσορόωντα δέδορκε, καὶ ἀντιάει προσιόντι.
564 Ὅσσον τις ποθέει, καὶ δέρκεται, ὅσσον ὄπωπεν. Τόσσον καὶ ποθέει· κύκλος ἀνελίσσεται ἐσθλός.
564 Τὸν μὲν ἐγὼ ποθέουσα, λίπον βίον, οὐδὲ δυνάσθην
565 Ὄμμα βαλεῖν ἑτέρωσε· γλυκὺς δέ με δεσμὸς ἐρύκει Κάλλεος ἰσχανόωσαν, ὅ μευ φρένας ἐπτοίησε Δερκομένης, ἐπ’ ἐμοὶ δὲ τινάξατο παμφανόωντα Πυρσὸν, ὅλην καλήν τε καὶ αἰγλήεσσαν ἔθηκε.
565 Μοῦνος γάρ τε πόθων καὶ κάλλεος αἶσαν ἀγείρει Ἐξ ἐρατοῦ ποθέοντι· ὁ δ’ ὄλβιος, ὅστις ἔδεκτο. Ἀλλὰ σὺ καὶ πόθον ἄλλον ἐνὶ στήθεσσιν ἀέξεις, Καὶ φρονέεις, ὡς μᾶλλον ἐπ’ οὐρανίαις πελάουσα, Εἵνεκα, φὴς, τεκέων καὶ κτήσιος ἠδὲ τοκήων,
565 Ὡς ἐλαφρῶν, ἐλαφρῶν δὲ σοφῇ πόθος ἐστὶν ἀκερδὴς, Νηῦς ὀλίγη, βαιός τε πόρος, καὶ κέρδος ἐλαφρὸν
566 Τῶν οὐχ ἱσταμένων. Σοὶ δὲ πλόος οὗτος ἀπείρων, Καὶ πορθμὸν περόωσα, ἐπεύχεο ποντοπορεύειν Ἱστία κολπώσασα δι’ οἴδματος Ἰονίοιο. Πνοιὴ ταῦτα φέρει, καὶ βέλτερον, εἴ τις ἀρείων·
566 Εἰ δὲ καὶ ἀντιόωσα, μικρὸς μόρος ἐνθάδε θνήσκειν. Ψυχῆς δὲ πλόος ἐστὶ μέγας καὶ πνεύματος ἐσθλοῦ. Τῇ ῥα περιτρομέουσα, πλέον Χριστοῖο δέδραγμαι· Οὐκ οἶον, ποθέω δὲ καὶ εὐδιόωσά περ ἔμπης Χριστὸν ἐμὸν, πόθον ἁγνὸν, ὃς ἔμπεδός ἐστι ποθεῦσιν.
566 Ὅς τις δ’ αὖ χατέων λεύσσει πρὸς χεῖρα Θεοῖο,
566 Οὐ χατέειν δοκέων, καιροῦ πόθον αἶψα λέλοιπεν.
567 Εἰ γὰρ δϊστεύσειε τεὴν φρένα Χριστὸς ἄνωθεν, Καὶ μεσάτην τρώσειεν ἀναψύχοντι βελέμνῳ, Ἀμφοτέρους κεν ἔρωτας ἐποπτεύους’ ἑκάτερθεν, Γνοίης κέντρον ἄνακτος ὅσον γλυκερώτερόν ἐστι.
567 Τί πλέον; υἱήεσσιν ἀναχλοάζουσι τοκῆες Γηροκόμοις, ἀλόχῳ τε πόσις, ἄλοχός τε ἀκοίτῃ. Ξυναὶ δ’ εὐφροσύναι τε, καὶ ἄλγεα καὶ μελεδῶναι Κουφότεραι, σκάζοντι δέ τις βεβαὼς μέγ’ ἔρεισμα. Αὐτὰρ ἐμοὶ τοκέες μὲν, ὅσοι καλὸν ἐξεδίδαξαν,
567 Παῖδες δ’, οὓς ἐδίδαξα. Ὁμόζυγα δ’ οἶον ἐδέγμην Χριστὸν, ὃς ἀζυγέας προσπτύσσεται ἔξοχον ἄλλων, Εἰ καὶ πᾶσι πάγη, σταυρόν τ’ ἐπὶ πάντας ἄειρεν.
568 ᾯ καὶ καγχαλόωσα, καὶ ἢν ἀποθύμια βάλλῃ, Χαίρω, καί με τίθησιν ἐλαφροτέρην καὶ ἀνίῃ, Ὡς χρυσὸν χοάνοισι καθαιρόμενον ῥυπόωντα. Σωφροσύνης δ’ ἥν σοί γε γάμος καὶ δεσμὸς ἐέργει,
568 Τῆς μὲν ἐγὼν οὐ σάρκα, Λόγον δ’ ἐπίκουρον ἔθηκα, Καὶ πόθον, ὃς κρατέων ἀλλότριον ἐκτὸς ἔθηκεν, Ὥς τις ἐλαφροτέροισι λέων θήρεσσιν ἐπιστάς. Σάρκες γὰρ τελέθουσιν ὁμόφρονες ἐν παθέεσσι· Τοὔνεκα καί τιν’ ἴσασι φέρειν χάριν ἀλλήλῃσι.
568 Σοὶ βέβριθε τράπεζα, τρύφος δ’ ἐμὲ μικρὸν ἔθρεψεν, Ὡς καὶ χιλιάδας Χριστὸς μέγας ἔν ποτ’ ἐρήμοις. Σοὶ ποτὸν ἡμερίδων, τὸ δ’ ἐμὸν μέθυ πλούσιον αἰεὶ,
568 Κρῆναι, καὶ ποταμοὶ, καὶ φρείατα μακρὰ νάουσι.
569 Σοὶ λιπόωντα πρόσωπα, καὶ εἴματα σιγαλόεντα, Κόσμος ἐμοὶ ῥυπόωσα κόμη, καὶ εἵματα λυπρά. Εἷμα φέρω χρυσοῖσι τινασσόμενον θυσάνοισι Χριστὸν, ἐμῆς ψυχῆς κρυπτὸν περικαλλέα κόσμον.
569 Εὐνή σοι μαλακὴ, τὰ δὲ ῥήγεα σάκκος ἔμοιγε, Καὶ στιβὰς ἐν δαπέδῳ, καὶ δάκρυσι δευομένη χθών. Σοὶ τιμήεις χρυσὸς, ἐμοὶ κόνις ἱμερόεσσα. Μόσχου γαυροτέρη σὺ, κατηφιόωσα νένευκα. Καγχάζεις γελόωσα, παρήϊον οὔ ποτ’ ἔλυσα.
569 Κύδεος ἱμείρεις, τὸ δ’ ἐμὸν κλέος οὐκ ἐπὶ γαίης. Αὐτὰρ ἐπὴν δὴ ταῦτα διαθρήσῃς καὶ ἴδηαι, Ἄθρει καὶ τὰ γάμοιο προσάντεα λάτρισι σαρκός. Ὤνιός ἐστι δάμαρτι πόσις, καὶ τοῦδε χέρειον
570 Πολλάκις οὐδ’ ἀγαθὸς, καὶ ὤνιος εὖνις ἀκοίτῃ Πολλάκι καὶ στυγερή· τυκτὸν κακὸν, οὐδ’ ἀπόπεμπτον. Εἰ μὲν γὰρ ἐσθλοὶ καὶ ὁμόφρονες, εἰς ἓν ἰόντων Κουφότερος βιότοιο πλόος καὶ μικτὸς ἀήτης.
570 Εἰ δὲ κακοὶ, πόνος ἔνδον ἐφέστιος, ἔχθος ἄπαυστον. Θήσομεν οὔτε κακοὺς, καὶ ὁμόφρονας· ἀλλὰ βαρεῖα Πολλάκι καὶ νεόνυμφον ἐπὶ ζυγὸν ἤλυθε μοίρη. Νυμφίος, εἶτα νέκυς· θάλαμος, τάφος· ἄμμιγα τερπνοῖς Ἄλγεα· μικρὸν ἄεισμα, παροίτερον ἐσθλὸν ἀνιγροῦ.
570 Ἄλλος πυρσὸν ἀνῆψε γαμήλιον, ἔσβεσεν ἄλλος.
570 Ἄλλον τις δ’ ὀνόμηνε πάϊς πατέρ’, ἄλλος ἄτεκνος
571 Ἐξαπίνης, ὅρπηξ τις ὅπως ἀνέμοιο τιναχθείς. Ἄρτι κόρη, μετέπειτα γυνὴ, μετέπειτα δὲ χήρη. Νυκτὶ μιῇ τάδε πάντα, καὶ ἤματι πολλάκι μούνῳ. Ἑλκομένη πλοκάμους, κόσμον τ’ ἀπὸ τῆλε βαλοῦσα
571 Νυμφίδιον, δρύπτουσα παρήϊα χερσὶν ἀραιαῖς, Αἰδὼ παρθενίης πικροῖς παθέεσσι λιποῦσα, Αἰνόμορον καλέουσα πόσιν, καὶ οἶκον ἔρημον Μυρομένη, χῆρόν τε λέχος, καὶ πένθος ἄωρον. Σιγήσω τοκετοῖο βέλη καὶ ἄχθεα νεκρὰ
571 Μήτρης ἐν λαγόνεσσι, πικρὸν καὶ ἀμήτορα καρπὸν, Οὐ τεκέων, τεκέων δὲ τάφους πάρος, εἶτα τεκούσας, Πρεσβυτέρους τοκετοῖο μόρους, ἄλοχόν τε λοχείην. Σιγῶ δ’ ἠλιτόμηνα, καὶ ἔκφρονα, καὶ παράσημα,
572 Λώβην ἀνδρομέης γενεῆς, καὶ παίγνια σαρκός. Ταῦτα ταλαντεύοι τις, ὅπη πλάστιγγος ἐρωὴ Δερκόμενος, καὶ πολλὸν ἐμὸς βίος ὕψος ἀνέλκοι Πρὸς Θεὸν ὑψιμέδοντα, πᾶσι περίφαντος ἀρίστοις.
572 Αἴσχεα δ’ ἀλλήλων σιγήσομεν· ὣς γὰρ ἔοικε Παρθενίης στόμα σεμνὸν ἐπεσβολίας ἀλεείνειν. Εἰ δὲ σὺ παρθενίῃ προφέρεις θεοειδέϊ μώμους, Εἴ πού τις καὶ βαιὸν ἐμὴν ᾔσχυνε πορείην, Καὶ Χριστοῖο χιτῶνα τὸν ἄσπιλον αἴσχεϊ μίξε,
572 Σῶν ἀγαθῶν τὸ πρῶτον ἐν ἀμπλακίῃσιν ὑποστὰς, Ὀψίγαμος, ἁγνοῦ τε φυγὰς μεγάλου βιότοιο· Μνήσω δὴ καὶ ἐγὼ κλοπέης πανταίσχεος εὐνῆς, Ἣν ἀλιτροὶ κλέπτουσι, Θεοῦ πατέοντες ἀπειλός.
572 Τοῦτο γὰρ ἐν θνητοῖσι κακῶν ὀλοώτατόν ἐστι
573 Πάντων, καὶ μαλεροῖο πυρὸς πλέον ἔγκατα δάπτον, Εὖτέ τις ἀλλοτρίῃ πελάων κακομήχανος εὐνῇ, Καὶ γόνον ἀμφήριστον ἔχει, καὶ δεσμὸν ἔρωτος. Ἀλλὰ σὲ μὲν μοιχοὶ καὶ ἀλάστορες οὔτι γάμοιο
573 Εἴργουσιν· γαμέει δὲ καὶ ὃς ἐνὶ φάσγανον ἧκε Δυσμενέος πλευρὴν μοιχοκτόνον, εἰσέτι λύθρου Στάζων ἀνδρομέοιο, καὶ ὃς ὑπάλυξεν ἀκωκήν. Τῶν δέ με τίς Χριστοῖο πόθον ἀποτηλόθι θήσει Ἀφραδέων, ψηφὶς δὲ μικρὴ ῥόον εὐρὺν ἐφέξει;
573 Οὐ θέμις, οὐδ’ ἐπέοικεν, ἐπεὶ πολὺ λώϊόν ἐστιν, Αἰρομένων πλεόνων, πίπτειν τινὰς (εἰ θέμις εἰπεῖν Τόνδε λόγον γλώσσῃσιν ἐναντίον), ἠὲ χαμάζε Μίμνειν δειδιότας, μή που πτερὸν ἐς χθόνα ῥεύσῃ. Οἱ μὲν γὰρ ἐσθλοὶ, Χριστοῦ κλέος, οἱ δὲ κάκιστοι,
574 Ὥς τε λίθον πέμποντες ἐς οὐρανὸν ἀφραδίῃσι, Δέχνυνται κακίην τε καὶ αἴσχεα οἷσι καρήνοις Ἄγγελος ἦν τοπάροιθεν Ἑωσφόρος. Ἀλλὰ πεσόντος, Οὐρανίοις παρέμιμνεν ἑὸν κλέος, ὡς δὲ μαθηταῖς
574 Οὐδὲν Ἰούδας ὄνειδος, ἐπεὶ πέσεν, ἀλλ’ ὁ μὲν ὦκα Ἐξ ἀριθμοῦ λογάδων, οἱ δ’ ἕνδεκα μίμνον ἄριστοι. Καὶ πόντος τιν’ ὄλεσσεν, ὁ δ’ ἱστία λευκὰ πετάσσας, Πλώει ναυηγοῦ λεύσσων τάφον, ἢ ἀπὸ τύμβου Πείσματα λυσάμενος, πρυμνήσια δ’ ἔνθεν ἀνῆψε.
574 Μῆτερ ἐμὴ, κέλεαί με λιπεῖν βίον ὧδ’ ἀνιόντα, Ἠὲ λόγον στήσωμεν, ἐπεὶ κράτος ἐστὶ θυγατρὸς, Κάρτος ἐμὸν, τοκέων δὲ καὶ ὡς κράτος; Εἰ δ’ ὅτι μήτηρ
574 Παρθενίης σὺ γέγηθας, ὅσον κλέος ἐστὶν ἐμοῖο;
575 Οὐκ ἀΐεις ὅτι πάντες, ὅσους κατέλεξας ἀρίστους, Ἐκ τοκέων, τοκέων δὲ δικαιότεροι καὶ ἀρείους; Καὶ Χριστὸς Μαρίης μὲν, ἀτὰρ πολὺ φέρτερός ἐστιν, Οὐκ οἶον Μαρίης τε, καὶ οὓς περὶ σάρκες ἔχουσιν,
575 Ἀλλὰ καὶ οὐρανὸς εὐρὺς ὅσους νόας ἀμφικαλύπτει. Καὶ στάχυς ἐξ ὀλίγου μὲν, ἀτὰρ στάχυς ἐβλάστησε Σπέρματος, ἐκ ψαμάθου δὲ μέγ’ ἔξοχος ἔπλετο χρυσός. Ἡ δὲ λόγοιο κορωνίς· ἐπ’ ἀμφοτέροισι βίοισιν, Ἀζυγίῃ τε γάμῳ τε, τίν’ εἰκόνα μῦθος ἐφεύροι·
575 Ὧδέ κεν ἀθρήσειας ἐμοῦ μύθοιο τελευτήν. Χειμέριαι νιφάδες, τὰ δέ γ’ ἄνθεα εἴαρος ὥρῃ, Καὶ πολιὴ ῥικνοῖο, τὸ δὲ σθένος ἡβώοντος. Ἤδη δ’ ἄνθεα μέν γ’ ἐνὶ χείματι, χειμέριαι δὲ
576 Ὤφθησαν νιφάδες ποτ’ ἐν ἤμασιν εἰαρινοῖσι. Καὶ πολιὴν ἀνέτειλε νέος, καὶ γῆρας ἐλαφρὸν Ἔδρακον ἀρτιχνόοιο πολὺ σθεναρώτερον ἀνδρός. Ὡς ἄρα συζυγίη μὲν ἔφυ χθονὸς, ἀζυγίη δὲ
576 Χριστοῦ παμβασιλῆος ὁμόζυγος. Ἀλλὰ καὶ ἔμπης Παυράκι παρθενίη μὲν ἐπὶ χθόνα νεῦσε βαρεῖα, Συζυγίη δ’ ἤϊξε πρὸς οὐρανὸν, ἔνθεν ἀέλπτως Ἄμφω ψευδόμεναι, ἡ μὲν γάμον, ἡ δὲ κορείην. Ἀλλὰ, φίλοι τοκέες τε καὶ ἄζυγες εἰσέτι κοῦροι,
576 Μέχρι τίνος χθαμαλοῖσιν ἐοικότες ἠὲ χελώναις, Ἢ καὶ λοξοβάμοισι καὶ ὀκταπόδεσσι παγούροις, Ἢ δολιχῶν ὀφίων σκολιοῖς μηρύμασι γαστρὸς Ζώοιτε στυγερῷ βεβαρηότες ἄχθεϊ σαρκός;
576 Δεῦρ’ ἄγε καὶ Χριστοῖο παραιφασίην ἀΐοντες,
577 Κάλλος τ’, εὐκλείην, πλοῦτον, γένος, ὄλβον, ἅπαντα. Ῥίψαντες, κακότητος ἀπηνέος ἔκγονα τερπνὰ, Ἔνθεν ἀνεγρόμενοι, ζωῆς ἐπιβῶμεν ἐλαφρῆς, Ἁγνότατοι καθαροῖσιν ὁμόφρονες οὐρανίοισιν,
577 Ὥς κεν δὴ μεγάλοιο Θεοῦ τελέθοντες ὀπηδοὶ, Γηθόσυνοι μέλπωμεν ἑόρτιον ὕμνον ἄνακτι· Εἰς δὲ γάμον λήξαντες, ἀπ’ ἀγλαΐης παραδείσου, Καὶ γαῖαν πολύμοχθον, ἅ θ’ ἕσπεται ὀλλυμένοισιν, Ἔμπαλιν ἐξ ἀδέτοιο βίου πρὸς κῦδος ἴωμεν,
577 Καὶ φυτὸν ἄλσεος ἐσθλὸν, ὅθεν πέσον ἀφραδίῃσι. Τοῖα καὶ ἀζυγίη θεοείκελος. Οἱ δὲ δικασταὶ Συζυγίην ποθέοντες, ὅμως στέψουσι κάρηνον
578 Παρθενίης. Χριστὸς δὲ διδοὺς γέρας ἀμφοτέροισι, Τὴν μὲν δεξιτερῇ παραστήσεται ἐγγύθι χειρὶ, Τὴν δ’ ἑτέρην λαιῇ, κῦδος δέ τε καὶ τὸ μέγιστον.
578 Βʹ. Ὑποθῆκαι παρθένοις.
578 Νίκη μὲν δὴ σεῖο, καὶ ὃς μάλα σαρκὸς ἑταῖρος, Ὧδε δίκην δικάσειε. Μικρὸν δ’ ἐπέεσσιν ἐμοῖσι, Παρθένε κυδήεσσα, καὶ ἀγλαόμητι, περίφρων, Οὔατα παρθεμένη, καὶ ἐνὶ φρεσὶ σῇσι βαλέσθαι
578 Μῦθον ἐμόν. Πολιῆς δὲ παραίφασίς ἐστιν ἀρίστη. Μή σε νόος τρώσειεν ὑπερνεφέουσαν ἐρωαῖς. Πολλάκι γὰρ πτῶσις μὲν ἀπὸ χθονὸς ὑψός’ ἄειρεν,
578 Ἐς χθόνα δ’ ὕψος ἔθηκε. Θεῷ τάδε τέθμια κεῖται,
579 Εὐμενέειν γοεροῖσιν, ὑπερφιάλους δὲ κολούειν. Μηδὲ μικροῖς μέτροισι τεὴν σταθμώμενος οἶμον, Εἴ τινα παρθρέξειας ἀπόδρομον, ἠὲ κάκιστον, Τέρμα πέλειν ἀρετῆς τόδ’ ὀΐεο· οὐ γὰρ ἄριστον
579 Τῶν ὀλίγων προφέρειν. Μέτρον δέ σοί ἐστιν ἐφετμὴ, Καὶ Θεὸς, οὗ σύ γ’ ἄπωθε, καὶ εἰ τροχαλώτερος ἄλλων. Σκέπτεο μὴ καθύπερθεν ὅσων, ὁπόσων δ’ ὑπένερθεν Ἑστηὼς, πάντων προφερέστατος εὔχεαι εἶναι. Οὐρανὸς εὐρὺς ὕπερθε, σὺ δ’ ἐν χθαμαλοῖσιν ἀείρῃ.
579 Ἔκλυον, ὡς νεπόδεσσι καθ’ ὕδατος αὐγάζονται Μήνη τ’, ἠέλιός τε καὶ ἀστέρες. Οὐ μὲν ἄρ’ οἵ γε
580 Κωφὰ δ’ ἀληθείης ἰνδάλματα εἰσορόωντες, Τέρπονθ’ ὡς φωστῆρσιν ἀφαυροτάτοισι τύποισιν. Οὔ ποτε γὰρ νώτων πολιῆς ἁλὸς ἐξαναδύντες, Ἀτρεκέως λαμπτῆρας ἐθηήσαντο πάροιθεν·
580 Ἢ τάχ’ ἂν ἐσκέψαντο φάος καὶ παίγνια φωτός. Ὥς τινες· οὐ γὰρ ἄνακτος ἐτήτυμον ἔδρακον ὕψος· Μικρὸν ἀναθρώσκοντες, ἔχειν δοκέουσι πᾶν ὕψος. Ἀλλὰ σὺ τοῦ μὲν ἔμαρψας, ὃ δ’ ἔλπεο, τοῦδ’ ἐπίβαινε Βαθμοῖς ἐν πλεόνεσσιν, ἀεὶ τὸ πρόσθε δεδορκώς.
580 Καὶ στάσις ἐστὶ κάκιστον· ἐπείγεο δ’ ὡς καταμάρψων,
580 Μέχρι σε καὶ πυμάτην ἐπὶ βαθμίδα Χριστὸς ἀνάξει.
581 Μὴ δέ σε Μῶμος ὄπισθε βάλοι, καὶ γλῶσσα κακίστη Ἰὸν ἐχιδναῖον πέμπους’ ἐπὶ σοῖσι καλοῖσι, Δοιαὶ γὰρ μερόπεσσιν ὁδοὶ, καὶ δισσὸν ὄνειδος· Ἡ μὲν γάρ τε κακὴ, καὶ ἐς τέλος ἶσον ἄγουσα,
581 Ἡ δ’ ἀγαθὴ, καὶ τῆσδε φίλον τέλος, ὡς ἐπέοικε. Μῶμος δ’ ἀμφοτέρῃσιν· ἐπεὶ γλώσσης τί κεν ἦεν Φέρτερον, εἰ μούνοισιν ἐπέχραε τοῖσι κακίστοις; Νῦν δ’ ἡ μὲν πάντεσσιν ὁμῶς ἀγαθοῖς τε κακοῖς τε Λύσσα πέλει. Σὺ δέ μοι φράδμων καὶ ἐπίσκοπος εἶναι
581 Ἀμφοτέρων, καὶ τὴν μὲν ὀπίζεο, ἥ τις ἀλιτροῖς Ἕσπεται, ὡς κακότητα φύγῃς, τὴν γλῶσσα χαλέπτει. Τῆς δ’ ἑτέρης μοι τόσσον ἔχειν δέος, ἣν ἀγαθοῖσιν Ἐχθρὸς ἐφοπλίζει πικρὴν κακὸς, ὅσσον ἀήτου Ἀγγίαλος πέτρη καὶ κύματος ἀγνυμένοιο.
582 Μήτ’ αἰσχρόν ποτε μηδὲν, ὃ πλείοσιν εὔαδε, ῥέξῃς, Μή τ’ ἀγαθοῦ λήξειας, ὅ κεν στυγέωσι κάκιστοι. Ἔρδειν δ’ εὐκλείης μὲν ἐπάξια. Ἢν δ’ ἀπέῃσι, Μή σέ γ’ ἀνιάτω ψεύστης λόγος, ἀλλ’ ἴθι πρόφρων
582 Τὴν ὁδόν. Οἱ δ’ ὑλάοιεν ἐτώσια, οὐδὲν ἔρωτος Θειοτέρου βλάψουσιν. Ὁ δὲ φθόνος ὄμματα τήκοι. Μηδὲ σύ γ’ ἐκ Σοδόμων προφυγὼν, καὶ τέφραν ἀλύξας Τοῦδε βίου, θείου τε πυρὸς στονόεσσαν ἀπειλὴν, Εἰς Σόδομα βλέψειας, ἐπεὶ λίθος αἶψα παγήσῃ,
582 Στήλη καὶ κακίης, καὶ ἀργαλέου θανάτοιο. Μηδ’ ἐκ μὲν Σοδόμων κλέψῃς πόδας, ἐν πεδίοις δὲ Γείτοσι δηθύνειν ἆσσον πυρὸς, ἀλλὰ τάχιστα
582 Σώζεσθαι πρὸς ὄρος, μή σε πυρὸς ὄμβρος ἐπίσσῃ.
583 Μήτε λίην τρομέειν σαρκὸς φύσιν, ὡς ἀδάμαστον. Οὐ θεόθεν γὰρ τάρβος, ὃ δέσμιον ἄνδρα τίθησι. Μήτε λίην σάρκεσσιν ἐφιέμεναι μαλακῇσι, Μή σε κατὰ κρημνῶν ῥίψῃ κόρος οὐ δοκέοντα.
583 Πρόφρων μὲν τρηχεῖαν ἴθι τρίβον. Εἰ δ’ ἐπιβαίης, Σκέπτεο μή τις ὄλισθος, ὅπως ἐπὶ τέρμα πελάσσῃς Ἅπτωτος, στεινὸν δὲ διεξελάσῃς πυλεῶνα, Ἔνθα φάος τε κλέος τε, κακῶν τ’ ἄμπνευσις ἁπάντων. Εἰτρομέεις, καλάμην σπινθὴρ ὅτι τυτθὸς ἀνάπτει,
583 Θάρσει· ὄμβρος ἄνωθεν καταψύξει φλόγα πολλὴν, Εὐχαί τε, στοναχαί τε, καὶ ἤματα δακρυόεντα, Ἐννύχιαι μελεδῶναι, ἔρως θ’ ὅλος ἀμφὶ ἄνακτα.
584 Τοῖα σαοφροσύνης καλὰ φάρμακα, οἷς σὺ, φέριστε, Οὐδ’ εἴδωλα πόθοιο χερειοτέρου ποτὲ θήσεις Σῇσιν ἐνὶ πραπίδεσσιν, ἁγνὸν δέ τε καὶ νόον ἕξεις, Ὡς νηὸς μεγάλοιο Θεοῦ καὶ Πνεύματος αἴγλη.
584 Παρθένε, παρθένος ἴσθι καὶ οὔασι, καὶ φαέεσσι, Καὶ γλώσσῃ· πᾶσιν γὰρ ἐπίτροχός ἐστιν ἁμαρτάς· Οὔατα μὲν πτερόοιτο μόνοις ἐσθλοῖσι λόγοισιν, Αἰσχροῖσι δὲ θύρετρα καὶ ἀφραδέεσσι τετάσθω. Ὄμματα δ’ ἐν νυμφῶσι τεοῖς βλεφάροισιν ἐρύχθω
584 Σώφρονα, μηδὲ μάχλοις κινήμασι κέντρον ἐγείροι Χείλεα δ’ αὖ, καλύκεσσιν ὁμοίϊα, δέσμια κείσθω,
584 Καὶ μῦθος ποθέοιτο. Πόδες δ’ ὑπέροπλον ἰόντε
585 Ψεῦσται παρθενίης, καὶ ἴθματα πόρνον ἔχει τι. Ῥωγαλέον δὲ χιτῶνα, καὶ οὐ τρυφέωντα κάρηνα Αἴδεο, μὴ σηρῶν καλὰ νήματα. Μάργαρος ἄλλην Κοσμείτω, καὶ χρυσὸς ἐπαστράπτων μελέεσσιν,
585 Ὧν καὶ γραπτὰ πρόσωπα, χθονίων πλάσματα χειρῶν, Εἰκόνος οὐρανίης ἀλλότρια, εἰκόνες αἰσχραὶ, Μαχλοσύνης στῆλαί τε καὶ οὐ λαλέοντες ἔλεγχοι, Κινύμενοι πίνακες, μυστήρια νυκτὸς ἐνηοῦς, Αἴσχεα μαρμαίροντα, τάφοι κρύπτοντες ὀϊζύν.
585 Τῶν ἄπο τηλόθ’ ἴοιο, παραστάτι κυδήεσσα Κάλλει κρυπτομένῳ, νύμφη Χριστοῖο ἄνακτος. Ὄμματα δ’ ὄμμασι μίσγε, λόγῳ λόγον, ἁγνὰ καὶ ἁγνοῖς.
586 Μή ποτε μηδὲ γέλωτι γέλων, καὶ θάρσεϊ θάρσος. Ἐκ γὰρ δὴ τοιῶνδε κακὸς μερόπεσσιν ὄλισθος. Ἄρσενα πάντ’ ἀλέεινε, συνείσακτον δὲ μάλιστα, (Μεῤῥᾶς πικρὸν ὕδωρ, καὶ πείθεο, παρθένος ἁγνή,)
586 Κἢν χρυσοῖο πέλῃ καθαρώτερος, ἢ ἀδάμαντος Στεῤῥότερος. Διπλοῦν γὰρ ἔπι δέος. Εἰ σὺ πέποιθας Σαρκὶ τεῇ, τίς πίστις ὁμωροφίοις μελέεσσι, Μή σοι μὲν καθαρόν τε καὶ ἄσπιλον ὄμμα, νόος τε, Φρὴν δ’ ἑτέρη κεύθοι τι χοὸς, καὶ πνεῦμα διώκοι;
586 Ἐκ σαρκῶν ἐπὶ πνεῦμα μετήλυθες, ἔνθεν ἀέρθης· Πῶς αὖθις σάρκεσσιν ὁμὸν βίον αἰνήσασα, Νυμφίον ἱμερόεντα τεῆς ζηλήμονα μορφῆς
586 Αἰσχύνεις, μή πού σε κεδνῆς φιλότητος ἀμέρσῃ,
587 Ὡς δισσὴν, σκάζουσαν ἐπ’ ἀμφοτέροισι πόδεσσι; Χριστὸν ἔχεις ἀγαπητὸν, ἀπόπτυσον ἄνδρας ἅπαντας. Τί χρῄζεις ἐπίκουρον ἔχειν χατέοντ’ ἐπικούρου Πῶλοι μὲν πώλοισι φίλοι, ἔλαφοί τ’ ἐλάφοισι,
587 Καὶ ψῆρες ψήρεσσιν, ἁγνῷ δέ τε τίμιος ἁγνός. Ἀλλ’ ἔμπης κακόμητιν ἀλεύεο, μή σε δολώσῃ, Καὶ πινυτόν περ ἐόντα· σοφοῖς δέ τε καὶ πλέον ἔχθει. Πολλάκις ἐξ ἀγαθοῖο κακὸν πόρσυνε καὶ ἐσθλοῖς. Νῦν φάος, εἶτα σκότος, ἔνδον μόρος, εἶδαρ ὕπερθεν.
587 Καὶ σαίνει γλυκεροῖσι, καὶ ὄλλυσι κευθομένοισι. Πολλάκι μὲν συνάγειρεν ὁμόφρονας ἀλλήλοισι
588 Πνεύματι, καὶ φάος ἦλθεν, ἐπωνυμίην τέ γε σεμνὴν, Τὴν ἀγάπην καλέουσιν, ὑπήλυθεν. Αὐτὰρ ἔπειτα Ἐκ κραδίης ἐπὶ σάρκας ἄγων πόθον ἐγγὺς ἐούσας, Ἢ πῦρ, ἠὲ πυρὸς σημήϊα λυγρὰ δίδωσιν.
588 Εἴ τοι μηδὲ πυρὸς σημήϊον, ἀλλὰ τάχιστα Πλήξεις εἰσορόωντας. Ἑτοιμότεροι δέ τε πάντες Εἰς κακίην τελέθουσι. Ῥόος δ’ ἐπὶ πρηνὲς ὁδεύει. Ἀλλὰ δόμος, καὶ εἷμα, τράπεζά τε, ἀδρανίη τε Γήραος ἀργαλέοιο, τόδ’ ἤγαγεν αἶσχος ἀρωγόν.
588 Χρύσεα χαλκείων διαμείβεαι, εἰ γανόωντος
588 Ἀντὶ βίου μικρὴν καὶ ἀεικέα τέρψιν ἐδέξω.
589 Οὐδ’ εἴ μοι χρυσοῖο, καὶ ἠλέκτροιο τάλαντα, Καὶ πεδία χλοάοντα καὶ εὐρέα πώεα δοίης, Καὶ δόμον αἰγλήεντα, καὶ Ἀλκινόοιο τράπεζαν, Οὐδ’ εἴ μοι βίον ἄλλον ἀγήραον ἀντὶ παρόντος,
589 Οὐδέ κεν ὣς λιπόχριστον ἐγὼ βίον αἰσχρὸν ἑλοίμην. Ἄρτος ἐμοὶ στείνοιτο, ποτὸν τὸ ὕδωρ ποθέοιτο· Φύλλα συκῆς μ’, ὡς πρόσθεν Ἀδὰμ Εὐάν τε, καλύπτοι Καὶ σήραγγας ἔχοιμι πετρῶν δόμον, ἤ τινα φηγοῦ Κευθμῶνα, σχέδιόν τε βίον, καὶ θηρσὶν ὁμοῖον·
589 Ἤ τινα πὰρ πυλεῶνα βεβλημένος, ἄχθος ἀρούρης, Ἀνδρὸς ὑπερφιάλοιο, πένης, καὶ Λάζαρος ἄλλος, Ἕλκοιμι ζωήν τε λυγρὴν καὶ σῶμα πονηρόν. Νῦν τάδε, χάσμα δ’ ἔπειτα, καὶ ἄντιτα πάντα τὰ τερπνά.
590 Σοὶ κόρος, ἄλγος ἔμοιγε· μικρὸν, καὶ πάντα λέλασται. Ἓν πάντες μετὰ τύμβον, ἴη κόνις· ἶσος ὁ χῶρος Δμώεσι καὶ βασιλεῦσι. Τὸ δὲ πλέον, οὐκ ἀΐδαο; Τοὔνεκα μήτ’ ἀγαθοῖσιν ἰαίνεο τοῖς παρεοῦσι,
590 Μήτε λίην μογεροῖσιν ἄσαι φρένα τοῦδε βίοιο. Ἦ γὰρ ὁμοῦ τερπνοῖσι καὶ ἄλγεα πάντ’ ἀπολείψεις Οὐ μετὰ δήν. Τί δὲ μακρὸν ἐφημερίοιο βίοιο; Ξεῖνος δ’ ἴσθι πάροικος ἐπ’ ἀλλοτρίης χθονὸς ἕρπων· Ἔνθεν ἀναστήσει σε Θεὸς ἐς πατρίδα σεῖο,
590 Μικρὸν ἀεθλεύσαντα, πόνων δέ τε μεῖζον ἄεθλον. Καὶ σὺ φίλοις τεκέεσσιν, Ἰωναδὰβ ἔξοχε μῆτιν, Ὄλβον ἐπισπεύδων τὸν ὑπέρτατον ἐν μερόπεσσι, Τόνδε νόμον μῦθόν τ’ ἐφθέγξαο· «Παῖδες ἐμοῖο,
590 Δεῦτε, πατρὸς δέξασθε τὸν οὐ πόρε πλοῦτον ἔμοιγε,
591 Οὔτ’ ἄλλῳ ποτὲ παιδὶ πατὴρ φίλος, ἔμπεδον αἰεί. Μὴ δόμον οἰκήσητε περίγραπτον μελέεσσι, Μὴ γαίην ἀρόσητε. Τί δ’ ἄμπελος ὔμμιν ὄνειαρ; Ἐν σκηναῖς ναίοιτε, μέθυσμά τε καὶ γλυκὺ πῶμα
591 Μή ποτ’ ἐφ’ ὑμετέρῳ λαιμῷ, μὴ, τέκνα, χέοιτε, Ἀλλὰ Θεῷ ζώοιτε, Θεὸν δέ τε πλοῦτον ἔχοιτε Μοῦνον, ἀεὶ ζώοντα, ὁμοίϊον, ἀστυφέλικτον.» Ὣς ἄρ’ ἔφη· παῖδες δὲ πατρὸς ἐτέλεσσαν ἐφετμήν. Οἶδα δ’ ἐγὼ καὶ λαὸν ὑποσχεσίης ἐπὶ γαῖαν
591 Ἰέμενον, τοῦ πρόσθε πυρὸς στύλος ἡγεμόνευε, Καὶ νεφέλης ἕλκοντος ἀσημάντου δι’ ἐρήμης· ᾯ πόντος ὑπόειξε, καὶ οὐρανὸς εἶδαρ ἔδωκε, Καὶ πέτρη βλάστησεν ὕδωρ, ὁ δ’ ἐχάσσατ’ ὀπίσσω Εὐρὺ ῥέων ποταμὸς, καὶ ἥλιος ἔσχεθε δίφρον,
592 Καὶ παλάμῃσι τρόπαιον ἀνὴρ ἔστησε ταθείσαις Σταυρὸν ὑποσκιάων, πίστις δ’ ἐπέδησεν ἀκωκάς. Ἠλίας δὲ κόραξι τράφη, καὶ γραῖαν ἔθρεψε Σιδονίην τυτθῇσιν ἐνὶ ψεκάδεσσι βίοιο,
592 Οὔ ποτέ γ’ ἐν πενιχρῇ σιπύῃ λήγοντος ἀλεύρου, Καὶ κεράμοιο βρύοντος ἀεὶ τόσον ὑγρὸν ἔλαιον, Ὅσσον ἀφύσσετο χερσὶ φιλοξείνοιο γυναικός. Ἑβραῖοι δέ τε παῖδες ἑὴν ποθέοντες ἐδωδὴν, Ὅφρα κε μὴ βασιλῆος ἐνὶ χρανθῶσι τραπέζῃ,
592 Ἀσσυρίης καθύπερθε φλογὸς χαίροντες ἔβησαν, Ἔνθεν ἀναψύχοντες, ἑὰ πρὸς δώμαθ’ ἵκοντο. Καὶ Δανιὴλ λείουσι ῥιφεὶς βορὰ μαινομένοισι, Θρέψε μὲν οὔτι λέοντας, ἐπεὶ χέρας ἐξεπέτασσεν,
592 Ἀερίην δ’ ἐνὶ χερσὶν ἐδέξατο δαῖτα προφήτου.
593 Σπλάγχνων δ’ ἐκ μεσάτων ἀπερεύξατο θεῖον Ἰωνᾶν Θὴρ ἁλὸς, οἷον ἔδεκτο τριήμερον. Ὦ μέγα θαῦμα! Πίστις γὰρ συνέερκτο καὶ ἐν σπλάγχνοισι προφήτῃ. Ἀκρὶς Ἰωάννου δὲ τροφὴ καὶ κηρίον ἦεν
593 Ἄγριον, ὑψιλόφων τε τρίχες ἔσθημα καμήλων, Καὶ δόμος οὐρανὸς εὐρὺς, ἐρημαῖαί τε χαμεῦναι. Τίς Θέκλαν ἐσάωσεν ὑπὲκ πυρὸς, ἢ τίς ἔδησε Θηρῶν ὠμοβόρων κρατερὸν μένος; Ἦ μέγα θαῦμα! Παρθενίη καὶ θῆρας ἐκοίμισεν, οὐδ’ ἐτάλασσαν
593 Παρθενικῆς δέμας ἁγνὸν ἑαῖς γενύεσσι μιῆναι. Οὐδὲ μὲν οὐδ’ ἁγνῆς ἐπιλήσομαι (οὐ γὰρ ἔοικε), Σωσάννης, εἰ καί μιν ὑπὸ ζυγὸν ἤγαγεν ἀνὴρ, Σωφροσύνης ἣ τόσσον ἔχεν πόθον, ὥστε φυγοῦσαν
594 Χεῖρας ἀθεσμοτάτας, ψήφοις τ’ ἀδίκοισι δικαστῶν Ἐς μόρον ἑλκομένην, πόθ’ ὑπὲκ θανάτοιο σάωσε Πνεῦμα νέου, πολιοῖο φρένας, καὶ μήδεα πυκνὰ Ὀρθοδίκου, δήσαντος ὑπὸ σφετέροισι λόγοισι
594 Πρεσβυτέρους Βαβυλῶνος, ἀλιτροτάτους, ἀθεμίστους. Παύλου δ’ αὐτὸς ἄκουσας, ὅσης κακότητος ἄεθλον, Ὁσσατίων μόχθων τε καὶ ἀργαλέων μελεδώνων Ἐν φιλίοις, ἐχθροῖς τε, καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν Ἤρατο, καὶ τριτάτοιο πόλου πρὸς χῶρον ἱκέσθαι,
594 Καὶ θεῖναι γλυκερῇσιν ἐν ἄρκυσι κόσμον ἅπαντα. Κεῖνος καὶ λυπροῖσιν ἀγάλλεται, ὁππόσον οὔτις Δεξιτεροῖς. Μεσάτη δὲ κακῶν ἀρετὴ κατάκειται
594 Ὡς ῥόδον ἐν στυγερῇσι καὶ ὀξείῃσιν ἀκάνθαις.
595 Τῶν σὺ μνωομένη, τήρει βίον ἁγνὸν Ἄνακτι, Πάμπαν ἐν ἐλπωρῇσιν ἀμείνοσι, μή σε δολώσῃ Χρειὼ, ἥ τε τάχιστα καὶ ἔμφρονα φῶτα δαμάζει. Τοὔνεκα καὶ δολόμητις, ἐπεὶ Χριστοῦ βασιλῆος
595 Εἰς πεῖραν καθέηκε, Θεὸν βροτὸν ἄμμιγα λεύσσων Πεινάοντ’, ἐκέλευσε λίθους εἰς εἶδαρ ἀμεῖψαι, Ὥς κεν χρηΐζοντα ἐν ἄρκυσιν ᾗσιν ἕλῃσιν. Ἀλλὰ Θεοῦ μὲν ἅμαρτε, σὲ δὲ βροτὸν οὔλια σαίνει Ὡς βροτόν. Ἀλλὰ Θεοῦ γε πέλοις, καὶ τῆλε διώκοις
595 Ἐχθρὸν, ὅλη μίμνουσα Θεοῦ, καὶ σαρκὸς ὕπερθεν. Μηδ’ ὡς ἐν πλεκτοῖο χοροῦ περιηγέϊ κύκλῳ, Τὸν μὲν δεξιτερῇ κατέχοις, ἄλλον δέ τε λαιῇ, Ἶσον ἐφαπτομένη καὶ σχιζομένη θεότητος, Ἥμισυ μὲν Χριστοῖο, τόδ’ ἥμισυ σαρκὸς ἐοῦσα·
596 Ἢ πέλαγος τέμνουσα θοῇ καὶ ἐπαρτέϊ νηῒ, Πνεύματος ἱσταμένοιο καὶ εὔδια κυμαίνοντος, Ἴσχειν νηοπέδῃσι ταχὺν πλόον, ἢ δ’ ἀπὸ γαίης Ἕλκεσθαι, νωθρήν τε δι’ οἴδματος οἶμον ὁδεύειν,
596 Ἄμφω ποντοπόροις καὶ πεζοπόροισιν ὁμοίην. Μηδὲ τεῇ ζωῇ βαλέειν ἐχενηΐδα σάρκα, Ἥτε καὶ ἱεμένην περ, ὅμως κατὰ νῆα πέδησεν. Ἀλλ’ ὥς τι στεινοῖο πόρου διὰ ῥεῖθρον ὁδεῦον Ῥοιζηδὸν, μολίβου περιηγέος ἐν κενεῶσιν
596 Ὅλκοιο πλήθοντος ὅσον χάδε, καὶ πρὸς ἀνάντες Δέσμιον ἅλλεται ὦκα, βιαζόμενον κατόπισθεν, Ὣς κέλομαι σέο φίλτρον ἐνὶ πραπίδεσσι τεῇσι Σφιγγόμενον, Χριστοῖο καταντίον ὕψι φέρεσθαι,
596 Ἠὲ καλὴν πίειραν ἐπικλύζειν τίν’ ἄρουραν.
597 Εἰ δὲ σύ γ’ ἔνθα καὶ ἔνθα χέοις ψαμάθοισι βαθείαις, Ἢ κατὰ πετράων, ἢ λείμακος, ἠὲ χαράδρης, Ὤλετό σοι ῥόος ἐσθλὸς ἀσύνδετος, οὐδὲν ὄνειαρ. Εἰ μέν σοί γε πατὴρ ζώει φίλος, ὅς σε φάωσδε
597 Ἤγαγεν, ἢ μήτηρ γλυκερὴ, καὶ φίλτρον ἀμεμφὲς, Εἰ σὺ κασιγνήτοισιν ἐρείδεαι εὐμενέουσιν, Ἢ τοκέων τοκέεσσιν ἀρηγόσιν, ἢ καὶ ἀρωγῆς Δευομένοις, τούτοις μὲν ὁμὸν βίον ἀμφαγαπάζειν Οὐ φθόνος, οὐδὲ πικρὸν καὶ ἀνάρσιον ἐνθάδε Μῶμος
597 Ὄμμα βαλεῖ, τρίζειν καὶ σάνδαλα πολλάκι φάσκων· Ἔστι δὲ καὶ τόδ’ ὄνειαρ ἐμοὶ, κακὸς ὄμματα βάλλων. Κεῖνος μὲν βαλέει, τὸ δ’ ἐμὸν κέαρ ἔμπεδον ἔσται. Τῶν δ’ ἄλλων μοι τόσσον ἀλεύεσθαι φιλότητα,
598 Ἤ τοι μὴ φιλίην γε, συνωροφίην δ’ ἀλεγεινὴν, Ἢ θάρσος δολερόν τε καὶ εὐθαλέεσσιν ἄπιστον, Ὁσσάτιον Χριστοῖο περιδράσσεσθαι ἔοικεν Ἔμπεδον ἐμπεφυυῖαν ἀειζώοισι πόθοισι.
598 Μηδὲ σὺ παρθενίης μὲν ἔχειν πόθον ἱμεροέσσης, Τοῖς δ’ ἄλλοις παθέεσσι τεὴν φρένα πάμπαν ἀνοίγειν, Σωφροσύνῃ κομόωσα· κακὸν δέ γε τοῦτο χέρειον, Τίκτεσθ’ ἐξ ἀγαθοῖο κακὸν φθονεροῖο δόλλοισιν. Οὐ γὰρ τόσσον ἔμοιγε γάμος, οὐδ’ ἔργα γάμοιο
598 Φύξιμος, ᾧ γε Θεὸς θνητῶν γένος αἰὲν ἀέξει, Ὅσσον ἐμοῖς παθέεσσιν ἄκος καὶ ἄλκαρ ἀνεῦρον Παρθενίην. Ὧν εἰ μὲν ἐλεύθερον ἦμαρ ἔχοιμι, Ἔστι καὶ ἀζυγίης τις ἐμοὶ χάρις. Εἰ δὲ θύρετρα
598 Θήρεσιν ἀμπετάσαιμι, φίλην φραγμοῖσιν ἁλωὴν
599 Εἷρξας, ἣ φραγμοῖο τὸ μὲν πυκινῶς ἀράροιμι, Τῷ δὲ τρίβους οἴξαιμι παρατροχάουσιν ὁδίταις, Τί πλέον; Ἦ γὰρ ὁμῶς δηλήσατο ἐχθρὸς ἁλωὴν Πάντοθεν εἰσπίπτων. Καὶ γὰρ σέο πάντα δοκεύει,
599 Ἔκτοθεν ὅττι βάλῃσι, καὶ ἔνδοθεν ὅττι λάβῃσιν, Ἀμφαδίην, λοχόων τε. Τίς ἂν κακότηθ’ ὑπαλύξαι Ῥηϊδίως, μὴ Χριστὸν ἔχων ἐπιτάῤῥοθον αἰεί; Μὴ μικρὸν ἐν κακίῃ θείης ποτὲ μηδὲ τὸ μικρόν. Τυτθοῖς ἀντιόωσα, χερείοσιν οὔ ποτε κύρσοις.
599 Ὅσσα φέριστ’ ἀΐοις, καὶ φθέγγεο· ὅσσα δὲ βάζεις, Λεύσσοις προφρονέως. Ὄψις δ’ ἐπὶ ἔργον ἐλαύνοι.
600 Πάντα σὺν ἀλλήλοισι, τέλος, λόγος, ὄψις, ἀκουή. Φεύγειν σπέρμα πονηρὸν, ὅπως στάχυν ἐσθλὸν ἀγείρῃς Μηδὲ σὺ μοιχιδίην κλέπτειν φιλότητα βίοιο· Κλέπτει δ’ ὅστις ἔδεκτο κακοῦ καὶ ῥίζαν ἐλαφρήν·
600 Ἐκ γάρ τοι ῥίζης γε πολύσχιστοι κλαδεῶνες Ἔνθα καὶ ἔνθα χέονται ἀπ’ ἰκμάδος αἱματοέσσης, Καὶ τυτθὸς συνέδησεν ὀπὸς μέγα χεῦμα γάλακτος, Καὶ ψηφὶς σταθεροῖο καθ’ ὕδατος ἀΐσσουσα Ἐξαπίνης συνέχευεν ὅλην περικαλλέα πηγὴν,
600 Πολλοῖσιν κύκλοισιν ἐλαυνομένην, ἀπὸ κέντρου Αἰὲν ἐπιφρίσσουσι, καὶ ἔκτοθι λυομένοισι. Ἰδνώθη δὲ τυπέντος ὅλον δέμας ἀμφ’ ὀδύνῃσιν
600 Ἑλκόμενον· γεῦσις δ’ ὀλίγη, καὶ νεκρὸς ἔγωγε.
601 Τῇδε γὰρ ὡμάρτησαν ἁμαρτάδες, ὡς ὅτ’ ἀρίστῳ Αἰχμητῇ στρατὸς ἄλλος, ἐπὴν διὰ τεῖχος ἕλῃσιν. Ἀσπίδος οὐ μέγα τύμμα, δίδωσι δέ γ’ αὐτίκα πότμῳ Ὑπναλέῳ, καὶ τερπνὸς ἀποπνείουσιν ὄλεθρος.
601 Τῷ, μή μοι ῥυπόωσαν ἔχειν φρένα, μηδ’ ἐπὶ τυτθοῖς. Γαστὴρ κλεῖθρα φέρουσα, τάχ’ ἂν κακότητα φύγῃσι. Τὴν δ’ ἄθυρον τρομέω, μή τις χοὸς ὕβρις ἐπέλθῃ Σώματι δαμναμένῳ, συνδάμναται οἶστρος ἀναιδής. Οἶνος παρθενικῇσι χόλου πλέον ἐστὶν ὄνειδος,
601 Θυμὸς δ’ αὖ μανίης. Οἶμος δέ τε πάντα μόροιο. Παρθένε, θρύπτεό μοι μηδ’ ἐν ῥυπόωσι χιτῶσιν· Ἔστι καὶ εὐτελίης τι κακὸν, ὁρόωντας ἰαίνειν.
602 Μηδὲ παρειάων σκιρτήμασιν ἐχθρὸν ἐγείροις. Αἴσχεϊ καγχάζοιεν, ὅσαις τέγος ἀκλήϊστον Χάρματι παλλομέναις. Σοὶ δ’ ἵλαος ἦκα παρειὴ Λυέσθω, τὸ δ’ ἔρευθος ὑπαντέλλοιτο, τάχιστα
602 Κλέπτον ἐϋφροσύνην. Αἰδὼς δ’ ὁρόωσιν ἔρευθος. Φθέγγεσθαι μὲν ἔοικε Θεοῦ πέρι παῦρα γυναιξὶ, Τόσσον, ὅσον Τριάδος σεπτὴν φύσιν ἴδμεναι οἶον, Τρισσὴν ἐν θεότητι, μίαν χάριν (οὐ γὰρ ἄμεινον Σιγᾷν εὐσεβίης καὶ ῥήματα), εἰσαΐειν δὲ
602 Πλείονα, καὶ τρομεραῖς ἄμφω φρεσὶν εὐαγέως τε,
602 Καὶ καθύπερθε φέρειν αἰδοῦς σκέπας. Οἱ δὲ μάχοιντο
603 Μύθοις ἀντιθέτοισι σοφοὶ σκεδάοντες ἀπίστους. Μή σοί γ’ ἁρπάζοιτο Θεὸς στυγερῇσι μερίμναις, Αἵ τε καὶ ὕψι θέοντα θοῶς ἐπὶ γαῖαν ἕηκαν, Μηδὲ νόος πλάζοιτο φερεύμενος ἔνθα καὶ ἔνθα
603 Τέρματος, οἷά τε πῶλος ἀεθλοφόρος κ’ ἀδάμαστος Τῆλε θέων, Χριστοῖο μέγα κλέος. Εἰ δέ σε πικρὸς Κλέψειεν Βελία, πλάγκτης νόος, ὅττι τάχιστα Καμπτόμενος, πρὸς νύσσαν ἴοις δρόμον ἰθὺν ἐπελθών. Κερκίς σοί γε μέλοι, καὶ εἴρια, καὶ μελεδῶναι
603 Θείοις ἐν λογίοις, σοφίη, καὶ ᾄσματα θεῖα, Λεπταλέης φωνῆς ἔμφρων θρόος, οὐκ ἐπίδεικτος, Ἧς πλέον ἐν πραπίδεσσι, μικρὸν δ’ ἐπὶ χείλεσι κείσθω. Πολλάκι καὶ κωφοῖσι δι’ οὔατος ἔσθορεν ἐχθρός.
604 Μηδὲ σὺ συζυγίην τε καὶ ἄχθεα θηλυτεράων Θειοτέροισι πόθοισι φυγοῦς’, ὦ πάντα σαόφρων, Ἀλλοτρίους μεθέπειν θαλάμους καὶ ἔργα γάμοιο Ἀντὶ δὲ παρθενικῆς γε, γυνὴ ζυγίη καλέεσθαι.
604 Μηδὲ δόμοις ξείνουσι παρέζεο, μηδὲ τραπέζαις. Μηδὲ μέση δμώων τε καὶ οἰκιδίων ὀρυμαγδῶν Στρωφᾶσθαι. Μὴ θῶπα φέρειν λόγον ἀντὶ κόροιο. Μέτρα φιλοξενίης ἀσπάζεο· εἴ τις ἄριστος, Οἶγε προφρονέως ἐλαχὺν δόμον· εἴ τις ὁμίλου,
604 Τηλόθεν εὐμενέοι. Σοὶ δὲ κλέος οἶκος ἐρυμνός. Λώϊον ἀξενίη πουλυξείνοιο δόμοιο Παρθενικαῖς. Αἰδὼς γὰρ ἐνὶ πλεόνεσσιν ὀλεῖται,
604 Καὶ τοῖς παρθενίη κεν ἐφυβρίζοιτο φαεινή.
605 Τῷ, μή μοι περάτων γαίης ἄπο πίστιν ἀγείρειν. Αἴδεό μοι πολιὴν, καὶ ἕσπερ ἤθεσι κεδνοῖς. Πλεῖον γάρ τι φέρει πολιὴ νεότητος ἐχέφρων Μηδὲ μὲν εὐσεβέουσα περίδρομον ἔνθα καὶ ἔνθα,
605 Πολλάκις οὐ κατὰ κόσμον, ἅμ’ ἀνδράσι κουφοτέροισι Σὸν πόδα δινεύειν ἱεροὺς σπεύδοντ’ ἐπὶ χώρους, Καί περ τηλόθ’ ἐόντας Ἐφέστιός ἐστιν ἅπασι Χριστὸς ἄναξ πελάων τε καὶ ἐν κραδίῃ φιλέοντος. Ἅζεό μοι πρώτιστα Θεὸν, μετέπειθ’ ἱερῆα
605 Χριστὸν ἐπιχθόνιον, ζωῆς σημάντορα σεῖο· ᾯ πελάειν πτερόεσσα, καὶ ᾧ σιγῶς’ ὑποείκειν,
606 ᾯ γήθειν ἀνιοῦσα, καὶ ᾧ ῥειους’ ὑποείκειν, Ὥς κεν ὑποτρομέουσα, παλίσσυτος ὕψι φέρηαι Ἄλλοις τέθναθι πᾶσιν, ἐπεὶ τόδε λώϊόν ἐστι Παρθενικαῖς, ἢ γυμνὸν ἔχειν βίον, ἀσκεπέα τε.
606 Αἰνῶ θηλυτέρων, τὰς ἄρσενες οὐδὲ ἴσασι, Ζῶσι δ’ ἑκὰς βιότοιο, Θεῷ δέ τε κρυπτὰ πέφανται. Λίην εὐσεβέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Κύδεος ἱμείρουσα, τάχ’ ἂν κλέος ἐσθλὸν ὀλέσσαις, Ἀνδράσι τὸ περίφαντον· ὄλοιτο δὲ θήλεος αὐχήν.
606 Ζηλούσθω μὲν ἄριστος, ὁ δὲ στυγέοιτο κάκιστος. Τὸ φθονέειν ἀγαθοῖς ἶσον, στέργειν τε κακίστους.
606 Μήτε κακοὺς ὁρόωσα γαληνιόωντας, ὁδοῖο
607 Ἴσχεο, μήτ’ ἀγαθοῖς φρένα δάπτεο καμπτομένοισι. Πεσσοὶ ταῦτα βίοιο, τὰ δ’ ὕστατα δέρκεο πάντα. Χαίρειν εὐδιόωσα· τὰ δ’ ἑστάμεν’ οὐ σάφα οἶδας, Μή πού τις βροτολοιγὸς ἐπιπνεύσειεν ἀήτης.
607 Τοὔνεκεν ἢ τρομέειν, ἢ προτρομέειν βιότοιο Πίπτοντος δὲ κακοῖο, τεὸν πόδα μᾶλλον ἐρείδειν, Εἰ δὲ καὶ εὐδρομέοντος, ἔτι πλέον. Εἰ γὰρ ἄριστοι· Πίπτουσιν, ἀνόλιστον ἔχειν βίον, οὐ μάλ’ ἐλαφρόν. Ἄνθρακές εἰσι πόδεσσιν ἅπας βίος, οὐ μάλ’ ἐλαφροί·
607 Καὶ κρυπτῶν παγίδων αἰεὶ καθύπερθεν ὁδεύεις. Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι Βαλλόμενος, ὄμβρῳ, ποταμοῖς τ’ ἀνέμοις τε κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον,
608 Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς. Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός.
608 Ἡνίκα δ’ αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι Παρθένοι ἐγρήσσουσαι ἀκοιμήτοις φαέεσσι Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα. Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, Μή μ’ ἐνὶ ταῖς κενεῇσι νόον καὶ ἄφροσι θείης,
608 Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, Μηδ’ ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον.
608 Μὴ δέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα,
609 Ἔνθα Λόγος καθαρῇσι, πόθου μεγάλοις ὑπὸ δεσμοῖς, Μιγνύμενος κραδιῇσι, σέλας καὶ κῦδος ὀπάζει. Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ Δαίνυσι καγχαλόων. Τοῦ δ’ ἀντιάσαιμι ἔγωγε.
609 Τοῦ δ’ ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε. Μίμνοι δ’ ἔκτοθι κεῖνος, ὅ τις πρὸ γάμοιο τίθησιν Ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα. Μηδ’ ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, Εἵματ’ ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε,
609 Νυμφῶνός τε, φίλων τε, γάμων τ’ ἄπο τῆλε πέσοιμι. Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ’, ἂν ἐπέλθῃ, Ἐξαπίνης δοκέουσι καὶ οὐ δοκέουσιν ἐπιστὰς, Εὕροι μ’ ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο
610 Ὡς ἀγαθὸν θεράποντα καὶ ἤπιον ἀρχομένοισι, Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, δίκαιον. Παρθενίῃ μὲν τοῖα πατὴρ ὡς ἠπιόμητις Ἐκ θυμοῦ φιλέων ἐπιτέλλομαι. Ἀλλὰ, θύγατρες,
610 Καὶ παῖδες, καὶ τέκνα, φίλου πατρὸς εἰσαΐοιτε, Εἴ πού τις καὶ ἔμοιγε Θεοῦ χάρις, ὥσπερ ἔολπα. Μηδ’ ὡς Ἡλεῖδαι πατρὸς ἀτίσητε ἐφετμὴν, Μὴ, τέκνα, μὴ κείνοισιν ὁμοίϊον οἶτον ἕλησθε. Τοῖς δ’ ἄλλοις ὅδε μῦθος. Ἀπηλεγέως δ’ ἀγορεύσω
610 Ἶσον ἐπ’ ἀμφοτέροισι λόγον καὶ σταθμὰ τιταίνων, Ἀζυγίῃ τε γάμῳ τε. Θεὸς δ’ ἐπιμάρτυρος ἔστω. Ὅσσον παρθενίη προφερεστέρη ἐστὶ γάμοιο, Τόσσον παρθενίης ἁγνὸς γάμος ἀμφιβίοιο.
610 Τοὔνεκεν ἢ καθαρὴν ἀσπάζεο πάμπαν, ἄριστε,
611 Παρθενίην, εἴ σοί γε μένος, καὶ θυμὸς ὄρωρεν, Ἠὲ γάμον στέργειν τὸν ὁμοίϊον, ὡς ἐνέπουσι, Δεύτερον ἐκ πρώτοιο καλὸν πλόον. Ἀμφοτέρων δὲ Φεύγειν ἀζυγέος τε βίου, ζυγίου τε πρόσωπον,
611 Μιγνύντας μέλιτί τε χολὴν, καὶ βόρβορον οἴνῳ, Καὶ Σολύμοις Σαμάρειαν ἀλιτροτάτην ἱεροῖσιν. Οὐδὲ γὰρ ὥσπερ ὁδοῖο τιταινόμενον κατόπισθεν Ἂψ ἰέναι πόνος ἐστὶν ἐτώσιος, οὐδέ τι τάρβος, Ἠὲ βέλος πέμποντα μικρὸν προπάροιθε ποδοῖιν
611 Ῥῖψαι, μηδ’ ἐπὶ τέρμα καὶ ἐς σκοπὸν ἄκρον ἱκέσθαι Οὐχ ὣς παρθενίην Χριστῷ βασιλῆϊ προθέντα, Καὶ λογικὴν θυσίην, ἱερήϊον αἵματος ἐκτὸς, Εἰς γάμον ἂψ ἰέναι, θωὴ μόνον, ἀλλὰ μέγιστον
612 Πτῶμα πέλει, θανάτοιο πέλας, πρὸς δ’ αἶσχος ἄληκτον, Τῷ ἴκελον, ὡς εἴ τις ἐπ’ οὔρεος ἀκροτόμοιο, ᾯ πλείστοισι μόγοις προσεβήσατο χρυσὸν ὀρύσσων, Ἢ θήρης μεθέπων γλυκερὸν πόνον, ἀπροτίοπτος
612 Ἐξαπίνης ἐπὶ γαῖαν ὀλισθήσειε πόδεσσι. Τίς δ’ ἀΐων Σάπφειραν ἀτάσθαλον, Ἀνανίην τε, Κέρδεος οἳ σφετέροιο κακὸν μόρον ἠλλάξαντο, Οὐ τρομέει καὶ μικρὸν ὑποσχεσίης τι κολούειν; Καὶ γλῶσσαν χρυσέην τις, ἐπεὶ νοσφίσατο λάθρη
612 Ἀνδράσιν ἐν προτέροισι, παρεκνόον ἡγεμονῆος, Εἷμά τε, χρῆμά τε βαιὸν, ὅλῳ δηλήσατο λαῷ.
612 Τοῖος παρθενίης ὀπίσω δρόμος, ἠὲ χερείων,
613 Ὁσσάτιον προφέρει λάχος ἔμπνοον. Ὡς ἀπόλοιτο Συζυγίη, τὴν οὔτι γαμήλιος ἥρμοσε θεσμὸς, Ἀλλ’ ὅστις ψυχὰς αἰεὶ προπάροιθεν ἰούσας Ἂψ ἐρύει, χθαμαλοῖσιν ὅπως πλεόνεσσιν ἀνάσσῃ,
613 Πρῶτος ἐπ’ οὐρανίοιο κλέους ἐπὶ γαῖαν ἑλυσθεὶς, ᾟς ὑπεροπλίῃσιν ἀτιμίης ζυγὸν ἔλκων Ἐνθάδε τοῦ περ ἀεὶ κέντρον πεφυλαγμένος εἶναι. Ἤδη καὶ τοκέεσσιν ἐγὼ μυθήσομ’ ἄριστα, Ὧν βίος ἐν χείρεσσι, καὶ αἴσχεα, καὶ κλέος ἐσθλὸν
613 Παρθενικῶν, πηοῖς τε σαόφροσι, καὶ μελεδώναις. Οὐ θέμις, οὐδ’ ἐπέοικε βιάζεσθαι μεγάλοιο Πλάσμα Θεοῦ. Πάντες γὰρ ἑνὸς γένος, ὅστις ἀνάσσων,
614 Ὅστις ἀνασσομένοις ἐναρίθμιος, ὅστις ἄνολβος, Ὅστις ἐρικτήμων, ὑψίθρονος, ἐς χθόνα νεύων, Ὃς πολιῇσι πέποιθε, καὶ ὃς νεότητι γέγηθε. Πάντες ἑνὸς, πάντεσσι πνοὴ μία, εἰς ἕνα πάντες
614 Νεύομεν. Ὡς δὲ Θεὸς πᾶσι βροτὸς ἶσος ἐτύχθη, Καὶ θάνε, καὶ συνέγειρε, καὶ οὐρανὸν εὐρὺν ἔδωκε. Τῷ μή τις σάρκεσσι φέρων χάριν ἀφραδέεσσι, Παρθενικὴν ἀέκουσαν ἄγοι πρὸς λέκτρα καὶ εὐνὴν Δρασσομένην Χριστοῖο, πόθον βιόωσαν ἄριστον,
614 Πούλυπον ἐκ θαλάμης πέτρην κοτύλῃσιν ἔχοντα, Ἠέ τιν’ ὄρνιν ἀοιδὸν ἀπ’ εὐτύκτοιο καλιῆς. Ἀλλ’ εἰ μὲν φιλόχριστον ἔχεις κέαρ, ἢ σέ γε δεσμοῖς
614 Θειοτέροις ἐνέδησε Θεὸς, κόσμου τ’ ἀνάειρε.
615 Στήσεις προφρονέως Χριστῷ περικαλλέα νύμφην, Ἢ κοῦρον, φιλότεκνος ὅπως πάρος Ἄννα Σαμουὴλ, Σῶν καθαρῶν λαγόνων ἱερὸν γόνον, ἔμπνοον ἱρὸν, Πάντων πρωτοτόκων ἱερώτερον, ἀσταχύων τε
615 Καὶ βοτρύων, οὓς κεῖρεν ἀπάργματα γηπόνος ἐσθλός. Εἰ δὲ σύ γε Χριστοῖο μέσος κόσμοιό τε βαίνεις, Ἶσον συζυγίῃ τε καὶ ἀζυγίῃ ζυγὸν ἕλκειν, Ἀμφοτέρων δ’ ὅσα καλὰ, καὶ ὅσς’ ἀντίξοα λέξας, Εὖ καὶ ἐπισταμένως, καὶ τέρματα δισσὰ χαράξας,
615 Ἕσπεο τῇ κεν ἴοι θερμὸς πόθος ἠδ’ ἐπάρηγε, Τῇ μὲν δουλοσύνῃ, τῇ δ’ οὐρανίοισι πόθοισιν. Ἥτις δ’ ὥριός ἐστι γάμῳ, καὶ σώφρονι βουλῇ
616 (Καὶ δεσμὸς ἀλόχῳ μὲν ἀνὴρ, τοκέες δὲ θυγατρὶ, Χριστοῦ δ’ ἀμφοτέροισι φόβος, φίλτρον δ’ ἀγάμοισι). Μήτε λιλαιομένην ἀνδρὸς ἀποέργαθε κούρην, Μήτε Θεῷ πελάουσαν ἐς ἀνέρος οἶκον ἐπείγειν,
616 Ἄχρι καὶ ἀτρεκίης, πειρᾷν γε μὲν οὔ τι μεγαίρω. Εἰ δέ γε συζυγίῃ μὲν ὅλην φρένα χεῖρα τε δοίης, Καὶ στήσαις θαλάμους τε, χοροιτυπίας τε, πότους τε Καγχαλόων, καὶ γῆρας ἀποξύσειε μενοινὴ, Παρθενικὴ δ’ ἀπὸ σεῖο φυγὰς πρὸς Χριστὸν ἀνέλθοι,
616 Ὥς τε Δίκη τοπάροιθε, βοὸς κταμένου ἀροτῆρος, Δείδια μὴ κοτέῃσι Θεὸς ψήφοις ἀνίσοισι
616 Τῷ ὑποδάμναθ’ ἅπασα χοὸς φύσις, ὡς πυρὶ κηρὸς
617 Πινόμενος. Τάρβος δὲ Θεοῦ καὶ σάρκ’ ἐπέδησεν. Ἔστι καὶ οὐρανίοισιν ὁμοίϊος ἐνθάδε λάτρις· Ἔστι καὶ ἐν θνητοῖσι νόος θεότητι πελάζων. Ἤλιτε δ’ ὅστις ἔμιξε φύσιν σάρκεσσιν ἄσαρκον,
617 Ἀγγελικῶν τε πόθων κρατεροὺς ἀνέηκε Γίγαντας, Καὶ γαῖαν ἐκάθηρεν ἁμαρτάσιν οὐρανιώνων. Ἑλλήνων τάδε παισὶν, ἐπεὶ παθέεσσιν ἐκεῖνοι Ἄλκαρ, ἐμητίσαντο θεοὺς στήσασθαι ἀλιτροὺς, Κλέπτας, ἀνδρογύνους, μοιχοὺς, ἀλιτήμονας ἀνδρῶν,
617 Ἀνδροφόνους, τεκέων δηλήμονας, ἠδὲ τοκήων. Οὐκ οἶον, παθέων δὲ καὶ αὐτῶν ἱρὰ τέλεσσαν. Ἄθρει δὴ πρώτιστον ὅς’ ἔπλετο μαργοσύνῃσι,
618 Ταῦρος, κύκνος, ὄφις, χρυσὸς, πόσις, ὄρνις, ἄπαντα Ὅσσα μιν ὠκὺς ἄνωξεν ἔρως κοῦρός τ’ ἀλαπαδνός. Κεῖνοι παρθενίην μὲν ἀτιμάζοιεν ἐραννὴν, Σαρκοπέδην. Κείνοισιν ἀπιστοτάτη χοὸς αἴγλη,
618 Οἵ σφισι μετρείουσιν ἀτασθαλίῃσιν ἅπαντας. Οὐ καθαρῆς γλήνης δὲ κατηφέα τείρεα λεύσσειν· Καὶ χθὼν ἔμπεδός ἐστιν, ἰλιγγιόωσι δ’ ἄπιστος. Ἡμῖν δ’ οὐ θέμις ἐστὶν ἐλεγχείην καταχεύειν Παρθενίης. Τί δ’ ἄπιστον ἔρον Χριστοῦ βασιλῆος
618 Εὐνάζειν βροτέους τε πόθους καὶ σαρκὸς ἐρωὰς,
618 Ὡς πάρος αἱματόεντα ῥόον σχέθεν αἱμοροούσης
619 Ἀψαμένης· κλέφθη γὰρ ἑκὼν Θεὸς, ἡ δὲ ῥεέθρων Αὐαλέη πηγὴ τῆμος θάλεν, εὖτ’ ἐμαράνθη. Ἠὲ πυρὸς, ξιφέων τε καὶ ὕδατος, ἀργαλέων τε Θηρῶν, δαπτομένων πικροῖς μελέων κεράεσσι.
619 Θυμὸς Χριστιανοῖσιν ὑπέρτερος, εὖτε διώκτης Καιρὸς ἐπισπέρχῃσι Θεοῦ πέρι δῆριν ἐγείρων. Οὐκ ἄϋπνος κείνοισι βίος, καὶ ἀνέστιος αἰών; Εὐχαί τε, στοναχαί τε ἀκαμπέες; οὐ δακρύοισι Τήκοντ’; οὐ νυχίῃσι καὶ ἠματίῃσιν ἀοιδαῖς,
619 Ἔνθεν ἀναθρώσκουσι βίον καὶ σάρκα λιπόντες; Οὐκ ὀλίγοις σπινθῆρσι πνοὴ κατερύκετ’ ἐδωδῆς; Οὐ σήραγγας ἔχουσι δόμους, καὶ δέμνια πέτρην, Ἢ δ’ ἁπαλὰς ποίας τε καὶ αὐαλέους κλαδεῶνας;
620 Οὐ θηρσὶ ναίουσιν ὁμέστιοι ὠμοβόροισιν, Ὥς κεν ὑπεκκακότητα χοὸς καὶ δεσμὰ φύγωσιν; Ὡς δ’ ὄρνιν φοίνικα φάτις θνήσκοντα νεάζειν Ἐν πυρὶ τικτόμενον, πολλῶν ἐτέων μετὰ κύκλα,
620 Γηραλέης κονίης ξεῖνον γόνον αὐτογένεθλον, Ὣς οἵ γε θνήσκοντες ἀείζωοι τελέθουσι, Δαιόμενοι πυρόεντι πόθῳ Χριστοῦ βασιλῆος. Ἐν δ’ ὀλιγοδρανίῃ κεῖται σθένος εὐσεβέεσσι. Ταῦτα τίς εἰσορόων, οὐ σπένδεται ἠϊθέοισι
620 Γηθόσυνος σάρκεσσιν, ἐπεὶ ζέσεν οἶστρος ἀρείων; Ὦ φύσι παμμήτειρα, σὰ δ’, οὐκ ἐμὰ θαύματα λέξω, Ὅσσα καὶ ἐν χέρσοισι καὶ ἐν πελάγεσσιν ἔθηκας. Πυνθάνομ’ ὡς πτερόεσσα τρυγὼν, τρυγόνος φιλίοιο
620 Χηρωθεῖς’, ὁμόλεκτρον ἑὸν ποθέουσα σαόφρων,
621 Οὐ δέχεται πόσιν ἄλλον ἑῆς καθύπερθε καλιῆς. Ὄρνι σοφή! Μερόπεσσι δ’ ἁγνὸς βίος, ὅσσον ἀρείων! οὐδὲ μὲν οὐ λακέρυζα μελάγχροος, ἀλλὰ καὶ αὐτὴ Ζώει κουριδίοιο πόθου τμηθεῖσα κορώνη,
621 Πάντα πόσιν στυγέουσα, ἐπὴν φίλον εὖνιν ὀλέσσῃ. Ἰχθύσι δ’ εἰναλίοισι νόμος, παύροις μὲν ἄθεσμος, Ἀμφὶ γάμους, πολλοῖς δὲ σαοφροσύνης τε μέμηλε, Καὶ θαλάμων, ἀλόχων τε. Δίκη δέ τε κἀνθάδ’ ἀνάσσει. Ἄλλοι δ’ οὐ πλεόνεσσιν ἑνὸς μογέουσι τόκοιο,
621 Ἄλλοι δ’ εἰαρινῇ μούνῃ φιλότητι γάνυνται, Καὶ πλέονες. Μέτρον δὲ φύσις ἐπέθηκε πόθοισι. Καιρὸς δ’ αὖ φιλότητος ἐνηέος ἐστὶν ἅπασιν, Ἠερίοις ἁλίοις τε καὶ ὅσς’ ἐπὶ γαῖαν ὁδεύει.
622 Οὐδ’ ἐκτὸς προχέουσιν ὅρου πόθον, ἀλλὰ δέονται Ὥρια μαργαίνοντες, ἐπήν σφεας εἶαρ ἐγείρῃ. Καί ῥ’ οἱ μὲν μιγάδεσσιν ἐπαΐσσουσι γάμοισι, Τοῖς δ’ ἄλοχοί τε μέλουσι φίλαι, καὶ θεσμὸς ἔρωτος.
622 Οἰοτόκος δ’ ἄλλοισιν ἐπάρκιος ἔπλετο μίξις, Ὥς τινες, οἳ ζώων τε γόνους καὶ πάντ’ ἐφράσαντο. Εἰ δὲ καὶ ἀφραδέεσσι σαοφροσύνης τι μέμηλε, Πλάσμα Θεοῦ, σὺ δὲ σαρκὸς ὅλον νόμον οὔτι πεδήσεις, Ἢν ἐθέλῃς; Εἰκτὸς δὲ λόγῳ βροτὸς, ὡς πυρὶ χαλκός.
622 Εἰ δ’ οὐ σαρκὸς ἄνασσα λόγου φύσις, ὥς μ’ ἐθέωσεν. Εἰκὼν, τί πλέον ἡμῖν ὁμοίϊα κινυμένοισιν; Εἴ τοι καὶ πλεόνων φύσις ἄσχετος, ἀλλὰ τόδ’ ἴσμεν,
622 Πολλάκι καὶ ξυνῆς φύσιος κρατέουσαν ἐφετμήν.
623 Καὶ γὰρ ἐμοὶ δέμας ἐστὶν ὁμοίϊον ἀλλά μ’ ἔδησε Σταυρὸς ἑλὼν, ᾧ σάρκα φέρων προσέδησα βαρεῖαν. Χριστῷ συνθανέειν γὰρ ἐέλδομαι, ὡς συναερθῶ, Πάντα φέρων Χριστοῖο, λόγον, δέμας, ἧλον, ἔγερσιν.
623 Ἄλλοις δ’ αὐτομάτη σαρκὸς δέσις, οὐχ ὑπ’ ἔρωτος Θειοτέρου, τὴν οὔτι σαοφροσύνην καλέουσιν. Ἔμπαγε μὴν γέρας ἐσσὶ θεόσδοτον, ὕβριος ἐκτὸς Ζώειν, εὐδιόωντά τ’ ἔχειν νόον, ἠδ’ ἀτίνακτον. Ἄλλος δ’ αὖ μέθυ λαρὸν ἀπήχθετο, ἄλλος ἐδωδὴν,
623 Τὴν ἄλλοι φιλέουσιν, ἀπέστυγεν· ἄλλος ἀϋτμήν. Ἄλλοι δ’ αὖ μερόπεσσιν ἀπεχθέα θυμὸν ἔχοντες, Ἐσχατιὰς ναίουσι, βροτῶν δ’ ἄπο τῆλε θέουσι Προφρονέως. Σὺ δ’ ἄπιστον ἔχεις νόον ἀζυγέεσσιν.
624 Οὐ μὲν ἄπιστον ἔγωγε ὀΐομαι. Ἀλλ’ ἐπὶ τάρβος Φεύγεις, συζυγίης δὲ κακῶν ἐπελήσαο τῆμος. Οὐδὲ πυρὸς μαλεροῖο διατρέχει, ἠΰτε γαίης, Σκαίρουσα χθαμαλοῖσι ποσὶν τυτθὴ σαλαμάνδρη;
624 Ἰχθὺς δ’ ἔμπυρός ἐστι, καὶ οὐ πυρὶ δάμνατ’ ἀπίστῳ Ἔμπυρος· αἰθόμενος δὲ, μέσης διαλάμπεται ἅλμης. Οὐδὲ λίθος μάγνησσα σιδήρεον ὅλμον ἀνέλκει; Οὐδ’ ἀδάμας ἀδάμαστος; ὁ δ’ οὐ σέλας ἧκε σιδήρῳ Θεινόμενος, ἄλλος δὲ σελάσσεται ὕδατι βαιῷ.
624 Ὕδατι μὲν σέλας ἧκεν, ἀπηυγάσθη δ’ ἄρ’ ἐλαίῳ. Ὅσσα τε δ’ αὖ καὶ τῶνδε παροίτερα θαύματ’ ἔασι, Τίς κεν ἀριθμήσειεν; ἐπεὶ πάρα πόλλ’ ἀγορεύειν.
624 Παίζει γὰρ λόγος αἰπὺς ἐν εἴδεσι παντοδαποῖσι
625 Κιρνὰς, ὡς ἐθέλει, κόσμον ὅλον ἔνθα καὶ ἔνθα. Παῦρα δ’ ἀπὸ πλεόνων μυθήσομαι, ὧν τὰ μὲν, αὐτὸς Ἔδρακον, ὧν δὲ βίβλοι, ὧν δ’ οὔατα πίστιν ἔδωκαν. Οὐχ εἷς μὲν ποταμοῖσι κάτω ῥόος ἐστὶν ἅπασιν;
625 Εἷς δὲ νόμος πελάγεσσιν ἐπ’ ἠϊόνεσσι δεδέσθαι; Εἷς δὲ πυρὸς φλογόεντος ἄνω δρόμος ἅλμασι πυκνοῖς; Ἀλλ’ ἔμπης ποταμὸς πικρὴν διανήχεται ἅλμην, Καὶ ποταμός περ ἐὼν, οὐδ’ ὕδατι μίσγεται ὕδωρ. Ναῦται δ’ ἐκ πελάγους γλυκερὸν ποτὸν ὑδρεύονται,
625 Νῆα ῥόῳ πελάοντες ἐπειγομένῳ ποτὶ γαῖαν. Εὐβοίης δ’ ἄρ’ ὄπωπα θρασὺν πόρον, οὐδ’ ἐπίφραστον Πορθμὸν, ἁλὸς κληΐδα, παλισσύτοισι ῥεέθροις
626 Μαινόμενον. Πόντος δὲ ῥέει, καὶ ῥεῖθρον ἄνεισιν. Ὠκεανὸς δ’ οὐχ ἕλκετ’ ἀπὸ χθονὸς, εἶτ’ ἐπὶ χέρσον Ἔρχετ’ ἐπειγομένοισι μεταΐσσων ῥοθίοισι; Καὶ πεδίον καὶ πόντος ἐπ’ ἠϊόσι Κιμμερίοισιν
626 Ἄλλος δ’ αὖ ῥόος εἶσι πυρὸς φλογὸς, εἰ ἐτεόν γε, Αἰτναίων σκοπέλων ἀπερεύγεται ὁλκὸς ἄπιστος, Πῦρ ποταμός. Τὰ δ’ ἄμικτα μίγη, Χριστοῖο θέλοντος. Οἶδα καὶ ἐν βαιοῖσιν ὁμοίϊα θαύματ’ ἀεῖσαι. Ἔστι τις ἐν καρποῖσι κερασβόλος, ὡς ἐνέπουσιν,
626 Ὃς μοῦνος, τῶν ὅσσα φύει ζείδωρος ἄρουρα, Ἐσκληκὸς καὶ ἄτεγκτον ἔχων δέμας, οὔτ’ ἐνὶ γαίῃ Λύεται, οὔτ’ ὄμβροισι πιαίνεται, ἀλλὰ πέπηγεν
626 Αὐαλέος, κεράων στερεώτερος ἤματα πάντα.
627 Οὗ τὸ κέρας βέβληκε βοὸς κέρας, εὖτ’ ἀροτῆρος Δεξιτερὴ προχέῃσιν ἑὴν ἐς καρπὸν ἄρουραν, Ἔνθεν ὅγ’ ἐκ κεράων καὶ οὔνομα καὶ φύσιν ἔσχεν, Εἴ τέ τιν’ ἄλλον ἴσασι σοφοὶ λόγον· οὐ γὰρ ἔγωγε.
627 Ταῦτα φύσις. Σὺ δ’ ἄκουε καὶ ὄσς’ ἐβιήσατο τέχνη. Ψῆρες μὲν λαλέουσιν ὁμοίϊον ἀνθρώποισι, Φωνῆς ἀλλοτρίης ζηλήμονες, ἣν ἐδίδαξεν Εἴδωλον ξεστοῖο κατ’ εἰσόπτροιο φαανθὲν Ψηρὸς, κρυπταδίην τε ἱεὶς ὄπα κερδαλέος φώς.
627 Καὶ κόρακες κλέπτουσιν ὁμῶς ὄπα. Ὣς δ’ ἐρατόχρως Ψιττακὸς ἀγκυλόχειλος ἔσω πλεκτοῖο δόμοιο, Ἀνδρόμεον φώνησε, καὶ ἤπαφεν ἀνδρὸς ἀκουήν. Ἵπποισιν δὲ κάλωες ἀπήοροι, ὧν καθύπερθεν Βαίνουσιν. Στυγερὴ δὲ δι’ ἠέρος ἄρκτος ὁδεύει,
628 Ἐν δὲ δίκης θώκοισι, δικασπόλος ὥς τις ἐχέφρων, Ἑζομένη, νώμησε δίκης ἰθεῖα τάλαντα, Ὡς δοκέει, παλάμῃσι, νόον δὲ ψεύσατο καὶ θήρ. Καὶ βροτὸς ἐξεδίδαξεν, ἂ μὴ φύσις. Ὣς δὲ λέοντος
628 Εἶδον ὑπὲρ νώτοιο λεοντοκόμον βριαροῖο Ἑζόμενον, θηρὸς δὲ μένος ὑπεδάμνατο χειρὶ, Καί ῥ’ ὁ μὲν ἡνιόχευεν, ὁ δ’ ἤγετο βρυχαλέος θὴρ, Ῥίψας λοίγιον ἆσθμα, καὶ ὃν σαίνεσκεν ἄνακτα. Ὣς δὲ καὶ ἀργιόδοντα βαρὺν, μεγακήτεα θῆρα,
628 Ἰνδὸς ἄγει καθύπερθε πάϊς ὀλίγῳ ὑπὸ κέντρῳ, Νωμῶν οἷά τε νῆα δέμας κρατεροῦ ἐλέφαντος. Τολμήεις, ὃς πρῶτος ἐμήσατο θῆρα δαμάσσαι, Καὶ ζυγὸν αὐχένι θῆκε, καὶ ἤγαγεν ἅρμα πέλωρον.
628 Ἀλλὰ σὺ καὶ θήρεσσι νέμεις πλέον ἢ μερόπεσσιν,
629 Εἰ θηρῶν μὲν ἔκαμψε βίη φύσιν, οἳ δ’ ἀδίδακτοι Εἰσὶ καλοῦ, καὶ μῦθον ἐπίῤῥοθον ἐγγὺς ἔχοντες. Ἄγριε, πῶς ῥα σὺ τόσσον ἐφυβρίζεις μεγάλοιο Πλάσμα Θεοῦ; τίς τόσσον ἑὴν ἤχθηρε γενέθλην;
629 Ἀλλ’ οὐ τοῖος ἔμοιγε νόος καθαρὰ φρονέοντι· Ἀλλ’ οἶδ’ οὐρανίους τε νοήματα, καὶ δέμας ἁγνοὺς Ἄνδρας θηλυτέρας τε. Τὸ γὰρ πλέον ἐν μελέεσσι· Ξυναὶ δ’ ἀμφοτέροις ἀρεταὶ, ξυνὴ δὲ κέλευθος Ἐς βίον αἰπήεντα. Τὸ δὲ πλέον ἱεμένοιο.
629 Πηοῖσι μὲν ταῦτ’ ἐπιτέλλομαι οὐρανοφοιτῶν. Παρθενίη, σὺ δέ μοι περικήδεο, ὥς κεν ἐρυμνὴ Πάντοθεν, εὖ βεβαυῖα, Θεῷ καὶ ἄρτιος εἴης, Μάργαρος ἐν λάεσσιν, ἑωσφόρος ἐν φαέεσσιν,
630 Ἐν πτηνοῖσι πέλεια, ἐν ἄλσεσιν ἔρνος ἐλαίης, Καὶ κρίνον ἐν πεδίοισι, καὶ ἐν πελάγευσι γαλήνη. Παρθένε, κόσμον ἅπαντα, καὶ ὁππόσα τερπνὰ βίοιο Ὠσαμένη, Χριστοῦ πέλας ἵστασο λαμπετόωντος,
630 Καὶ χερὶ χειρὸς ἑλοῦσα, τεῆς ἄγε παστάδος εἴσω, Τερπνῆς, ἡδυπνόοιο, θυώδεος· ὥς κε μύροισι Μίξαις οὐρανίοισι μύρον τεὸν, ἔνθα χυθεῖσιν Ἀφράστοισι πόθοισι πόθους, καὶ κάλλεϊ κάλλος, Κρυπτὸν κρυπταδίῳ, καὶ αἰγλήεντι φαεινὸν,
630 Χριστὸν ἔχοις μορφῆς ἐρικυδέος ἐσθλὸν ἐραστὴν,
630 Χριστὸν ἐεδνωτήν. Χριστὸς δ’ ἀνέῳξε καλύπτρην,
631 Καὶ θάμβησεν ἰδὼν κεδνὴν περικαλλέα νύμφην, Ἐσθλὴν, μαργαρίεσσαν, ἐΰθρονον, ὑψικάρηνον, Καί σε καλήν περ ἐοῦσαν, ἔτι χαρίεσσαν ἔθηκε. Χριστὸς καγχαλόωσαν ἑὰ πρὸς δώματ’ ἀνάξει,
631 Καὶ θήσει σοι δαῖτα γαμήλιον ἐν μεγάλοισιν Ἀχράντοισι χοροῖσι, καὶ οὐρανίῃσιν ἀοιδαῖς, Καὶ στέψει χαρίτεσσιν ἀειθαλέεσσι κάρηνον, Καὶ στήσει κρητῆρα μεθύσματος ἡδυπνόοιο, Καὶ δείξει σοφίης μυστήρια, τῆς ἐν ἐσόπτρῳ
631 Εἰκόνας ἐνθάδ’ ὁρῶμεν, ἐτήτυμα φῶτα νόοιο Γυμνοτέρου. Σάρκες γὰρ ὑποείξουσι παχεῖαι Πνεύματι, ἠέριαι δὲ, βίον δέξονται ἀγήρω. Ἀλλὰ, φίλοι, μέλπωμεν, ὅσοις πόθος ἁγνὸς ἄνακτος· Ἠίθεοι, κοῦραί τε, Θεοῦ γάμον οὐρανίωνος,
631 Λαμπάδας ἁψάμεναι, θείου μιμήματα φωτὸς,
632 Ἀσβέστους, νοεράς τε, ἀεὶ πλέον ἐν καθαρῇσι Πρήξεσιν ἠδὲ λόγοισι ῥιπιζομένας μεγάλοισιν Ἄχρι καὶ οὐρανίοιο. Σὺ δ’ ἵλαος ἄμμιν ἐπέλθοις, Ἵλαος, ἵλαος ἄμμιν, ἁγνὴ Τριὰς, εἰς ἒν ἰοῦσα
632 Ἐξ ἑνὸς, ὀφθαλμοῖσιν ὑπαυγάζουσα φαεινοῖς Σήμερον, ὑστάτιον δὲ φαάντερον, οἷσιν ἔλαμψας Εἷς Θεὸς ἐκ Γενέταο δι’ Υἱέος ἐς μέγα Πνεῦμα, Ἱσταμένης θεότητος ἐνὶ τελέοισι τελείης.
632 Γʹ. Πρὸς παρθένους παραινετικός.
632 Ἐν τούτῳ τῷ λόγῳ τὸν Συρακούσιον μιμεῖται οὗτος γὰρ μόνος ποιητῶν ῥυθμοῖς τε καὶ κώλοις ἐχρήσατο, ποιητικῆς ἀναλογίας καταφρονήσας.
632 Παρθένε νύμφη Χριστοῦ, δόξαζέ σου τὸν νυμφίον
633 Ἀεί. Κάθαρε σαυτὴν ἐν λόγῳ καὶ σοφίᾳ, Ἵνα λαμπρὰ τῷ λαμπρῷ πάντα ζήσῃς τὸν αἰῶνα Κρείσσων γὰρ αὕτη πολὺ τῆς φθαρτῆς συζυγίας. Ἐν σώματι τὰς νοερὰς δυνάμεις ἐμιμήσω
633 Ἀγγελικὴν ἐπὶ γῆς μετῆλθες πολιτείαν. Δεσμὸς ἐνταῦθα, καὶ λύσις, καὶ σώματ’ ἐκ σωμάτων· Ἄνω δ’ ἑκάστη μονὰς οὔποτε λυομένη· Οἱ πρῶτοι φέρους’ ἀκτῖνα τῆς καθαρᾶς Τριάδος, Πνεύματα καὶ πῦρ, λειτουργοὶ τῶν Θεοῦ προσταγμάτων.
633 Ὕλη δὲ μίξιν ἐξεῦρεν, ἀεὶ ῥέουσα φύσις, ᾟ μέτρον ὥρισε Θεὸς, γάμον νομοθετήσας.
634 Σὺ δ’ ἔργον ὕλης φυγοῦσα, τοῖς ἄνω συνηρμόσθης, Ὡς νοῦς ἁρμόζεται νοῒ τὴν θείαν ἁρμονίαν, Καὶ σαρκὶ πολεμοῦσα βοηθεῖς τῇ εἰκόνι. Πνοὴ γὰρ ἔφυς Θεοῦ, τῷ χείρονι συνδεθεῖσα,
634 Ἵνα ἐκ πάλης καὶ νίκης τὸ στέφος ἀπολάβῃς, Ἄνω θεῖσα καὶ τὸν χοῦν καλῶς ὑποταγέντα. Αἰνείσθω σοι καὶ γάμος, πρὸ γάμου δ’ ἀφθορία· Γάμος συγγνώμη πάθους, ἁγνεία δὲ λαμπρότης· Γάμος πατὴρ ἁγίων, ἁγνεία δὲ λατρεία.
634 Ταύτην καὶ τότε καιροῖς ἐτίμων τοῖς εὐθέτοις, Ἀδὰμ ἐν παραδείσῳ. Μωσὴς ἐν ὄρει Σινᾶ,
634 Λειτουργῶν ὁ Ζαχαρίας, ὁ πατὴρ τοῦ Προδρόμου.
635 Γάμος καὶ παρθενίας ῥίζα τῆς Θεῷ φίλης, Ἀλλ’ ἔστιν ὁμῶς σαρκὸς καὶ βράσματος δουλεία. Ὅτ’ ἦν νόμος, καὶ σκιαὶ, καὶ πρόσκαιροι λατρεῖαι, Τότ’ εἶχε πρῶτα καὶ γάμος, ὡς ἔτι νηπιώδης·
635 Ὅτε δ’ ὑπεξῆλθε τὸ γράμμα, τὸ πνεῦμ’ ἀντεισήχθη, Καὶ Χριστὸς ἔπαθε σαρκὶ, προελθὼν ἐκ Παρθένου, Τότ’ ἐξέλαμψεν ἁγνεία συντέμνουσα τὸν κόσμον, Ὃν ἐκεῖ δεῖ μεταβῆναι Χριστῷ συνανελθόντι. Καλῶς ὁδεύεις, παρθένε, εἰς ὄρος, ἄνω σώζου·
635 Μὴ πρὸς Σόδομ’ ἀποβλέψῃς, μὴ στήλη παγῇς ἁλός. Μηδὲ λίαν σε σαρκὸς ἡ φύσις ἐμφοβείτω· Μηδὲ θαῤῥήσῃς ἄγαν, ὥστε πότ’ ἐκπλανηθῆναι. Σπινθὴρ ἀνάπτει καλάμην· σβέννυσι δ’ ὕδωρ φλόγα.
636 Ἔχεις φάρμακα πολλὰ τῆς σεμνῆς παρθενείας· Θεοῦ σε φόβος πηγνύτω, νηστεία σε κενούτω, Ἀγρυπνία, προσευχαὶ, δάκρυα, χαμευνία, Ἔρως ὅλος πρὸς Θεὸν, γνησίως τεταμένος,
636 Πάντα κοιμίζων πόθον ἀλλότριον τῶν ἄνω Ὁ πεσὼν ἐγειρέσθω· ὁ ναυαγῶν ἐλεείσθω. Σὺ δὲ εὐπλόει, τὸ ἱστίον πετάσασα τῆς ἐλπίδος Οὐ τῶν κάτω τὸ πίπτειν, τῶν δ’ ἄνω φερομένων Ὀλίγοι πτεροῤῥυοῦσιν, οἱ πλείους δ’ εὐδρομοῦσιν.
636 Ἔπεσεν Ἑωσφόρος, ἀλλ’ οὐρανὸς ἀγγέλων. Ἰούδας ἦν προδότης, οἱ δ’ ἕνδεκα λαμπτῆρες. Μόνον ὅλην σεαυτὴν ἁγνὴν τήρει, παρθένε. Μή πως ῥυπώσῃς Χριστοῦ τὸν ἄσπιλον χιτῶνα.
636 Ὄμμα σου σωφρονείτω, γλῶσσα παρθενευέτω,
637 Μὴ νοῦς πορνεύῃ, μὴ γέλως, μὴ ποῦς ἄτακτα βαίνων. Τὴν πιναρὰν στολήν σου, καὶ τὴν αὐχμηρὰν κόμην, Μᾶλλον αἰδοῦμαι μαργάρων καὶ τῆς σηρῶν εὐκοσμίας. Καλὸν ἄνθος ἡ αἰδὼς, καὶ μέγας κόσμος ὠχρότης,
637 Καὶ πλέγμα καλὸν, πάσαις ἀρεταῖς στεφανοῦσθαι. Ἄλλη χρώμασιν εἰκόνα τὴν Θεοῦ νοθευέτω, Πίναξ ἔμψυχος, σιγῶν κατήγορος τῶν ἔνδον· Σὺ δ’ ἧς ἔχεις εὐμορφίας νεκρούσθω σοι τὸ πλεῖστον· Κάλλει δὲ λάμπε ψυχῆς ἐκ Θεοῦ κοσμουμένη.
637 Ὄψιν δ’ ἀῤῥένων φεῦγε, εἰ θέμις, καὶ σωφρόνων, Μή που πλήξῃς, ἢ πληγῇς ἐκ μώμου τοῦ Βελία. Ὄμματ’ ὄμμασι μὴ δουλοῦ, μὴ δ’ ἕλκε λόγον λόγῳ, Μὴ παρειὰ παρειαῖς διδότω παῤῥησίαν.
638 Μηδέν σοι καὶ τῇ γεύσει ξύλου τοῦ κατακρίτου, Μή σε ξύλου τῆς ζωῆς ὁ ὄφις ἔξω βάλῃ. Καὶ τοῦτο πείθου σὺ, παρθένε, μὴ συνοίκει προστάτῃ· Χριστὸν ἔχουσα νυμφίον, ζηλοῖ σου τὴν ἁγνείαν,
638 Τί μοι, σάρκας φυγοῦσα, πρὸς σάρκας ἐπιστρέφεις, Οὐ πάντες ἄνδρες τὴν σὴν ἁπλότητα χωροῦσιν. Ὡς ῥόδον ἐν ἀκάνθαις, οὕτως ἐν πολλοῖς στρέφῃ, Καὶ ἐπάνω πονηρῶν παγίδων διαβαίνεις. Ὁ μὲν ἐγείρει παστάδας, ἡ δ’ ἐκκομίζει νυμφίον,
638 Ἄλλος γίνεται πατὴρ, ἄλλος δ’ ἄπαις ἀθρόως. Ὅσον κακὸν ὠδῖνες, ἀτέλεστοι πολλάκις;
638 Ὅσον δὲ ζῆλος συζύγου, κλαπῆναί που φιλίαν;
639 Ἐκθρέψαι δὲ καὶ παιδεῦσαι, ἔπειτ’ ἀτιμασθῆναι, Καὶ πικρὰς ἀπολαύειν τῶν πόνων ἀντιδόσεις; Σοὶ δὲ μέριμνα μία πρὸς Θεὸν ἀεὶ βλέπειν. Ἡ χρεία δ’ ἔστω ὀλίγη μάζα, καὶ μικρὰ σκέπη,
639 Ἀφ’ ἧς πεῖραν καὶ Χριστῷ προσήγαγεν ὁ πειράζων, Λίθους αἰτῶν εἰς ἄρτους πεινῶντα μετατρέψαι· Ὧν μή ποθ’ εἵνεκα μηδέ τι τῶν αἰσχρῶν ὑπομένῃς. Οὐ χείρων εἶ πετεινῶν σχεδίως τρεφομένων. Οὐκ ἐκλείψει σοι καμψάκης ἐλαίου πιστευούσῃ.
639 Κόραξ ἐκθρέψει καθάπερ Ἠλίαν ἐν ἐρήμῳ. Ὁρᾷς Θέκλαν ἐκ πυρὸς καὶ θηρίων φυγοῦσαν, Παῦλον τὸν μέγαν πεινῶντα, καὶ ῥιγοῦντα προθύμως, Ἵνα σὺ μάθῃς, παρθένε, πρὸς Θεὸν μόνον βλέπειν, Ὃς ἐν ἐρήμῳ τρέφειν οἶδε καὶ μυριάδας.
640 Μαραίνεται τὸ κάλλος, ἡ δόξα παρατρέχει, Ὁ πλοῦτος ἄπιστον ῥεῦμα, τὸ δύνασθαι δ’ ὀλίγων· Σὺ δὲ τοῦ πλάνου κόσμου τὰς στροφὰς ἐκφυγοῦσα, Εἴσελθε εἰς τὰ ἅγια τῶν ἁγίων γελῶσα,
640 Καὶ σὺν ἀγγέλοις χορεύσεις τὴν ἄπαυστον χορείαν, Κρείσσονα τόπον λαχοῦσα υἱῶν καὶ θυγατέρων. Ἀλλ’, ὦ παρθένοι, Χριστὸν μένοιτε γρηγοροῦσαι, Καὶ φαιδραῖς τὸν νυμφίον δέξασθε ταῖς λαμπάσιν, Ἵνα συνελθοῦσαι τὸ κάλλος τοῦ νυμφίου
640 Ἴδητε, καὶ μιγῆτε τοῖς ἄνω μυστηρίοις.
640 Δʹ. Εἰς παρθένον.
640 Ἅγνευε πᾶσι, Παρθένε, καὶ τοῖς ὄμμασι
640 Πάντων μάλιστα· μηδέ τιν’ εἰσοικίσῃ
641 Ἀνδρῶν βοηθὸν, μηδὲ τὸν σοφώτατον. Σὺ μὲν γὰρ ἁγνὴ, τὸν φθόνον δ’ ἐγὼ λίαν Δέδοικα, μή σε κεντρίσας δυσφημίᾳ, Λύσῃ τὸν ἁγνὸν ζῆλον οὗ στέργεις βίου.
641 Ὄλοιό μοι πᾶς ὅστις ἁγνείαν σέβων, Τὴν τῶν ἀσάρκων ἀγγέλων παραστάτιν Σύνοικον αἱρῇ παρθένον. Τί δεῖ πυρός; Κρείσσων πυρὸς σύ; πῶς δὲ τὸν καπνὸν φύγοις, Σαυτὸν μελαίνων τῇ κενῇ γλωσσαλγίᾳ;
641 Ἐντεῦθεν ἤρθης, παρθένε, καὶ ζῇς ἄνω. Μάζα στενή σοι, καὶ σκέπη τὸ φορτίον; Ὧν μή ποτ’ αἰσχρὸν εἵνεκεν μηδὲν πάθῃς. Μηδ’ ἀντὶ τοῦ σοῦ προστάτου δέξῃ τινὰ
642 Κοινωνὸν αἴσχους, καὶ βίου, κἂν ἁγνὸς ἦ, Μή πού σε Χριστὸς ὡς διπλῆν ἔξω βάλῃ.
642 Εʹ. Πρὸς τοὺς ἐν κοινοβίῳ μοναχούς.
642 Εἰ μὲν δὴ πλεόνεσσιν ὁμὸν βίον αἰνήσαιεν
642 Ἀνέρες ἠδὲ γυναῖκες, ὁμοφροσύνης ὑπὸ δεσμοῖς, Ἵλαον ἀμφὶ ἄνακτα χοροστασίης μεδέοντα, Σύμπνοον, ἰσοκέλευθον, ὁμώροφον εὖχος ἔχουσαι, Λώϊον. Οὐκ ἐθέλει γὰρ ἅπαν καλὸν οἶον ὁρᾶσθαι. Οὐδὲ γάρ ἐστιν ἄριστον, ὃ μὴ καλοῖο προέσχε.
642 Καὶ στεινὴ φιλίη, βαιὴ χάρις, ὡς πολύμικτος
642 Βορβορέη. Κέλομαι δὲ καὶ ἐνθάδε χάσμα μέγιστον
643 Ἐστάμεν, ὥς κεν ἔωσι διασταδὸν εὐσεβέοντες, Ἀνέρες ἠδὲ γυναῖκες, ὁμὸν κλέος οἶον ἔχοιεν. Οὐδὲ γὰρ οἰοβίοισι μόνον φθόνος, ἀλλ’ ἔτι μᾶλλον Πλειοτέροις, πλείων τε κακοῦ μόθος. Εἰ δὲ καὶ οἶος
643 Ναιετάειν ἐθέλοις Χριστῷ ξυνούμενος οἴῳ Καὶ τὸ φίλον· πάντεσσι δ’ ὅμως δέος, ὥσπερ ἔμοι γε, Δυσμενέος τε πάλης, καὶ πτώματος οὐλομένοιο.
643 ϛʹ. Εἰς σωφροσύνην.
643 Καλὸν γάμῳ δεδέσθαι, σωφρόνως μόνον,
643 Πλεῖον νέμοντα τῷ Θεῷ συσσαρκίας. Κρεῖσσον τὸ δεσμῶν τυγχάνειν ἐλεύθερον, Τὸ πᾶν νέμοντα τῷ Θεῷ καὶ τοῖς ἄνω.
644 Θεὸς μὲν ἄζυξ, ἀγγέλων τ’ ἀσαρκία· Ὕλη δὲ συζυγής τε καὶ πλήρης φθορᾶς. Γάμος μέριμνα συζύγου καὶ φιλτάτων· Τῇ παρθενίᾳ Χριστός. Εἰ γυνὴ Θεῷ
644 Ἴσον φέρει τι, καὶ γάμος λυτῷ βίῳ· Εἰ δ’ οὐδὲν ἴσον, οὐδὲ τοῖς βίοις ἴσον. Μὴ τοίνυν, ὦ τεκόντες, ὑβρίζοιτέ με, Γάμῳ περισκιρτῶντες, ἁγνείᾳ δὲ μή. Γάμῳ δίδωμι, τὴν ἁγνείαν λαμβάνω.
644 Ἀλλ’ εἰσὶν οἳ πεπτώκας’· ἀλλ’ ὄλοιό μοι, Μὴ τοὺς ἀρίστους ἐκλέγων. τοὺς δ’ ἀσθενεῖς. Οἱ μὲν γὰρ αὐτοῖς αἶσχος, οἱ δ’ ἡμῖν κλέος.
644 Γῆ δ’ οὐκ ἀροῦται τῆς χαλάζης εἵνεκα,
645 Οὐ δ’ ἀμπελὼν φυτεύεθ’; ἡ θάλασσα δὲ Ὅρμοις δίδωσι πάντας οὕσπερ λαμβάνει; Τί μοι τὰ πόῤῥω; κειμένῳ δ’ Ἑωσφόρῳ Μὴ συγκατενέχθησαν ἀγγέλων χοροί;
645 Τί δ’, οὐκ Ἰούδας ἦν φονεὺς τοῦ Δεσπότου, Ἀλλ’ οἱ μαθηταὶ δόξα; Τοῦτο δ’ οὐ σκοπεῖς, Τοῦ σοῦ γάμου τὰ δεινὰ, καὶ μοιχῶν κλοπὰς, Ἐξ ὧν τὸ φίλτρον, καὶ γένος νοθεύεται. Ὑψοῦ βάδιζε, τὸν φθόνον δ’ ἔα κάτω.
645 Ἅγνευε πᾶσι, παρθένε. Χριστῷ μόνῳ Νύμφη, κράτει τὸ κάλλος ἐσφραγισμένον. Χρηστὸς μέν ἐστιν, ἀλλὰ καὶ ζήλου πλέως. Οὐδὲν δυσειδὲς, οὐδ’ ἄκοσμον ἐκφέρει. Ἐσθῆτι κόσμου κόσμος ἡ ἀκοσμία,
645 Θρύψιν δὲ φεῦγε, καὶ ταπείνου τὰς κλάσεις.
646 Μὴ τὸ βλέπεσθαι τῷ βλέπειν θήρευέ μοι. Σώφρων βάδιζε, κἂν ἀναστρέφῃ μόνη· Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως· Πλεῖστον παρειαὶ, καὶ γέλωτος ἔμφασις.
646 Θυμὸς, μέθη, δαίμων τε παρθένοις ἴσον· Πάντων δὲ χεῖρον πλησμονὴ γαστρὸς χάριν. Εὐχαῖς τὸ κάλλος εἰκέτω κἀγρυπνίαις. Σύνοικον αἱροῦ μηδ’ ἀδελφὸν ῥᾳδίως. Ἐμπεπύρευμα (sic) τῆς νόσου τί δεῖ βλέπειν
646 Οὐδὲν τόδ’ αἰσχρὸν, πλὴν μόνη μνήμη χοός. Πατὴρ μόνος σοι, καὶ Θεὸς πιστὸς, νέα· Ἄλλοι δὲ φευγέτωσαν, ὡς θῆρές ποτε Τὸ Σινὰ, πλαξὶν ἐντυπουμένου νόμου. Ἄψαυστος ἔστω προσφορὰ καὶ παρθένος,
646 Ἡ μὲν βεβήλοις, ἡ δ’ ἁπάντων ὄψεσιν.
647 Ἡ χρεία δουλούτω σε σαρκὸς μηδ’ ὅλως. Ἂν προσδέῃ του, καψάκης σοι πηγάσει, Ὑδρεία δώσει πυθμένος γεωργίαν. Ἄρτοις τρέφονται πέντε μύριος λεώς·
647 Πόσον σὺ μᾶλλον, ἡ Θεοῦ παραστάτις; Μὴ τοίνυν ἁγνὸν τόνδ’ ἔχουσα νυμφίον Κάλλους ἀσάρκου, συζυγῇς τῷ δευτέρῳ. Μοιχὸς γὰρ οὗτος, οὐκ ἀνὴρ καθίσταται, Ζῶντος τὸ φίλτρον ἀνδρὸς ἐγκαρπούμενος.
647 Ἡ καὶ κανοῦν προσθεῖσα τῷ Θεῷ σύ γε Ἀποστερήσεις; καὶ Σοδόμων φυγοῦσα πῦρ, Παλινδρομήσεις; μὴ λίθος παγῇς ἁλός. Χήρας σὺ πλεῖον, ἀλλὰ καὶ χήρας γάμος Ὑπεύθυνος, ψευσθέντος ἁγνείας ὅρου.
648 Χρυσῆς τί γλώσσης ἐστὶν εὐτελέστερον, Ψιλῆς, διδράχμου, δή τι τῶν ἀναστάτων; Ἀλλὰ κλαπέντα τὸν στρατὸν διώλεσε. Ταῦτ’ οὖν ὁρῶσα, παρθένε, πείθου Θεῷ.
648 Ζʹ. Περὶ ἁγνείας.
648 Ἀρετὴ πᾶσα δικαίοις Ἕνα βαθμὸν προβιβάζει. Ὁ μὲν ἀλλότριος εὐνῆς Ἴσος ἀγγέλοις ὑπάρχει.
648 Ὁ δέ τ’ ἐγκράτειαν ἀσκῶν, Μετὰ παρθένων τετάχθω· Ὁ δὲ τὸν γάμον φυλάσσων,
648 Ἴσος ἐγκρατεῖ γενέσθω.
649 Μόνον ἀσκεῖτε τὸ σῶφρον Ἵνα μειζόνων τύχοιτε.
649 Ηʹ. Σύγκρισις βίων.
649 Βι. Κρίναις ἂν ἡμῖν, ὦ ξένε. Κριτ. Κρίσις δὲ τίς,
649 Βι. Βίοι μάχονται. Κριτ. Καὶ τίνες, τίς δ’ ἡ κρίσις, Βι. Ὁ κοσμικός τε καὶ ὅσος τοῦ πνεύματος, Πότερος ἀμείνων καὶ σοφοῖς βιώσιμος; Κριτ. Ὡς δύσκριτον μὲν, ἀλλ’ ὅμως ἀκουστέον Κοσμ. Κόσμου πεφυκὼς, οἶδα καὶ στέργω τάδε·
649 Τὸ δ’ εὐσεβὲς, πατρῷον αἰδεῖσθαι νόμον. Πν. Θεοῦ πεφυκὼς, οἶδα καὶ σέβω Θεόν· Τὸ δ’ εὐσεβὲς, τέλειον εἰδέναι σέβας.
650 Εἴ σοι τὸ χεῖρόν ἐστι τιμιώτατον, Πῶς οὐκ ἐμοὶ τὸ κρεῖσσον ἐνδικώτερον; Κοσμ. Μήτηρ ἐμοὶ σὰρξ καὶ συνεκράθην χοῖ, Σαρκὸς ποθῶ πλήρωμα τῆς ἐῤῥηγμένης
650 Πν. Θεὸς πατήρ μοι καὶ Θεῷ συνεζύγην, Μορφῆς ποθῶ μίμησιν ἧς ἀπεῤῥύην. Κοσμ. Πῶς δ’ ἂν συνέστη, φράζε, τὸ βροτῶν γένος, Εἰ μὴ τὸ σαρκῶν συζυγὲς συνέδραμε, Νόμω τε θείῳ καὶ φύσει κρατούμενον;
650 Πν. Νόμος μὲν οὗτος, νῦν δὲ λυθῆναί με δεῖ, Βίον πρὸς ἄλλον τοῦ παρόντος κρείσσονα Σπεύδοντα, δεσμῶν καὶ φθορᾶς ἐλεύθερον.
650 Κοσμ. Πῶς οὖν νέηλυς ἦλθε παρθένος βίος;
651 Πν. Ἦν μὲν σκιώδης καὶ πάλαι· λάμπει δὲ νῦν, Ἐξ οὗ Θεοῦ πέφηνε Μήτηρ παρθένος. Καὶ γὰρ νόμος παλαιὸς εἶξε τῷ νέῳ· Τὸ γράμμ’ ἀπῆλθε, τὸ κράτος δὲ πνεύματος.
651 Κοσμ. Ἄζυξ δ’ ἂν ἦν τις συζύγου βίου δίχα, Ἢ τίς δίκαιος; Πν. Ὡς λίαν κομψός τις εἶ, Πείθων τὸ σάρκας συνδραμεῖν καλῶν χάριν, Καλοὺς μὲν ἐξέθρεψεν ἢ κακοὺς χρόνος, Ὕβριν δὲ σαρκὸς ὁ σπορεὺς ἐπέβλυσεν.
651 Οὐκ ἄλλο. Τὸ φρονεῖν δὲ τῷ πάθει γέλως, Ὡς συγκάμνοντα Θεοῦ θελήματι. Κοσμ. Τί οὖν βίῳ δέδωκας, ἐζήτεις δὲ τί; Πν. Κλάδους. Κοσμ. Ἵνα ψυγῶσιν, ἢ λαῖλαψ λάβοι;
652 Δὸς τὴν ἐμὴν σὺ ῥίζαν· εἶτ’ ἔχε κλάδους. Πν. Ἀρκεῖ γενέσθαι. Τῇ φθορᾷ δ’ ἄλλος κάμοι, Τρέφων, διδάσκων, εἶτα πενθῶν ἀθρόος Τὸν οὐκ ἔτ’ ὄντα, γραπτὸν ἐν τοίχοις βλέπων
652 Ἄπνουν τὸ κάλλος, υἱὸν οὐ κινούμενον Κοσμ. Εὐπατρίδης ἐγώ τις. Πν. Ἐκ ποίου γένους; Ποῖος δ’ ὁ πλάστης; τὸν δὲ πηλὸν ἀγνοεῖς Ὡς εἷς; μί’ εὐγένεια, μίμησις Θεοῦ. Τάφοις κρατεῖς σὺ καὶ νέοις προστάγμασιν,
652 Ἐξ ὧν ἐγράφης εὐγενὴς, οὐκ ἐτράφης. Κοσμ. Ἐμοὶ τὸ πλουτεῖν δυσμενεῖς βάλλει κάτω, Φθόνῳ δὲ τήκει τοὺς κακοὺς, ποιεῖ φίλους, Θρόνους δίδωσιν ἐν πόλει φυσᾷν μέγα.
652 Πν. Ἐμοὶ πενία μηδὲ δυσμενεῖς ἔχειν
653 Χαρίζετ’, οἶκτος δ’ ἀσφαλέστερος φθόνου. Θρόνοι δὲ λυτοὶ καὶ φίλοι καιροῦ πλέον. Ἂν οὖν μένωσι, κρεῖσσον ἡττᾶσθαι Θεοῦ, Ἢ πρῶτα πάντων τῶν ὁρωμένων ἔχειν.
653 Ἢ πάντων εἶναι τῶν ὁρωμένων ἄνω. Πόλις δ’ ἔχοι με λαμπρὸν ἡ νοουμένη. Κοσμ. Τίς δ’ ἀσφάλεια τῷ πένητι τοῦ βίου· Τείχη, πυλῶνες, μηχαναὶ, ξιφηφόροι; Πν. Κάμνοντες, ὥστε μὴ τὸ σῶμ’ ὑπεκκλαπῇ·
653 Μόνον πέπασται τοῦτο καὶ μικρὸν ῥάκος. Ἄλλων ὁ λῃστὴς, ἡ τυραννὶς ἐῤῥέτω. Ὁ φὼρ ἐχόντων· εἷς ἐμοὶ πλοῦτος, Θεὸς, Ὃν οὔποτ’ οὐδεὶς ἁρπάσει κεκτημένῳ. Τὰ δ’ ἄλλ’ ἐχόντων οἷς φίλον, τὴν οὐσίαν
654 Ἁρπαζέτωσαν τὴν ἐμὴν πᾶσαι χέρες. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον· Θύει σαγήνῃ πλούσιος, τὴν δεξιὰν Τὴν αὐτὸς αὑτοῦ, ὡς φίλην ἀσπάζεται,
654 Καὶ τῶν καλῶν δοτῆρα οὐχ ὑμνεῖ Θεὸν, Ἕως ἃ κέκτητ’ εἰς ξένου πέσῃ χέρας Οὗ μὴ θέλει· τί φημι; δυσμενοῦς ἴσως, Κἀκεῖθεν ἄλλου, τὰ τροχῶν κυλίσματα· Ἐμοὶ δ’ ἅπας συνέρχετ’, ἢν θάνω, βίος,
654 Οὐδὲν φθόνῳ τε καὶ στροφαῖς λελείψεται. Κοσμ. Πόσον τὸ χεῖρας μὴ βλέπειν εἰς γειτόνων, Ἄλλους δ’ ἐς ἡμῶν, εὐσεβεστέρους ἴσως. Πν. Πόσον τὸ χεῖρας εἰς Θεοῦ μόνον βλέπειν,
654 Τοῦ καὶ διδόντος καὶ πατρικῶς αἰτουμένου,
655 Αἰσχρὸν δὲ μηδὲν τοῦ λαβεῖν δρᾶσαι χάριν, Τὴν αἱμολάπτιν βδέλλαν ἐκμιμούμενον, Τὰ μὲν κρατοῦντα, τοῖς δ’ ἐρείδοντα φρένα, Τὰ δὲ βλέποντα οὐ καλοῖς ἐν ὄμμασι,
655 Τὰ δ’ ἐκτυποῦντα ταῖς ὀνείρων ἐλπίσιν, Ἀεὶ πλέον πένητα τῷ ποθουμένῳ; Κοσμ. Οἴσει δὲ πῶς τις δυσκόλου καιροῦ φορὰν, Μηδὲν φέρων ἔρεισμα τῆς ἀηδίας; Πν. Ἤρου με πῶς τις φεύξετ’ εὔστοχον βέλος;
655 Θρὶξ οὐ διαιρεῖτ’ εὐπετῶς, οὐδ’ ἐγγύθεν. Γενοῦ στενός μοι· καὶ κακῶν φεύξῃ φοράν. Δόναξ φέρει τὰ πνεύματ’, ἀλλ’ οὐχὶ δρύες. Ὁ μὲν γὰρ εἴκει, τὰς δ’ ἀνατρέπει βάρος. Κοσμ. Ἐμοὶ τρυφᾷν ἔξεστιν. Πν. Ἀλλ’ ἐμοὶ τρυφὴ,
655 Τὸ μὴ τρυφᾷν, κόρῳ τε καὶ τοῖς ἐντέροις
656 Οἰδοῦντα, καὶ νοσοῦντα πλουσίᾳ νόσῳ, Ὄζοντα τερπνῷ βορβόρῳ λαιμοῦ πέρα, Τὸν νοῦν στενοῦντα τῷ πάχει τῆς ἰλύος. Κοσμ. Ἐμοῦ τὰ πέμματ’. Πν. Ἄρτος ἡ καρυκεία,
656 Ἐμοὶ τὰ πόματ’, ἐξ ἁλῶν ἅπαν γλυκύ. Οἷς τῶν τρυφώντων ἀλμυρὸν καταπτύω. Κοσμ. Ὀσμὴ μύρων ἔμοιγε τέρψις, ᾄσματα, Χερῶν ποδῶν κροτήματ’, εὔρυθμοι κλάσεις, Ὁμοῤῥοθούντων ὀργάνων συμφωνία.
656 Πν. Αἰνεῖς σὺ ταῦτα, ταῦτα δ’ ἐστὶν, οἷς κακὸς Ἔμοιγ’ ὁ πλοῦτος, ὡς κακῶν διδάσκαλος. Κρείσσων μὲν ἡμῖν ὀργάνων ψαλμῳδία· Ψυχὴν συναρμόζουσα τοῖς νοουμένοις Μύρου δὲ παντὸς Χριστὸς εὐωδέστερος,
656 Ἡμῖν κενωθεὶς, ὡς λύσῃ δυσωδίας,
657 Ἧς νεκρότης μ’ ἔπλησε τῆς ἁμαρτίας, Κροτῶ δὲ χεῖρας, ἢν πέσῃ φονεὺς ἐμὸς, Λόγον τιν’ ἢ πρᾶξίν τιν’ εἰσηγούμενος Κακήν. Ποδῶν ὄρχησις, ἔνθεος στροφή.
657 Κοσμ. Τάχ’ ἂν τόδ’ εἴποις, ὡς πενία καὶ ταῖς νόσοις Ἀρκεῖ, πλέον φέρουσα σωμάτων ἄκη. Πν. Τόδ’ οὐκ ἂν εἴποιμ’. Οὐκ ἀληθὴς γὰρ λόγος· Ὃ δ’ ἔστ’ ἀληθὲς, τοῦτο καὶ λελέξεται· Πένης ἐχόντων εὐσθενέστερος πολύ.
657 Θεὸς δ’ ἔδωκεν, ἀντανιστῶν τὴν χάριν, Ἰσχὺν πένησιν, εὐπόροις δὲ φάρμακα· Μοχθεῖ πένης, ἱδρῶσι τὰς ὕλας κενοῖ, Πεινᾷ, ῥιγοῖ, συγκαίεθ’ ἡλίῳ μέσῳ Ὁδοιπορεῖ, φορτίζεθ’, ὕεται, στένει·
658 Καιροῦ τροφὴν ἁπλῆν τε καὶ ἀσύνθετον Ἐδέξατ’, οὐδὲν οἶδε μαγγανευμάτων, Ὧν ὀψοποιοὶ καὶ τρυφῆς ὑπηρέται Γῆς καὶ θαλάσσης ἐκπορίζουσι μυχῶν,
658 Θῆλυν τράπεζαν ἐκτιθέντες ἀνδράσι Φύσαι, κατάῤῥοι, σπλῆνες, ἐξαρθρήματα, Βοαὶ, φορήσεις, ὠχρότητες, ἐκλύσεις Τῶν εὐπορούντων· τῶν κόρων οὗτοι τόκοι. Οἳ μήτ’ ἔχουσιν ὧν ἔχουσιν ἡδονὴν,
658 Ζητοῦσί θ’ οἷς λείψωσιν ὄγκον, πολλάκις Ζηλοῦντες εὐεκτοῦντας ἀσθενεστέρους· Πάντων ἔρημοι, δυστυχεῖς εὐδαίμονες. Χρυσὸς, λίθοι, ποικίλματ’ ἐσθῆτος, βαφαὶ
658 Ζωογράφου τε πορφύρας ἀντιχρόου,
659 Τοίχων, ὀρόφων καὶ ψηφῖδος πεδοστιβοῦς· Ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς Εἰρχθεὶς, ὅθεν προῆλθεν, ἄξιος τάφων, Ὁ δ’ ἐν προσθήκῃ, καὶ προσαστράπτων πότοις·
659 Ἵπποι, τάπητες, ἅρμαθ’, ἁρματηλάται, Κύνες, κυνηγοὶ, θηρίων ἰχνεύμονες· Καὶ ταῦτα δὴ τὰ τερπνὰ, δεσποίνης κακῆς, Γαστρὸς, πόρου τε πανδόχου λαιμοῦ χάρις· Στρῶται, θυρωροὶ, κλήτορες, κοιμήτορες,
659 Ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, Γεῦσται, σκιασταὶ, νευμάτων ἐπίσκοποι, Λοῦσται, κερασταὶ δακτύλων ὑψώμασι, Κοῦραι γυναῖκες, ὀμμάτων ἡδύσματα· Τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός.
660 Ὁ δ’ ἐνδεὴς ἕστηκεν, ἂν δὲ καὶ πέσῃ Νόσῳ καμὼν, μόγις ποτ’ ἢ μακρῷ χρόνῳ, Οὐδὲν παρέξει πρᾶγμα τοῖς αὑτοῦ φίλοις, Τεθνήξεθ’ ὡς λέων τις ἐν βρυχήμασι
660 Νεκρὸς, ζαπλούτων πλεῖστον εὐανθέστερος. Τί λοιπόν; ὕβρις, θυμὸς, ἔκστασις, θράσος, Μέθη, γέλωτες ἀκρατεῖς, αἰσχροὶ λόγοι, Θεοῦ περιφρόνησις, αἵματος, φίλων, Ταῦτ’ οὐ πενήτων μᾶλλόν ἐστ’ ἢ πλουσίων·
660 Πλοῦτος γὰρ ὕβριν, ἡ δ’ ἀπώλειαν φέρει. Ὁ δ’ ἐκπιέζεθ’ ὡς τὰ πόλλ’, οὐδ’ αἵρεται· Θεοῦ μάλιστ’ ἂν συνδραμὼν φόβος τύχῃ. Καλῶν ἁπάντων παιδαγωγὸς εὐσθενής.
660 Ἄθρει δ’ ἕκαστον ἀνθ’ ἑκάστου συντόμως,
661 Ἀμφοῖν δίκαιος τοῖν βίοιν μένων βραβεὺς, Εἰ μὴ φέρειν σοι καὶ τόδ’ ὕβριν φαίνεται. Ὥσπερ πενήτων ἑστάναι καὶ πλησίον, Ἢ πνεῖν τὸν αὐτὸν ἀέρα, ἢ κλῆσιν μίαν
661 Καλεῖσθ’, ὁμόστεγός τε καὶ σύμπλους δοκεῖν. Φθονεῖς ἀρίστοις, καὶ κακοῖς οἰκτίζομαι. Κακῶν γὰρ οὐδέν ἐστιν ἀθλιώτερον, Κἂν εὐδρομῶσιν εἰς ἐπισφαλὲς τέλος. Διαπτύεις πένητας, ὡς ἄλλου Θεοῦ
661 Ἓν οἶδα πλάσμα, πάντας εἰς μίαν κρίσιν Ἥξοντας. Ἀλλ’ ἡ δευτέρα πλάσις, τρόπος Χρηστοῖς ἐπαίρῃ· σωφρονίζομαι φόβῳ. Κάμπτῃ μογηροῖς· ἐλπίσιν κουφίζομαι. Μένει γὰρ οὐδὲν, ἀλλὰ ῥεῖ μακρῷ χρόνῳ.
661 Νὺξ ἡμέραν ἔπαυσε, νύκτα δ’ ἡμέρα·
662 Χαρὰν δὲ λύπη, καὶ τὰ τερπνὰ συμφορὰν Ἔστησεν· οὔκουν, ὡς παγίοις, προσεκτέον. Σοὶ δεινὸν οὐδὲν, οὐδὲ τῶν ἄγαν κακῶν· Τῷ γὰρ φρονεῖν πως τὸ τρυφᾷν ἐνίσταται.
662 Ἐμοὶ δὲ πένθος, καὶ τὰ μικρὰ φαίνεται. Θεοῦ γὰρ ἀλλοτρίωσις ἡ ἁμαρτία· Πῶς δ’ ἂν φέροιμι ζημιούμενος Θεόν; Σοὶ χρηστὸς ὕπνος καὶ δύο πλευρῶν θέσεις. Ἡδεῖς δ’ ὄνειροι τῶν ἐν ἡμέρᾳ τύποι.
662 Πίνεις, κυβεύεις, λαμβάνεις, παίζεις, γελᾷς. Ἐμοὶ δ’ ἄϋπνον τοῦ βίου πλεῖστον μέρος, Κεντοῦσι γάρ με καὶ καθεύδονθ’ οἱ πόνοι Ἂν δ’ ἁρπάσω τι μικρὸν ὕπνου, δακρύω· Φοβεῖ με καὶ εἴδωλα νυκτὸς ἀγρίας,
662 Κρίσις, δικαστὴς ἄῤῥοπος, ἔντρομος στάσις.
663 Πηγὴ παφλάζους’ ἔνθεν ἀσβέστου πυρὸς Σκώληξ ἐκεῖθεν ἐσθίων ἀϊδίως· Μέσον συνειδὸς, ἄγραφος κατήγορος Θεὸς Θεός σοι, ἢν φέρῃ τὰ δεξιά·
663 Ἐμοὶ σεβαστὸς, κἂν φέρῃ τἀναντία. Τὸ γάρ με κάμνειν, φάρμακον σωτηρίας. Ὅσον πιέζομ’, ἔρχομαι τόσῳ πέλας Θεοῦ· τὸ γὰρ πάσχειν με συσφίγγει Θεῷ. Καὶ γὰρ στρατὸς διώκων εἰς τείχη φέρει,
663 Παῖδες, γυνὴ σοὶ καὶ φίλοι παρήγοροι, Ἃ καὶ μεθίσταθ’ ἡ μεγίστη συμφορά. Ἐμοὶ δ’ ἔρεισμα καὶ παραψυχὴ Θεὸς Πεινῶντι, καὶ ῥιγοῦντι καὶ στενουμένῳ. Ὕβριζε, παῖε, δυσγενῆ, πτωχὸν κάλει,
663 Πάτει, βιάζου, μικρὸν ὑβρίσεις χρόνον.
664 Θεῷ φέρω τὰ πάντα πρὸς ὃν καὶ βλέπω. Πέμπω λογισμὸν εἰς βίον τὸν ὕστερον· Ἐκεῖ καθίσταμ’. Οὐδὲν οἶδα τῶν κάτω. Οὕτω τὸ λυποῦν ῥᾳδίως ἐκλύομαι.
664 Τί τ’ ἄλλα; σήμερον δὲ σοὶ μὲν μὴ λαβεῖν Τὴν ψῆφον, οὐ φορητὸν, ὥς γ’ ἐμοὶ δοκεῖ· Οὐ γὰρ φέρει κρατούμενον τὸ κρατοῦν ἀεί. Ἴσον δ’ ἐμοὶ λαβεῖν τε καὶ τὸ μὴ λαβεῖν. Ἀρκεῖ Θεός μοι, κἂν τὰ πάντ’ ἄλλος φέρῃ,
664 Τοῦτ’ εὐκλεὲς μέγιστον εἰς νίκην ἐμοί. Κοσμ. Τί οὖν ἐὰν πέσωσι τῶν ἄκρων τινές; Πν. Τί οὖν ἐὰν πέσωσι καὶ τῶν δευτέρων; Καὶ γὰρ κατορθοῦν ἔστιν ἀμφοῖν, καὶ πεσεῖν. Ἴσον πρὸς ἴσον, ἀλλ’ ἐγὼ χείρους πολὺ
664 Τίθημι τοὺς πίπτοντας ἐν πρώτῳ βίῳ·
665 Τοσοῦτόν εἰμι τοῖς κακοῖς ἐναντίος. Ὧν γὰρ κρατούντων τιμιώτερον κράτος, Τούτων πεσόντων πτῶσις ἀθλιωτέρα. Ἐκεῖνο δ’ αἰτῶ μὴ λογίζεσθαι βίῳ
665 Εἴ τις κάκιστος· τῷ βίῳ γὰρ δυσμενής. Σκοπεῖν δ’ ἐφ’ αὑτῷ καὶ δοκιμάζειν τὸν τρόπον Καλῶν θ’ ὁμοίως καὶ κακῶν κατ’ ἀντίον, Καὶ μὴ τὸ μεῖον ἐν ζυγῷ καταῤῥέπειν, Οὐ γὰρ δίκαιον, ἰσχύειν δὲ τὸ πλέον.
665 Γνοίης δ’ ἂν οὕτω τοῖν βίοιν ὅσον μέσον, Μή μοι τὸν ἄκρον τῶν ὄνων ἵππων κακῷ Ἀντεξετάζειν, μηδὲ κοσμικοῦ βίου Ἄριστον ἄνδρα, τῷ κακίστῳ τῶν ἐμῶν· Κρείττους γὰρ ἂν φανεῖεν, οὐκ ἀρνήσομαι.
665 Εἰ δ’ ἄκρον ἄκρῳ, καὶ κακὸν θείης κακῷ
666 Ἐναντίους, μάθοις ἂν ὁπόσον κρατῶ. Σκόπει κἀκεῖνο, ὅσον ἐν παντὶ χρόνῳ Τὸ πταῖσαι ὑμῖν, καὶ παρ’ ἡμῖν τὸ κρατοῦν. Μίαν δέ φασιν οὐ φέρειν χελιδόνα
666 Ἔαρ τὸ καλὸν, οὐδὲ γὰρ γῆρας τρίχα. Τί φῇς; δίδως τὴν ψῆφον; ἢ χαίρειν ἐῶ; Κριτ. Δίδωμι· πῶς δ’ οὔ; τηνικαῦτ’ οἰήσομαι Χρῆναι προτιμᾷν τὸν κάτω τοῦ σοῦ βίου, Ὅταν Θεῷ βροτῶν τιν’ ἰσώσω μανείς·
666 Εἰ δ’ οὐ μανήσομ’, οὐδὲ τοῦτο πείσομαι. Ἀλλ’ ἄπιτε· λώϊον δ’ ἢν ἔχητ’ εἰρηνικῶς Ἄμφω πρὸς ἀλλήλους τε καὶ Θεὸν μέγαν, Σὺ μὲν νέμων τὰ πρῶτα τῷ πρώτῳ βίῳ,
666 Σὺ δ’ ὡς ἀδελφὸν δεύτερον προσλαμβάνων.
667 Εἴ τοι τὸ πρῶτον οὐκ ἔχει, τί κωλύει Ἔχειν τὰ δεύτερ’; οὐδὲ τοῦτ’ ἀτιμία. Οὕτως ἂν ἡμῖν ἀσφαλὴς εἴη βίος.
667 Θʹ. Περὶ ἀρετῆς.
667 Τὴν ἀρετὴν ποθέω μὲν, ἀτὰρ τόδε μ’ οὐκ ἐδίδαξεν, Ἥτις δὴ τελέθει, καὶ ὁππόθεν ἵξετ’ ἔμοιγε, Καὶ μάλα περ ποθέοντι. Πόθος δ’ ἀτέλεστος, ἀνίη. Εἰ μὲν δὴ καθαρὸς τελέθει ῥόος, οὐκ ἐπίμικτος Ὕδασι χειμερίοισι, χαραδραίοισί τ’ ἀναύροις,
667 Δίζημ’ ὅς μιν ἔτετμεν ἐπὶ χθονός. Ἢ γὰρ ἀνέσχε Βόρβορον ἐκ κραδίης, ἢ δέξατο, σάρκα βαρεῖαν
668 Ἕλκων, καὶ ζοφόεντι θολούμενος ἔκτοθεν ἐχθρῷ Ζωῆς ἡμετέρης, καὶ ἰλυόεντι βερέθρῳ. Οὐδὲ γὰρ ἦεν ἐοικὸς, ἐπεὶ ῥύσις εἰμὶ παγεῖσα, Καὶ ῥευστοῦ βιότοιο διεκρέω, ἔμμεν’ ἄρευστον.
668 Εἰ δ’ οὐκ ἀργύρεος πάντη ῥόος, ἀλλ’ ἐπίμικτος Ἔστι χειροτέροις ἀρετὴ, καὶ μίξις ἄκοσμος, Πῶς ἀρετὴ τελέθει, τάδε φράζεο. Καὶ γὰρ ἔγωγε Τῇ καὶ τῇ νόον ὠκὺν ἐπὶ στήθεσσιν ἑλίσσω. Ψυχρὴ μὲν χιόνος φύσις ἔπλετο, ἀργυρέη τε
668 Ξανθὴ δ’ αὖ θερμή τε πυρὸς φύσις, οὐδ’ ἐπίμικτα Ταῦτα πέλει. Ἐλύθη δὲ βίη πάρος, ἢ ἀνεμίχθη.
668 Τῇ δ’ ἀρετῇ πῶς αἶσχος ἐπήλυθεν εἰκόν’ ἀτίζον,
669 Εἰκόνα τὴν μεγάλοιο Θεοῦ, κακόχαρτος ἁμαρτὰς, Εἰ ἐτεὸν Θεός εἰμι, λάχος δὲ σὸν εὔχομαι εἶναι. Πυνθάνομ’ Ἀλφειοῖο καλὸν ῥόον, ὡς διὰ πικρῆς Ἔρχεθ’ ἁλὸς, μέγα θαῦμα, γλυκὺς ῥόος, οὐδ’ ἐπίμικτος
669 Ἡ λώβη τελέθει. Λώβη δέ τε ἠέρος ἀχλὺς, Καὶ νοῦσος μελέων· ἀρετῆς δέ τε, ἡμετέρη νύξ. Πολλάκι ταρσὸν ἄειρα πρὸς αἰθέρα, καί με βαρεῖα Τηκεδανή τε μέριμνα χαμαὶ βάλε· πολλάκι δ’ αὖτε Αὐγασάμην θεότητος ἁγνὸν φάος, ἀλλὰ μέσον τι
669 Ἦλθε νέφος, κρύφθη δὲ σέλας μέγα, καί μ’ ἐδάϊξεν, Ὡς φύγεν ἐγγὺς ἐόντα. Τίς ὁ φθόνος; ἢ ποθέεσθαι Αἰὲν ἐμοὶ ποθέει θνητοῦ νόμος, ἢ τόδ’ ἄμεινον
670 Ἔστιν ἐμοὶ, μόχθῳ μὲν ἑλεῖν, μόχθῳ δὲ φυλάξαι, Τοῦτο γὰρ ἔμπεδόν ἐστιν, ὃ νοῦς κάμε. Πολλάκι δ’ αὖτε Ἐσθλοῦ τ’ ἠδὲ κακοῖο διάκρισιν ἐχθρὸς ἄμερσεν, Ὡς θὴρ κερδαλέος τις ἐπ’ ἴχνεσιν ἴχνια βάλλων,
670 Ὥς κεν θηρητῆρα καλοῦ πλάξειε δόλοισιν. Ἄλλοτι σὰρξ μὲν ἄνωξεν ἐμοὶ φίλον, ἄλλο δ’ ἐφετμὴ, Ἄλλο Θεὸς, φθόνος ἄλλο, χρόνος τὸ μὲν, ἄλλο τι δ’ αἰών. Ἔρδω δ’, ὃ στυγέω, καὶ ἀμφιγέγηθα κακοῖσι. Καὶ γελόω μόρον αἰνὸν ἐνὶ σπλάγχνοισιν ἐμοῖσι,
670 Σαρδάνιον, κακόχαρτον, ἐπεὶ καὶ τερπνὸς ὄλεθρος. Νῦν χθαμαλὸς, νῦν αὖτε μετήορος· ὕβριν ἀτίζων Σήμερον, ὑβριστὴς δ’ ἄρ’ ἐς αὔριον· ἄλλος ἐν ἄλλοις
670 Καιροῖς, πουλυπόδης τις ἐειδόμενος χρόα πέτραις·
671 Δάκρυα θερμὰ χέων, ἡ δ’ οὐ συνέρευσεν ἁμαρτάς. Καὶ τὰ μὲν ἐξεκένωσα, τὰ δ’ ἔνδοθεν αὖθις ἀγείρω Ἄλλαις ἀμπλακίῃσιν, ἄκους δέ τε φάρμακα ῥίψα. Σάρκεσι παρθένος εἰμὶ, καὶ εἰ φρεσὶν, οὐ σάφα οἶδα.
671 Αἰδὼς ὄμμ’ ἐκάλυψε, νόος δ’ ἀνένευσεν ἀναιδὴς, Ὀξυφαὴς ξείνοισι κακοῖς, ἰδίοις δέ τ’ ἀφεγγής. Οὐράνιος μύθοισιν, ἐπιχθόνιος πραπίδεσσιν Εἰμὶ, γαληνιόων τε, καὶ εὔδιος· εἰ δ’ ἄρ’ ἀήτης Καὶ τυτθὸς πνεύσειεν, ἀνίσταμαι οἰδαλέοισι
671 Κύμασιν, οὐδ’ ἀπέληξε ῥόθος πάρος, ἠὲ γενέσθαι Νηνεμίην. Τῆμος δὲ πεσεῖν χόλον, οὐ μέγα θαῦμα. Πολλάκι δ’ εὐδρομέοντα σὺν ἐλπωρῇσιν ἀρίσταις, Ἤδη καὶ μεσάτης ἀρετῆς ὑπερεκτείνοντα,
672 Ἐξαπίνης παλίνορσον ὑπὸ προπόδεσσιν ἔθηκεν, Ὥς τε κατὰ ψαμάθοιο φέρων πόδα λοίγιος ἐχθρὸς, Κλεπτομένης προπάροιθεν ὑπ’ ἴχνεσιν ἀστατέουσιν· Αὖθις ἀνέρχομ’ ἔγωγε, καὶ ἔμπαλιν ἔρχομ’ ὀπίσσω.
672 Πλεῖον ἔτ’ ἢ τοπάροιθε δυσάμμορος, αἰὲν ὁδεύων, Αἰὲν ἔχων μέγα τάρβος, ἔβην μόγις, ὦκα δ’ ὄλισθον. Μακρός μοι βίος ἐστὶ, καὶ οὐκ ἐθέλω βιότοιο Λύσιν, ἄκος ποθέων, ἄκος δέ τε τῆλ’ ἀπ’ ἐμεῖο, Ἤμασι πλειοτέροισι πλέον κακότητος ἀγείρων.
672 Τοὔνεκεν ἡμετέρῃ γενεῇ τόδε δόγμα πεπήχθω· Πρώτη μὲν Τριάδος καθαρὴ φύσις· αὐτὰρ ἔπειτα, Ἀγγελική· τριτάτη δ’ ἄρ’ ἐγὼ βροτὸς, ἀμφιτάλαντος,
672 Μεσσηγὺ ζωῆς τε καὶ ἀργαλέου θανάτοιο
673 Ἑστηὼς, ἐρίδωρον ἔχων τέλος, ἀλλ’ ἐπίμοχθον, Εἰ καὶ μικρὸν ἔῳξα κακοῦ βιότοιο θύρετρα. Ὧδε Θεὸς γὰρ ἄνωξεν ἐμῆς φρενὸς ἔμμεν’ ἄεθλον. Κεῖνος δ’ ἐστὶν ἄριστος, ὃς ἐν πλεόνεσσι κακοῖσι
673 Βαιὰ φέρει κακίης ἰνδάλματα, καὶ πρὸς ἄναντες Σπεύδει σὺν μεγάλοιο Θεοῦ χερὶ, θερμὸν ἔρωτα Τῆς ἀρετῆς φορέων, κακίης δέ τε νῶτα διώκων. Ὥς τε ῥόος ποταμοῖο βιώμενος ἄλλο ῥέεθρον Τρηχαλέον, θολερόν τε καὶ ἄγριον, εἰ δὲ μιγείη,
673 Κρύπτων πλειοτέρῳ καθαρῷ ῥόον ἰλυόεντα· Ἥδ’ ἀρετὴ πλεκτοῖο, τὸ δὲ πλέον οὐρανιώνων. Εἰ δέ τις ἐνθάδ’ ἐὼν Θεὸν ἔδρακεν, ἢ πρὸς ἄνακτα
674 Ἔδραμε σάρκα βαρεῖαν ἐς οὐρανὸν ἔνθεν ἀείρας, Τοῦτο Θεοῦ γέρας ἐστί. Βροτοῖς δέ τε μέτρ’ ἐπικείσθω. Εἰ δ’ ἄγε τοι καὶ τοῦτον ἐγὼ λόγον ἐν φρεσὶ θήσω, Πῶς κεν τῆς μεγάλης ἀρετῆς ἐπὶ τέλσον ἵκηαι,
674 Ἣ μούνη καθαρῷ καθαρὸν θύος. Οὐ μὲν ὀΐω Ἐνθάδε. Πουλύχοος γὰρ ἐπ’ ὄμμασιν ἐνθάδε καπνός· Στέργω δ’, εἴ κεν ἔπειτα λίπω κακὰ δακρυόεντα. Οὐκ οἶον μεγάλοιο Θεοῦ τότε δῶρον ἐτύχθη, Εἰκόνα περ τίοντος, ἐπεὶ καὶ σεῖο μενοινῆς,
674 Οὔτε σέο φρενὸς οἶον, ἐπεὶ καὶ κρείσσονος ἀλκῆς,
675 Ὡς οὐδ’ ὄψις ἔμοιγε μόνη θηήσατο λευστὰ, Καὶ μάλα δερκομένη περ, ἑκὰς μεγάλου Φαέθοντος· Αὐτὸς δ’ ὄμματ’ ἔλαμψε, καὶ ὄμμασιν αὐτὸς ἐφάνθη. Δοιαὶ μὲν μεγάλοιο Θεοῦ πρὸς κρείσσονα μοῖραι,
675 Πρώτη θ’ ὑστατίη τε, ἴη δέ τε καὶ παρ’ ἐμοῖο. Κεῖνος δεκτὸν ἔθηκε καλοῦ, καὶ κάρτος ὀπάζει. Αὐτὸς δ’ ἐν μεσάτῳ σταδιηδρόμος οὐ μάλ’ ἐλαφρὸς Ἔρχομαι, οὐκ ἀγέραστος, ἐν ἅλμασι κῶλα τιταίνων Χριστὸν ἔχων πνοιὴν, Χριστὸν σθένος, ὄλβον ἀγητὸν,
675 Ὅς με καὶ ὠπήεντα καὶ εὐδρομέοντα τίθησι. Κείνου δ’ ἐκτὸς, ἅπαντες ἐτώσια παίγνια θνητοὶ, Καὶ νέκυες ζώοντες, ὀδωδότες ἀμπλακίῃσιν.
676 Οὐδὲ γὰρ ἠέρος ἐκτὸς ἴδες πωτώμενον ὄρνιν, Οὐδὲ μὲν ὕδατος ἐκτὸς ἁλίδρομος ἔπτατο δελφίς. Ὣς οὐδὲ Χριστοῖο δίχα βροτὸς ἴχνος ἀείρει. Τῷ μή μοι λίην μεγαλίζεο, μηδ’ ἐπὶ σεῖο
676 Κάρτος ἔχειν πραπίδεσσι, καὶ εἰ μάλα πάνσοφος εἴης. Μηδέ τιν’ εἰσορέων χθαμαλώτερον ὑψός’ ἀερθῇς, Ὡς πάντων κρατέων, καὶ τέρματος ἆσσον ἐλαύνων. Τέρματος ἐντὸς ἔμεινεν, ὃς οὐκ ἴδε τέρμα πορείης. Λίην μὴ τρομέειν, λίην δέ τε μὴ βλεμεαίνειν.
676 Εἰς γῆν ὕψος ἔθηκεν, ἐς οὐρανὸν ἐλπὶς ἄειρε, Καί ῥ’ ὑπεροπλίῃσι Θεὸς κοτέει μεγάλῃσι.
676 Μάρπτε τὸ μὲν χείρεσσι, τὸ δ’ ἔλπεο, τῷ δ’ ὑπόεικε·
677 Καὶ τὸ σαοφροσύνης, μέτρ’ ἴδμεναι ἧς βιοτῆτος. Ἶσόν τι κακόν ἐστιν ἀπ’ ἐλπίδος ἐσθλὰ τίθεσθαι, Καὶ μέγα θάρσος ἔχειν, ὡς εὐπετὲς ἔμμεν’ ἄριστον. Ἀμφοτέρως κεν ὁδοῖο κακὴν στάσιν ἐν φρεσὶ θείης.
677 Αἰεί σοι τὸ βέλεμνον ἐπίσκοπον ἐν χερὶ κείσθω· Μηδὲν ὑπερπέμπειν Χριστοῦ μεγάλοιο ἐφετμῆς, Μηδὲ μὲν ἐντὸς ἄγειν· ἀβλὴς σκοπὸς ἀμφοτέρωθεν. Πολλάκι καὶ τὸ περισσὸν ἀχρήϊον, εὖτε νέοιο Κύδεος ἱμείροντες, ὑπέρτονα τοξεύοιμεν.
677 Ἢν μεγαλοφρονέῃς, μνήσω ς’ ὅθεν ἐς βίον ἦλθες, Τίς μὲν ἔης τοπάροιθε, τίς ἐν σπλάγχνοισιν ἐκεύθου, Τίς δ’ ἄρ’ ἔσῃ μετέπειτα, κόνις, καὶ σητὸς ἐδωδὴ, Μηδὲν ἀκιδνοτάτοιο φέρων πλέον ἐν νεκύεσσιν.
678 Ἢν χθαμαλοφρονέῃς, πλάσμα Χριστοῖο τέτυξαι, Καὶ πνοὴ, μοίρη τε σεβάσμιος, ἔνθεν ἐπήχθης, Οὐράνιος, χθόνιος, τυκτὸς Θεὸς, ἔργον ἄληστον, Τοῖς Χριστοῦ παθέεσσιν ἐς ἄφθιτον εὖχος ὁδεύων.
678 Τοὔνεκα μὴ σάρκεσσι χαρίζεο, μὴ τὰ περισσὰ Τοῦδε βίου φιλέειν, νηὸν δέ τε λῴονα τεύχειν. Νηὸς γὰρ μεγάλοιο Θεοῦ βροτὸς, ὅνπερ ἔτευξε Κινύμενος γαίηθεν, ἐς οὐρανὸν αἰὲν ὁδεύων. Τόν περ ἐγὼ κέλομαί σε θυώδεα πᾶσι φυλάσσειν
678 Ἔργμασιν ἠδὲ λόγοισιν, ἀεὶ Θεὸν ἐντὸς ἔχοντα, Αἰὲν ἄριστον ἐόντα, ἐτήτυμον, οὐ δοκέοντα. Μὴ ναῦν μιλτοπάρῃον, ἐΰχροον, ἢ παρασήμοις
678 Κάλλεσιν ἀστράπτουσαν ἄγειν ἐπὶ νῶτα θαλάσσης·
679 Ἀλλ’ ἐσθλὴν γόμφοισιν, ἐΰπλοον, εὖ ἀραρυῖαν Χείρεσι ναυπηγοῖο, δι’ οἴδματος ὦκα φέρουσαν. Πᾶς μὲν ἴοι προπάροιθε, Θεοῦ δέ τε πάντες ἔχοισθε, Ὃς σοφὸς, ὃς σθεναρὸς, ὃς πλούσιος, ὅς τ’ ἐπιδευὴς,
679 Ἕρματος ἀψεύστοιο. Πρυμνήσια κεῖθεν ἀνήφθω Πᾶσιν, ἐμοὶ δὲ μάλιστα, ὃς ἕζομαι ὑψιθόωκος, Λαὸν ἄγων θυέεσσι πρὸς οὐρανὸν, ᾧ τόσον ἄχθος Χριστὸν ἀτιμάζοντι μελαινομέναις πραπίδεσσιν,
680 Ὁσσάτιον κλέος ἐσθλὸν ἐπὴν θεότητι πελάζω. Καὶ γὰρ δὴ μέτροισι Θεοῦ καὶ μέτρα βίοιο Ἕσπεται, ὡς δὲ μέτροισι βίου καὶ μέτρα Θεοῖο. Ὧδ’ ἄν μοι φρονέων, βίον ἔμπεδον ἐνθάδ’ ἐλαύνοις
680 Ἐνθάδε καὶ μετέπειτα Θεοῦ σὺν ἀρείονι πομπῇ, Λυθέντος σκιόεντος ἐν ἤματι τοῦδε βίοιο.
680 Ιʹ. Περὶ ἀρετῆς.
680 Πολλῶν ἀκούω, καὶ λέγοιμι μὴ μάτην,
681 Ἀλλ’ ἔργον ἐστὶ τοῦ λόγου τὸ δεξιόν. Εἴτ’ οὖν τινές σε τῶν φίλων Θεοῦ νέον, Οἷς πάντα τηρεῖν ἐμμελὲς τὰ τῶν νέων, Διδόντα χρηστὰ τοῦ βίου γνωρίσματα
681 (Καὶ γὰρ λέοντ’ ὄνυξι δηλοῦσθαι λόγος), Ἔδωκαν ἀλλήλοις τὸ θαῦμ’ ὑφ’ ἡδονῆς, Εἴθ’ ἡ καλῶς τὰ πάντα μηχανωμένη Πρόνοια καὶ σοὶ βουλομένη τὰ δεξιὰ, Ὁδὸν δίδωσι τὸν λόγον τοῖς πράγμασιν,
681 Ὡς ἂν προληφθεὶς τῷ νομίζεσθαι καλὸς, Οἶόν τιν’ ἀῤῥαβῶνα τὴν φήμην ἔχῃς Τῆς εὐσεβείας, ἐκ Θεοῦ καλούμενος. Εἰκαζέτω μὲν τοῦτο ὅστις βούλεται,
682 Ὃ δ’ οὖν ἀκούω, τοῦτο ἔρχομαι φράσων, Ὅτι μέγα πρὸς ὕψος ἡ ψυχὴ βλέπει, Καὶ τὴν ὀμίχλην, ἣ τὸν ἐνταυθοῖ βίον Ἡμῶν καλύπτει πάντα κείμενον χαμαὶ,
682 Ταύτην διασχὼν καὶ ὑπερκύψας βραχὺ, Ἰλύν θ’ ὑπερβὰς καὶ πέδας τοῦ συνθέτου, Ῥίψας τυράννους τῆς θεϊκῆς εἰκόνος, Δοῦναι σεαυτὸν τῷ Θεῷ σπουδὴν ἔχοις, Ἥνπερ μόνην παίδευσιν οἴεσθαί σε χρὴ,
682 Πρῶτον δὲ καὶ μέγιστον ἀνθρώποις καλόν. Τί γὰρ τοσοῦτο τῶν κάτω πλανωμένων, Ἄλλων τε ἄλλους ὀφρυώντων παιγνίων,
682 Καιροῦ τύχης τε, ὥς φασι, δωρημένων;
683 Κἂν εἰς ἒν ἔλθῃ πάντα καὶ πάντων καλὰ, Ὡς ἔστιν, ἢ νομίζετ’ ἐν λυπρῷ βίῳ, Κέρδος τοσοῦτον, κἂν τρέχειν ὅρους δοκῇς; Κἄν σοι τὰ Γύγου τοῦ πολυχρύσου παρῇ,
683 Στρέφῃς τε πάντα τῇ στροφῇ τῆς σφενδόνης, Σιγῶν δυνάστης· κἂν φρονῇς τὰ Λυδίου, Χρυσῷ ῥέοντι καὶ ὁ Πέρσης σοι Κῦρος Κάτω καθέζηθ’, ὁ θρόνων αὐχῶν κράτος· Κἂν Τροίαν αἱρῇς τοῖς ἀοιδίμοις στόλοις,
683 Χαλκοῦν δὲ δῆμοι καὶ πόλεις ἔχωσί σε· Ἄγῃς δὲ τοῖς σοῖς νεύμασι τὰς ἐκκλησίας, Πανηγυρίζῃς δὲ στεφάνων ἐπαξίως, Πνέῃς δὲ θυμὸν ἐν δίκαις Δημοσθένους, Εἴκῃ δέ σοι Λυκοῦργος ἢ Σόλων νόμοις·
684 Κἂν τὴν Ὁμήρου μοῦσαν ἐν στέρνοις ἔχῃς, Κἂν τὴν Πλάτωνος γλῶσσαν, ἣ μελισταγὴς Ἔστι τε καὶ νομίζετ’ ἀνθρώπων γένει· Κἂν ταῖς ἀφύκτοις καὶ κακαῖς ποδοστράβαις
684 Πάντας πιέζῃς τοῖς ἐριστικοῖς λόγοις· Κἂν πάντ’ ἄνω τε καὶ κάτω μεταστρέφῃς, Πλέκων λαβυρίνθους δυσδιεξόδοις λόγοις Ἀριστοτέλους ἤ τινων Πυῤῥωννίων· Κἂν πτηνὸν αἴρῃ Πήγασος, ἢ τοῦ Σκύθου
684 Ἀβάριδος ὀϊστὸς, ὅστις ἦν, οἱ μυθικοί· Τούτων τί κέρδος τηλικοῦτον, ὧν λέγω, Γάμου τε λαμπροῦ καὶ τραπέζης Συβαρικῆς Ἄλλων τε πάντων οἷς ἐπαίρονται φρένες,
684 Ὅσον τὸ ταῦτα πάντα ποιῆσαι κάτω,
685 Ψυχῆς δὲ ἐπιδεῖν ἀξίωμα, καὶ πόθεν Ἐλήλυθε, πρὸς ὅν τε καὶ ποῖ τρεπτέα, Ἥτις τε ταύτης ἡ κατ’ εὔλογον φορά; Ἐπεὶ γάρ ἐστιν, ὡς ἐγὼ τεκμαίρομαι,
685 Σοφῶν τε ἀκούω, θεία τις μεταῤῥοὴ, Ἄνωθεν ἡμῖν ἐρχομένη, εἴτ’ οὖν ὅλη, Εἴθ’ ὁ πρύτανις ταύτης κυβερνήτης τε νοῦς, Ἓν ἔργον αὐτῇ φυσικόν τε καὶ μόνον, Ἄνω φέρεσθαι καὶ συνάπτεσθαι Θεῷ,
685 Ἀεί τε πάντη πρὸς τὸ συγγενὲς βλέπειν, Ἥκιστα πάθει σώματος δουλουμένη, Ῥέοντος εἰς γῆν καὶ καθέλκοντος κάτω, Τήν τε γλυκεῖαν τῶν ὁρωμένων πλάνην Πέμποντος εἴσω, καὶ τὸ τῶν αἰσθήσεων
685 Σκοτῶδες, ὑφ’ οὗ μὴ Λόγῳ κρατουμένη Ψυχὴ ῥέουσα κατ’ ὀλίγον πίπτει κάτω·
686 Ἢν δ’ αὖ κρατῆται, κἀνακρούηται πυκνὰ, Ὥσπερ χαλινῷ, τῷ Λόγῳ, τάχ’ ἄν ποτε Ὑψοῦντος αὐτὴν τοῦ Λόγου, κατὰ βραχὺ Εἰς ἱερὰν φθάσειε τὴν ἄνω πόλιν,
686 Ἕως λάβηται τῶν πάλαι ποθουμένων, Τὸ δ’ ἔστι, πᾶν κάλυμμα καὶ τὰς νῦν σκιὰς Παραδραμοῦσα, καὶ τὰ τῇδ’ αἰνίγματα, Ὅσον δ’ ἐσόπτροις τοῦ κάλλους φαντάζεται, Βλέψῃ πρὸς αὐτό τ’ ἀγαθὸν γυμνούμενον,
686 Γυμνῷ τε τῷ νῷ, καὶ πλάνης σταίη ποτὲ, Φωτὸς κορεσθεῖς’, οὗπερ ἠξίου τυχεῖν, Ἔχους’ ἐκεῖθεν τῶν καλῶν τὸ ἔσχατον. Ὁ γὰρ σοφῷ τὰ πάντα ποιήσας λόγῳ, Καὶ τὴν ἄφραστον τῶν ὅλων ἁρμονίαν
686 Ἁρμοσάμενος τῇ τῶν ἐναντίων κράσει,
686 Κόσμον τε τάξας τοῦτον ἐξ ἀκοσμίας
687 Μεῖζον τὸ θαῦμ’ ἔδειξεν ἐν ζώου φύσει. Μικρὸν δ’ ἄνω φιλοσοφήσω σοι λόγον. Θεὸς μέν ἐστιν εἴτε νοῦς, εἴτ’ οὐσία Κρείσσων τις ἄλλη, νοῦ μόνου ληπτὴ βολαῖς,
687 Εἰ μὲν τελείως τοῖς ἄνω, οἶδε Θεὸς, Ἡμῖν δ’ ἀμυδρῶς, οἷς ἐπιπροσθεῖ νέφος Σαρκὸς παχείας, δυσμενοῦς προβλήματος· Τέως μὲν οὕτω, τὸ πλέον δ’ ἐς ὕστερον. Ἐπεὶ δ’ ἀπαρχὰς τῶν λόγων ἔχει Θεὸς,
687 Σκοπῶμεν ἤδη τἀκ Θεοῦ. Ἔχει δὲ πῶς; Δύ’ ἐστὸν ἄκρω καὶ φύσεις ἐναντίαι. Ἡ μὲν Θεοῦ τε πλησίον καὶ τιμία· Καλοῦσι γὰρ λογικήν τε καὶ πλήρη νοὸς, Καλοῦσι δ’ αὐτὴν ἐκ λόγου παρωνύμως,
688 Οἵαν τιν’ οἶδα τὴν Θεοῦ παραστάτιν Ἄκρων τε δευτέρων τε τάξιν ἀγγέλων, Ἀνωτέραν αἰσθήσεων καὶ σωμάτων, Πρώτην τε λαμπρὰν Τριάδος τῆς ἀρχικῆς.
688 Ἡ δ’ ἐκ Θεοῦ τε καὶ λόγου ποῤῥωτάτω· Καλοῦσι δ’ αὐτὴν ἄλογόν γ’, ὡς τοῦ λόγου Ξένην, ὅσος τ’ ἐν ἤχῳ, καὶ ὅσος λαλούμενος. Οὕτως δὲ ταῦτα χωρίσας Θεὸς Λόγος Ὡς καλλιτέχνης καὶ πλέκων σοφῶς κτίσιν,
688 Καὶ σύνθετόν τι ζῶον ἐξ ἀμφοῖν ἐμὲ Πλάττει, λόγου τε κοὐ λόγου συναρμόσας, Ψυχῆς ἀειδοῦς, ᾗ φέρω τὴν εἰκόνα Θεοῦ μεγίστου, κἀνοήτου σώματος.
688 Μίξις μὲν ἥδε πλάσματος τοῦ τιμίου,
689 Ὃν κόσμον ἄλλον οἴομ’ ἐν μακρῷ μέγαν. Ὡς ἂν δὲ, φωτὶ πλημμυρῶν καὶ τῷ καλῷ, Δῴη τι κἀμοὶ τοῦ καλοῦ, ἔργον τ’ ἐμὸν ᾞ τῷ θελῆσαι, τῆς ἄκρας ἀμφοῖν βίοιν
689 Τότε δὴ προδείξας καὶ διαστείλας λόγῳ, Προσθεὶς βοηθὸν τὸν νόμον τῷ πλάσματι, Αὐθαίρετόν μ’ ἔθηκεν ἐργάτην καλοῦ, Ὡς ἐκ μάχης τε καὶ πάλης στέφη φέρειν· Κρεῖσσον γὰρ, ἢ ζῇν τερμόνων ἐλεύθερον.
689 Οὗτος λόγος σοι τῆς ἐμῆς συμπήξεως. Ἡ δὲ στροφαῖς μὲν ἐνθάδε πλείσταις ἀεὶ Δονεῖτ’, ἄνω τε καὶ κάτω στροβουμένη, Μέση πονηρῶν πραγμάτων καὶ δεξιῶν, Δι’ ὧν πυροῦται καὶ δοκιμάζετ’ ἀθλία,
690 Ὡς χρυσὸς ἐν ἄνθραξι τοῖς καθαρτικοῖς. Ἀλλ’ ὕστερον πραχθήσεθ’ ὧν ἐσπείραμεν Καρποὺς, δικαίῳ τοῦ Θεοῦ κριτηρίῳ, Ληνοί θ’ ἕτοιμοι τῶν βίβλων λαβεῖν θέρος.
690 Οὕτω δὲ τούτων κειμένων, ὁ μὲν νόμον Τηρῶν, Θεοῦ τε μοῖραν ἣν ἔχει σέβων, Ἐν παντί τ’ ἔργῳ καὶ λόγῳ καὶ νοῦ στροφῇ Ἄχραντος ὡς μάλιστά τ’ ἠπατημένων. Καὶ τῷ ῥέοντι μηδὲν ἰλυσπώμενος,
690 Ἕλκων δὲ τὸν χοῦν ἔμπαλιν πρὸς οὐρανὸν, (Ὢ τοῦ μεγίστου καὶ σοφοῦ μυστηρίου!) Θεὸς γενέσθαι, τῶν πόνων ἕξει γέρας, Θεὸς θετὸς μὲν, ἀλλ’ ἄκρου φωτὸς γέμων,
690 Οὗ τῇδ’ ἀπαρχὰς μετρίως ἐδρέψατο.
691 Ὅστις δὲ δεσμοῦ πρὸς τὸ χεῖρον καὶ πλοκῆς Νεύσας, ὁμόσπονδός τε τοῖς κάτω φανεὶς, Δοῦλός τε σαρκὸς καὶ ῥέουσι προσφιλὴς, Τὴν θείαν εὐγένειαν ὑβρίζει βίῳ,
691 Κἂν ὡς μάλιστα εὐδρομῇ τοῖς ἀστάτοις, Κούφοις ὀνείροις καὶ σκιαῖς γαυρούμενος, Πλουτῶν, τρυφῶν τε καὶ θρόνοις ἐπηρμένος, Φεῦ τοῦ ταλάντου τῶν ἐκεῖθεν μαστίγων! Ἦ τῶν κακῶν τὸ πρῶτον ἐκ Θεοῦ πεσεῖν.
691 Ταῦτ’ οὖν ἀκούων καὶ πεπεισμένος σύ γε, Τὴν δεξιὰν βάδιζε, τὴν φαύλην δ’ ἔα, Εἰ μοί τι πείθῃ γνησίῳ παραινέτῃ. Λῷον δὲ πείθεσθ’ οἶδα, καὶ δέξῃ λόγον. Τριῶν γὰρ ὄντων, ὡς λέγουσιν οἱ πάλαι,
692 Οἷς τὸν ἀγαθὸν σύμβουλον ὡπλίσθαι χρεὼν, Ἐμπειρίας τε, φιλίας τε, καὶ παῤῥησίας, Τούτων ἂν οὐδὲν ἡμῖν εὕρῃς ἐνδεές. Ἐμπειρίας μὲν εἰς τοσοῦτον ἤλασα,
692 Ὅσον περ εἰκὸς τοὺς πονήσαντας μακρὰν Χρόνῳ τε πολλῷ προσλαλήσαντας σοφῶν Βίβλοις, θεοπνεύστων τε δογμάτων λόγοις, Πηγῇ γλυκείᾳ σώφροσί τ’ ἀρυσίμῳ, Ὧν καὶ βάθος τι μικρὸν ἐξηντλήσαμεν.
692 Τοῦ δευτέρου δ’ ὧν εἶπον, εὐνοίας λέγω, Πίστις μεγίστη· ταῦτα γάρ σοι βούλομαι Ἃ πρόσθ’ ἐμαυτῷ, φίλτατε, παρῄνεσα, Ἡνίκα λογισμοὶ κινδύνοις συνέδραμον
692 Πικρᾶς θαλάσσης, οἷς συνήχθην πρὸς Θεόν·
693 Φόβος γὰρ ἀρχὴ πολλάκις σωτηρίας. Παῤῥησίας δὲ μὴ λάβῃς πεῖράν ποτε, Μήτ’ οὖν ἐμῆς γε, μήτε τούτων σοι ξένων· Ἀλλ’ οὐδὲ λήψῃ τοῖς ἐμοῖς πεισθεὶς λόγοις·
693 Ἔσῃ γὰρ αἴνων, οὐ ψόγων ἐπάξιος. Ἐπεὶ δὲ ταῦτα, δεῦρό μοι σαυτὸν δίδου, Δὸς, καὶ Θεῷ δώσωμεν, ὃν λήψῃ δοθείς. Φύσις γὰρ αὕτη τοῦ διδόντος γίνεται. Σκοπῶν δ’ ἂν οὕτω τῆς ἀληθείας τύχοις.
693 Εἰσὶ δέ τινες καὶ παρ’ Ἕλλησι σοφοὶ, Οὐ μὴν σοφοί γε· πῶς ἂν εἴποιμεν σοφοὺς Τοὺς τὴν κρατίστην φύσιν ἠγνοηκότας, Θεὸν, τὸ πάντων αἴτιον πρῶτον καλῶν; Οὗ καὶ φύσις γε τοῖς φρονοῦσι πρόξενος,
694 Τάξις θ’ ὁρωμένων τε καὶ νοουμένων· Τοὺς δ’ ἢ τελείως ἐκβαλόντας τοῦ λόγου Τὸ Θεῖον, ἢ πρόνοιαν ἐξηρνηκότας, Ἢ μέτρα θέντας, μὴ κάμοι σώζων Θεός.
694 Ὧν οἱ μὲν ὄψει χρώμενοι διδασκάλῳ, Ἄστροις ἔδωκαν τοῖς ὁμοδούλοις τὸ κράτος, Οἷς πάντ’ ἄγουσιν, ἠγμένοι λίαν κακῶς· Ἄλλοι δὲ προσεκύνησαν αἴσχη κνωδάλων, Πλέον πεσόντες· οἱ δὲ δαιμόνων σκιὰς,
694 Μύθους τ’ ἀνεῦρον τῶν παθῶν συνηγόρους, Στήλας τ’ ἔθεντο τῆς ἀνοίας ἀξίας, Ἱδρύμαθ’ ὕλης, καὶ χερὸς ποιήματα. Τίς οὖν τοσοῦτον ἄσοφος, ὡς τούτους σοφοὺς
694 Θέσθαι; Ὅμως ἔστωσαν, εἰ δοκεῖ, σοφοί.
695 Τούτους ἂν εὕροις τοῖς μὲν ἄλλοις δόγμασιν Ἀσυνθέτους τε καὶ διεστῶτάς τισι Τοῖς περὶ νοητῶν καὶ ὁρωμένων λόγοις, Θεοῦ προνοίας, ἰδεῶν χ’ εἱμαρμένης,
695 Ὕλης ἀπείρου, συνθέσεώς τε σωμάτων, Ψυχῆς, νοός τε καὶ πλάνης αἰσθήσεων· Ἐξ ὧν Στοαί τε καὶ προσώπων ὀφρύες, Ἀκαδημίαι τε καὶ πλοκαὶ Πυῤῥωνίων, Σκέψεις, ἐφέξεις, τεχνικῶν ληρήματα·
695 Ἀσυνθέτους μὲν ταῦτα, πάντας δ’ ἐξ ἴσου Ἐπαινέτας δὲ τοῦ καλοῦ καὶ σύμφρονας, Οὐδὲν τιθέντας τῆς ἀρετῆς ἀνώτερον, Κἂν μυρίοις ἱδρῶσι καὶ πολλοῖς πόνοις Χρόνῳ τε μακρῷ τυγχάνῃ κρατουμένη.
695 Μεμνήσομαι δὲ, δείγματος χάριν, τινῶν,
696 Ὡς ἂν μάθῃς κἀνθένδε τὴν ἀρετὴν, ὅσα Ῥόδ’ ἐξ ἀκανθῶν, ὡς λέγουσι, συλλέγων, Ἐκ τῶν ἀπίστων μανθάνων τὰ κρείσσονα. Τίς οὐκ ἀκούει τὸν Σινωπέα τὸν κύνα;
696 Οὗτος, (τί τἄλλα χρὴ λέγειν;) ἀλλ’ εὐτελὴς Οὕτως τις ἦν, καὶ μέτριος τὰ τοῦ βίου, Καὶ ταῦθ’ ἑαυτῷ νομοθετῶν, οὐκ ἐκ Θεοῦ Νόμον φυλάττων, οὐδ’ ἐπ’ ἐλπίσι τισὶν, Ὥστ’ εἶχεν ἓν μὲν κτῆμα, τὴν βακτηρίαν,
696 Οἶκον δ’ ὕπαιθρον ἐν μέσῳ τοῦ ἄστεος, Στρεπτὸν πίθον φεύγοντα πνευμάτων βίας, Ὃς ἦν ἐκείνῳ δωμάτων χρυσωρόφων Κρείσσων· τροφή τε σχέδιος, οὐ πονουμένη. Κράτης δ’ ὁμοίως χρημάτων ὑπερτιθεὶς
696 Αὑτὸν, μεθείς τε μηλόβοτον τὴν οὐσίαν,
697 Ὡς ἂν κακίας ὑπηρέτιν καὶ σωμάτων, Ἀρθεὶς ὑπὲρ βωμοῦ, μεγάλῳ κηρύγματι Ἀνεῖπεν αὑτὸν, ὡς ἐν Ὀλυμπίᾳ μέσῃ, Τὸ θαυμάσιον δὴ τοῦτο καὶ βοώμενος·
697 «Ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης·» Δουλείαν εἰδὼς τὸ κρατεῖσθαι χρημάτων. Φασὶν τὸν αὐτὸν (ὥς τινες δ’, ἄλλον τινὰ Τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος), Πλέοντα, τοῦ κλύδωνος ἀγριουμένου,
697 Ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης, Ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα, Τοῦτον δ’ ἐπειπεῖν ἄξιον μνήμης λόγον· «Εὖγ’, ὦ Τύχη, μοὶ τῶν καλῶν διδάσκαλε, Ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι!»
697 Ἄλλος παρῆκεν οὐσίαν τοῖς ἐκ γένους.
698 Ἄλλος δ’ ὑπερβὰς ταῦτα, ὡς ἀνθρώπινα, Ἅπανθ’ ὅς’ εἶχεν εἰς μίαν βῶλόν τινα Χρυσῆν συνελὼν, ἔπειτ’ ἀναχθεὶς εἰς ἅλα, Βυθῷ δίδωσι τὴν ἀλαζόνα πλάνην,
698 Μὴ δεῖν γὰρ ἄλλῳ προξενεῖν τὸ μὴ καλόν. Καὶ τοῦτ’ ἐπαινῶ. Τῶν τις ἀρχαίων κυνῶν Βασιλεῖ προσελθὼν ἠξίου τροφῆς τυχεῖν, Εἴτ’ ἐνδεὴς ὢν, εἴτε καὶ πειρώμενος. Τοῦ δ’ εἴτε τιμῇ γ’, εἴτε καὶ πείρᾳ τινὶ,
698 Πλὴν χρυσίου τάλαντον ἐκ προστάγματος Δόντος προθύμως, οὐ μὲν ἀρνεῖται λαβεῖν· Λαβὼν δ’ ἐν ὄψει τοῦ δεδωκότος αὐτίκα Ἄρτον πριάμενος τοῦ ταλάντου· «Τόνδ’, ἔφη, Λαβεῖν ἔχρῃζον, οὐ τὸν ἄβρωτον τύφον.»
698 Ταῦτ’ οὖν μὲν ἴσα τοῖς ἐμοῖς νόμοις σχεδὸν,
699 Οἵ με πτεροῦσιν εἰς βίον τε καὶ φύσιν Πτηνῶν, ἐφημερίῳ τε κ’ ἀσπόρῳ τροφῇ, Κρίνων τε κάλλει εὖ μάλ’ ἠμφιεσμένων, Ὑφαῖς ἀτέχνοις ἐγγυῶνταί μοι σκέπην,
699 Εἰ πρὸς μόνον βλέποιμι τὸν μέγαν Θεόν. Ἀλλ’ εἴ τι χρή με καὶ ξέσαι τὰ τῶν βίων, Ὡς ἂν δοκοίην μὴ μάτην ταῦθ’ ἱστορεῖν, Οἱ μὲν τιμῶντες χρημάτων ἀκτησίαν, Βίον τ’ ἐλεύθερόν τε καὶ δεσμῶν ἄνω,
699 Πρῶτον μὲν οὐ καλῶς τὸ καλὸν μετῄεσαν· Πλεῖον γὰρ ἦν ἔνδειξις, ἢ καλοῦ πόθος. Ἢ τί ποτ’ ἔδει βωμῶν τε καὶ κηρυγμάτων; Ἒπειτα γαστρὸς ἡδοναῖς ἐφίεσαν, Ὡς ἄν τινες φεύγοντες οὐ πλούτου κόρον,
700 Τὰς φροντίδας δὲ καὶ πόνους τῆς κτήσεως, Τρυφῆς δ’ ἀφορμὴν τὸ ἀπορεῖν ποιούμενοι. Δηλοῦσι σησαμοῦσιν ἄρτοι κρίθινοι Ὑπεξιόντες, καὶ τραγῳδίας ἔπη,
700 Ὧν ἕν τι καὶ τόδ’ εὐστόχως εἰρημένον· «Ὦ ξένε, τυράννοις ἐκ ποδῶν μεθίστασο,» Σέρις τε φεύγους’ ἐκ μέσων ἡδυσμάτων, Ὄψον πενήτων, ἄφθονός τε γῆς χάρις. Ἡμῖν δ’ ἀνεπίδεικτον μὲν εἴ τι τῶν καλῶν,
700 Οἷς πρῶτόν ἐστι μηδὲ τὴν εὐώνυμον Τὰ δεξιᾶς κινήματ’ εἰδέναι σαφῶς. Ἡ δ’ ἐγκράτεια μαρτυρεῖ τὸ ἔνθεον. Καλὸν Κλεάνθους τὸ φρέαρ, καὶ Σωκράτους
700 Τὸ ζῇν πενιχρῶς· τἄλλα δ’ ὡς ἀσχήμονα!
701 Οἱ Χαρμίδαι τε καὶ σκέπη τριβωνίων, Ὑφ’ ἧς τὰ θεῖα τοῖς νέοις ὁ γεννάδας Συνῆν. Μόνοι γὰρ οἱ καλοὶ νοήμονες. Μηδεὶς ἔρωτι σωμάτων θηρευέτω
701 Τὸ κάλλος. Ὣς ὄλοιτο τοῖα σκέμματα· Χωρὶς τὰ Μυσῶν καὶ Λυδῶν ὁρίσματα. Ἀλκμαίονος δὲ τίς τόδ’ αἰνέσει ποτὲ, Ὃς πρῶτ’ Ἀθηναίων τῶν ἀοιδίμων φέρων Ἀνὴρ γένει τε καὶ κράτει πνέων μέγα,
701 Τοσοῦτον ὤφθη χρημάτων ἡττώμενος, Ὅσον περ εἰκὸς ἦν φανῆναι κρείττονα; Κροίσου γὰρ αὐτὸν πλείοσι δεξιουμένου,
702 Ὧν ἓν, ταμεῖα χρυσοῦ ἅπαντα προθεὶς, Ὡς ἂν δυνάστης τῇ τύχῃ μέγα φρονῶν, Ἔχειν ἐκέλευσεν ὅσον δύναιτο ψηγμάτων· Πλήσας δὲ κόλπους, καὶ γνάθους, καὶ τὴν κόμην
702 Θεὶς χρυσόπαστον (τῆς ἀμετρίας ὅση!) Προῆλθε Λυδοῖς πλούσιος γελώμενος. Τί δ’ ὁ Πλάτων σοι, καίπερ ὢν σοφώτατος Ἀνδρῶν; Τί δ’ Ἀρίστιππος, τὸν ἥδιστον λέγω; Τί δ’ ὁ χαρίεις Σπεύσιππος, ὥσπερ οἴομαι;
702 Ὁ μὲν καπήλου δυστυχοῦς ἔζη βίον, Πόνους διαντλῶν κέρδεσιν θαλαττίους·
702 Ἔλαιον ἦν ὁ φόρτος. Οὔπω τοῦτ’ ἴσως
703 Ἐρεῖς ἄπληστον, καὶ πενίᾳ τι προσνέμεις. Τὸ δὲ τραπέζας προσκυνεῖν τυραννικὰς Πλάτωνα· φεῦ λόγων τε καὶ σεμνῶν πόνων! Ἐῶ λέγειν πράσιν τε καὶ οὐχὶ πράσιν,
703 Εἰ μὴ Πλάτωνί τις Λίβυς τῆς Ἑλλάδος Ὤφθη γ’ ἀμείνων, καὶ μικροῦ τιμήματος Δόξαν τε καὶ Πλάτωνος ὠνεῖται λόγους. Τοῦ δ’ ἐκ Κυρήνης, μέγα μὲν ἡ παῤῥησία· Ὅμως δ’ ἔμιξε τῷ ἐλευθέρῳ τρυφὴν,
703 Βλάπτων τὸ καλὸν ἁλμυρῷ τῷ δόγματι. Μύρων γὰρ ὄζων, συμποτῶν κατέπνεε· Τὸ δ’ εὐχάριστον τοῦ τρόπου καὶ στωμύλον Ὁδηγὸν εἶχε λημμάτων. Οὕτω ποτὲ
704 Στολὴν γυναικῶν, Ἀρχελάου τοῦ σοφοῦ, Οὐκ οἶδ’ ὅπως τε καὶ δι’ ἣν τὴν αἰτίαν, Δωρουμένου, Πλάτων μὲν οὐ προσήκατο, Ἴαμβον εἰπὼν καίριον ἐξ Εὐριπίδου·
704 «Οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.» Ὁ δ’, ὡς τὸ δώρημ’ ἦλθεν εἰς αὐτοῦ χέρας, Φέροντος ἀνδρὸς, καὶ προθύμως λαμβάνει, Καὶ τὴν ἰάμβου κομψότητ’ ἰαμβίῳ Βάλλει, τόδ’ εἰπών· «Καὶ γὰρ ἐν βακχεύμασιν
704 Οὖς’ ἥγε σώφρων, οὐ διαφθαρήσεται.» Ὁ δ’ αὐτὸς Ἀρχέλαος, ὥς φασιν, ποτὲ Λαβεῖν θελήσαντός τι τοῦ Σοφοκλέους,
704 Εὐριπίδῃ δίδωσι τῷ σοφωτάτῳ,
705 Τοσαῦτ’ ἐπειπών· «Σὺ μὲν ἄξιος δοκεῖς Ζητεῖν ἔμοιγε, λαμβάνειν δ’ Εὐριπίδης·» Δεικνὺς ὅπερ ἄριστον εὐγενὴς τρόπος. Τάξας δὲ τοῖς Ἕλλησι τοὺς πόρους ποτὲ
705 Ὁ Λυσιμάχου, καὶ τἄλλα τῶν πρώτων φανεὶς Ἐν δημαγωγίαις τε καὶ στρατηγίαις, Τοσοῦτον ὤφθη χρημάτων ἀνώτερος, Ὥσθ’ (ὅτι μὲν ἔσχε τοὔνομ’ ἐκ τῆς πράξεως, Δίκαιος ὤν τε καὶ καλούμενος εἰς ἔτι,
705 Ἑκὼν παρήσω) τὰς δὲ παῖδας ἡ πόλις Ἐκδοῦσα τιμᾷ χρήμασι πενίαν καλὴν, Αὐτόν τ’ ἔθαψεν, οὐκ ἔχονθ’ ὅθεν ταφῇ. Οὐκ ἂν παρέλθοιμ’ οὐδὲ τὰ Ῥωμαίων καλὰ Ὡς μὴ παλαιοῖς ἰσχυριζοίμην μόνοις.
705 Πύῤῥου κρατήσας ἐν μάχῃ Φαβρίκιος,
706 Ἦν δὲ στρατηγὸς τῶν περιβλέπτων ἄγαν, Καὶ τοῖσδ’ ἐνίκα μᾶλλον· ὡς γὰρ εἰς στενὸν Ὁ Πύῤῥος ἦλθεν ἐλπίδων, ἐπειράθη Χρυσοῦ ταλάντοις τὸν στρατηγὸν ἁρπάσαι·
706 Ὁ δ’ οὐκ ἐδέξατ’, ἀλλ’ ὅμως ἐσπείσατο. Ἐπεὶ δ’ ὁ Πύῤῥος, ὡς λέγους’, εἰρηνικὰ Παίζων πρὸς αὐτὸν, τῶν ἐνόπλων θηρίων Ἕνα τῶν ἐλεφάντων ὑπερφυᾶ τε καὶ μέγαν, Οὔπω κατ’ ὄψιν οἱ τέως ἐγνωσμένον,
706 Ἔδειξε· ῥινὸς ὑπερφανείσης ἀθρόως Οὔτ’ ἐπτοήθη, καὶ τόδ’ εἶπεν ἵλεως· «Οὔ μ’ οὔτε χρυσὸς εἷλεν, οὔτε θηρίον.» Ἀρκεῖ τοσαῦτα, καὶ τάδε μέτρου πέρα, Ὡς ἄν τις εἴποι χρημάτων καταφρονῶν.
706 Μήτ’ οὖν ἐκεῖνα προσδέχου τὰ μὴ καλὰ
707 Βίβλων παλαιῶν, ὦγαθ’, αἷς ἐνετράφης· Ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν. Κρεῖσσον γὰρ ἢ σέβοντα τοὺς θεῶν νόμους Πένητα ναίειν, δόξαν ἠμποληκότα.
707 Μή μοι γένος γένιζε, μάζα μοι γένος. Τὰ χρήματ’ ἀνθρώποισι τιμιώτατα. Πένητος ἀνδρὸς οὐδὲν ἀθλιώτερον. Ἄνευ δὲ χαλκοῦ, Φοῖβος οὐ μαντεύεται. Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ·
707 Ἢ γὰρ πεφυκὼς ἐσθλὸς, οὐκ ἔχει βίον, Ἢ δυσγενὴς ὢν, πλουσίαν ἀροῖ πλάκα. Πῶς γὰρ καλεῖς δυσδαίμονα, τὸν πένητα μὲν, Πολλῷ δ’ ἔχοντα πλουσιώτερον τρόπον; Δύσδαιμον ὄντως τὸ φρονεῖν οὕτω κακῶς.
708 Ταῦτ’ οὖν ἅπαντα φεῦγε τούς τ’ εἰρηκότας, Εἴτ’ ἄλλο τούτοις ἐμφερές τι ἐν λόγοις. Καὶ ταῦτ’ ἐπαίνει τῶν σοφῶς εἰρημένων· Ὅτ’ ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς,
708 Τοῦ δυστυχεῖν νόμιζε ἀῤῥαβῶν’ ἔχειν. Μὴ πάντοθεν κέρδαινε, σαυτὸν αἰσχύνων· Τὸ μὴ δικαίως εὐτυχεῖν, ἔχει φόβον. Μὴ Πλοῦτον εἴπῃς, οὐχὶ θαυμάζω θεὸν, Ὃν καὶ κάκιστος ῥᾳδίως ἐκτήσατο.
708 Πένης μέν ἐστι, τὸν τρόπον δὲ πλούσιος. Σοφὸν πένητα μᾶλλον, ἢ Μίδαν κακόν. Ληρεῖ δέ μοι Θέογνις ὡς λῆρον πλατὺν, Κρημνοὺς προτιμῶν τῆς ἀπορίας καὶ βυθοὺς,
708 Κακῶς τε Κύρνῳ νομοθετῶν εἰς χρήματα.
709 Ὅμηρε καὶ σὺ, πῶς τοσοῦτον ἀστάτῳ Πράγματι νέμεις, ὥστε φράσαι που τῶν ἐπῶν, Ὀπηδὸν εἶναι τὴν ἀρετὴν τῶν χρημάτων; Φησίν· Τόδ’ εἶπον αὐτὸς, οὐχ οὕτως ἔχων,
709 Γελῶν δὲ τοὺς ἔχοντας οὕτως ἀθλίως. Οὐ γὰρ δοκεῖ σοι τὴν θάλασσαν ἐκφυγὼν Ὀδυσσεὺς ἐκεῖνος, οὗ τὰ πόλλ’ ἀθλήματα, Ὀφθεὶς ἀλήτης τῇ βασιλίδι γυμνὸς, Καταιδέσας δὲ τῷ λόγῳ τὴν παρθένον,
709 Φαίαξί τ’ αὐτοῖς ἄξιος πλείστου φανεὶς, Εἶναι προδήλως τῆς ἀρετῆς ἐγκώμιον; Τὸν μῦθον αἰνῶ τὸν Φρύγιον, ὃς εὖ ἔχει· Μίδᾳ γὰρ αἰτήσαντι πάντα χρυσίου Πλήρη γενέσθαι, τῆς ἀμετρίας δίκην
710 Θεὸς δίδωσιν ὦνπερ ἠξίου τυχεῖν· Ὁ χρυσὸς ἦν ἄβρωτος· ὃς δ’ εἶχεν, νέκυς. Τί μοι ξένων μύθων τε καὶ διδαγμάτων; Αὐτοὺς σκόπει μοι τοὺς ἐμοὺς ἤδη νόμους.
710 Ἐμοὶ γένος μέν ἐστι τὸ πρῶτον καλὸν, Οὗπερ προῆλθον, καὶ πρὸς ὃ πτερῶ βίον, Δεσμῶν ἐμαυτὸν ἐκλύειν πειρώμενος. Ἡ δ’ ἐκ μελῶν τε καὶ φθορᾶς ὁρμωμένη, Νεκρῶν τε λαμπρῶν καὶ πάλαι σεσηπότων,
710 Ἣν δὴ καλοῦσιν εὐγένειαν οἱ κάτω, Κόπρου ῥεούσης οὐδὲν εὐγενεστέρα. Πατρὶς δὲ σωμάτων μὲν οὐκ ἐλευθέρα, Φόρων τε δούλη, καὶ κακῶς τετμημένη
710 Κόλποις θαλάσσης καὶ νάπαις περίγραφος,
711 Πολλοὺς ἀμείβους’ ἀθλίους οἰκήτορας, Αὐτή γε μήτηρ καὶ τάφος γεννημάτων, Κόπτουσα τοὺς κόπτοντας. Ὦ δίκη, δίκη Τοῦ πρωτοπλάστου γεύσεώς τε καὶ πλάνης!
711 Ἡ δ’ ἀντὶ ταύτης τοῖς σοφοῖς ζητουμένη Πρὸς ἣν βλέποντες ἐνθάδ’ οὐ ῥοιζούμεθα, Ὥσπερ πόα τι ἐφ’ ὑδάτων ὀχουμένη, Πλατεῖ ἀτέρμων εὐγενῶν σκηνωμάτων, Κρατουμένη τε τοῖς κατοίκοις εἰς ἀεὶ,
711 Ζώντων τε μήτηρ, καὶ μόγων ἀλλοτρία, Χορός τ’ ἄπαυστα Χριστὸν ὑμνούντων μέγαν, Πανήγυρίς τε πρωτοτόκων γεγραμμένων Ἐν οὐρανοῖς βίβλοις τε ταῖς αἰωνίοις.
712 Δόξαν τ’ ἐπαινῶ τὴν ἄνω μοι κειμένην, Σταθμὴν δικαίαν, καλὸν ἀψευδέστατον. Ἡ δ’ ἐνθάδ’, αὖρα καὶ κενῶν κενὴ χάρις· Ἡ μὲν δικαία προστίθησιν οὐδὲ ἕν·
712 Ἡ δ’ οὐκ ἀληθὴς εἰς βλάβην καθίσταται. Τὸ γὰρ δοκεῖν, ὑφεῖλε τοῦ εἶναι πολύ. Πλοῦτος δ’ ὁ μὲν ῥέων τε καὶ μέθης πλέως, Ὄψιν τε πηρὸς καὶ περιπλανώμενος, Φυσῶν τε πολλοὺς καὶ κενῶς ἀντλῶν τύχην,
712 Γαστρός τις ὄγκος ὑδέρου πεπλησμένος. Ἄλλοις προσέρποι φάρμακον νόσου γέμον Καιροῦ φθόνου τε παίγνιον τιμώμενον.
712 Ἐμοὶ δὲ πλοῦτος ἄφθονός τε καὶ μένων,
713 Ἑστὼς, ἄσυλος, κτημάτων ἀνώτατος, Μηδὲν πεπάσθαι πλὴν Θεοῦ καὶ τῶν ἄνω. Ἅπαντα μὲν γὰρ οὐκ ἂν, εἰ βούλοιτό τις, Κτήσαιτο, οὔτ’ ἐκτήσατ’ οὔκουν ἄχρι νῦν·
713 Πάντων δ’ ἔνεστιν ἀθρόως καταφρονεῖν, Κρείττω τε πάντων τοῦτον εἶναι τὸν τρόπον. Ἄλλοι φάλαγγας τασσέτωσαν ὁπλιτῶν, Πλεῖόν τε πασχέτωσαν, ὧν δρᾶσιν κακῶν, Βάλλοντες, οἰμώζοντες, ἀστάτοις ῥοπαῖς
713 Ἀγχωμαλοῦντες, αἱμάτων ὠνούμενοι Πλούτου τίν’ ὄγκον, ἢ τυραννίδος κράτος. Ἄλλοι δὲ γῆς τε καὶ θαλάττης ἀγρίας Κόλπους μετρούντων, ἔμποροι δυσδαίμονες. Ἄλλοι δίκας τε καὶ νόμους ἀντιστρόφους
713 Σπουδῇ πλεκόντων, λημμάτων μικρῶν χάριν·
714 Ἐμοὶ δὲ πάντων Χριστός ἐστιν ὤνιος, Σταυρόν τε τὸν πένητα πλουσίως φέρω, Ῥίψας τὰ σητῶν καὶ στροφὴν πεττευμάτων. Τούτου νόμος μὲν πρῶτος, ἡ πρώτη τρυφὴ,
714 Ἐδὲμ δὲ καὶ παράδεισος εὐθαλὴς φυτοῖς, Πηγή τ’ ἐς ἀρχὰς τέτταρας τετμημένη. Οὐ χρυσὸς, οὐκ ἤλεκτρον, οὐδὲ ἄργυρος, Οὐκ εὐχρόων τε καὶ φανῶν λίθων χάρις, Ἃ γῆ δίδωσι τοῖς κάτω νενευκόσι·
714 Μόνοις δὲ καρποῖς ἀφθόνως διέτρεφε Τὸν ἐργάτην Θεοῦ τε καὶ θείας τρυφῆς. Κἀνταῦθ’ ὅρος τις ἡδονῇ μετρούμενος· Ξύλου γὰρ εἶργε γνώσεως ἐναντίων. Ὃς οὐ φυλαχθεὶς, παντὸς ἐστέρησέ με,
714 Καὶ γῆς πόνοις ἔδωκε μητρὸς τῆς ἐμῆς.
715 Ὧν εἷς, τὸ πλεῖον τῶν ἀναγκαίων ἔχειν Μηδέν τε μέτρον εἰδέναι τῆς κτήσεως, Κακοῦ τὸ χεῖρον φάρμακον ποιουμένους, Διψῶντας αὐτῷ τῷ ποτῷ καυσουμένους.
715 Ἐξ οὗ, τί γίνεθ’, ὡς παράδοξον, σκόπει, Ἀεὶ πένεσθαι τῷ λιπόντι κτωμένους, Τέρψιν δὲ τοῦ κτηθέντος οὐ δύνασθ’ ἔχειν, Τῷ μὴ παρόντι· καὶ γὰρ ἐκτήκει φρένας. Πρῶτος μὲν οὗτος εὐτελοῦς ζωῆς νόμος,
715 Ἔστιν δ’ ἐκεῖνος δεύτερος. Τὸν Ἀβραὰμ Τὸν πατριάρχην, τὸν θεόπτην τὸν μέγαν, Οἴκου, γένους τε, πατρίδος ἐξελκύσας, Ὁ τῶν μεγίστων οἰκονόμος μυστηρίων, Εἰς γῆν μετήγαγ’ εὐκόλως ἀλλοτρίαν,
716 Ξένον, πάροικον, ἄστεγον, πλανώμενον. Πίστις γὰρ εἷλκεν ἐλπίδων τῶν μειζόνων· Ἄρτον δ’ Ἰακὼβ καὶ σκέπην ᾔτει μόνον, Ὁρμῶν ποταμῶν ποτ’ εἰς μέσην, ὥσπερ λόγος,
716 Εἰ καὶ πολυθρέμμων ἐπάνεισιν ὕστερον, Μισθὸν δίκαιον εὑρόμενος οὗτον πόνων. Καὶ τοῦτο δ’ εἰπεῖν εὖ ἔχει πρὸς οἷς ἔφην· Μωσῆς ὅτ’ εἴσω τοῦ γνόφου μόνος μόνῳ Θεῷ προσωμίλησε, καὶ πλαξὶν νόμον
716 Διπλοῦν ἐδέξαθ’, ᾧ λεὼν ἦγε μέγαν· Τότ’ οὖν μερίζων ἣν κατέσχον ἐκ Θεοῦ, Ἄλλοις μὲν ἄλλην γῆν ἐμέτρησε ξένην· Υἱοῖς δὲ Λευῒ κλῆρον οὐ νέμει μόνοις.
716 Κλῆρος γὰρ αὐτοῖς ὁ κράτιστος, ἦν Θεός.
717 Ἰωναδὰβ δὲ παισὶν εἰσάγων ποτὲ Ἀκτησίαν τε καὶ τὸν ὑψηλὸν βίον (ᾜδει γὰρ, ᾔδει φιλοσοφεῖν, καίπερ τότε Οὐδὲ πενίας πω κειμένης ἐν θαύματι)·
717 Τάδ’ εἶπε, πατρὸς λίαν ὡς χρηστοῦ λόγον· «Ὦ παῖδες, οἶον ὑμῖν, ὡς ἄγαν πολὺν Κλῆρον πορίζω, οἷον οὔπω τις πατὴρ Παισὶν δέδωκεν, οὐδ’ ὃς εὐπορώτατος· Φεύγοιτε πάντα κλῆρον, εὔλυτον βίον
717 Ἔχοιτε, δεσμῷ μηδένι κρατούμενοι. Σκηνὰς μὲν οἰκεῖτ’, οἰκίας κινουμένας· Τέμνοι δὲ γῆν ἄλλος τις· ἄμπελος δέ γε Τούτῳ φυτεύοιθ’, ὅντιν’ οἶνος εὐφρανεῖ· Ὑμῖν δ’ ἄοινος, ἐγκρατὴς ἔστω βίος.
718 Ὧδ’ ἂν βιοῦντες, ἀσφαλῶς ζώοιτέ μοι.» Οὗτος μὲν οὖν τοιοῦτος. Ἠλίαν δέ που Θήσοιμεν, ὃν Κάρμηλος ἔτρεφεν μέγας Κόραξι χειμάῤῥῳ τε, γῆς ἐκ διψάδος;
718 Ὃς ὢν πένης τε καὶ πενήτων ἔσχατος, Ἵστη τυράννοις ὑετοὺς, ῥείθρων βάθη· Πῦρ εἷλκεν ἐχθροῖς καὶ θυσίαις ἐξ οὐρανοῦ. Χήραις ἐπήγαζε ῥανίδας στενῆς τροφῆς, Τρέφων τρεφούσας πλουσίως ὁ ἐνδέης·
718 Νεκροὺς δ’ ἀνέστη, μισθὸν εὐσεβοῦς σκέπης, Πυρός τ’ ἀνήγεθ’ ἅρματι πρὸς οὐρανόν. Ἑλισσαίου τε κλῆρος, ὃς παρ’ Ἠλίου, Χάρις τε καὶ τὸ κλεινὸν ἐξ ὕψους δέρος.
718 Ὅδε πρὸ γαστρὸς ἱερός. Ὢ τοῦ θαύματος!
719 Πάντως ἀκούεις τὸν Σαμουὴλ τὸν μέγαν, Ὃν μητρὸς εὐχὴ τῷ Θεῷ προσήγαγεν· Εἰ μὴ λίαν τολμηρὸν εἰπεῖν τοῦτό γε· Οὐδ’ αὐτὸν εἶχεν· ἐκ βρέφους Θεῷ δοθείς.
719 Τίς ἦν παλαιᾶς καὶ νέας μεταίχμιον Θεοῦ διαθηκῶν, ὡς σκιᾶς καὶ σώματος, Τὴν μὲν κατείργων, τῆς δ’ ἀνοίγων εἰσόδους; Τίς φωτὸς ἄκρου προτρέχων λύχνος μέγας; Τίς ἐν γεννητοῖς πρῶτος, ᾧ μάρτυς Θεός;
719 Ἔρημον ᾤκει, καὶ ξένην εἶχε τροφήν· Καμήλιον δ’ ἔσθημα δέρματος στροφῇ Ἐσφίγγετ’· ἔγραψε τὸν Ἰωάννην Λόγος, Ὃς οὐδὲ διπλοῦν εἴασε κεκτῆσθαι ῥάκος.
720 Τί δ’ ἄν τις εἴποι πρὸς τὸν ἐκ τέχνης τροφὴν Παῦλον πορίζοντ’; ἢ τὸν ἐκ θέρμων μόνων Τρυφῶντα Πέτρον, τοὺς μεγάλους ἀποστόλους Οἳ πάντα κόσμον δικτύων εἴσω Θεοῦ
720 Ἔθηκαν· ὧν αἱ χεῖρες ἔῤῥεον πολὺν Πλοῦτον πένησι πλουσίως δωρουμένων; Ἄλλοι παρῆκαν συγγενέσιν ἁλειάδας, Καλούμενοι Θεῷ πρὸς ἁλείαν κρείττονα. Λόγοις γὰρ ἦσαν τοῖς ἀρίστοις ἠγμένοι
720 Χριστοῦ, ὃς ἐπτώχευσε καὶ σαρκὸς πάχος, Νοῦς ὢν μέγιστος, καὶ νοὸς πρώτη φύσις· Πτωχοὺς δὲ τάξας τοῦ λόγου διαγγέλους,
720 Συνέμπορον δίδωσι τὴν πίστιν μόνην,
721 Γυμνοῖς, ἀχάλκοις, πῆραν οὐκ ἐξημμένοις, Ἀσανδάλοις τε καὶ ἀπόροις, μυστήριον Ὅλης ἐπιτρέψας τῆς νέας οἰκουμένης, Καὶ μηδὲ ῥάβδον ἐν χειροῖν ἐῶν ἔχειν,
721 Ὡς πίστις εἴη τοῦ λόγου τὸ εὐσθενές. Ὅρα τὸ μεῖζον· οὐδὲ τῷ νέῳ μαθεῖν Χρῄζοντι, πῶς ἂν τοῦ τελείου τις τύχοι, Ἄλλῳ τὸ ἄκρον, ἢ μόνῳ περιγράφει, Τῷ δεῖν ἅπαντα τοῖς πένησι σκορπίσαι,
721 Σταυρὸν ἐπ’ ὤμων τὸν μέγαν φέρειν ἀεὶ, Αὐτῷ θ’ ἕπεσθαι τοῖς κάτω νεκρούμενον, Εἴπερ ποθοίη καὶ συνυψοῦσθαι Θεῷ. Οὕτω τελειοῖ καὶ τελώνας εἰσόδῳ
722 Πάντα προθύμως τῷ Θεῷ δωρουμένους· Καὶ πειθέτω Ζακχαῖος, ὃς πλουτῶν κακῶς Οἴκτῳ πενήτων τῶν τε ἠδικημένων Πλουτεῖ τὸ πένεσθαι, καὶ ῥύπου καθαίρεται.
722 Εἶεν· τὰ μὲν δὴ χρημάτων οὕτως ἔχει. Τῆς δ’ ἐγκρατείας μικρὰ μὲν τὰ τῶν πάλαι Σοφῶν παρ’ Ἕλλησί τε καὶ τῶν βαρβάρων. Καὶ βαρβάροις γὰρ τῆς ἀρετῆς ἦν τις λόγος. Τί χρὴ δ’ ἀφ’ ἡμῶν οἷα καὶ ὅσα γράφειν;
722 Πᾶσιν γάρ ἐστι περιφανῆ καὶ γνώριμα. Ἤκουσα τοῦτο τῆς σοφῆς τραγῳδίας· «Γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν.»
722 Μόνη γὰρ ὧν πέπονθεν οὐκ ἔχει χάριν.
723 Ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δ’ οὔ. Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Πληρῶσαι δέῤῥιν κηρίων ἤ τ’ ἀλφίτων, Οὐδὲν διοίσει ταῦτα γαστρὸς ἐν μυχοῖς.
723 Πίθῳ δ’ ἐπαντλεῖν ἐκρέοντι, τίς χάρις; Γαστὴρ δ’ ἄναλτος εὗρε καὶ νεῶν δρόμους· Ἄλλους δ’ ἐπ’ ἄλλοις ἐμμανεῖς ἐξώπλισεν. Ἅπαντα δ’ ἕρπειν εἰς βυθὸν τὰ τίμια Τῶν γαστριμάργων σῖτα, μὴ δὲ σῖτ’ ἔτι
723 Τῶν εὐτελεστάτων, λέβητος ἐξ ἑνὸς, Ὀρθῶς λέγει που Κερκιδᾶς ὁ φίλτατος, Τέλος τρυφώντων, αὐτὸς ἐσθίων ἅλας, Αὐτῆς τρυφῆς ἔθ’ ἁλμυρὸν καταπτύων. Τίς δ’ οὐκ ἐπαινεῖ τὸν τρυφῶντι τῷ νέῳ
724 Φήσαντα· «Παῦσαι προστιθείς σου ταῖς πέδαις, Ἐξαγριῶν τε τὸ σπαράσσον θηρίον.» Κἀκεῖνο δ’ οἷον Στωικῶν τῶν φιλτάτων; Ὡς ἄλλος ἄλλῳ σαρκίῳ τις προσλαλῶν·
724 «Τί σοι χρεωστῶ, φησὶν, ἄθλιον δέρος; Φαγεῖν; μέγιστον, ἄρτος ἐνδεῶς δοθείς. Πιεῖν; ὕδωρ σοι δώσομεν, καὶ ὀξίνην. Οὐ ταῦτά μ’ αἰτεῖς· τὰ τρυφῆς δὲ καὶ κόρου, Κρυσταλλίνων τε ἁβρότητ’ ἐκπωμάτων.
724 Λίαν ἑτοίμως δώσομέν γ’, ἀλλ’ ἀγχόνη.» Ταῦτ’ οὐκ ἀμείνω τῶν πάλαι βλακευμάτων Σαρδαναπάλου τοῦ Νίνου, ὃς ὤν ποτε Πλούτῳ τε λαμπρὸς καὶ τρυφῇ διεφθορὼς,
724 Ἐβούλεθ’ αὑτῷ καὶ γεράνου μηκίστερον
725 Λαιμὸν γενέσθαι, ἡδονῆς μακρᾶς χάριν; Ὦ θεῖε Δαβὶδ, σοὶ δὲ διψῶντι φρέαρ Γῆς ἀλλοφύλων καὶ ποτὸν κρατούμενον, Ἐπεὶ δι’ αἱμάτων τε καὶ μάχης τινὲς
725 Ὑπηρετοῦντο τῷ πόθῳ, χερσὶν λαβὼν Ἔσπεισας ὕδωρ· οὐ γὰρ ἐξ ἀλλοτρίων Κακῶν ἐδέξω τὸν σὸν ἐκπλῆσαι πόθον. Εἰ δ’ ἀγγέλων τις ἄρτος, ἡ Λόγου τροφὴ (Ἀσώματον φύσιν γὰρ οὐ σῶμα τρέφει),
725 Ὅσοι παρ’ ἡμῖν ἀγγέλων ζῶσιν βίον, Σπινθῆρσι μικροῖς τοῦ βίου κρατούμενοι! Καὶ τοῦτ’ ἄκοντες, δόγματος θείου χάριν· Δεῖ γὰρ δεδέσθαι, μέχρις ἐκλύσῃ Θεός. Ἐῶ τὰ βίβλων καὶ τὰ τῶν πάλαι λέγειν.
725 Ὅσοι καθάρσει σωμάτων θεούμενοι,
726 Τροφῆς ἄγευστοι ἡμέρας καὶ πλείονας Διῆλθον, ὥσπερ σωμάτων ἐλεύθεροι, Πυρὸς δ’ ἀπειλὴν, καὶ λεόντων χάσματα Ἤνεγκαν, ὥστε μὴ βέβηλον ἐν ξένῃ
726 Τροφὴν προσέσθαι βαρβάρων προστάγματι. Ἀφ’ οὗ δὲ Χριστῷ συμπλακεὶς ὁ δυσμενὴς Ἀπῆλθε, σαρκὸς εὐγενοῦς ἡττημένος, Ἐκ τετταράκοντ’ ἀσιτίας νυχθημέρων, Ὡς μᾶλλον αἰσχύνοιτο τῆς πείρας σφαλεὶς,
726 Νόμος προῆλθε τῆς φίλης κακώσεως Ἐν τοῖς ἀγῶσιν, ὢ σοφοῦ παλαίσματος! Καὶ τῶν ἀναίμων ἐνθέων τε θυμάτων, Ἃ πᾶς ὁ κόσμος καλλιερεῖ τῷ Δεσπότῃ, Θύοντες, οὐ μόσχους τε τῷ πάλαι νόμῳ,
726 Οὐδ’ ἄρνας, οὐδ’ ἔξωθεν εἰσφοράν τινα
727 Τῶν οὐ τελείων (πᾶν γὰρ ἄλογον ἐνδεὲς), Αὐτοὶ δ’ ἑαυτῶν τῆξιν ἐμμέτρῳ τροφῇ, Τὸ μὴ τρυφᾷν τρυφῶντες, ὢ ξένης τρυφῆς! Ναοὺς καθαίρειν τῷ Θεῷ πειρώμενοι,
727 Ἀγρυπνίαις τε παννύχοις θ’ ὑμνῳδίαις, Ἐκδημίαις τε τοῦ νοὸς πρὸς νοῦν μέγαν, Ζῶντες τοσοῦτον ἐν σκιαῖς καὶ φάσμασιν Ὅσον τὰ κρυπτὰ τοῖς ὁρωμένοις λαβεῖν. Ἐντεῦθεν οἱ μὲν δέσμιον σαρκὸς πάχος
727 Θέντες σιδήρῳ, τὸν κόρον κατέσβεσαν· Οἱ δὲ ζόφῳ τε καὶ στενοῖς οἰκήμασιν Ἢ ῥήγμασι κλεισθέντες ἀγρίων πετρῶν, Βλάβην ἐπέσχον τῶν πλάνων αἰσθήσεων. Ἄλλοι δ’ ἐρημίαις τε καὶ θηρῶν νάπαις,
728 Τὴν θηριώδη τοῦ φυγεῖν ἁμαρτίαν, Αὐτοὺς ἔδωκαν, ἔκφυλον ζῶντες βίον, Τοῦθ’ ὃ βλέπουσι κόσμον εἰδότες μόνον. Σάκκῳ τις ἄλλος, καὶ σποδῷ, καὶ δακρύοις
728 Εἵλκυσεν οἶκτον, καὶ χαμευνίας πόνῳ, Στάσει τε νυκτῶν ἡμερῶν τε πλειόνων, Μηνῶν τε, τούτου μεῖζον· εἰ δ’ εἴποιμ’ ἐτῶν, Ἄπιστον οἶμαι, πλὴν ἐμοὶ πιστὸν λίαν, Ὅσοι τ’ ἐπόπται τῶν φίλων τοῦ θαύματος.
728 Πίστις γὰρ ἐστήλωσε καὶ φόβος Θεοῦ, Τὸν νοῦν πρόωρον ἁρπάσας τῶν σωμάτων. Ξένων δ’ ἀκούσῃ καὶ ποτοῦ καὶ σιτίων Ὄψον, σποδόν τε καὶ δάκρυον μεμιγμένον,
728 Ἄναρτον, ὡς ἄνυδρον οἱ δ’ ἄλλοι βίον.
729 Ἅ μοι δοκοῦσι καὶ φύσεως νικᾷν νόμους, Ζήλου φέροντος ἄχρις ἐκτόπων ὁδῶν. Τί ταῦτα; Τοῦ Λεὼ δὲ σὺ θαυμάζεις κόρας, Τὰς τῶν Ἀθηνῶν προσφαγείσας ἀσμένως,
729 Μενοικέως τε τὴν πρόθυμον εἰσφορὰν, Θηβῶν ὑπερθανόντος ὡς σώσῃ πόλιν· Κλεομβρότου τε τοῦ σοφοῦ τὸ τίμιον Πήδημ’ ἀφ’ ὕψους, ὡς ἀπέλθοι σώματος, Ἐπεὶ Πλάτωνος τῷ περὶ ψυχῆς λόγῳ
729 Πεισθεὶς, ἔρωτι λύσεως κατεσχέθη. Λέγεις Ἐπικτήτου τε τὸ κλασθὲν σκέλος, Πρὶν ἤ τι ῥῆξαι ῥῆμα δοῦλον τῆς βίας· Εἶναι γὰρ, εἶναι τ’ ἀνδρὸς, ὡς ἀκούομεν, Τὸ σῶμα δοῦλον, τὸν τρόπον δ’ ἐλεύθερον·
730 Πτισμόν τ’ ἐν ὅλμῳ τῶν Ἀναξάρχου χερῶν, Ὡς οὐ παρόντος, καὶ κελεύοντος σφοδρῶς Πτίσσειν τὸν αὑτοῦ θύλακον, αὐτὸν γὰρ μένειν Ἄπτιστον, ὅστις ἐστὶν, οὐχ ὁρώμενον·
730 Καὶ Σωκράτους τὸ κώνειον, φιλοτησίαν Ξένην τοσοῦτον ἡδέως ἑσπωμένην. Σὺ ταῦτ’ ἐπαινεῖς; καί τι κἀγὼ, πλὴν ὅσον Ἐν τοῖς ἀφύκτοις ἦσαν ἀνδρεῖοι κακοῖς· Τοῖς γὰρ θέλουσιν οὐχ ὁρῶ σωτηρίαν.
730 Ἐντεῦθεν ἐλθὲ πρὸς πάλην τὴν ἔνθεον Ἐμῶν ἀθλητῶν, καί σε δινείτω φόβος, Τούτων ἀκούοντά τε καὶ μεμνημένον· Οἵοις ὅσοις τε κινδύνοις ηὐξήσαμεν
730 Χριστοῦ τὸ σεπτὸν καὶ νέον μυστήριον,
731 Οἱ τοῦ καλεῖσθ’ ἐκεῖθεν ἠξιωμένοι. Πολλοὺς γὰρ ἡμῖν πολλάκις τε τοῦ φθόνου Ζέσαντος ἐχθροὺς καὶ διώκτας τοῦ λόγου, Θυμὸν πνέοντας, θῆρας ἠγριωμένους,
731 Οὐ πώποθ’ ἡμεῖς εἴξαμεν καιροῦ ῥοπαῖς. Ἀλλ’ εἴ τι καὶ ῥᾴθυμον εἰρήνῃ προσῆν, Εἴ τις κακὸς καὶ τἄλλα ὢν ἐτύγχανεν, Ἐνταῦθα πάντες ἐστομώθημεν Θεῷ· Ζήλῳ δὲ πυκνωθέντες ἐμπύρῳ, θράσος
731 Ἐχθρῶν δεδέγμεθ’, εὐκλεῶς ἡττώμενοι. Οὐδεὶς γὰρ οὕτως ἡδέως σωτηρίαν Κομίζεθ’, ὡς ἡμεῖς γε κινδύνους καλούς. Τίς πῦρ, ξίφη, βάραθρα, λιμὸν, ἀγχόνην, Θῆρας φονῶντας, ὡς τρυφὴν ἐδέξατο;
732 Στρεβλώματ’, ἐξαρθρώματ’, ὀμμάτων σβέσεις, Ζέσεις, σπαραγμοὺς, καὶ μελῶν λακίσματα, Κρυμοὺς, βυθοὺς, ζόφους τε καὶ κρημνίσματα, Χρόνου τε μακροῦ ποικίλην τραγῳδίαν;
732 Ὃ καὶ κακῶν χείριστον, εἰδόσι φράσω· Ἡ μὲν γὰρ ἀκμὴ τοῦ κακοῦ, λύσις φόβου. Τὸ προσδοκᾷν δ’ ἀεί τι, πάσχειν ἔστ’ ἀεὶ, Θνήσκειν τε πολλοὺς ἀνθ’ ἑνὸς πικροὺς μόρους. Ἐῶ λέγειν φυγάς τε καὶ τὰς χρημάτων
732 Ἀλλοτριώσεις, καὶ τὸ ταῦτ’ ἐν ὄψεσιν Ἀνδρῶν, γυναικῶν, ἡλίκων, τέκνων, φίλων, Πάσχειν, ἃ κάμπτει καὶ τὸν ἀλκιμώτατον. Καὶ ταῦθ’ ὑπὲρ τοῦ; συλλαβῆς ἴσως μιᾶς·
732 Τί τοῦτό φημι συλλαβῆς; καὶ νεύματος
733 Ἑνὸς, κακῶς σώζοντος ἐξ ἀρνήσεως. Θεὸς γάρ ἐστιν ἐν βραχεῖ τὸ κείμενον· Ὅν περ προδοῦσιν, ἄλλον οὐκ ἔστιν λαβεῖν. Τί δεῖ λόγων μοι πλειόνων; ἆρον κύκλῳ
733 Τὴν ὄψιν, ἄθρει τὴν ὅλην οἰκουμένην Ὅσην κατέσχε νῦν λόγος σωτήριος, Δήσας Θεῷ τε καὶ πάθει μεμιγμένος, Μίξιν ξένην τε καὶ Θεοῦ πόῤῥω νόμων· Ταύτην καταστράπτουσιν ὥσπερ ἀστέρες
733 Σχεδόν τι πᾶσαν αἰθρίοις αὐγάσμασιν, Ὑψωρόφοις θρόνοις τε καὶ διδάγμασιν, Ἀθροίσμασίν τε καὶ δρόμοις πανεστίοις, Ὑμνῳδίαις τε τῶν πόνων ἐπαξίαις,
734 Οἱ τοῦ σφαγέντος εὐκλεεῖς νικηφόροι. Τοσοῦτον δ’ ἐστὶν τῆς ἀθλήσεως σέβας, Ὡς καὶ κόνιν βραχεῖαν, ἤ τι λείψανον Ὀστῶν παλαιῶν, ἢ τριχῶν μικρὸν μέρος,
734 Ἢ καὶ ῥακώματ’, ἤ τι καὶ ῥαντισμάτων Σημεῖον, ἀρκεῖν εἰς ὅλου τιμήν ποτε. Καὶ κλῆσιν ἔγνων, ἔστιν ὧν ἀλείψανον, Τόποις δοθεῖσαν ἀνθ’ ὅλου τοῦ μάρτυρος, Ἰσχύν τ’ ἴσην λαβοῦσαν, ὢ τοῦ θαύματος!
734 Σώζειν γὰρ οἶμαι καὶ τὸ μεμνῆσθαι μόνον. Τί δ’ εἰ λέγοιμι καὶ νόσων καὶ δαιμόνων Κάθαρσιν ἔνθεν ἄπιστον, ἄχρι σημάτων,
734 Ἃ σωμάτων ποτ’ ἠξιώθη τιμίων,
735 Ἀντιστατούντων πνευμάτων ἐπιδρομαῖς; Τοιαῦτα ἀθλητῶν τῶν ἐμῶν τὰ θαύματα. Πίσαν δέ μοι σὺ καὶ κόνιν τὴν Δελφικὴν Αὔχεις, Νεμέαν τε καὶ πίτυν τὴν Ἰσθμίαν·
735 Δι’ ὧν ἔφηβοι δυστυχεῖς ἔσχον κλέος, Ἄθλων τιθέντες μικρὰ καὶ μικρῶν γέρα, Πυγμῆς, πάλης τε καὶ δρόμου, καὶ ἁλμάτων, Ἃ μήτε νικᾷν, μήτε νικᾶσθαι μέγα. Οὐ γὰρ Θεὸς τὸ ἆθλον, ἢ σωτηρία,
735 Ὡς τοῖς ἐμοῖς νόμοις τε καὶ παλαίσμασι, Τυχεῖν τε δόξης τῆς ἄνω καὶ στεμμάτων. Ἐπεὶ δὲ τὴν ἀνδρείαν ἐν τούτοις ἴδες, (Ἣν καὶ μιμεῖσθαι ταῖς καθ’ ἡμέραν πάλαις Πρὸς τὸν διώκτην τοῦ βάθους καὶ λάθριον,
735 Κλέπτοντα δεινῶς ταῖς πλάνοις αἰσθήσεσι, Κράτιστόν ἐστι καὶ λίαν σωτήριον),
736 Δεῦρο σκόπει μοι καὶ τὰ τῆς αἰνουμένης Ἡμῖν μάλιστα σωφροσύνης. Ἔχει δέ πως. Εἰσὶν μὲν, εἰσὶ καὶ παρ’ Ἕλλησίν τινες Ταύτης ἐρασταὶ καὶ πάλαι καὶ νῦν ἔτι.
736 Οὐ γὰρ ἀπιστήσω γε τοῖς θρυλλουμένοις· Φθόνος γὰρ οὐδεὶς σωφρονεῖν καὶ τοὺς ξένους. Ξενοκράτην λέγουσιν, ὡς πόρνης τινὸς Οἷ προσριφείσης ἔκ τινων πειρωμένων, (Καὶ γὰρ καθεύδων νυκτὸς), ἡνίκ’ ᾔσθετο,
736 Οὔτ’ ἐπτοήθη τῷ ξένῳ τῆς ὕβρεως, Οὔτ’ ἐξανέστη, ἢ φυγεῖν ἠνέσχετο· Ἄμφω γὰρ εἶναι δεύτερα Ξενοκράτους· Οὕτω δ’ ἀκίνητός τε καὶ ἄτρωτος ἦν, Ὥστ’ ἐκφυγοῦσαν ἀσμένως βοᾷν· «Τί με
736 Νεκρῷ παρευνάσαντες ἠπατήσατε;»
736 Ἐπίκουρος ἡδονὴν μὲν ἠγωνίζετο
737 Εἶναι τὸν ἆθλον τῶν ἐμοὶ πονουμένων, Εἰς ἢν τελευτᾷ πάντα τ’ ἀνθρώπων καλά. Ὡς ἂν δὲ μὴ δόξειεν ἡδονῆ τινι Ταύτην ἐπαινεῖν, κοσμίως καὶ σωφρόνως
737 Ἔζη, βοηθῶν ἐκ τρόπου τῷ δόγματι. Οὐδ’ ὁ Πολέμων ἔμοι γε σιγηθήσεται· Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. Ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσι, Καὶ λίαν αἰσχρὸς ἡδονῶν ὑπηρέτης·
737 Ἐπεὶ δ’ ἔρωτι τοῦ καλοῦ κατεσχέθη, Σύμβουλον εὑρὼν, οὐκ ἔχω δ’ εἰπεῖν τίνα, Εἴτ’ οὖν σοφόν τιν’, εἴθ’ ἑαυτὸν, ἀθρόως Τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, Ὥσθ’ ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων.
737 Ἑταῖραν εἰσεκάλει τις ἀκρατὴς νέος·
738 Ἡ δ’ ὡς πυλῶνος ἦλθε, φασὶ, πλησίον, Τῆς δ’ ἦν προκύπτων Πολέμων ἐν εἰκόνι, Ταύτην ἰδοῦσα, καὶ γὰρ ἦν σεβασμία. Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη,
738 Ὡς ζῶντ’ ἐπαισχυνθεῖσα τὸν γεγραμμένον. Καὶ τοῦτο πολλοῖς οἶδα τῶν λαλουμένων· Δίων ἀνέπνει, φασὶν, οὐ μάλ’ ἡδύ τι (Τοῦτον λέγω Δίωνα, οὗ πολὺς λόγος), Καὶ τοῦτ’ ἐκερτόμησε τῶν τις ἀστικῶν·
738 Τόνδ’, ὡς εἶδε γυναῖκα τὴν αὑτοῦ, φράσαι· «Τί τοῦτο; οὐ γὰρ ἔφρασάς μοι τὴν νόσον.» Καὶ τὴν σὺν ὅρκῳ· «Τοῦτο πάντων ἀῤῥένων, Εἰπεῖν, τὸ σύμπτωμ’ ᾠόμην, οὐ σοῦ μόνου.» Τοσοῦτον ἀνδρῶν καὶ φίλων ἀποστατεῖν·
738 Ὁ γὰρ λόγος, δήλωμα τοῦ σεμνοῦ τρόπου.
739 Τίς δ’ οὐκ ἐπαινεῖ τῶν Ἀλεξάνδρου τόδε; Ὃς τὰς Δαρείου παῖδας ὡς ἡττημένου Εἰς χεῖρας εἷλεν· εὐπρεπεῖς δ’ εἶναι μαθὼν, Εἰς ὄψιν οὐκ ἐδέξατ’· εἶναι γὰρ κακοῦ,
739 Τ’ ἀνδρῶν κρατήσανθ’ ἥσσον’ εἶναι παρθένων. Ταῦτ’ ἐστι τῶν ἐμῶν μὲν οὐδὲν πλησίον· Ὅμως δ’ ἐπαινῶ· καὶ πόθεν; λευκὴν ἰδεῖν Μορφὴν ἐν Αἰθίοψιν, ἡλίκη χάρις. Ἢ καὶ θαλάσσης ἐν μέσῳ νάμα γλυκύ!
739 Ὣς δ’ ἐν πονηροῖς καὶ κακοῖς διδάγμασιν, Ἔχειν τι σῶφρον, ἦ μεγίστου θαύματος. Ὧν γὰρ σεβάσματ’ ἐστὶν ἐμπαθέστατα, Τούτοις τὸ πάσχειν δηλαδὴ καὶ τίμιον. Καὶ γὰρ θεῶν τιν’, οὗ τὸ πάθος, προΐσταται,
740 Κακῶν βοηθῷ τοῦ κακοῦ κεχρημένος. Τίνων ἔρωτες, εἰπέ μοι, καὶ ἀῤῥένων, Δεῖ γὰρ πλέον τι τοὺς θεοὺς ὑμῶν ἔχειν. Τίνων Φρυγίσκοι μείρακες καὶ συμπόται,
740 Ἥδιστον νέκταρ οἰνοχοῦντες ἐκλύτως; Αἰσχύνομαι γὰρ τοῖς Διὸς μυστηρίοις. Τίνων, γάμων κλοπαί τε καὶ δεσμῶν ὕβρεις; Θέατρον αἰσχρὸν καὶ γέλως κεκλημένοις. Πῶς πάντα ποιοῦς’ αἱ γυναῖκες τὸν Δία,
740 Ταῦρον, κεραυνὸν, κύκνον, ἄνδρα, θηρίον, Χρυσὸν, δράκοντα, τὰς ἔρωτος ἐκστάσεις, Τὸν ὕπατόν τε καὶ κακίστων μήστορα; Τίς ἡδονῶν δέσποιναν ἡγεῖται θεὸν,
740 Βωμούς τ’ ἐγείρει καὶ ναοὺς παθήμασι;
741 Τίνων δὲ νύκτες, νυκτὸς ὄντως ἄξιαι, Σεμνῶς ἀτίμων συμβόλοις τιμώμεναι; Ἰθύφαλλοί τε καὶ Φαλλοὶ, γέλως μέσος, Θεὸν νέον μιγνύντες ἐν τοῖς πλάσμασιν·
741 Ἃ καὶ λεγόντων ἐγκαλύπτεσθ’ ἦν πρέπον, Ἑρμαφρόδιτοι, Πᾶνες, ἀσχήμων γόνος· Θεοὶ τραγοσκελεῖς τε καὶ τράγοι τρόπον, Παρ’ οἷς γάμων χορεύτριαι καὶ παρθένοι· (Δεῖ γὰρ γάμου τι πάσχειν, εἰ καὶ μὴ γάμου).
741 Παρ’ οἷς γαμίζους’ αἱ καλαὶ τὰς οὐ καλὰς,
742 Συνεισφέρουσαι προῖκα, πορνείας πόρον. Ἡ αἰσχρότης δὲ δαιμόνων τιμή τινος, Ὡς μηδὲ τὸ φιλάνθρωπον εὔσχημον μένειν. Ἐντεῦθεν ἔσχεν αἰσχρὰ τὴν παῤῥησίαν,
742 Πόρνης τέγη μισθώμαθ’, ὕβρις ἔννομος. Ταῖς σφῶν δ’ ἑταίραις τὴν Ἀφροδίτην οἱ σοφοὶ Μορφοῦσιν, ὡς θεοῖντο τῷ σοφίσματι· Καὶ Φειδία τὰ παιδικὰ ἐν τῷ δακτύλῳ Τῆς παρθένου γραφέντα· «Παντάρχης καλός.»
742 Ἐντεῦθεν ὡς ἀνδρίαι καὶ στρατηγίαι
742 Λαμπραὶ γραφαῖς τε καὶ κρότοις καὶ συγγραφαῖς,
743 Ὡς καὶ τὸ κοινὸν κάλλος. Ἄθρει μοι τόσας Πόρνας ναοῖς τε καὶ θεοῖς τιμωμένας, Εὐφρὼ, Φρύνην, Λέαιναν ἐν τῷ θηρίῳ, (Σεμνὸν γὰρ ἦν καὶ τοὔνομ’ ἐν ναοῖς μέσοις),
743 Τὴν Ἑλλάδος δέσποιναν, ἧς πολὺς λόγος, Ἐξ Ὑκκάρων φθαρεῖσαν αἰσχρὰν Λαΐδα, Ἄλλας τε πολλὰς, οὐ γὰρ ἀξιῶ λόγου. Τούτων μὲν οὖν, βέλτιστε, ὥσπερ εὐφυὴς Ἀργυρογνώμων, εἴ τι μὲν καλὸν, δέχου·
743 Ἀπεκλέγου δ’ ἃ μή σε ποιεῖ βελτίω· Τοῖς σοῖς δὲ πᾶσι προστρέχειν διδάγμασι, Τύποις τε ἀνδρῶν καὶ γυναικῶν σωφρόνων· Ὧν ἐλπίς ἐστι καὶ Θεὸς διδάσκαλος, Κρείσσους νόμους γράφοντες ὧν ἡ χεὶρ γράφει.
744 Ἡμεῖς γάρ ἐσμεν οἱ, τὸ μοιχεύειν κακὸν Ἄλλων τιθέντων καὶ κολαζόντων νόμῳ, Αὐτοὶ τὸ τούτου μεῖζον εἰσηγούμενοι, Μὴ δ’ ἐμβλέπειν αἰσχρῶς τε καὶ παθητικῶς,
744 Εἰς ἓν τιθέντες τῷ τέλει τὴν αἰτίαν, Ὡς τῷ φονεύειν τὸν χόλον, παρ’ οὗ φόνος. Ὅρκου θ’ ἑτοιμότητα τῇ ψευδορκίᾳ· Ὧν γὰρ κακόν τι χωρὶς οὐ γενήσεται, Ταῦτ’ οὐκ ἐῶντες, καὶ τὰ δεινὰ φεύγομεν.
744 Οὕτως ἐμοὶ τὸ σῶφρόν ἐστιν ἀσφαλές· Ἐξ οὗ πολύς μοι καὶ χορὸς τῶν παρθένων, Ζωὴν ἄσαρκον ἀγγέλων μιμούμενος, Θεοῦ τε τοῦ συνόντος αὐτῷ καὶ μόνου.
744 Ὅθεν τί γίνετ’; Ἐς βίον τὸν δεύτερον
745 Ἅπαντα συῤῥεῖν, καὶ ποθεῖν μετάστασιν Δεσμῶν λυθέντα καὶ νόμων γαμηλίων, Ἐξ οὗ με Χριστὸς, παρθένου μητρὸς τόκος Φανεὶς, νόμοις καινοῖσι ποιεῖ παρθένον.
745 Ἐπεὶ γὰρ ἦλθον εἰς βίον καὶ δέσμιος, Ῥύσει τὰ ῥευστὰ καὶ φθορᾷ τὰ τῆς φθορᾶς Γνῶναι βιασθεὶς, ὡς μάθω τὰ κρείσσονα Ἐκ τῶν ὁρωμένων τε καὶ πλανωμένων· Χαίρων ἐπανάγων πρὸς Θεὸν τὴν εἰκόνα,
745 Ἐλευθέρῳ τε καὶ ἀσυνδέτῳ βίῳ, Μηδὲν λελοιπὼς τῆς ἐμῆς ἴχνος δορᾶς, Ἀσκόν τιν’ ἄλλον ἐν βίῳ φυσώμενον. Ὅλος θ’ ὅλῳ τε τῷ Θεῷ κινούμενος, Πολλῶν μετ’ ἄλλων γνησίων συνεμπόρων
746 Οἳ πρὸς μόνην βλέποντες ἣν ἐλπίζομεν Ζωὴν, ἀνῆκαν οὐ κόμας οὐδ’ οὐσίας Θεῷ, παρ’ οὗ τὰ πάντα, ὧν ἔχουσι δὲ Τὸ πρῶτον, ἁγνείαν τε καὶ ἀσαρκίαν.
746 Τὰ Ναζιραίων τῶν νέων συστήματα, Πλήθοντα καὶ στίλβοντα τοῖς ἔνδον καλοῖς, Ἃ παρθένοι τιμῶσι μέχρις αἵματος. Τί σοι λέγοιμ’ ἂν Θέκλαν; ἢ τὴν, ἢ τινὰς, Ὅσαι Θεῷ τὸ κάλλος ἐσφραγισμένον
746 Τηρεῖν θέλουσαι, κινδύνοις προσέδραμον; Τὸ δ’ οὖν ἀεὶ πᾶσίν τε γνωριμώτατον, Ὁρᾷς ἀγρύπνους παρθένων ψαλμῳδίας Ἀνδρῶν, γυναικῶν, φύσεως λελησμένων·
746 Οἵων θ’ ὅσων τε, καὶ ὅσον θεουμένων!
747 Σύμφωνον, ἀντίφωνον ἀγγέλων στάσιν Δισσὴν, ἄνω τε καὶ κάτω τεταγμένην, Θείας ὑμνῳδὸν ἀξίας καὶ φύσεως; Οὕτω μὲν οὖν ἁγνεία σοι τιμητέα,
747 Λόγοις τοσούτοις καὶ τύποις, πρὸς οὓς βλέπων, Ἅγνιζε σαυτὸν, ὡς Θεοῦ δέξῃ νόμους Φρονήσεως δὲ πάντα μὲν τὰ τοῦ λόγου. Τί γὰρ φρονήσεως δίχα τῶν αἰνουμένων; Πρῶτον δὲ καὶ μέγιστον, εἰδέναι Θεὸν,
747 Ἔργῳ λόγῳ τε γνησίως τιμώμενον· Πηγὴ γὰρ αὕτη πᾶσι καὶ σωτηρία. Θεὸς νοεῖται μέν τισιν, εἰ καὶ μετρίως· Ὑπ’ οὐδενὸς δὲ φράζετ’, οὐδ’ ἀκούεται,
748 Ὅσον πέρ ἐστι, κἄν τις οἴηται λίαν. Παρεμπίπτει γὰρ, ὡς ἀχλὺς, τῷ σκέμματι Ἀεί τι τῶν ἐμῶν τε καὶ ὁρωμένων· Ὅπερ ὑπερβὰς συγγένωμαι τῷ Θεῷ,
748 Ὡς καὶ κρατῆσαι καὶ πεπεῖσθαι τοῦτ’ ἔχειν Ὅπερ λαβεῖν ἔσπευδον, οὐ κάμνων ἔτι. Θεὸν τὸ μὴ σέβειν μέν ἐστ’ ὀλοώτατον, Μηδ’ αἰτίαν τιν’ εἰδέναι πρώτην ὅλων, Ἐξ ἧς τὰ πάντα καὶ προῆλθε καὶ μένει,
748 Τάξει τ’ ἀφράστῳ καὶ λόγῳ τηρούμενα. Ὁ δ’ ἐστὶν οἴεσθ’ εἰδέναι, βλάβη φρενῶν, Πλὴν εἰ καθ’ ὑδάτων τις ἡλίου σκιὰν
748 Βλέπων, νομίζοι προσβλέπειν τὸν ἥλιον·
749 Ἢ καὶ πυλῶνος κάλλος ἐκπεπληγμένος, Τὸν δεσπότην οἴοιτο τῶν ἔνδον βλέπειν. Ἄλλος μὲν ἄλλου καὶ ποσῶς σοφώτερος, Ὃς πλεῖον αὐγῆς ἔσπασε, πλείω βλέπων·
749 Κάτω δ’ ὅμως ἅπαντες ἀξίας Θεοῦ, Ὃν φῶς καλύπτει, οὗ σκότος προΐσταται. Ἣν καὶ ζόφον τέμνῃ τις, ἀνταστράπτεται Τοῦ φωτὸς ἄκρου δευτέρῳ προβλήματι. Διπλοῦν δ’ ὑπερέχειν οὐ μάλ’ εὐπετὲς σκέπας
749 Ὃς πάντα πληροῖ καὶ ἄνω παντὸς μένει, Ὃς νοῦν σοφίζει, καὶ νοὸς φεύγει βολὰς, Ἕλκων ἀεί με πρὸς ὕψος ὑπεκδρομεί. Θεὸν μάλιστα καὶ νοεῖν μὲν καὶ σέβειν, Δεικνὺς τὸ φίλτρον ἐν ζέσει τῶν ἐντολῶν.
750 Ζητεῖν δ’ ὅ ἐστι, μηδὲ πάντη, μηδ’ ἀεὶ, Μήτε προχείρως πᾶσι γυμνοῦν τὸν λόγον. Τὸ μὲν λεγέσθω τοῦ Θεοῦ καὶ σὺν φόβῳ· Τὸ δ’ ἔνδον ἔστω κείμενον, καὶ νῷ μόνῳ
750 Σέβοιτο κρυπτὸν, ἀψόφως τιμώμενον. Τῷ δ’ οὖς ἀνοίγοιτ’, ἢν διδάσκῃ τις λόγος, Ἧττον γὰρ οὖς, ἢ γλῶττα κίνδυνον φέρει. Τὸ δ’ ὕστερον δεοίμεθ’ ἐκμαθεῖν σαφῶς, Λυθέντος ἡμῖν τοῦ πάχους· νῦν δ’, ὡς σθένος,
750 Σαυτὸν καθαίρειν καὶ νεοῦν λαμπρῷ βίῳ· Δέξῃ γὰρ οὕτω καὶ Θεὸν νοούμενον. Ναῷ Θεὸν δὲ προστρέχειν ἅπας λόγος· Ἁγνοῦ γὰρ ἁγνός ἐστιν οἰκητήριον.
750 Οἱ μὲν λογισμοὶ μικρὸν εἰς γνῶσιν Θεοῦ.
751 Λόγῳ γάρ ἐστι πᾶς λόγος ἀντίστατος. Στρεπτὴν δὲ πίστιν οὑμὸς οὐκ ἔχει λόγος· Τὸ δ’ ἐξέχεσθαι τοῦ λαλουμένου μέγα. Ὃς μὲν γὰρ ἠγάπησε, καὶ στερχθήσεται·
751 Ὃς δ’ ἠγάπηται, καὶ ἔνοικον λαμβάνει. Οὗ δ’ ἐστὶν, οὐκ ἔνεστι μὴ φῶς τυγχάνειν· Φωτὸς δὲ πρῶτον αὐτὸ γιγνώσκειν τὸ φῶς. Οὕτω τὸ φίλτρον πρόξενον καὶ γνώσεως· Ἥδ’ ἔστ’ ἀμείνων εἰς ἀλήθειαν τρίβος,
751 Τῆς ἐν λόγῳ τε καὶ στροφαῖς τιμωμένης. Ὃ δ’ οὖν ἐφικτὸν, τοῦτο καὶ δηλώσομεν. Ἄναρχον, Ἀρχὴ, Πνεῦμα, Τριὰς τιμία, Ἀναίτιον, γεννητὸν, ἐκπορεύσιμον· Πατὴρ τὸ μέν· τὸ δ’ Υἱὸς, αὐτὸς καὶ Λόγος·
752 Τὸ δ’ οὐ μὲν Υἱὸς, Πνεῦμα δ’ οὐσίας μιᾶς. Εἷς ἐκ τριῶν Θεός τε καὶ κοινὸν σέβας· Οἷς καὶ τὸ θνητὸν τῆς πλοκῆς ἐκλύομαι. Ταῦτ’ ἢν σέβῃς μοι καὶ κρατῇς, σεμνῷ βίῳ
752 Ῥίψας ἅπασαν τὴν κάτω βίου ζάλην, Λόγῳ τ’ ἀληθεῖ καὶ μίσει τῶν πλασμάτων Ἄνω τε τάξῃ, καὶ γένοιό μου πλέον, Ὡς ἂν τύχοιο πλείονος παῤῥησίας.
752 ΙΑʹ. Πρὸς κόσμον διαλογισμός.
752 Ἐρώτ. Δικάζομαί σοι, κόσμε. Τίς, πόθεν πάρει, Πρῶτον δίδαξον, καὶ ὅποι καταστρέφεις. Ῥοιζεῖς δὲ πῶς με κύκλος ὡς μύρμηκ’ ἄγων;
752 Ἀπόκρ. Οὐκ οἶδ’ ὅθεν προῆλθον, ἐκ Θεοῦ δέ γε.
753 Καταστρέφω δ’ εἰς κρεῖσσον. Οὐ ῥοιζῶ δέ σε, Ἀλλ’ αὐτὸς ὢν ἄκοσμος, ὑβρίζεις ἐμέ. Ἐρ. Πῶς οὖν σὺ μὲν πέπηγας, ἄστατος δ’ ἐγώ; Ἀπ. Ἐγὼ μὲν ἐκτός εἰμι, καὶ τίς ἡ χάρις;
753 Σὺ δ’ ὢν θελητὴς, εἰ θέλεις, ἔχεις πλέον. Ἐρ. Καλῶς· τὰ δ’ ἐκτὸς τίς φέρει; Ἀπ. Τί γὰρ κακόν; Ὕλη τάδ’ ἐστὶ τοῖς καλοῖς σωτηρίας. Ἐρ. Ἢ κρεῖσσον αὑτὸν αἰτιᾶσθ’; Ἀπ. Οὕτως ἔχει. ΙΒʹ. Περὶ τοῦ ἐπικήρου τῆς ἀνθρωπίνης φύσεως.
753 Κόσμε φίλ’, οὐ φίλε πάντα, τί μ’ ὡς τροχὸς ἀμφιέλικτος Ῥοιζηδὸν φορέεις ἀντιπορευόμενον,
754 Μύρμηχ’ ὡς ὀλίγον, πικρὴν φορὰν ἀσχαλόωντα; Ἔμπα γε μὴν φορέεις τόσσον ἐόντα, τόσος. Οἶδα μὲν ὡς θεόθεν σὺ Θεοῦ κλέος. Ἀλλὰ καὶ αὐτὸς Χριστοῦ χειρὶ πάγην, πλεκτὸς ἀπ’ ἀμφοτέρων,
754 Οὐρανίων χθονίων τε. Τὸ μὲν δέμας ἔνθεν ἐτύχθη· Ψυχὴ δ’ αὖ μεγάλου ἐστὶν ἄημα νόου. Ἀλλὰ καὶ ὡς πολλοῖσιν ἐλαύνομαι ἔνθα καὶ ἔνθα Πήμασιν ἐξ ἐμέθεν, πήμασι δυσμενέος. Δελφὶς δ’ ὡς ἐπὶ χέρσον ἁλίδρομος, ἠέρι θνήσκω.
754 Κόσμε, παρῆλθον ἐγὼ, λαὸν ἄτρωτον ἄγοις.
754 ΙΓʹ. Περὶ τοῦ αὐτοῦ.
754 Ἀλλήλους μὲν ἐγώ τε καὶ ὁ χρόνος, ὡς πετεηνὰ
754 Ἢ νέες ἐν πελάγει ἀντιπαρερχόμεθα,
755 Ἑσταὸς οὐδὲν ἔχοντες· ὃ δ’ ἤμπλακον, οὐ παραθρέξει, Ἀλλὰ μένει· ζωῆς τοῦτο μογηρότατον. Οὐδ’ ὅ τι εὔξομ’ ἔχω, ζῆσαι πλέον, ἠὲ λυθῆναι· Τάρβος ἐπ’ ἀμφοτέροις· ὧδε δὲ φράζεό μοι.
755 Ζωή μοι πολύμοχθος ἁμαρτάσιν. Εἰ δὲ θάνοιμι, Αἲ αἲ, τῶν προτέρων οὐδὲν ἄκος παθέων. Εἰ ζωὴ τόδε σοι τεκμαίρεται, ἧς τόσον ἄχθος, Οὐδὲ τὸ λυθῆναι λῦσιν ἔχει καμάτων, Κρημνὸς δ’ ἀμφοτέρωθε. Τί ῥέξομεν; ἦ τόδ’ ἄριστον,
755 Λεύσσειν πρὸς σὲ μόνον, σήν τ’ ἀγανοφροσύνην.
755 ΙΔʹ. Περὶ τῆς ἀνθρωπίνης φύσεως.
755 Χθιζὸς ἐμοῖς ἀχέεσσι τετρυμένος, οἶος ἀπ’ ἄλλων Ἥμην ἐν σκιερῷ ἄλσεϊ, θυμὸν ἔδων.
756 Καὶ γάρ πως φιλέω τόδε φάρμακον ἐν παθέεσσιν, Αὐτὸς ἐμῷ θυμῷ προσλαλέειν ἀκέων. Αὖραι δ’ ἐψιθύριζον ἅμ’ ὀρνιθέεσσιν ἀοιδοῖς, Καλὸν ἀπ’ ἀκρεμόνων κῶμα χαριζόμεναι,
756 Καὶ μάλα περ θυμῷ κεκαφηότι. Οἱ δ’ ἀπὸ δένδρων Στηθομελεῖς, λιγυροὶ, ἠελίοιο φίλοι, Τέττιγες λαλαγεῦντες ὅλον κατεφώνεον ἄλσος. Πὰρ δ’ ὕδωρ ψυχρὸν ἐγγὺς ἔκλυζε πόδας, Ἦκα ῥέον δροσεροῖο δι’ ἄλσεος. Αὐτὰρ ἔγωγε
756 Τὼς ἐχόμην κρατερῶς ἄλγεος, ὡς ἐχόμην. Τῶν μὲν ἄρ’ οὐκ ἀλέγιζον, ἐπεὶ νόος, εὖτε πυκασθῇ Ἄλγεσιν, οὐκ ἐθέλει τέρψιος ἀντιάειν. Αὐτὸς δὲ, στροφάλιγξιν ἑλισσομένοιο νόοιο,
756 Τοίην ἀντιπάλων δῆριν ἔχων ἐπέων·
757 Τίς γενόμην, τίς δ’ εἰμὶ, τί δ’ ἔσσομαι; Οὐ σάφα οἶδα. Οὐδὲ μὲν ὅστις ἐμοῦ πλειότερος σοφίην. Ἀλλ’ αὐτὸς νεφέλῃ κεκαλυμμένος ἔνθα καὶ ἔνθα, Πλάζομαι οὐδὲν ἔχων, οὐδ’ ὄναρ, ὧν ποθέω.
757 Πάντες γὰρ χθαμαλοὶ καὶ ἀλήμονες, οἷσι παχείης Σαρκὸς ἐπικρέμαται κυανέη νεφέλη. Κεῖνος δ’ ἐστὶν ἐμεῖο σοφώτερος, ὃς πλέον ἄλλων Ἤπαφεν ἧς κραδίης ψεῦδος ἑτοιμολόγον. Εἰμί. Φράζε τί τοῦτο; Τὸ μὲν παρέθρεξεν ἐμεῖο·
757 Ἄλλο δὲ νῦν τελέθω, ἄλλ’ ἔσομ’, εἴ γ’ ἔσομαι. Ἔμπεδον οὐδέν· ἔγωγε ῥόος θολεροῦ ποταμοῖο Αἰὲν ἐπερχόμενος, ἑσταὸς οὐδὲν ἔχων. Τίπτε με τῶνδ’ ἐρέεις; τί δέ σοι πλέον εἰμὶ, δίδαξον.
758 Καὶ νῦν τῇδε μένων, δέρκεο μή σε φύγω. Οὔτε δὶς ὃν τοπάροιθε, ῥόον ποταμοῖο περήσεις Ἔμπαλιν, οὔτε βροτὸν ὄψεαι, ὃν τοπάρος. Ἦν πάρος ἐν χροῒ πατρὸς, ἔπειτά μ’ ἐδέξατο μήτηρ,
758 Ξυνὸν δ’ ἀμφοτέρων. Ἔνθεν ἔπειτα κρέας Ἄκριτον, ἄβροτον, αἶσχος ἀνείδεον, οὔτε λόγοιο, Οὔτε νόου μετέχον, μητέρα τύμβον ἔχον. Δὶς ταφέες, ζώοντες ἐπὶ φθορᾷ. Ἣν γὰρ ὁδεύω Ζωὴν, τήνδ’ ὁρόω τῶν ἐτέων δαπάνην,
758 Ἥ μοι γῆρας ἔχευεν ὀλοίϊον. Εἰ δέ με κεῖθι Αἰὼν οὐ φθινύθων δέξεται, οἷα φάτις, Φράζεο μὴ ζωὴ μὲν ἔχῃ μόρον, ἡ δὲ τελευτὴ
758 Ζωή σοί γε πέλῃ, ἔμπαλιν ἣ δοκέεις.
759 Οὐδὲν ἔφυν. Τί κακοῖσι δαμάζομαι, ὥς τι πεπηγός; Τοῦτο γὰρ ἡμερίων ἄτροπόν ἐστι μόνον, Συμφυὲς, ἀστυφέλικτον, ἀγήραον. Ἐξότε κόλπων Μητρὸς ὀλισθήσας πρῶτον ἀφῆκα δάκρυ,
759 Ὁσσατίοις, οἵοις τε συναντήσασθαι ἔμελλον Πήμασι, δακρυχέων πρὶν βιότοιο θίγω! Χώρην μέν τιν’ ἄθηρον ἀκούομεν, ὥς ποτε Κρήτην, Καί τινα καὶ κρυερῶν ἀλλοτρίην νιφάδων· Θνητῶν δ’ οὔ ποτέ τις τόδ’ ἐπεύξατο, ὡς ἀδάμαστος
759 Τοῦδε βίου στυγερῶν ἔνθεν ἀπῆλθε μόγων. Ἀδρανίη, πενίη τε, τόκος, μόρος, ἔχθος, ἀλιτροὶ, Θῆρες ἁλὸς, γαίης, ἄλγεα, πάντα βίος. Πήματα μὲν καὶ πάμπαν ἀτερπέα πόλλ’ ἐνόησα,
760 Τῶν δ’ ἀγαθῶν οὐδὲν πάμπαν ἄμοιρον ἄχους, Ἐξέτι τοῦ, ὅτε μοι πικρὴν ἐπομόρξατο ποινὴν Γεῦσίς τ’ οὐλομένη, καὶ φθόνος ἀντιπάλου. Σοὶ μὲν δὴ, σὰρξ, τοῖα δυσαλθέϊ, εὐμενέοντι
760 Ἐχθρῷ, καὶ πολέμῳ οὔποτε λυομένῳ, Θηρὶ πικρὸν σαίνοντι, πυρὶ ψύχοντι, τὸ θαῦμα! Θαῦμα μέγ’, εἴ ποτ’ ἐμοί γ’ ὕστατον εὐμενέοις. Ψυχὴ, σοὶ δ’ ἄρ’ ἔπειτα λελέξεται ὅσς’ ἐπέοικε. Τίς, πόθεν, ἢ τί πέλεις; τίς δέ σε νεκροφόρον
760 Θήκατο, καὶ στυγερῇσι πέδαις ἐνέδησε βίοιο, Ἐς χθόνα βριθομένην πάντοθε; Πῶς ἐμίγης Πνεῦμα πάχει, σαρξὶν δὲ νόος, καὶ ἄχθεϊ κούφη;
760 Ταῦτα γὰρ ἀλλήλοις μάρναται ἀντιθέτως.
761 Εἰ μὲν δὴ σάρκεσσιν ὁμόσπορος ἐς βίον ἦλθες, Ὤ μοι συζυγίης τηλόθεν οὐλομένης! Εἰκών εἰμι Θεοῖο, καὶ αἴσχεος υἱὸς ἐτύχθην· Αἰδέομαι τιμῆς μητέρα μαργοσύνην.
761 Ῥεῦσις γάρ μ’ ἐφύτευσεν, ὁ δ’ ἔφθιτο· νῦν βροτός· αὖθις Οὐ βροτὸς, ἀλλὰ κόνις· ἐλπίδες ὑστάτιαι. Εἰ δὲ σύ γ’ οὐρανίη, τίς, ὅθεν; ποθέοντα δίδαξον. Εἰ μὲν ἄημα Θεοῦ καὶ λάχος, ὡς φρονέεις, Ῥίψον ἀτασθαλίην, καὶ πείθομαι. Οὐ γὰρ ἔοικε
761 Τοῦ καθαροῦ ῥυπαρὴν ἔμμεναι, οὐδ’ ὀλίγον. Οὐδὲ γὰρ ἠελίοιο λάχος σκότος, οὐδὲ πονηροῦ Πνεύματος αἰγλῆεν ἔκγονον ἐξεφάνη. Πῶς δ’ ὀλοοῦ Βελίαο τινάγμασι τόσσον ἐλαύνῃ,
762 Καί περ ἐπουρανίῳ Πνεύματι κιρναμένη; Εἰ γὰρ τοῖον ἔχουσα βοηθόον ἐς χθόνα νεύεις, Αἲ αἳ τῆς ἀκράτου σῆς ὀλοῆς κακίης! Εἰ δ’ οὔ μοι θεόθεν σὺ, τίς ἡ φύσις; ἦ μέγα τάρβος,
762 Μή ποτε μαψιδίῳ κύδεϊ φυσιόω. Πλάσμα Θεοῦ, παράδεισος, Ἔδεμ, κλέος, ἐλπὶς, ἐφετμὴ, Ὄμβρος ὁ κοσμολέτης, ὄμβρος ὁ πυρσοπόλος, Αὐτὰρ ἔπειτα νόμος, γραπτὸν ἄκος· αὐτὰρ ἔπειτα Χριστὸς ἑὴν μορφὴν ἡμετέρῃ κεράσας,
762 Ὥς κεν ἐμοῖς παθέεσσι παθὼν Θεὸς, ἄλκαρ ὀπάζοι, Καί με θεὸν τελέσῃ εἴδεϊ τῷ βροτέῳ. Ἀλλ’ ἔμπης ἀδάμαστον ἔχω μένος, ἐς δὲ σίδηρον
762 Αὐτοφόνῳ μανίῃ σπεύδομεν, ὥστε σύες
763 Τίπτ’ ἀγαθὸν βιότοιο; Θεοῦ φάος; Ἀλλ’ ἄρα καὶ τοῦ Εἴργει με φθονερὴ καὶ στυγερὴ σκοτίη. Οὐδὲν πλεῖον ἔμοιγε. Τί δ’ οὐ πλέον ἐστὶ κακοῖσιν; Αἴθε γὰρ ἶσον ἔχον, καὶ μάλα περ μογέων!
763 Κεῖμ’ ὀλιγοδρανέων· τάρβος δέ με θεῖον ἔκαμψε· Τέτρυμ’ ἠματίαις φροντίσι καὶ νυχίαις. Οὗτος ὁ βρισαύχην με καὶ ὕπτιον ὦσεν ὀπίσσω, Λὰξ ἐπέβη. Σὺ δέ μοι δείματα πάντα λέγε, Τάρταρον ἠερόεντα, πυριφλεγέθοντας, ἱμάσθλας,
763 Δαίμονας, οἳ ψυχῶν πράκτορες ἡμετέρων. Μῦθος ἅπαντα κακοῖσι, τὸ δ’ ἐν ποσὶ μοῦνον ἄριστον·
764 Οὐδὲν ἐπιστρέφεται τῆς βασάνου κακίη. Λώϊον ἦν ἀλιτροῖσιν ἐς ὕστερον ἔμμεν’ ἄτιτα, Ἢ ἐμὲ νῦν κακίης πήμασιν ἀσχαλαᾷν. Ἀλλὰ τί μοι, βροτέων τί δέ μοι τόσον ἄλγε’ ἀείδειν;
764 Ἡμετέρης γενεῆς πᾶσιν ἔπεστιν ἄχος. Οὔ μοι χθὼν ἀτίνακτος, ἅλα κλονέουσιν ἀῆται. Ὧραι δ’ ἀλλήλαις εἶξαν ἐπεσσύμεναι. Νὺξ ἦμαρ κατέπαυσε, τὸ δ’ ἤχλυσεν ἠέρα χεῖμα. Ἄστρασιν ἠέλιος, ἠελίῳ δὲ νέφος
764 Κάλλος ἀπημάλδυνε, παλίζωος δὲ σελήνη· Αὐτὰρ ὅγ’ ἡμιφανὴς οὐρανὸς ἀστερόεις Καὶ σύ ποτ’ ἀγγελικοῖσιν, Ἑωσφόρος, ἦσθα χοροῖσι,
764 Βάσκανε, νῦν δ’ ἔπεσες αἶσχος ἀπ’ οὐρανίων
765 Ἵλαθί μοι, βασίλεια κεδνὴ, Τριὰς, οὐδὲ σὺ πάμπαν Γλῶσσαν ἐφημερίων ἔκφυγες ἀφραδέων. Πρόσθε Πατὴρ, μετέπειτα Πάϊς μέγας, αὐτὰρ ἔπειτα Πνεῦμα Θεοῦ μεγάλου, βάλλετ’ ἐπεσβολίαις.
765 Ποῖ στήσεις με φέρουσα κακοφραδὲς ἔνθε μέριμνα; Ἵστασο. Πάντα Θεοῦ δεύτερα. Εἶκε λόγῳ. Οὐ δέ με μαψιδίως τεῦξεν Θεός. Ἔμπαλιν ᾠδῆς Ἵσταμαι· ἡμετέρης τοῦτ’ ὀλιγοφρενίης. Νῦν ζόφος, αὐτὰρ ἔπειτα λόγος, καὶ πάντα νοήσεις,
765 Ἢ Θεὸν εἰσορόων ἢ πυρὶ δαπτόμενος. Ὥς μοι ταῦτ’ ἐπάεισε φίλος νόος, ἄλγος ἔπεσσεν. Ὀψὲ δ’ ἀπὸ σκιεροῦ ἄλσεος οἴκαδ’ ἔβην, Ἄλλοτε μὲν γελόων ἑτερόφρονα, ἄλλοτε δ’ αὖτε Κῆρ ἄχεϊ σμύχων, μαρναμένοιο νόου.
766 (1t) ΙΕʹ. Περὶ τῆς τοῦ ἐκτὸς ἀνθρώπου εὐτελείας.
766 (1t) Τίς γενόμην; τίς δ’ εἰμί; τί δ’ ἔσσομαι οὐ μετὰ δηρόν; Πῆ δὲ φέρων στήσεις πλάσμα μέγ’, Ἀθάνατε, Εἴ τι μέγ’, ὡς μὲν ἔγω γε ὀΐομαι, οὐδὲν ἐόντες,
766 (1t) Ὀφρὺν μαψιδίως τείνομεν ἡμέριοι. Εἰ τόδε μοῦνον ἔοιμεν, ὅσον πλεόνεσσι πέφανται, Ζωῆς δ’ ὀλλυμένης, μηδὲν ἔχοιμι πλέον. Πόρτις μὲν διάλυξεν ἑὸν κευθμῶνα τεκούσης, Καὶ σκαίρει, γλυκερόν τ’ οὖθαρ ἀνακραδάει.
766 (1t) Καὶ τριετὴς ζυγὸν ἦρε, καὶ εἴρυσεν ἄχθος ἀπήνης, Αὐχένα δ’ αὐχενίῳ κάρτεϊ μίξε μέγαν. Νεβρὸς δ’ αἰολόδερμος, ἐπὴν διὰ γαστρὸς ὀλισθῇ,
766 (1t) Αὐτίκα μητρὸς ἑῆς πὰρ ποδὶ θῆκε πόδα,
767 Φεύγει δ’ ὠμοβόρους τε κύνας, καὶ ἵππον ἐλαφρὸν, Καὶ λόχμης πυκινῆς κεύθεται ἐν λαγόσιν. Ἄρκτοι δ’, οὐλομένων τε συῶν γένος, ἠδὲ λέοντες, Τίγρις τ’ ἠνεμόεις, παρδαλίων τε μένος,
767 Αὐτίκα φρίξεν ἔθειραν ἐπήν κε σίδηρον ἴδηται, Φρίξεν, καὶ κρατεροὺς ἆλτ’ ἐπὶ θηρολέτας. Ἄρτι δέ τ’ ἄπτερος ὄρνις, ἐΰπτερος οὐ μετὰ δηρὸν, Ἠέρα δινεύει πολλὸν ὕπερθε δόμου. Ξουθὴ δ’ αὖτε μέλισσα λίπε σπέος, οἶκον ἔτευξεν
767 Ἀντίθετον, γλυκεροῦ πλῆσε γόνοιο δόμον. Πάντα δέ τ’ εἴαρός ἐστιν ἑνὸς πόνος, αὐτομάτη δὲ Πᾶσι τροφὴ, γαίης δαῖτα χαριζομένης. Οὐ πόντον τέμνουσιν ἀπηνέα, οὐκ ἀρόυσιν, Οὐ ταμίαι κείνοις, οὐδὲ κυπελλοφόροι.
768 Καὶ πτερὸν ὄρνιν ἔθρεψε ταχὺν, καὶ ἄγκεα θῆρα, Βαιὰ πονησαμένους, φροντὶς ἐπηματίη. Λὶς δὲ μέγας καὶ θῆρα τὸν ἔκτανεν, ὥσπερ ἄκουσα, Λάψας, δαιτὸς ἑῆς λείψαν’ ἀποστυγέει.
768 Ἄλλοτε μὲν δαίσαθ’ ἑτερήμερος, ἄλλοτε δ’ αὖτε Λάψε ποτὸν, βριαρῶς γαστέρι μέτρα φέρων. Τοσσάτιον κείνοισιν ἀμοχθότερος βίος ἐστί· Πέτρη καὶ κλαδεὼν, οἶκος ἀεὶ σχέδιος Ἀρτεμέες, κρατεροὶ, περικαλλέες· ἢν δὲ δαμάσσῃ
768 Νοῦσος, ἀπενθεῖς ἄλκιμον ἆσθμα λίπον. Οὐ γοεροῖς μελέεσσι περισταδὸν, ἄλλοθεν ἄλλος, Μύροντ’, οὐδὲ φίλοι κέρσαν ἄπο πλοκάμους. Εἴπω μείζονα μῦθον· ἀταρβέες ἐνθάδ’ ὄλοντο,
768 Οὐδὲν ὑποτρομέει θὴρ κακὸν, εὖτε θάνῃ.
769 Ἄθρει καὶ μερόπων δειλὸν γένος, ὥς κε τόδ’ εἴπῃς, Ἦ ῥ’ ἐτεὸν μερόπων οὐδὲν ἀκιδνότερον. Ῥοιῆς μὲν γόνος εἰμὶ, μόγῳ δέ με γείνατο μήτηρ. Ἐθρέφθην πολλοῖς καὶ στυγεροῖς καμάτοις.
769 Ἀγκὰς ἔχεν μήτηρ με, γλυκὺν πόνον· αὐτὰρ ἔπειτα Γαῖαν ἐπεξεόμην, ἄλγεσι τειρόμενος. Ἔνθεν ἔβην τετράκωλος ἐπ’ οὔδεος. Ἔνθεν ἀέρθην Ἴθμασιν ἐν τρομεροῖς, κλεπτόμενος παλάμαις. Ἔνθεν νοῦν ὑπέλαμπον ἀναυδέος ἴχνεσι φωνῆς.
769 Ἔνθεν δ’ αὖ μύθων δάκρυς’ ὑφ’ ἡγεμόσιν. Εἰκοσέτης συνάγειρα μένος, καὶ πήμασι πολλοῖς Πρόσθεν ὑπηντίασα, ὥς τις ἀεθλοφόρος. Ἄλλα μὲν ἔστιν ἐμοί γε· τὰ δ’ ᾤχετο, τοῖς δὲ μογήσεις, Εὖ τόδ’, ἐμὴ ψυχὴ, ἴσθι, περῶσα βίον,
770 Ὁλκὸν ἀπιστότατον, ῥόον ἄγριον, οἶδμα θαλάσσης, Τῇ καὶ τῇ πυκινοῖς πνεύμασι βρασσόμενον. Πολλὰ μὲν ἀφραδίῃσι τινάσσομαι· ἄλλα δὲ δαίμων Ζωῆς ἡμετέρης ἤγαγεν ἀντίπαλος.
770 Εἰ γάρ κεν ὅσα τερπνὰ καὶ ὁππόσα λυγρὰ βίοιο Ἀντιταλαντεύοις, μέσσα τάλαντ’ ἐρύων, Πολλόν κεν βρίθουσα κακῶν ἐπὶ γαῖαν ἴκοιτο Πλάστιγξ, ἡ δ’ ἀγαθῶν, ἔμπαλιν ὕψι θέοι. Δῆρις, πόντος, ἄρουρα, μόγος, ληΐστορες ἄνδρες,
770 Κτῆσις, δασμογράφοι, πράκτορες, εὐρυβόαι, Ῥητῆρες, βίβλοι τε, δικασπόλοι, ἀρχὸς ἀλιτρὸς, Πάντα τάδ’ ἐστὶ βίου παίγνια λευγαλέου. Δέρκεο καὶ ὅσα τερπνά· κόρος, βάρος, ᾆσμα, γέλωτες,
770 Τύμβος ἀεὶ πλήρης μυδαλέων νεκύων,
771 Ἕδνα, γάμος, γάμος ἄλλος, ἐπὴν ὁ πρόσθεν ὄληται, Μοιχοὶ, μοιχολέται, παῖδες ὕποπτον ἄχος, Κάλλος φίλτρον ἄπιστον, ἀτάρβητον κακὸν αἶσχος, Φροντίδες εὐτεκνίης, ἄλγεα δυστεκνίης,
771 Πλοῦτος καὶ πενίη δισσὸν κακὸν, ὕβρις, ἀνίη, Σφαῖρα νέων παλάμαις ἀνταποπεμπομένη. Ταῦτ’ οὖν εἰσορόων, φρένα δάπτομαι, εἴ τις ἄριστον Οἴεται, ᾧ τὸ κακὸν πλεῖον ἀρειοτέρου. Οὐ δακρύεις ἀΐων ὁπός’ ἄλγεα καὶ προτέροισιν;
771 Οὐκ οἶδ’ εἰ δακρύσεις, ἢ γελάσεις ἀΐων. Ἄμφω καὶ πινυτοῖσιν ἐφήρμοσε ταῦτα πάροιθεν
772 Τῷ μὲν κλαυθμὸς ἔην κἀνθάδε, τῷ δὲ γέλως, Ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες, Δῄουν ἀλλήλους εἵνεκα πορνιδίου. Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι,
772 Ἀμφὶ συὸς κεφαλῇ, θριξί τε χοιριδίαις. Αἰακίδαι μέγ’ ἄεισμα, θάνον γε μὲν, ὃς μὲν ἐπ’ ἐχθροῖς Μαινομένῃ παλάμῃ, αὐτὰρ ὁ μαχλοσύνῃ. Ἀμφιτρυωνιάδαο μέγα κλέος· ἀλλὰ δαμάσθη Εἵματι σαρκοφάγῳ κεῖνος ὁ παντολέτης.
772 Κῦροί τε Κροῖσοί τε κακὸν μόρον οὐχ ὑπάλυξαν,
772 Οὐδὲ μὲν ἡμέτεροι χθιζὸν ἄνακτες ὅσοι.
773 Καί σε, δρακοντιάδη, μένος ἄσχετε, ὤλεσεν οἶνος, Ἡνίκ’, Ἀλέξανδρε, γαῖαν ἐπῆλθες ὅλην. Τί πλέον ἐν φθιμένοισιν; ἴη κόνις, ὀστέα μοῦνα, Ἥρως Ἀτρείδης, Ἴρος ἀλητοβόρος.
773 Κωνσταντῖνος ἄναξ, θεράπων ἐμός· ὅστις ἄνολβος, Ὅστις ἐρικτήμων· ἓν πλέον ἐστὶ τάφος. Καὶ τὰ μὲν ἐνθάδε, τοῖα· τὰ δ’ ἄλλοθι, τίς κεν ἐνίσποι· Ὁππόσα τοῖς ἀδίκοις ὕστατον ἦμαρ ἄγει, Πῦρ βρομέον, σκότος αἰνὸν, ἀπόπροθι φωτὸς ἐοῦσι
773 Σκώληξ, ἡμετέρης μνῆσις ἀεὶ κακίης. Λώϊον, εἰ βιότοιο πύλας, κακὲ, μὴ σὺ πέρησας, Εἰ δ’ ἐπέρησας, ἅλος, θήρεσιν ἶσα, λύθης, Ἢ ὅτε κἀνθάδ’ ἔχεις τόσς’ ἄλγεα, καὶ μετόπισθεν Ποινὴ χειροτέρη τῶν ὅσα ἐνθάδ’ ἔχεις.
773 Ποῦ μοι πρωτογόνοιο μέγα κλέος; ὤλετ’ ἐδωδῇ.
774 Ποῦ Σολομὼν πινυτός; ἀλλὰ γυναιξὶ δάμη. Ποῦ δὲ δυωδεκάδος συναρίθμιος ἦν, ὅτ’ Ἰούδας, Κέρδεος ἀντ’ ὀλίγου ἀμφεχύθη σκοτίην. Χριστὲ ἄναξ, λίτομαί σε, κακῶν ἄκος αὐτίκ’ ὀπάζοις,
774 Ἔνθεν ἀναστήσας σῷ θεράποντι, μάκαρ. Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν, Ἐλπίδες οὐράνιαι, ταῖς ὀλίγον τι πνέω. Τῶν δ’ ἄλλων ἀγαθῶν πουλὺς κόρος. Ὅσς’ ἐπὶ γαίης Σύρετ’, ἐφημερίοις πάντα λιπεῖν ποθέω·
774 Πάτρην, ἀλλοδαπήν τε, θρόνους, καὶ ἀπόθρονον εὖχος, Ἐγγύθεν, ἀλλοτρίους, εὐσεβέας, κακίους, Ἀμφαδίους, λοχόωντας, ἀβάσκανον ὄμμα φέροντας, Αὐτοφόνῳ κακίῃ ἔνδοθι τηκομένους. Ἄλλοις τερπνὰ βίοιο· ἐγὼ δὲ πρόφρων ὑπαλύξω.
774 Οἴμοι τοῦδε βίου πήμασι μακροτέρου!
775 Μέχρι τίνος κόπροισι παρέξομαι; ὡς ἅπαν ἐσθλὸν Ζωῆς ἡμετέρης, δίστομός ἐστι χάρις, Δέξασθαι, ῥίψαι τε μετρούμενον ἦμαρ ἐπ’ ἦμαρ. Βαιὸν λαιμὸς ἔχει, τἄλλα δὲ πάντ’ ἀμάρη.
775 Χεῖμα πάλιν, θέρος αὖθις, ἀμοιβαδὸν εἶαρ ὀπώρη, Ἤματα καὶ νύκτες, φάσματα δισσὰ βίου. Οὐρανὸς, αἶα, θάλασσα, νεώτερον οὐδὲν ἔμοιγε, Οὔθ’ ὅσα πηκτὰ πέλει, οὔθ’ ἃ περιτρέπεται· Τῶν κόρος. Ἄλλον ἔμοιγε βίον καὶ κόσμον ὀπάζοις·
775 Τῷ μογέων, πρόφρων πήματα πάντα φέρω. Αἲ θάνον, εὖτέ με μητρὸς ἐνὶ σπλάγχνοισιν ἔδησας, Εὐθὺς ἐμοὶ σκοτίη δάκρυον ἀρχομένῳ! Τίς βίος; ἐκ τύμβοιο θορὼν, ἐπὶ τύμβον ὁδεύω·
776 Ἐκ δὲ τάφοιο, πυρὶ θάψομ’ ἀπηλεγέως. Αὐτὸ δ’ ὅσον πνείω, ποταμοῦ ῥόος ὦκα θέοντος, Αἰὲν ἀπερχομένου, ἐρχομένου τ’ ὄπιθεν, Ἑσταὸς οὐδὲν ἔχοντος· ὅλον κόνις, ὄμματ’ ἐμεῖο
776 Βαλλους’, ὥς κε Θεοῦ τῆλε πέσω φαέων, Τοίχους δ’ ἀμφαφόων, καὶ ἀλώμενος ἔνθα καὶ ἔνθα. Ζωῆς τῆς μεγάλης ἐκτὸς ἔχοιμι πόδα. Τολμήσω τινὰ μῦθον ἐτήτυμον, ὥς ῥα Θεοῖο Παίγνιόν ἐστι βροτὸς, τῶν ἓν, ὅσα πτολίων.
776 Ἄλλο πρόσωπον ὕπερθεν, ὃ χεὶρ κάμεν· ἢν δ’ ἄρ’ ἀερθῇ, Ἅζομαι, ἐξαπίνης ἐξεφάνην ἕτερος. Τοῖος ἅπας μερόπων δειλῶν βίος, οἷσι μέμηλεν
776 Ἐλπὶς ὀνειραίη. Ταῦτ’ ἔχετ’ εἰς ὀλίγον.
777 Αὐτὰρ ἐγὼ Χριστοῖο δεδραγμένος, οὔ ποτε λήξω, Δεσμῶν τοῦδε βίου λυόμενος χθονίου. Καὶ γὰρ διπλόος εἰμί· τὸ μὲν δέμας ἔνθεν ἐτύχθη· Τοὔνεκα καὶ νεύει πρὸς χθόνα τὴν ἰδίην.
777 Ψυχὴ δ’ ἔστιν ἄημα Θεοῦ, καὶ κρείσσονα μοίρην Αἰὲν ἄγαν ποθέει τῶν ὑπερουρανίων. Ὣς πηγῆς ῥόος ἐστὶν ἐπίδρομος, αἰθόμενον δὲ Πῦρ ὁδὸν οἶδε μίην ἄτροπον· ἅλλετ’ ἄνω. Ὣς μέγας ἐστὶ βροτὸς, καὶ ἄγγελος· ἢν ἀπαΐξας,
777 Ὥσπερ ὄφις, στικτοῦ γήραος, ἔνθεν ἴοι. Ὦ πάλλεσθ’, ἱερῆες· ἐγὼ θάνον. Ὦ καὶ ἀλιτροὶ Γείτονες, οὐκέτι με φρίξετε, ὡς τὸ πάρος.
778 Αὐτοῖς μὲν μέγαν οἶκον ἀεὶ ζώοντος Ἄνακτος Φράσσετε· αὐτὰρ ἐγὼ πάντα λιπὼν, ἓν ἔχω, Σταυρὸν ἐμῆς ζωῆς φανὸν στύλον. Ἢν δ’ ἄρ’ ἀερθῶ Ἔνθεν, καὶ θυέων ἅψομ’ ἐπουρανίων,
778 Τοῖς φθόνος οὐ πελάει, τυκτὸν κακὸν, εἰ θέμις εἰπεῖν, Πηνίκα καὶ φθονερῶν ἄφθονος εὔξομ’ ὕπερ.
778 Ιϛʹ. Περὶ τῶν τοῦ βίου ὁδῶν.
778 Τίς, πόθεν ἐς βίον ἦλθον; ἐπεὶ δέ με γαῖα καθέξει, Τίς πάλιν ἐκ κόνιος ἔσσομ’ ἀνιστάμενος;
778 Πῆ δὲ φέρων στήσει με Θεὸς μέγας; ἦ ῥα σαώσει
778 Ἔνθεν ἀναστήσας εὔδιον ἐς λιμένα;
779 Πολλαὶ μὲν βιότοιο πολυτλήτοιο κέλευθοι, Ἄλλη δ’ ἀλλοίοις πήμασι συμφέρεται. Κοὐδὲν ἐν ἀνθρώποισι καλὸν, κακότητος ἄμικτον. Αἴθε δὲ μὴ τὰ λυγρὰ πλείονα μοῖραν ἔχεν!
779 Ὁ πλοῦτος μὲν ἄπιστος ὁ δὲ θρόνος, ὀφρὺς ὀνείρων· Ἄρχεσθαι δὲ μόγος, ἡ πενίη δὲ πέδη. Κάλλος δ’ ἀστεροπῆς, τυτθὴ χάρις, ἡ νεότης δὲ, Βράσμα χρόνου πολιὴ, λυπρὰ λύσις βιότου. Οἱ δὲ λόγοι πτερόεντες· ἀὴρ, κλέος· αἷμα παλαιὸν
779 Εὐγενέται, ῥώμη καὶ συὸς ἀγροτέρου. Ὑβριστὴς δὲ κόρος· δεσμὸς, γάμος· εὐτεκνίη δὲ, Φροντὶς ἀναγκαίη· δυστεκνίη δὲ, νόσος. Αἱ δ’ ἀγοραὶ, κακίης μελετήματα· ἠρεμίη δὲ, Ἀδρανίη· τέχναι, τῶν χαμαὶ ἐρχομένων.
779 Στεινὴ δ’ ἀλλοτρίη μάζα. Τὸ δὲ γαῖαν ἀρόσσειν,
780 Μόχθος. Ποντοπόρων τὸ πλέον εἰν ἀΐδῃ. Ἡ πάτρη δὲ, βέρεθρον ἑόν· ξενίη δέ τ’ ὄνειδος. Πάντα μόγος θνητοῖς τἀνθάδε· πάντα γέλως, Χνοῦς, σκιὰ, φάσμα, δρόσος, πνοιὴ, πτερὸν, ἀτμὶς, ὄνειρος,
780 Οἶδμα, ῥόος, νηὸς ἴχνιον αὖρα, κόνις, Κύκλος ἀειδίνητος, ὁμοίϊα πάντα κυλίνδων, Ἑστηὼς, τροχάων, λυόμενος, πάγιος, Ὥραις, ἤμασι, νυξὶ, πόνοις, θανάτοισιν, ἀνίαις, Τερπωλῇσι, νόσοις, πτώμασιν, εὐδρομίαις.
780 Καὶ τόδε σῆς, γενέτορ, σοφίης, Λόγε, ἀστατέοντα Πάντα πέλειν, στασίμων ὥς κεν ἔχωμεν ἔρον. Πάντα νόου πτερύγεσσιν ἐπέδραμον, ὅσσα παλαιὰ,
780 Ὅσσα νέα· θνητῶν δ’ οὐδὲν ἀκιδνότερον.
781 Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν, Ἔνθεν ἀφορμᾶσθαι, σταυρὸν ἀειρομένους· Δάκρυά τε, στοναχαί τε, νόος θείοισι μεμηλὼς, Ἐλπὶς, καὶ Τριάδος λάμψις ἐπουρανίης
781 Μιγνυμένης καθαροῖσι, χοὸς λύσις ἀφραδέοντος, Εἰκόνος ἀφθορίη, τὴν λάχομεν θεόθεν· Ζώειν τ’ ἀλλότριον ζωῆς βίον, ἀντὶ δὲ κόσμου Κόσμον ἀμειβομένους, ἄχθεα πάντα φέρειν.
781 ΙΖʹ. Διαφόρων βίων μακαρισμοί.
781 Ὄλβιος, ὅστις ἔρημον ἔχει βίον, οὐδ’ ἐπίμικτον Τοῖς χαμαὶ ἐρχομένοις, ἀλλ’ ἐθέωσε νόον. Ὄλβιος, ὃς πολλοῖσι μεμιγμένος, οὐκ ἐπὶ πολλοῖς
782 Στρωφᾶτ’, ἀλλὰ Θεῷ πέμψεν ὅλην κραδίην. Ὄλβιος, ὃς πάντων κτεάνων ὠνήσατο Χριστὸν, Καὶ κτέαρ οἶον ἔχει σταυρὸν, ὃν ὕψι φέρει. Ὄλβιος, ὃς καθαροῖσιν ἑοῖς κτεάτεσσιν ἀνάσσων,
782 Χεῖρα Θεοῖο φέροι τοῖς ἐπιδευομένοις. Ὄλβιος ἀζυγέων μακάρων βίος, οἳ Θεότητος Εἰσὶ πέλας καθαρῆς, σάρκ’ ἀποσεισάμενοι. Ὄλβιος, ὃς θεσμοῖσι γάμου τυτθὸν ὑποείξας. Πλειοτέρην Χριστῷ μοῖραν ἔρωτος ἄγει.
782 Ὄλβιος, ὃς λαοῖο φέρων κράτος, εὐαγέεσσι Καὶ μεγάλαις θυσίαις Χριστὸν ἄγει χθονίοις. Ὄλβιος, ὅστις ἐὼν ποίμνης τέκος, οὐρανίοιο
782 Χώραν ἄγει Χριστοῦ, θρέμμα τελειότατον.
783 Ὄλβιος, ὃς καθαροῖο νόου μεγάλῃσιν ἐρωαῖς, Οὐρανίων φαέων δέρκεται ἀγλαΐην. Ὄλβιος, ὃς χείρεσσι πολυκμήτοισιν Ἄνακτα Τίει, καὶ πολλοῖς ἐστι νόμος βιότου.
783 Πάντα τάδ’ οὐρανίων πληρώματα ἔπλετο ληνῶν, Αἳ καρποῦ ψυχῶν δέκτριαι ἡμετέρων, Ἄλλην ἀλλοίης ἀρετῆς ἐπὶ χώραν ἀγούσης. Πολλαὶ γὰρ πολλῶν εἰσι μοναὶ βιότων. Ὄλβιος, ὃν πτωχὸν παθέων μέγα Πνεῦμ’ ἀνέδειξεν·
783 Ὅστις ἔχει ζωὴν ἐνθάδε πενθαλέην· Ὅστις ἐπουρανίης αἰὲν ἀκόρεστος ἐδωδῆς, Ὅστις ἐνηείῃ κληρονόμος μεγάλων· Ὃς σπλάγχνοισιν ἑοῖσι Θεοῦ μέγαν οἶκτον ἐφέλκει, Εἰρήνης τε φίλος, καὶ καθαρὸς κραδίην·
784 Ὃς πολλὰ Χριστοῖο μεγακλέος εἵνεκ’ ἀνέτλη Ἄλγεα, καὶ μεγάλου κύδεος ἀντιάσει. Τούτων, ἣν ἐθέλεις, τάμνε τρίβον. Εἰ μὲν ἁπάσας, Λώϊον· εἰ δ’ ὀλίγας, δεύτερον· εἰ δὲ μόνην
784 Ἔξοχα, καὶ τὸ φίλον. Σταθμά γε μὲν ἄξια πᾶσι, Τοῖσι τελειοτέροις, τοῖσί τε μειοτέροις. Καὶ Ῥαὰβ οὐκ εὔκοσμον ἔχεν βίον, ἀλλ’ ἄρα καὶ τὴν Κλεινὴν ἀκροτάτη θῆκε φιλοξενίη. Ἐκ δὲ μόνης πλέον ἔσχε Φαρισσαίοιο τελώνης
784 Τῆς χθαμαλοφροσύνης, τοῦ μέγ’ ἀειρομένου. Βέλτερον ἀζυγίη, ναὶ βέλτερον· ἀλλ’ ἐπίμικτος Κόσμῳ, καὶ χθονίη, χειροτέρη δυάδος Σώφρονος. Ἀκτεάνων αἰπὺς βίος οὐρεσιφοίτων·
784 Ἀλλὰ τύφος καὶ τοὺς πολλάκι θῆκε κάτω.
785 Οὐ γὰρ ἑὴν ἀρετὴν ἄλλοις μετρέοντες ἀρίστοις, Ἄκριτον ἐν κραδίῃ ὕψος ἔχουσιν ὁτέ. Πολλάκι καὶ ζείοντι νόῳ, πώλοισιν ὁμοῖα Θερμοτέροις, νύσσης τῆλε φέρουσι πόδα.
785 Τοὔνεκεν ἢ πτερύγεσσιν ἀείρεο πάμπαν ἐλαφραῖς, Ἠὲ κάτω μίμνων, ἀσφαλέως τροχάειν, Μή που βριθοσύνῃ σεῖο πτερὸν ἐς χθόνα νεύσῃ, Μὴ δὲ πέσῃς ἀρθεὶς πτῶμ’ ἐλεεινότατον. Νηῦς ὀλίγη γόμφοισιν ἀρηραμένη πυκινοῖσι,
785 Φόρτον ἄγει μεγάλης πλείονα τῆς ἀδέτου. Στεινὴ μὲν πυλεῶνος ὁδὸς θείοιο τέτυκται, Πολλαὶ δ’ ἀτραπιτοὶ ἐς μίαν ἐρχόμεναι. Οἱ μὲν τὴν προΐῳεν, ὅσοις φύσις ἐνθάδε νεύει, Οἱ δ’ ἑτέρην, στεινῆς μοῦνον ἀφαπτόμενοι.
786 Οὔτε μίη πάντεσσιν ὁμῶς φίλον ἔπλετ’ ἐδωδὴ, Οὔτε Χριστιανοῖς εἷς βίος ἁρμόδιος. Δάκρυα πᾶσιν ἄριστον, ἀϋπνίη τε, πόνοι τε, Καὶ λύσσαν παθέων ἀργαλέων κατέχειν,
786 Αἰχμάζειν τε κόρον, Χριστοῦ θ’ ὑπὸ χεῖρα κραταιὴν Κεῖσθαι, καὶ τρομέειν ἦμαρ ἐπερχόμενον. Εἰ δ’ ἄκρην τελέως ἴοις τρίβον, οὐκέτι θνητὸς, Ἀλλά τις οὐρανίων. Γρηγορίοιο νόμοι.
786 ΙΗʹ. Περὶ ζωῆς ἀνθρωπίνης.
786 Ὁ χοῦς, ὁ πηλὸς, ἡ παλίστροφος κόνις. Τῇ γῇ γὰρ ἡ γῆ συμβιβάζεται πάλιν, Καὶ σπαργανοῦται τῷ γεώδει σπαργάνῳ,
786 Καὶ χοῦς πάλιν πρόεισιν ὥσπερ ἡ κόνις,
787 Ἣν ἡ βιαία συστροφὴ τῶν πνευμάτων Πρὸς ὕψος ἐξαίρουσα συστέλλει κάτω. Οὕτω γὰρ ἡμῶν τὸν πολύστροφον βίον Αἱ τῶν πονηρῶν πνευμάτων καταιγίδες
787 Πρὸς ὕψος ἐξαίρουσι καὶ δόξαν νόθον· Αὖθις δὲ χοῦς κάτεισι καὶ μένει κάτω, Ἕως ὁ τοῦ κτίσαντος ἁρμόσῃ λόγος Τῶν συνδεθέντων τὴν ἀναγκαίαν λύσιν. Νῦν δὲ προκύψας, ὥσπερ ἔκ τινος βάθους,
787 Ὁ χοῦς ὁ θείᾳ πνευματωθεὶς εἰκόνι, Καὶ τὰς γεώδεις ἐκβοᾷ τραγῳδίας, Καὶ τὸν γελᾷν δοκοῦντα δακρύει βίον.
787 ΙΘʹ. Περὶ τῆς αὐτῆς.
787 Τροχός τίς ἐστιν ἀστάτως πεπηγμένος,
788 Ὁ μικρὸς οὗτος καὶ πολύτροπος βίος. Ἄνω κινεῖται, καὶ περισπᾶται κάτω· Οὐχ ἵσταται γὰρ, κἂν δοκῇ πεπηγέναι. Φεύγων κρατεῖται, καὶ μένων ἀποτρέχει.
788 Σκιρτᾷ δὲ πολλὰ, καὶ τὸ φεύγειν οὐκ ἔχει. Ἕλκει, καθέλκει τῇ κινήσει τὴν στάσιν. Ὡς οὐδὲν εἶναι τὸν βίον διαγράφων, Ἢ καπνὸν, ἢ ὄνειρον, ἢ ἄνθος χλόης.
788 Κʹ. Περὶ πόθου.
788 Δεινὸν πόθος πᾶς. Ἂν δὲ καὶ φιλουμένου, Διπλοῦν τὸ δεινόν. Εἰ δὲ καὶ κόρας νέας, Τριπλοῦν τὸ κέντρον. Εἰ δὲ καὶ κάλλους γέμων, Πλεῖον τὸ κακόν. Εἰ δὲ πρὸς γάμον φέρει,
788 Πῦρ ἔνδον αὐτὴν βόσκεται τὴν καρδίαν.
789 (1t) ΚΑʹ. Περὶ θανάτου φιλουμένων.
789 (1t) Πικρὸν τάφος πᾶς· ἂν δὲ καὶ τέκνου τάφος, Διπλοῦν τὸ κακόν. Εἰ δ’ ἀρισταίου πάλιν, Ἡ συμφορὰ πῦρ. Εἰ δὲ νυμφίου νέου,
789 (1t) Ἡ καρδία ῥάγηθι τῶν γεννητόρων.
789 (1t) ΚΒʹ. Περὶ φίλων τῶν μὴ καλῶν.
789 (1t) Δεινὸν τὸ πάσχειν. Ἂν δὲ καὶ φίλων ὕπο, Ὡς χεῖρον. Ἂν δὲ καὶ λαθραίοις δήγμασι, Τοῦτ’ οὐ φορητόν. Ἂν δὲ καὶ πιστῶν ὕπο,
789 (1t) Ἐπίσχες. Ἂν δὲ καὶ Θεοῦ παραστατῶν, Ποῖ τις τράπηται; πῶς φύγῃ κακῶν φοράν;
790 (1t) ΚΓʹ. Εἰς τὸ αὐτό.
790 (1t) Δεινὸν τὸ λυποῦν. Ἂν δὲ καὶ λυπῇ φίλος, Ἀνδραποδῶδες. Ἂν δὲ καὶ δάκῃ λάθρα, Ὡς θηριῶδες. Ἂν δὲ καὶ γυνὴ λάλος,
790 (1t) Δαίμων σύνοικος. Ἂν δὲ καὶ δικασπόλος, Χρεία κεραυνῶν. Ἂν δὲ καὶ θυηπόλος, Ἄκουε, Χριστὲ, καὶ δίκαζε τὴν δίκην.
790 (1t) ΚΔʹ. Πρὸς πολυόρκους διάλογος.
790 (1t) Α. Ὅρκου τί χεῖρον; Οὐδὲν, ὡς ὁ ἐμὸς λόγος.
790 (1t) Β. Πῶς τοῦτ’ ἐλέγχεις; εἰπέ μοι. Α. Λίαν προδήλοις καὶ σαφεστάτοις λόγοις.
790 (1t) Β. Τίσι; δίδαξον.
791 Α. Τούτοις. Ἀπόκριναι δὴ, καὶ σκεψώμεθα. Β. Λέγ’, εἰ λέγεις τι, φίλτατε. Α. Πάντων τι μεῖζον οἶδας ὧν ἐπίστασαι; Β. Τίνων ἐρωτᾶς;
791 Α. Πάντων, ὁρωμένων τε καὶ νοουμένων. Β. Θεοῦ τι μεῖζον οὐ νοῶ. Α. Ὀρθῶς λέγεις μὲν, οὐχὶ δ’ ὀρθῶς ἠρόμην. Β. Ἐχρῆν δὲ δὴ πῶς; Α. Οὐκ ἔστι μεῖζον· οὐδὲ γὰρ συγκρίνεται.
791 Οὐ γὰρ σαφές σοι; Β. Καὶ πάνυ. Α. Τί οὖν μέγιστον πυνθάνεσθ’ ἐχρῆν ἴσως; Β. Οὕτω νομίζω. Α. Καὶ τοῦτο δ’ ἂν λέγοιτο ἐκ συγκρίσεως. Β. Οὐκ οἶμαι· πῶς λέγεις;
792 Α. Οὐδὲν μέγιστόν ἐστι μὴ τῶν συμφυῶν· Θεοῦ δὲ τί συμφυές; Β. Οὐδέν. Α. Λεγέσθω τοιγαροῦν ἄλλως Θεός. Β Ὅπως λέγοις ἂν ἕλωμαι.
792 Α. Τί τῶν ἁπάντων τ’ οὐδὲ συγκριτός; Β. Θεός. Ἐροῦμεν οὕτως, ὡς δοκεῖ. Α. Τί δ’ οὐ σεβαστὸν, καὶ μόνον, πάσῃ φύσει; Β. Μόνον σεβαστὸν, εὖ λέγεις. Α. Ἢ καὶ σεβαστὸν καί τι καὶ ὑβριστέον;
792 Β. Καὶ πῶς ἄμικτα μίξομεν; Α. Καὶ γὰρ σκοπῶμεν ὅρκος εἰ τιμὴν φέρει, Ἀλλ’ οὐδέ γ’ ὕβριν· Εἰ μή γ’ ὑπῆρχε κίνδυνος ψευδορκίας, Οὕτως ἂν εἶχε καὶ σέβας·
792 Ὥς τις μεσίτης ἀσφαλὴς καλούμενος,
792 Καὶ γὰρ μεσίτης.
793 Νῦν δὲ σκόπει μοι τὸ πρᾶγμα καὶ ποῖ φέρει. Β. Σχεδὸν μὲν οἶδα, πλὴν λέγε. Α. Ζητῶ τιν’ εἰκὼ τοῦ λόγου σαφεστάτην. Β. Τίς δ’ ἂν γένοιτο;
793 Α. Πέτραν τιν’ εἶδες ἐκ λόφου κινουμένην; Β. Καὶ πολλάκις γε· πῶς γὰρ οὔ; Α. Ῥοίζῳ τε πολλῷ σφενδονημένην κάτω; Β. Πολλῷ φόβῳ τε. Α. Ἢ καὶ τόδ’ εἶδες ῥᾳδίως ἱσταμένην;
793 Β. Εἰ μή τις ἄλλος, οὐκ ἐγώ. Αὑτὴν γὰρ ὠθοῦς’ ἡ πέτρα, κρείττων χερός. Α. Λέγεις ἀληθῆ· Τὸ δ’ αὐτὸ πάσχω, κἂν ἐγὼ κατατρέχω. Ῥοῖζος φέρει με πρὸς βίαν·
794 Μένειν δ’ ἀπαρχῆς κἀμὲ ῥᾷστον καὶ λίθον. Β. Ῥᾷστον τί δ’ οὐκ ἔχει; Α. Τούτῳ κακὸν μέν ἐστι καὶ πᾶν προσφερὲς, Μάλιστα δ’ ὅρκος, οἵομαι.
794 Τὸ πῶς δ’, ἄκουσον. Ἡδονὴ τῷ πράγματι Πολλὴ πρόσεστιν. Εἶτ’ ἂν τύχῃ τις εἰς συμπάθειαν πεσὼν, Τί γίνετ’; οὐκ ἀνείργεται, Ἕως ἂν ἔλθῃ πρὸς κατάκρημνον βάθος.
794 Β. Λέγεις τί κρημνόν; Α. Κρημνῶν μέγιστός ἐστιν ἡ ψευδορκία. Β. Τὸ πῶς, μάθοιμ’ ἂν ἡδέως. Πολλοὶ γὰρ οὐδ’ ἴσασι πῶς ἐστι κακόν.
794 Ἔστι δὲ δὴ πῶς;
795 Α. Οὐ τὴν ἑαυτοῦ πολλάκις σωτηρίαν Ὀμώμοκέ τις; Β. Καὶ μάλα. Α. Τί οὖν; Δέδοικε μή τι τῶν κακῶν δράσας, Τὶ καὶ κακωθῇ·
795 Μέσην τέως τέθεικε τὴν σωτηρίαν, Τὴν αὐτὸς αὑτοῦ δηλαδὴ, Ὥστ’ ἐξολέσθαι, εἰ τύχοι ψευδῆ λέγων. Β. Οὕτω δοκεῖ μοι. Α. Τοῦτ’ οὖν λογίζου, κἂν Θεόν ποτ’ ὀμνύσῃς.
795 Β. Τὸ ποῖον, ὡς ἂν εἰδῶ; Α. Μέσον τέθεικας τὸν Θεὸν τῆς πίστεως. Β. Μέσον· τί δ’ ἄλλο; Α. Φυλάσσετ’ εὐορκοῦντι, λύεται δὲ μὴ, Ὅσον ἐφ’ ἡμῖν. Β. Εὖ λέγεις.
796 Α. Τὸ μὴ φυλάσσειν δ’, εἰπέ μοι, τί σοι δοκεῖ; Β. Ἄρνησις, οἶμαι. Α. Ἄρνησις οὖν πέφυκεν ἡ ψευδορκία. Β. Οὐκ ἔστιν ἄλλως οὐδαμῆ.
796 Α. Ἀρνήσεως δὲ τί χεῖρον ἄρ’ εἰπεῖν ἔχεις; Β. Οὐκ ἔστιν εὑρεῖν. Α. Πάντων ἄρ’ ἐστὶ χεῖρον ἡ ψευδορκία, Ὡς γοῦν δέδεικται καὶ μακρῷ. Β. Πῶς οὖν φύγωμεν; Α. Τὸν τρόπον κτησώμεθα
796 Πιστόν. Β. Μέγ’ εἶπας. Α. Ὅρκου γὰρ ἧττον χρεία τοῖς εὐγνώμοσιν. Β. Ἧττον γὰρ οἶμαι οὐδαμῶς. Α. Ἀλλ’ ὁ τρόπος καθίστατ’ ἀντὶ μάρτυρος. Β. Ἔχει γὰρ οὕτως.
796 Α. Τί πλεῖόν ἐστι τοῖς πολυόρκοις, εἰπέ μοι;
796 Β. Γέλως. Τί δ’ ἄλλο προστίθεις;
797 Α Μηδ’ ἂν λέγωσιν οὖν τι καὶ πιστὸν, δοκεῖν. Β. Κἀμοί γ’ ἀρέσκει. Α. Φέρ’ οὖν, ἐμοὶ πείσθητι. Β. Καὶ μάλιστα μέν. Α. Τοῖς τοῦ λογισμοῦ φαρμάκοις
797 Πᾶσαν κάτασχε τὴν νόσον. Πολλοὶ δὲ δὴ Ὧν ἴσμεν ἡμεῖς Καὶ μειζόνων ἐκράτησαν ἢ βούλομαι. Β. Τίνων λέγεις δὴ μειζόνων; Α. Θυμοῦ, φθόνου τε, πλησμονῆς, τῶν πλησμονῆς.
797 Β. Πῶς ταῦτα μείζω; Α. Πλείων ὄρεξις. Ὧν δ’ ὄρεξις ἔντονος, Μείζων κάθεξις. Β. Πᾶς λόγος. Εἰ δ’ οὐ καθεκτὴν τὴν νόσον τέως ἔχεις, Τί δεῖ γενέσθαι;
798 Α. Τὸ γοῦν ἀεὶ, καὶ μείζω, καὶ παντὸς πέρι, Ὅρκους πληθύνειν, φεῦγέ μοι. Β. Πότ’ οὖν, τίνας τε, καὶ τίνων δίδως χάριν; Α. Οὔσης ἀνάγκης.
798 Β. Ἔστω. Τίνος δὲ δὴ, προστίθει; Α. Κινδύνων Ἐλευθερώσων δή τινας. Β. Χρηστόν γε. Α. Ἢ σεαυτὸν αἰσχρᾶς αἰτίας Ἐλευθερῶν γε. Ὅρκος δὲ μή σοι χρημάτων κέρδος φέροι.
798 Λίαν γὰρ αἰσχρὸν φαίνεται. Β. Λίαν. Α. Πρόχειρον ἐγκαλεῖν ψευδορκίαν Τούτων τί μᾶλλον; Πλείους κακοὶ γάρ εἰσιν εἰς τὰ χρήματα. Β. Πλείους· τίς οὐ συνθήσεται;
798 Α. Καὶ τοῖς σοφισταῖς τοῦτ’ ἐδογματίζετο.
798 Β. Τί οὖν μέγ’ ἡμῖν;
799 Α. Οὐδὲν τὸ μιμεῖσθαι, εἰ δὲ καὶ φαινοίμεθα Χείρους, τόδ’ αἰσχρὸν καὶ μάλα. Β. Ὅρκους δὲ δὴ μάλιστα φευκτέον τίνας; Α. Εὔδηλόν ἐστι.
799 Β. Πλὴν σοῦ γ’ ἀκούειν ἀσφαλές. Α. Τούτους λέγω Ὅσοι γε φρικωδέστεροι. Β. Δέδοικας εἰπεῖν; Α. Ὅσσοι ἂν μνήμην Θεοῦ Ἔχουσιν ἁπλῶς. Β. Γραφῶν δὲ δὴ τί, καὶ πάθους, καὶ προσφορᾶς;
799 Α. Καὶ ταῦτ’ ὁμοίως μυστικά. Β. Ἡμῖν δὲ δὴ μάλιστα τῶν ἐγχωρίων· Α. Καὶ δακρύω γε. Τὸ γὰρ σύνηθες καὶ νόμος καθίσταται. Πλὴν πάνθ’ ἁλωτὰ τῷ λόγῳ.
800 Β. Τίν’ οὖν λέλοιπας ὅρκον; Α. Εἴθε μηδένα, Μὴ δ’ ἦν τις ἄλλος. Β. Εἰ μὴ γυναῖκα, τέκνα, τὴν σωτηρίαν, Ζωὴν, ἀπένθητον βίον.
800 Α. Ἀραὶ τάδ’ ἐστὶν, ἀλλ’ ὅμως ὅρκος δοκεῖ. Β. Καὶ γὰρ δοκείτω Ταῦθ’, οἷ τε καὶ πληγέντες οὐκ ὀλώλαμεν· Ψυχῆς γὰρ οὔπω κίνδυνος· Ἣν ἐξολέσθαι, παντελής ἐστι μόρος.
800 Α. Ὀρθῶς ἔχει σοι. Σοὶ δ’ εἰς ἅπαντα, τῇ ζέσει τῆς καρδίας, Θεὸς, τράπεζα, φίλτατα, Σταυρὸς, γυνὴ, τὸ θεῖον αἷμα, αἷμα σὸν, Γῆ καὶ θάλασσα,
800 Ὃ πρῶτον ἤνεγχ’ ἡ κακὴ προθυμία,
800 Τῷ σῷ φθορεῖ κινούμενον·
801 Ὃς καὶ γλυκεῖαν τὴν νόσον ποιεῖ δοκεῖν, Ὢ τῆς ἀνοίας! Ὥσπερ χέοι τε χρυσὸν ἐκ γλωσσαλγίας. Β. Ἔχει γὰρ οὕτως, ὡς λέγεις.
801 Α. Ἄλλα δ’ ἐπ’ ἄλλοις κύματ’ ἐξεγείρεται, Θυμοῦ πνέοντος Ἴσως, ἴσως δὲ χρημάτων ἴσως πόθου· Πλεῖσται γάρ εἰσιν αἱ πάγαι. Οὐ τὸν χεθέντα δεινὸν ὅρκον οἴεται.
801 Β. Οὐκ οἴεται γάρ. Α. Τῷ δ’ ἐμμένοντι, φεῦ τάλας! συμπνίγεται. Β. Ὥσπερ γραφεὺς εἶ τοῦ πάθους. Α. Πείθειν νομίζει τῷ ἀπειθεῖσθαι πλέον, Ἂν μὴ νοηθῇ.
802 Τί δεῖ λόγων σοι πλειόνων, ἂν εἷς κρατῇ; Β. Μόχθος περισσὸς δηλαδή. Α. Ὅρκων δὲ τί δεῖ πλειόνων, ἂν εἷς κρατῇ; Β. Οὐκ οἴομαί γε.
802 Α. Τὸ πλῆθος οὖν γνώρισμα τῆς οὐ πίστεως. Β. Οὐκ ἔστιν ἄλλως, εὖ λέγεις. Α. Ἢ μηδόλως οὖν ὀμνύειν, ἢ εἴπου τινά. Β. Τοῦτ’ ἦν ἄριστον. Α. Εἷς ἂν τρέπηται, καὶ τὸ πᾶν τραπήσεται.
802 Β. Καλοῦ γε τοῦ σοφίσματος! Α. Εἴποι τίς ἂν, τὸ πλῆθος ὡς πιστεύεται; Β. Νομίζεθ’ οὕτως. Α. Ἢ καὶ κόνιν συνθεὶς σὺ ποιεῖς χρυσίον; Β. Τίς δ’ ἄλλος, ἢ τίς ἡ φύσις;
802 Α. Ἐκ πλειόνων δὲ, τίς λόγος, ἀπιστουμένων
802 Πίστιν γενέσθαι;
803 Β. Οὐδεὶς, ἔμοι γε φαίνεται. Α. Παύσεις ποτὲ Πλούτου κακίστου βέλτιον; Οὔκουν ὀμῇ τὰ πάντα, οὐδὲ πάντοτε, Ἔσθων, κυβεύων,
803 Πλέων, ὁδεύων, δυστυχῶν, εὐημερῶν, Ἀπεμπολῶν, τὶ κτώμενος, Χαίρων, στενάζων, ἐν φίλοις, ἐν συμπόταις, Ἐμῶν τὸν ὅρκον, Ὡς οἱ τροφῆς τε καὶ ποτοῦ πεπλησμένοι.
803 Β. Πολλῆς τὸ πρᾶγμα συμφορᾶς. Α. Ἀλλ’ οὐδὲ πάντων εἴνεχ’, ὡς ἁλώσιμος, Ἐπὰν κρατηθῇς Ἔργου, λόγου, σκιᾶς τε καὶ τυραννίδος. Β. Ὡς γοῦν τὰ πολλὰ φαίνεται.
804 Α. Τὰ πάνθ’ ὑβρίζεις, καὶ Θεὸν καὶ πράγματα. Β. Πῶς δὴ τὰ πάντα; Α. Εἰς ἓν τὰ πάντα συντιθεὶς, οὐκ ὄντ’ ἴσα. Σπάρτος τόδ’ ἐστὶν ἡνίας.
804 Τί δ’; οὐχὶ, φήσεις, καὶ Θεός ποτ’ ὀμνύων Εὑρίσκεθ’ ἡμῖν, Ὡς αἱ Γραφαὶ γοῦν; Ἢ τί καὶ κρεῖσσον Θεοῦ; Β. Τὶ κρεῖσσον οὐχ εὑρίσκεται. Α. Εἰ δ’ οὔτι κρεῖσσον, οὐδ’ ἂν ὀμνύοι ποτέ.
804 Β. Πῶς οὖν λέγουσι; Α. Λέγει τι, τοῦτο δ’ ὅρκος ἐστὶ τοῦ Θεοῦ. Β. Πῶς οὖν καθ’ ἑαυτοῦ λέγεται; Α. Πῶς; οὐδ’ ἂν εἴη παντελῶς, εἰ ψεύδεται;
804 Β. Φρικτὸν λέγεις τι.
805 Α. Φύσις γάρ ἐστι καὶ τὸ ἀψευδεῖν Θεοῦ· Οὐκ ἔστιν ὅστις ἀντερεῖ. Β. Τί δ’ ἡ Παλαιά; Α. Οὐ τὸν ὅρκον κωλύει, Ζητεῖ δ’ ἀληθῆ.
805 Καὶ γὰρ φονεύειν τηνικαῦτ’ ἦν ἔννομον, Νῦν δ’ οὐδὲ παίειν. Β. Τοῦ χάριν; Α. Τόθ’ ἡ τελευτὴ τῶν κακῶν ἐκρίνετο, Νῦν καὶ τὸ κινοῦν. Β. Οὕτω δοκεῖ μοι. Καὶ γὰρ ἦλθ’ ἐπὶ πλέον.
805 Α. Ὥστ’ οὐδ’ ὀμεῖται σωφρονῶν Β. Τί οὖν; δέδωκας ἔστιν οἷς, ὡς νηπίοις, Τροφῆς τὰ πρῶτα, Ὡς ἂν λάβωσι καὶ τροφὴν τὴν ὕστερον; Α. Ὀρθῶς γε καὶ σοφώτατα.
806 Β. Καὶ Παῦλος ὤμνυ, φασί. Α. Τίς τόδ’ εἶπέ σοι· Ὡς λῆρος ἦν τις! Β. «Μάρτυς Θεός μοι,» καὶ, «Θεὸς τόδ’ ἱστορεῖ,» Ταῦτ’ οὐκ ἦν ὅρκου; Α. Καὶ τίνος;
806 Πίστωσις ἐστι τοῖς τοσούτοις ἀῤῥαγής, Β. Ἐμοὶ δὲ δώσεις; Α. Καὶ πάντα μοι γένοιο Παῦλος εἰς σθένος. Στάθμη δικαία τοῦτό γε. Β. Θυμός τι λήψετ’; Α. Εὖγε, τηνικαῦτα δὴ,
806 Ἐπάν τι συμβῇ. Ἁπλοῦν κακόν τι χεῖρον, ἢ δισσὸν δοκεῖ; Οἷον τόδ’ ἐστί· Τὸ δ’ οὐ προκληθέντ’ ἀθρόως ὅρκῳ πεσεῖν.
806 Τί φαίνεταί σοι; Β. Ναὶ φθόνος.
807 Α. Τί δ’, ἂν προκληθεὶς, ἄλλο χεῖρον εἰργάσω; Β. Τοῦτ’ αὐτὸ δή που. Εἰ δ’ ἐξ ἀγνοίας; Α. Μεῖον. Ἀλλ’ ὑπεύθυνος, Ὧν ἦν τὸ κίνημ’ ἐξ ἐμοῦ.
807 Β. Εἰ δ’ οὐκ ἄκων μὲν, κινδύνων δ’ ἐλευθερῶν; Α. Ἄλλος δότω τις. Β. Εἰ δ’ ἐγγράφοι τις, ὅρκον οὐκ ὀμωμοκώς; Α. Τί οὖν τὸ γράμμα βούλεται; Χειρόγραφον δὲ τῶν δεσμῶν δεσμεῖ πλέον.
807 Β. Εἰ δ’ ἐξ ἀνάγκης; Α. Πῶς οὐ τέθνηκ’; ἐχρῆν δὲ πρόσθεν καὶ θανεῖν. Β. Εἰ δ’ οὐ Γραφῶν προκειμένων; Α. Σελὶς τὸ σεπτὸν, ἢ Θεὸς χαρίζεται; Β. Δῆλον τόδ’ ἐστί.
807 Α. Φοβῇ τὸ δέρμα, τὸν Θεὸν δ’ ἐγὼ πλέον.
808 Β. Πολλοῖς συνήθης ἡ νόσος. Α. Πολλοῖς τόδ’ ἐστίν· οἷον εἴ τις δεσπότην Παίων, ἀτιμῶν, Τὸν δοῦλον ἢ ἀφεῖτο, ἢ τιμᾷν θέλοι.
808 Β. Πολλῆς γε τῆς ἀτιμίας! Α. Ἢ καὶ βασιλέως εἰκόνα σώζοιτό τις, Αὐτὸν καθαιρῶν. Β. Ἔχει μὲν οὕτω. Τοῦτο προστίθει δ’ ἔτι, Εἴπερ τι λείπει τῷ λόγῳ.
808 Α. Ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος, Πολλοὶ λέγουσιν. Ἅπαντα πρόσθεν, ἢ ὅρκος, σοφίζεται. Μηδεὶς πλανάσθω μηδόλως. Ὅρκος μέν ἐστιν, ἡ δὲ διπλόη πόσον
808 Κακὸν πρόσεστι!
809 Β. Σκοπῶ. Τί δ’ ὅρκος; Α. Τῶν δεδογμένων ὁ νοῦς. Β. Ἔφριξ’ ἀκούων οἷς λέγεις. Α. Λέγεις μέν. Οὔπω δ’ οἶδα πρὶν πείρᾳ μάθω. Πίστις γὰρ ἔργον.
809 Φρίσσουσι μέν τοι καὶ σύες παραυτίκα, Συὸς βοῶντος. Β. Ὧδ’ ἔχει. Α. Ἀλλ’ οὐ μέγ’ οὐδέν. Εἰ δὲ καρδίας λόγος Ἅψαιτ’, ἐπαινῶ. Β. Τί δ’; οὐ τὸ λοῦτρόν ἐστί μοι καθάρσιον;
809 Α. Ἔστι. Σκόπει δέ. Β. Τί σκοπῶ; Α. Οὐ τοῦ τρόπου πάντως γε, τῶν δ’ ἐπταισμένων Β. Τρόπου δὲ, πῶς ἄν; Α. Οὕτω μόνως ἂν, ἤν τι καὶ προεκπλύνῃ. Β. Νοῶ. Α. Φόβος γὰρ τοῦ πρόσω·
809 Πολλῶν δὲ συγχώρησις οὐ τιμητέα.
810 Β. Πῶς ἂν τόδ’ εἴποι; Α. Μή που δέησις δευτέρου καθαρσίου; Β. Τί δ’ ἔστι τοῦτο; γνώρισον. Α. Ἔστι δὲ μακρῶν δακρύων καὶ τήξεως.
810 Β. Μή μοι γένοιτο. Α. Δεινὸν προέσθαι δῶρον εὐκολώτερον. Β. Πλάκες τάδ’ εἰσὶ τοῦ Θεοῦ Α. Θεοῦ γάρ εἰσιν· ἐγγράφοις δὲ καρδίας Πλαξί γε τῆς σῆς.
810 Βούλει μαθεῖν ὡς τοῦτο τοῦ φθόνου πάλη, Τοῖς σοῖς φθονοῦντος δεξιοῖς; Β. Εἰπὼν ὀνήσεις· πολλὰ γὰρ παλαίομαι. Α. Ἄκουε. Β. Φάσκε. Α. Ἤκουσά σου λέγοντος οὐκ ἀδακρυτί.
810 Β. Τί τοῦτο; οὐκ ἀρνήσομαι.
811 Α. Ὡς ἤν ποτ’ εἰπὼν ὀντινοῦν λόγον τύχω, Ὅρκον δὲ μὴ θῶ, Ὡς οὐ τελείοις τοῖς λόγοις αἰσχύνομαι. Β. Τοῦτ’ ἔστ’ ἐκεῖνο ἐμφανῶς.
811 Α. Τὸ λεῖπον αὐτὸς προστιθῇς σὺ τῷ λόγῳ Τόδ’ ἐστὶν ὅρκος, Κακὸν πλήρωμα τῆς δεινῆς φλογός. Πλάτων δὲ ποιεῖ καὶ τόδε Ὡς μὴ θεόν τιν’ ὀμνύειν τηρῶν σέβας.
811 Β. Εὖ οἶδ’ ὃ φήσεις. Α. Ἦν τις πλάτανος, καθ’ ἧς ὤμνυ καὶ μόνης, Ἀλλ’ οὐδὲ ταύτης εὐστόχως. Ἀλλ’ οἶδεν ᾗ τὸν, τίνα δ’, οὐ προσῆν ἔτι.
812 Τί τοῦτο δ’ ἔστιν Ὅρκου σκιά τις, ἔμφασίς τ’ ἀνώνυμος. Β. Ἄνορκος ὅρκος. Ὡς ξένον! Α. Μὰ τὸ δαιμόνιον οἱ σοφοί. Β. Πανορκία
812 Τοῦτ’ ἔστιν ἤδη. Α. Πέρας τόδ’ ἔστω τοῦ λόγου. Β. Διψῶντά με Λείψειν ἀπειλεῖς ὡς τάχος. Α. Εἰ μέν τοι μικρὸν ὅρκος εἶναί σοι δοκεῖ, Τοῦτ’ οὐκ ἐπαινῶ.
812 Εἰ δ’ ἔστιν, ὥσπερ ἐστὶ, τῶν φρικτῶν λίαν, Κἀγώ τι τολμῶ τῶν καλῶν· Αὐτόν γέ σοι τὸν ὅρκον, ὅρκους ἐκτρέπου.
812 Β. Ἔχεις τὸ νῖκος.
813 Α. Εἰ τοῦτ’ ἔχοιμι, Χριστέ μου, σὲ δοξάζω Τὸν θαυματουργὸν, ὡς παρός. Πάντες δ’ ὁμοῤῥοθοῦντες εἴπωμεν τάδε, Ἀμὴν, γένοιτο.
813 ΚΕʹ. Κατὰ θυμοῦ.
813 Θυμῷ χολοῦμαι τῷ συνοίκῳ δαίμονι, Οὗτος δίκαιος τῶν χόλων ἐμοὶ μόνος, Εἰ δεῖ τε καὶ πάσχειν γε τῶν εἰωθότων. Ἐπεὶ γὰρ ὅρκον τῷ λόγῳ κατείχομεν,
813 Σιγῆς φέροντες καρπὸν ἄξιον λόγου· Πάμπαν τιν’ ὅρκου ῥίζαν εἰδότες χόλον, Πολλαῖς σὺν ἄλλαις, αἷς τὸ δεινὸν φύεται,
814 Τὴν ἀγριωτάτην τε καὶ μελαντάτην· Καὶ τὴν, Θεοῦ διδόντος, ἐξαιρήσομεν, Τέμνοντες, ὡς οἷόν τε, τῇ λόγου τομῇ. Αἰτῶ καὶ πρῶτον, μὴ χολοῦσθαι τῷ λόγῳ.
814 Οὕτω γάρ ἐστιν ἡ νόσος τῶν ἀσχέτων, Ὥστ’ ἀγριοῦσθαι πολλάκις καὶ ταῖς σκιαῖς, Αὐτοῖς τε τοῖς σφῶν γνησίοις παραινέταις. Δεῖ δ’, ὡς ἔοικε, μή τι μαλθακὸν λέγειν, Κακοῦ τοσούτου τῷ λόγῳ προκειμένου·
814 Ἀλλ’ ὡς πυρὸς βρέμοντος ἀγρίαν φλόγα, Πηδῶντος, αἰθύσσοντος ἐντινάγμασι
814 Πολλοῖς, ἄνω ῥέοντος ἐμψύχῳ φορᾷ,
815 Λάορως ἀεὶ τὰ πρόσθεν οἰκειουμένου, Ὕδωρ, κόνιν πέμποντας εὐνάσαι βίᾳ· Ἢ θῆρα λόχμης ἐκφανέντα συσκίου, Φρίσσοντα, πῦρ βλέποντα, ἐξαφρούμενον,
815 Μάχης ἐρῶντα, καὶ φόνων καὶ πτωμάτων, Λόγχαις, κυνηγοῖς, σφενδόναις καταιχμάσαι Ἴσως ἂν οὕτω τοῦ πάθους γενοίμεθα Κρείσσους, Θεοῦ διδόντος, ἤ τι μετρίως Σχοίημεν. Οὐδὲ τοῦτο τῶν μικρῶν ἐμοὶ,
815 Κακοῦ μεγίστου καί τις ἔνδοσις μικρὰ, Ὡς τοῖς βαρείας ἐκ νόσου στενουμένοις. Μικροῦ δ’ ἄνωθεν τὴν νόσον σκεψώμεθα, Ἥτις, πόθεν τε καὶ ὅπως φυλακτέα, Ἀνδρῶν παλαιῶν συλλογὰς σκοπούμενοι,
816 Ὅσοι διεσκέψαντο πραγμάτων φύσεις. Εἰσὶν μὲν οἳ λέγουσιν αἵματος ζέσιν, Τοῦ γειτονοῦντος καρδίᾳ, τὴν ἔκστασιν· Ὅσοι νέμουσι τὴν νόσον τῷ σώματι,
816 Ὥσπερ τὰ πολλὰ τῶν παθῶν ἄλλοις τισίν. Ἄλλοι δ’ ὄρεξιν εἶπον ἀντιπλήξεως (Ψυχῇ διδόντες τὴν βλάβην, οὐ σώματι), Ὀργὴν δὲ τὴν ὁρμῶσαν· εἰ δ’ ἔνδον μένει Λοχῶσα, τοῦτο μνησικακίαν τυγχάνειν
816 Ὅσοις δ’ ἔδοξεν ἡ νόσος τοῦ συνθέτου, Ζέσιν μὲν εἶπον αἵματος, τὴν δ’ αἰτίαν, Ὄρεξιν εἶναι, συντιθέντες καὶ λόγον. Ταῦθ’ ὡς ἔχει μὲν, οὐχὶ νῦν σκοπητέον.
816 Ἐκεῖνο μέν τοι καὶ λίαν τῶν γνωρίμων,
817 Ὡς νοῦς ἁπάντων ἡγεμών· ὃν σύμμαχον Δέδωκεν ἡμῖν κατὰ παθῶν ὁ Δεσπότης. Ὡς οὖν χαλάζης οἱ δόμοι σκεπάσματα, Θάμνοι δὲ κρημνῶν, καὶ βυθῶν ἐρείσματα,
817 Τείχη δὲ τοῖς φεύγουσιν ἐκ μάχης τινός· Οὕτω λογισμὸς πρὸς χόλου παρουσίαν. Ὅταν καπνίζῃ τὸ φλέγον τὴν σὴν φρένα, Πρὶν πῦρ ἀνάψαι, καὶ ῥιπισθῆναι φλόγα, Ὅταν ποτ’ αἴσθῃ πνεύματος κινουμένου,
817 Εὐθὺς Θεῷ πλάκηθι, καὶ τόνδ’ ἐννοῶν Ὡς σοῦ προεστῶθ’, ὧν τε κινῇ, μάρτυρα, Αἰδοῖ φόβῳ τε τὴν φορὰν τοῦ πράγματος Ἐπίσχες, ἄχρις ἡ νόσος παρήγορος. Εὐθὺς βόησον τῶν μαθητῶν ῥήματα·
817 «Ἐπιστάτα, κλύδων με δεινὸς ἀμφέπει.»
818 Τίναξον ὕπνον, καὶ σὸν ἐξώσεις χόλον, Ἕως λογισμοῦ καὶ φρενῶν ἐπικρατεῖς, Ὧν πρῶτόν ἐστιν ἡ νόσος κατάκλυσις Ἕως χαλινὸν, ἵππος ὡς δυσήνιος,
818 Οὔπω δακὼν ὀδοῦσιν ἔρχετ’ εὔδρομος, Πνέων δρόμον τε καὶ φάραγγας, καὶ βάθη, Θυμῷ σκοτώσας ὀμμάτων ὁδηγίαν. Ῥᾷον γάρ ἐστιν ἀρχόμενον ἄγξαι λόγῳ, Ἢ πρῶτον ἁρπάσαντα κατασχεῖν βίᾳ.
818 Αὐτὸς γὰρ αὑτὸν ἐκκᾴων οὐχ ἵσταται, Ἕως λογισμὸν κρημνίσῃ τὸν ἱππότην. Ἔπειτά μοι, τὸ αἶσχος ἡλίκον, σκόπει, Οἷον τίθησι τὸν κακῶς πεπληγότα. Τῶν μὲν γὰρ ἄλλων αἱ νόσοι καὶ λάθριοι,
818 Ἔρως, φθόνος, λύπη τε καὶ μῖσος κακόν·
819 Τινῶν δὲ φαίνοντ’ οὐδ’ ὅλως, ἤ τι βραχὺ, Ἀλλ’ ἔνδον εἰσὶν αἱ νόσοι κατάσχετοι. Τυχὸν γὰρ ἐκτάκειεν ἐν βάθει φρενὸς, Πρὶν καὶ γενέσθαι τοῖς ὁρῶσιν ἐκφανεῖς.
819 Κέρδος δὲ λανθάνουσα καὶ δυσπραγία. Θυμὸς δ’ ὅλον γυμνόν τε καὶ δῆλον κακὸν, Εἰκὼν προκύπτους’ οὐχ ἑκόντος σώματος. Εἴ σοί τις ὦπται τῶν ἁλόντων τῷ πάθει, Οἶδας σαφῶς ὅ φημι, καὶ γράψει λόγος.
819 Ἔσοπτρον ἐχρῆν ἑστάναι χολουμένοις, Ὡς ἂν βλέποντες, ἀλλὰ τὴν αὐτῶν ὕβριν Μικρὸν χαλῷεν, τοῦ πάθους ἐξ ὄψεως, Κατηγόρῳ σιγῶντι κάμπτοντες φρένα. Ἦ καὶ τόδ’ ἔστη, καὐτὸς ὑβριστὴς ὁ σὸς,
820 Ἐν ᾧ κατόψει σαυτὸν, εἰ σχολὴν ἄγοις. Πάθος γὰρ οἷς ἓν, κοινὰ καὶ συμπτώματα. Ὕφαιμον ὄμμα, καὶ θέσεις διάστροφοι, Τρίχες συώδεις, καὶ γένυς διάβροχος,
820 Ὠχρὰ παρειὰ, νεκρότητος ἔμφασις· Ἄλλων ἐρυθρὰ, καὶ μολιβδώδης τινῶν· Ὅπως ἂν, οἶμαι, καί τινα χρώσας τύχοι Ὁ μανιώδης καὶ κάκιστος ζωγράφος· Αὐχὴν διοιδῶν, ἐγκυλούμεναι φλέβες,
820 Πνοὴ λόγον κόπτουσα καὶ πυκνουμένη, Λυσσῶδες ἄσθμα, καὶ φρύαγμ’ ἀσχημονοῦν, Μυκτὴρ πλατύς τε καὶ πνέων ὅλην ὕβριν. Κρότοι τε χειρῶν, καὶ ποδῶν ἐξάλματα,
820 Κύψεις, στροφαὶ, γέλωτες, ἱδρῶτες, κόποι·
821 Τίνος κοποῦντος; οὐδενὸς, πλὴν δαίμονος. Νεύσεις ἄνω τε καὶ κάτω, λόγου δίχα, Γνάθοι φυσώμεναί τε καὶ ψοφούμεναι, Ὡς δή τις ἅλως· παιομένη τε δακτύλοις
821 Ἡ χεὶρ ἀπειλεῖ, καὶ ψόφων προοίμιον. Καὶ τἀπὶ τούτοις τίς παραστήσει λόγος; Ὕβρις, ἀραγμὸς, αἰσχρότης, ψευδορκίαι, Γλώσσης ζεούσης δαψιλῆ ῥαντίσματα, Οἷον θάλασσα, ἐξαχνιζούσης πέτρας.
821 Λέγει κακὸν τὸ μέν τι, τοῦδ’ ὁρμὴν ἔχει, Τῷδε στενοῦται, καὶ παραυτίκ’ ἀγνοεῖ. Καὶ τοῖς παροῦσιν ἠρεμοῦσι δυσφορεῖ· Ζητεῖ τὰ πάντα συνδονεῖσθαι τῷ κλόνῳ. Αἰτεῖ κεραυνοὺς, γίνετ’ ἀστραπηφόρος,
822 Αὐτῷ μένοντι δυσχεραίνει τῷ πόλῳ. Τὸ μέν τι ποιεῖ τῶν κακῶν, τῷ δ’ ἑστιᾷ Τὸν νοῦν. Φρονεῖ γὰρ, ὡς δράσας ἃ βούλεται. Κτείνει, διώκει, πυρπολεῖ. Τούτων δὲ τί;
822 Οὕτω τυφλόν τι καὶ μάταιον ἡ ζέσις! Ἄφωνός ἐστιν, ἀσθενὴς, βοηλάτης, Ῥήτωρ, Μίλων, τύραννος ἡμῖν ἀθρόως. Ὁ δυσγενής τε καὶ πένης, τὸν εὐγενῆ, Τὸν εὐποροῦντα, δυσγενέστατον καλεῖ,
822 Πένητα· δουλόμορφον, ἡ λώβη βροτῶν, Τὸν ἄνθος ὥρας· δυσκλεῆ τὸν εὐκλέα, Ὁ μηδ’ ὅς ἐστι, μήθ’ ὅθεν, λέγειν ἔχων. Οὐκ οἶδα κλαυθμὸς, ἢ γέλως τὸ δρώμενον.
822 Πᾶν ὅπλον ἐστὶ τῷ χόλῳ, καὶ μὴ παρόν.
823 Πίθηκός ἐστι, καὶ Τυφωεὺς γίγνεται. Ἀποστρέφει τὴν χεῖρα, κυρτοῖ δακτύλους, Ζητεῖ λόφον τιν’, ἢ τὸν Αἰτναῖον πάγον, Ὡς σφενδονήσων καὶ μακρὰν βίᾳ χερὸς
823 Ὁμοῦ βέλος τε καὶ τάφον τῷ δυσμενεῖ. Τί πῦρ ἐφέξει τὴν ὕβριν, χάλαζα τίς; Ὅταν κενώσῃ τῶν λόγων τὰς σφενδόνας, Αἱ χεῖρες εὐθὺς, ἀγχέμαχοι προσβολαὶ, Μάχη βία τε, καὶ κρατεῖ τοῦ δυσμενοῦς.
823 Ὁ δυστυχέστερός τε καὶ κρατούμενος. Ἧτταν γὰρ οἶδα τὸ κρατεῖν ἐν χείροσι. Ταῦτ’ οὐχὶ δαίμων; καὶ πέρα, πλὴν πτώματος. Καὶ πτώματ’ εἶδον ἔστιν ὧν δονουμένων, Ὅταν φέρωνται τῇ φορᾷ τοῦ πνεύματος.
824 Ταῦτ’ οὐκ ἀλλοτρίωσις ἐνδήλως Θεοῦ; Πῶς δ’ οὔ; Θεοῦ γὰρ τὸ πρᾶον καὶ ἥμερον, Οὗ καθυβρίζειν οὐ καλὸν τὴν εἰκόνα, Μορφὴν ἐπεισάγοντας ἀγνοουμένην.
824 Οὐδὲν τοσοῦτον ἡμῖν ἡ ἐμπληξία, Οὔπω τοσοῦτον αἱ νόσοι τῶν σωμάτων. Ταῦτ’ οὐχ ἑκόντων, ἀλλὰ δυστυχῶν πάθη, Εἰ καὶ πονηρὰ, καὶ παροῦσι δάκνομαι (Τὸ γὰρ παρόν πως τοῖς κακουμένοις πλέον)
824 Οἴκτου τε μᾶλλον ἢ κατάρας ἄξιον. Καὶ τῶν κακῶν τὸ δῆλον ἀσφαλέστερον· Τὸ δ’ οὐ δοκοῦσι προσπεσὸν, λυμαίνεται. Μέθη κακὸν μέν· πῶς γὰρ οὔ; τίς δ’ ἀντερεῖ;
824 Καὶ τοῦθ’ ἑκόντων· οἱ γὰρ ὧν ἐστ’ αἴτιον
825 Οὐκ ἀγνοοῦντες, ἀλλ’ ὅμως ἡττώμενοι, Αὐτοὶ προδήλως τοῦ κακοῦ γεννήτορες. Ἀλλ’ οὖν ἐκεῖ μὲν τοῦ κακοῦ τὸ δυσχερὲς, Γέλως, ὃν εἷς ἔπαυσεν ὕπνος αὐτίκα.
825 Θυμοῦ δ’ ὑπερκλύσαντος, εἰ χεῖρον, λέγε, Τὶ τῶν ἁπάντων οἶδας, ἤ τι φάρμακον; Ἄλλοις μέν ἐστιν εἰς φρένας πεσὼν Θεός· Θυμὸς δὲ πρῶτον τῷ Θεῷ φράσσει θύρας, Ἅπαξ ὑπερσχών· ἡ δ’ ὑπόμνησις Θεοῦ,
825 Χεῖρον· συνάπτει καὶ Θεὸν ταῖς ὕβρεσιν. Αὐτῷ λίθους ποτ’ εἶδον, ὢ δεινοῦ πάθους! Ῥιπτουμένους, κόνιν τε καὶ πικροὺς λόγους. Τῷ ποῦ, τίσι τε καὶ ὅπως ἁλωσίμῳ; Νόμοι παρωθοῦνται, οὐ διεγνώσθη φίλος,
825 Ἐχθρὸς, πατὴρ, γυνή τε, συγγενεῖς, ἴσα.
826 Μιᾶς φορᾶς ἅπαντα, χειμάῤῥου θ’ ἑνός. Ἢν καί τις ἐνστῇ, τὸν χόλον μεθείλκυσεν Εἰς αὑτὸν, ὥσπερ θηρίον ψοφήμασιν, Αὐτός τε χρῄζει συμμάχων ὁ σύμμαχος.
826 Τούτοις μὲν οὖν μάλιστα κάμπτεσθαι λόγοις· Οὐ γὰρ δεήσῃ πλειόνων, ἂν εὖ φρονῇς. Εἰ δ’ ἔστ’ ἐπῳδῆς χρεία σοι καὶ μείζονος, Βίους σκόπει μοι τῶν πάλαι καὶ τῶν νέων, Ὅσοι ποτ’ ἔσχον ἐκ τρόπου παῤῥησίαν,
826 Τίνες μάλιστα προσφιλέστατοι Θεῷ Τί πρῶτον, ἢ μέγιστον ἐξησκηκότες, Μωσῆς ἐκεῖνος, Ἀαρὼν, οἱ φίλτατοι, Δαυὶδ, Σαμουὴλ, εἶτα Πέτρος ὕστερον; Οἱ μέν γε μαστιχθεῖσαν Αἴγυπτον τόσαις
826 Πληγαῖς ἀσωφρόνιστον εἶχον· ἀλλ’ ὅμως
827 Φειδοῖ προσήγονθ’ ὡς τὸ Φαραὼ θράσος, Ἕως ἐπεκλύσθησαν ἐκ τῆς ὕβρεως, Οἷς μὴ τὸ μακρόθυμον ἤνεγκεν σέβας, Ὡς ἂν μάθωσι πάντες αἰδεῖσθαι τόδε.
827 Κρεῖσσον θρασὺν γὰρ ἢ πρᾶον περιφρονεῖν. Αἰνῶ Σαμουὴλ, ὅς ποθ’ ὕβριν δυσφορῶν, Ῥήξαντος αὐτῷ τὴν διπλοΐδα τοῦ Σαοὺλ, Εἶτ’ ἀξιωθεὶς, ὥς γε συγγνώμην ἔχειν, Ἀφῆκεν εὐθὺς τῷ λόγῳ τὴν αἰτίαν.
827 Τούτου τί δ’ ἂν γένοιτο ἡμερώτερον; Δαυὶδ ὑπομνήσθητι, καὶ τῶν κρουμάτων, Ἐξ ὧν πονηροῦ πνεύματος Σαούλ ποτε
828 Ἠλευθέρωσεν· εἶτ’ ἀγνώμονος τυχὼν, Φεύγων, ἀλύων τὸν περὶ ψυχῆς δρόμον, Δοθέντος αὐτῷ τοῦ Σαοὺλ ἐφείσατο (Καὶ τοῦτο δ’ ἴστε), καὶ μόγις σεσωσμένος.
828 Ἡ διπλοῒς γνώρισμα τῆς ἐξουσίας Κεκαρμένη, φακός τε τοῦ κράνους κλαπείς. Τί δεῖ λέγειν τὸν υἱὸν ὡς ἠνέσχετο, Τὸν πατροφόντην, καὶ τύραννον ἀπρεπῆ; Ὅπου γ’ ἐκεῖνον καὶ κλάει τεθνηκότα,
828 Θρήνοις τε πολλοῖς ἀνακαλεῖ καὶ γόοις, Τὸν μηνυτήν τε τοῦ πάθους ἀμύνεται,
828 Ὥσπερ λαβών τιν’ ἐχθρὸν, οὐκ εὐάγγελον;
829 Ἡ γὰρ φύσις ἔμπροσθε τῶν ἐγκλημάτων Ἔστη, λαβοῦσα τὸν τρόπον συνήγορον· Ὡς καὶ προσάντης τῷ στρατῷ κατασταθεὶς, Μικροῦ γενέσθαι τοῦ κράτους ἀλλότριος.
829 Τί δ’; οὐ τὸν ὑβριστὴν Σεμεεὶ ἐκαρτέρει. Δύσφημον ὄντα τῷ κλέει τῆς εἰσόδου; Πέτρου δὲ δῆτα τοῦ σοφοῦ τεθαύμακα, Ὡς μακροθύμως καὶ λίαν νεανικῶς Ἤνεγκε Παύλου τὴν καλὴν παῤῥησίαν
829 (Καὶ ταῦτ’ ἐν ἄστει τηλικούτῳ καὶ τόσοις Ἐπαινέταις τε καὶ μαθηταῖς τοῦ λόγου), Ὡς συντράπεζος οὐ καλῶς ἦν ἔθνεσιν, Εἰ καὶ τόδ’ ᾤετ’ ὠφελήσειν τὸν λόγον. Ἦν γὰρ τὸ κινοῦν καὶ μόνον Θεοῦ φόβος,
830 Ἢ τοῦ λόγου τ’ ἔλλαμψις ἐκ κηρύγματος. Οὐκ ἂν παρέλθοιμ’ οὐδὲ τὸ Στεφάνου καλὸν, Ὃν οἶδ’ ἀπαρχὴν μαρτύρων καὶ θυμάτων. Λίθοις ἐχώννυτ’· ἀλλ’ ὅμως, τοῦ θαύματος!
830 Μέσος λιθασμοῦ, φθόγγος ἐξηκούετο, Αὐτός τε συγχώρησιν, ὡς εὐεργέταις, Διδοὺς λιθασταῖς, τὸν Θεόν τ’ αἰτούμενος. Ταῦτ’ οὐ προδήλως τῆς Θεοῦ τυπώσεως, Καὶ τῶν ἐκείνου καὶ παθῶν καὶ δογμάτων,
830 Ὃς ὢν Θεός τε καὶ κεραυνῶν δεσπότης, Ὡς ἀμνὸς ἤγετ’ εἰς σφαγὴν ἀφωνίᾳ; Ἐμπτυσμάτων τε καὶ ῥαπισμάτων ὅσων Ἠνέσχετ’! ἄχρις ὠτίου πεπληγότος
830 Τὸ χρηστὸν οἶδε Μάλχος. Οὐκ ἐκραύγασεν
831 Ἐνδεικτικόν τι καὶ γέμον παῤῥησίας Οὐδ’ εἴριξέν τι. Τὸν κακίᾳ τεθλασμένον, Ἄκλαστον ἔσχε. Τὴν φρενὸς κουφὴν φλόγα Σβέσειν λέγει μὲν, ὡς δὲ χρηστὸς φείδεται,
831 Ὡς ἂν κρατήσῃ τῷ πράῳ τὸ συγγενές. Τοιαῦτα καὶ τοσαῦτα τοῦ σοῦ Δεσπότου. Οἷς, ἄν τι πάσχοις, ἀντισηκώσεις τὰ σὰ, Κἂν πάνθ’ ὑποστῇς, τὸ πλέον λελείψεται· Εἴπερ τὸ πάσχειν κρίνεται πρὸς ἀξίαν.
831 Ἀρκεῖ τάδ’ ἡμῖν εὐγενῆ παιδεύματα, Πλακῶν νόμοι τε καὶ τρόποι τῶν ἐξ ὄρους, Εἰ δεῖ τι τούτοις προστεθῆναι καὶ νόθον; Καὶ χεῖρον οὐδέν· ὥς τι κἂν τοῖς χείροσι Τῶν κρεισσόνων τε καὶ φίλων δρεψώμεθα.
831 Ὧν γὰρ κρατεῖν καὶ σφόδρα, οὐ σφόδρ’ αἰνετὸν, Τούτων κρατεῖσθαι καὶ λίαν, πόσον κακόν!
832 Μεμνήσομαι δὲ καί τινων, καὶ συντόμως. Παίειν ἔμελλεν ὁ Σταγειρίτης τινὰ, Λαβὼν ἐπ’ αἰσχροῖς καὶ κακοῖς ἐγκλήμασι· Θυμοῦ δ’ ἐπεισελθόντος ἡνίκ’ ᾔσθετο,
832 Ἔστη παλαίων τῷ πάθει, ὡς δυσμενεῖ. Μικρὸν δ’ ἐπισχὼν, εἶπεν (ὢ σοφοῦ λόγου!) «Καινὸν πέπονθας. Προστάτην ἔσχες χόλον· Εἰ μὴ γὰρ ὀργὴ, κἂν δαρεὶς ἀπηλλάγης. Νῦν δ’ αἰσχρὸν ἦν μοι τῷ κακῷ πλήττειν κακὸν,
832 Κρατεῖν τε δούλου τοῦ πάθους ἡσσώμενον.» Οὕτως ἐκεῖνος. Τὸν δ’ Ἀλέξανδρον λόγος, Εἰπόντος αὐτῷ Παρμενίωνός ποτε, Πόλιν τίν’ ἐξελόντι τῶν Ἑλληνίδων, Εἶθ’ ὃ δρᾶσαι χρὴ πολλάκις σκοπουμένῳ,
832 Ὡς, εἴπερ ἦν ἐκεῖνος, οὐκ ἐφείσατο·
832 «Ἀλλ’ οὐδ’ ἔγωγ’ ἂν, εἴπερ ἦν, φάναι, σύγε.
833 Σοὶ μὲν γάρ ἐστιν ὠμότης, τὸ δὲ πρᾶον Ἐμὸν, φυγεῖν τε τὴν πόλιν τοὺς κινδύνους.» Κἀκεῖνο δ’ οἷον, ὡς ἐπαίνων ἄξιον; Ἐλοιδόρει τις τὸν μέγαν Περικλέα,
833 Πολλοῖς ἐλαύνων καὶ κακοῖς ὀνείδεσι (Τῶν οὐδὲ τιμίων τις), ἄχρις ἑσπέρας. Ὁ δ’ ἡσυχῆ τὴν ὕβριν, ὡς τιμὴν, φέρων, Τέλος καμόντα καὶ βαδίζοντ’ οἴκαδε Προὔπεμψε λύχνῳ, τὸν χόλον τ’ ἀπέσβεσεν.
833 Ἄλλος δ’ ὑβριστὴν, πλουσίαις ἐφ’ ὕβρεσι Προσθέντ’ ἀπειλήν· «Ὡς ὀλοίμην παγκάκως, Εἰ μὴ κακὸν κακῶς σε κτείναιμι σθένων.» Τούτοις ἀμείβεθ’ ὡς φιλανθρώποις λόγοις· «Κἀγώ γ’ ὀλοίμην, εἴ σε μὴ θείην φίλον.»
833 Κωνστάντιον δὲ (καὶ γὰρ εἰπεῖν ἄξιον, Ὡς μὴ τὰ πρόσθεν τυγχάνῃ λόγου μόνα,
834 Περιφρονῆτέ θ’ ὧνπερ αὐτοὶ μάρτυρες), Φασί ποτ’ εἰπεῖν ἄξιον μνήμης λόγον Τίς δ’ ἦν; ἐκεῖνον τῶν τις ἐν τέλει ποτὲ, Παρώξυν’ ἡμῖν, οὐ φέρων τιμωμένους
834 Τιμαῖς τοσαύταις (καὶ γὰρ εὐσεβέστατος, Εἴ πέρ τις ἄλλος βασιλέων, ὧν ἴσμεν, ἦν)· Πολλοῖς δ’ ἐπειπὼν καί τινα τοιοῦτον λόγον· «Τί τῆς μελίσσης ἐστὶν ἡμερώτερον; Ἀλλ’ οὐδ’ ἐκείνη τῶν τρυγώντων φείδεται·»
834 Ἤκουσε· «Πῶς οὐκ οἶδας, ὦ βέλτιστε σὺ, Ὡς οὐδ’ ἐκείνῃ κέντρον ἐστὶν ἀσφαλές; Παίει μὲν, αὐτὴ δ’ εὐθέως ἀπόλλυται.» Τοσαῦτ’ ἔχεις σὺ τοῦ πάθους τὰ φάρμακα, Πάντων δὲ μεῖζον, ὧν ἔφην, τὴν ἐντολὴν,
834 Ἣ μηδὲ τὸν πλήσσοντα ὑβρίζειν ἐᾷ.
834 «Οὐ γὰρ φονεύσεις,» τοῖς πάλαι τεταγμένον·
835 Σοὶ μηδὲ χολοῦσθαί ἐστιν ἐντεταγμένον, Μή τοί γε παίειν, μήτε δὴ τολμᾷν φόνον. Τὸ πρῶτον εἴργων, οὐκ ἐᾷ τὸ δεύτερον Τὸ σπέρμ’ ἀναιρῶν, τὸν στάχυν κεκώλυκε.
835 Τὸ μηδ’ ὁρᾷν κάκιστα, μοιχείας τομή. Τὸ μηδ’ ὀμνύειν, φάρμακον ψευδορκίας. Τὸ μηδὲ θυμοῦσθ’, ἀσφάλεια πρὸς φόνον. Σκόπει γὰρ οὕτω· θυμὸς ἐκπέμπει λόγον, Λόγος δὲ πληγὴν, ἡ δὲ πληγὴ τραύματα·
835 Ἐκ τραυμάτων δὲ τὸν φόνον γινώσκομεν. Θυμὸς πατὴρ πέφηνε τοῦ πικροῦ φόνου. Τοῦ μὴ φονεῦσαι τίς ποτ’ ἤνεγκε γέρας; Τὸ μηδὲ θυμοῦσθ’ ἐστὶ τῶν αἰνουμένων· Τοῦ μέν γ’ ὁ μισθὸς, ἡ φυγὴ τοῦ κινδύνου·
835 Τούτου δ’ ἀμοιβὴ, γῆς μέρος τῆς τιμίας. Ἄκουε Χριστοῦ, τοῖς πράοις ἃ βούλεται
836 Ἐν τοῖς μακαρισμοῖς, οἷς ἀπηριθμήσατο, Τὰ μέτρ’ ὁρίζων τῶν ἐκεῖθεν ἐλπίδων. Τούτου χάριν σοι καὶ νόμους τοίους γράφει. Παίῃ παρειάν; πῶς δὲ τὴν ἄλλην ἐᾷς
836 Ἄκαρπον; εἰ μὲν οὐχ ἑκοῦς’, οὔπω μέγα Πέπονθε, μεῖζον δ’, ἢν θέλῃς, τὶ λείπεται Καὶ τὴν ἑκοῦσαν πρόσθες, ὡς ἔμμισθος ᾖ. Χιτῶνα γυμνοῖ; προστίθει καὶ δεύτερον, Ἔσθημ’ ἂν ᾖ σοι καὶ τρίτον, γυμνωσάτω
836 Τούτων ἔχεις τὸ κέρδος, ἂν πρόῃ Θεῷ. Ἂν λοιδορώμεθ’, εὐλογῶμεν τοὺς κακούς· Ἂν ἐκπτυώμεθ’, ἐκ Θεοῦ τιμὴν ἔχειν Σπεύδωμεν. Ἐκδιωκόμεθ’; οὔτι καὶ Θεοῦ; Τοῦτ’ οὐκ ἀφαιρετόν γε τῶν πάντων μόνον.
836 Ἄν τις καταρᾶται, σὺ προσεύχου τοῦδ’ ὕπερ.
836 Δράσειν ἀπειλεῖ; ἀνταπείλει καρτερεῖν.
837 Ἔργων ἔχεται· σὴ πρᾶξις ἡ εὐπραξία. Δύω γὰρ οὕτω τὰ κράτιστα κερδανεῖς· Αὐτός τ’ ἄριστος τοῦ νόμου φύλαξ ἔσῃ, Κἀκεῖνον ἕξεις τῷ πράῳ τῷ σῷ πρᾶον,
837 Ἐχθρὸν μαθητὴν, οἷς κρατεῖ νικώμενον. Ὁρᾷς; μάλιστα μέν σε μὴ χολᾷν θέλει· Τοῦτο γάρ ἐστι καὶ τὸ ἀσφαλέστατον· Εἰ δ’ οὖν, προλύειν ἑσπέρας τὴν ἔκστασιν Δύεσθ’ ἐπ’ ὀργῇ μὴ δέχου τὸν ἥλιον·
837 Εἴτ’ οὖν, ὃς ἐκτὸς ὀμμάτων πέμπει βολάς, Εἴτ’ οὖν, ὃς ἔνδον τοῖς σοφοῖς αὐγάζεται. Δύει γὰρ οὗτος τοῖς πεπληγόσι φρένας, Ὡς τοῖς ἀρίστοις καὶ καλοῖς ἐκλάμπεται, Πλεῖον τὸ λάμπειν τοῖς βλέπουσιν ἐνδιδούς.
837 Τί δ’; οὐ φύσις δέδωκε, φησὶ, τὸν χόλον; Καὶ τὸ κρατεῖν γε τοῦ χόλου. Λόγον δὲ τίς;
838 Τίς δ’ ὄψιν, ἢ τίς χεῖρας, ἢ ποδῶν βάσιν; Θεὸς τὰ πάντα καὶ φύσις, πλὴν εἰς καλόν. Σὲ δ’ οὐκ ἐπαινῶ μὴ καλῶς κεχρημένον. Οὕτως ἔχει καί τ’ ἄλλα τῆς ψυχῆς πάθη.
838 Δωρήματ’ ἐστὶν ἐκ Θεοῦ, κινούμενα Λόγου ποδηγίᾳ τε καὶ στρατηγίᾳ. Ζήλου μὲν ὅπλον θυμὸς ἐμμέτρως πνέων· Πόθου δὲ χωρὶς οὐχ ἁλώσιμος Θεός. Λογισμὸν οἶδα τῶν καλῶν διδάσκαλον.
838 Εἰ δ’ εἰς τὰ χείρω ταῦτα τὴν ῥοπὴν ἔχοι. Ὁ μὲν χέων ὕβριν τε καὶ μοχθηρίαν, Ὁ δ’ εἰς κακίστας ἡδονὰς οἰστρηλατῶν, Ὁ δ’ οὐ κατάγχων ταῦτα, καὶ πλοκὰς στρέφων, Οὕτω τὰ καλὰ γίγνεται τοῦ φθορέως.
838 Θεοῦ δὲ δῶρον οὐ καλὸν κακῷ φύρειν.
838 Θεὸν δ’ ἀκούων ἐν Γραφαῖς χολούμενον,
839 Ἣ πάρδαλίν τιν’, ἣ παροιστρῶσαν πόθῳ Ἄρκτον, ζέοντα ἐκ μέθης καὶ κραιπάλης, Ἣ καὶ μάχαιραν τοῖς κακοῖς στιλβουμένην. Μὴ τοῦτο ποιοῦ τοῦ πάθους παρήγορον
839 ᾯ προσπλακείς· ζητεῖς γὰρ οὐ λύσιν κακοῦ Καλῶς ἄκουε, μὴ κακῶς, τοῦ πράγματος. Πάσχει γὰρ οὐδὲν ὧν ἐγὼ πάσχω Θεός. Μή τις τοῦτ’ εἴπῃ· καὶ γὰρ οὐδ’ ἐξίσταται Αὐτός ποθ’ αὑτοῦ. Ταῦτα γὰρ τοῦ συνθέτου,
839 Καὶ τῶν μάχεσθαι ἠργμένων ἐκ πλείονος. Ὁ δ’ ἔστι, τοῦτ’ εὔδηλον, ἄτρεπτος φύσις. Πῶς οὖν τυποῦται ταῦτα; τῆς τροπῆς νόμοις. Πῶς; δειματῶσαι τῶν ἁπλουστέρων φρένας, Ὥσπερ τὰ πολλὰ τῶν λόγῳ δηλουμένων.
840 Ἀντιστροφὴν νόει γὰρ, καὶ τὸ πᾶν ἔχεις. Ἐπεὶ γὰρ αὐτοὶ πλήσσομεν χολούμενοι, Χολᾷν τὸ πλῆσσον τοὺς κακοὺς ἐγράψαμεν, Ὡς ὄψιν, ὦτα, χεῖρας ἐξευρήκαμεν,
840 Οἷς χρώμεθ’ αὐτοὶ, τῷ Θεῷ δεδωκότες, Ἐπάν τι τούτων, ὡς δοκεῖ, ἐργάζεται. Ἔπειτ’ ἀκούεις τοὺς κακοὺς, οὐ τοὺς καλοὺς, Ὀργῇ Θεοῦ πάσχειν τι καὶ δίκης νόμοις· Ὁ σὸς δὲ θυμὸς οὐ μέτροις ὁρίζεται.
840 Πάντας δ’ ἴσους τίθησι. Μὴ τοίνυν λέγε Ὡς ἐκ Θεοῦ σοι, καὶ Θεοῦ τὸ σὸν πάθος. Ἢ καὶ φρονεῖς σύ γ’ ὡς Θεὸν μιμούμενος; Ζήλωσον, ἀλλὰ τὴν νόσον γ’ αὔραις δίδου.
840 Εἴ που δ’ ἀνέγνως εὐσεβῶν ἀνδρῶν χόλους,
841 Πάντας δικαίους εὗρες. Οἶμαι δ’ οὐ χόλους, Κακοῖς δὲ πληγὰς ἐνδίκως κινουμένας. Οὔπω γὰρ ἦν ἐκείνοις ἡ πληγὴ κακόν· Πληγαὶ δ’ ἐκείνοις σφόδρα συμφορώτατον,
841 Χρῄζουσι πολλῆς τοῦ βίου καθάρσεως, Ῥάμνου σίδηρον ὀξὺν ἐκκαλουμένης, Νόμου τε πρόσθεν, καὶ πρὶν ἰσχύσαι νόμον Οὔπω τελείως τοῖς τότ’ ἐῤῥιζωμένον. Οὕτω μὲν οὖν σὺ τὴν νόσον κατασβέσεις,
841 Τούτοις τε σαυτὸν ἐκμαλάσσων τοῖς λόγοις, Ὡς οἱ κατεπᾴδοντες ἀσπίδων γένους Οἴσεις δὲ δὴ πῶς; τοῦτο γάρ σοι δεύτερον. Μή που, πυρὸς πῦρ ἐκκαῇ χόλου χόλος· Ἴσον γάρ ἐστιν αὐτὸν ἄρξασθαι κακοῦ,
842 Ἄλλῳ τε κινηθέντι συμπαθεῖν κακῶς. Πρῶτον μὲν εὐθὺς πρὸς Θεὸν κατατρέχων, Αἰτῶν τε τὴν χάλαζαν ἐκτρίψαι κακῶς, Ἡμῶν δὲ φείδεσθ’ οὐδὲν ἠδικηκότων·
842 Σταυρῷ τε σημειούμενος παραυτίκα, Ὃν πάντα φρίσσει καὶ τρέμει, ᾧ πάντοτε Πρὸς πάντας οἶδα προστάτῃ κεχρημένος· Ἔπειτα σαυτὸν εὐτρεπίζων πρὸς πάλην Τοῦ τὸν χόλον κινοῦντος οὐ χολουμένου,
842 Ὡς ἂν κρατήσῃς τοῦ πάθους ὡπλισμένος. Τὸ μὲν γὰρ οὐχ ἕτοιμον οὐδ’ ἀνθίσταται· Ὃ δ’ ηὐτρέπισται, τοῦτο καὶ νικᾷν σθένει. Τὸ δὲ κρατεῖν τί; τὸ κρατούμενον φέρειν
842 Τρίτον σεαυτὸν μὴ μεγίστων ἀξιῶν,
843 Εἰδὼς ὅπως προῆλθες, ἢ καταστρέφεις· Ὡς μὴ ταράσσῃ τὸ παρ’ ἀξίαν πνέειν. Τὸ γὰρ ταπεινὸν καὶ φέρει νικώμενον. Οὐ κάμπτεται δὲ τὸ σφόδρ’ ἐξωγκωμένον.
843 Σποδὸν δὲ, καὶ γῆν, καὶ σκιὰν καλουμένους Αὐτοὺς ὑφ’ αὑτῶν οἶδα τοὺς Θεῷ φίλους, Ὡς ἄν τι συστέλλωσι τῆς ἐπάρσεως. Σὺ δ’, ὡς ἄριστος, τὰς ὕβρεις ἀπαξιοῖς; Μὴ καὶ δίκας ὄφλῃς γε τοῦ φρονήματος.
843 Πῶς δ’ ἂν παθῶν ἔργῳ τι τῶν οὐχ ἡδέων Στέρξαις, ὃς οὐδὲ ῥήματ’ εὐπετῶς φέρεις; Τέταρτον, εἰδὼς οὐδὲν ὄντα τὸν βίον, Ἀλλ’ οὐδὲ κριτὰς ἀπλανεῖς τῶν πραγμάτων Ἅπαντας ὄντας τῶν καλῶν ἢ μὴ καλῶν·
843 Στροβούμενον δὲ καὶ περιπλανώμενον
844 Τὸ πλεῖον ἡμῶν, ὦ ’γάθ’, ἐν τοῖς πλείοσι. Ἃ μὲν γὰρ ἡμῖν αἰσχρὰ οὐχὶ καὶ Λόγῳ· Ἃ δ’ οὐκ ἔμοιγε, ταῦτα τῷ Λόγῳ τυχόν. Ἕν ἐστι πάντως αἰσχρὸν, ἡ μοχθηρία,
844 Τὸ δοξάριον δὲ τοῦτο, καὶ τὸ εὔπορον, Ἥ τ’ εὐγένεια, παιδίων ἀθύρματα. Ὥσθ’ οἷς μὲν ἄχθομ’, ἐντρυφᾷν ἐχρῆν ἴσως· Οἷς δ’ ὀφρυοῦμαι, καὶ ταπεινοῦσθαι πλέον, Ἢ νῦν ἐπαίρομ’ οὐ καλῶς φυσώμενος.
844 Πέμπτον, λογισμῷ μείζονι χρησώμεθα. Ὡς εἰ μὲν οὐκ ἀληθὲς οὐδὲν, ὧν λέγει, Ὁ τῷ χόλῳ ζέων τε καὶ τυφλούμενος, Οὐδὲν πρὸς ἡμᾶς· εἰ δ’ ἀληθεύει λέγων, Ἐμαυτὸν ἠδίκηκα, καὶ τί μέμψομαι
844 Τὸν ἐκλαλήσανθ’ ἃ πρὶν ἦν κεκρυμμένα;
845 Χόλος φυλάσσειν πίστιν οὐκ ἐπίσταται Ὃς γὰρ καθίστατ’ οὐδ’ ἀληθὲς πολλάκις, Πῶς ἂν κατάσχοι μοι χόλος μυστήριον; Ἔπειτ’ ἐκεῖνο σωφρονήσεις ἐννοῶν,
845 Ὡς εἰ μὲν οὐδέν ἐστιν ἡ ζέσις κακὸν, Οὐδ’ ἐγκαλεῖν δίκαιον· εἰ δ’ ἔστι κακὸν, Ὡς ἔστι, καί σοι φαίνεται, μὴ αἰσχρὸν ᾖ Πάσχειν, ἃ τοῦ πάσχοντος εἶ κατήγορος, Καὶ μὴ τὸν ἐχθρὸν λαμβάνειν παραινέτην;
845 Εἶτ’ εἰ μὲν ἔστι πρόσθεν οὐκ αἰνούμενος Οὗτος, ὁ νῦν ζέων τε καὶ πνέων θράσος, Καὶ νῦν προδήλως ἀντὶ σοῦ μεμφθήσεται. Εἰ δ’ ἂν καλῶν τις, οὐ σὺ δόξεις σωφρονεῖν. Πρὸς γὰρ τὸ κρεῖσσον ἡ ῥοπὴ τῶν πλειόνων.
845 Ἀλλ’ εὖ πέπονθε; πλεῖον ἐγκληθήσεται.
846 Ἀλλ’ ἠδίκησέ ς’; αὐτὸν οὐ δράσεις κακῶς. Ἀλλὰ σχεθήσετ’; ἂν δὲ πλεῖον ἐκμανῇ. Ἀλλὰ προήρξατ’; ἀλλὰ κλασθήτω τάχος Τῷ σῷ λόγῳ τε καὶ τρόπῳ περιτραπεὶς,
846 Ὥσπερ τι κῦμα λυθὲν ἐν χέρσῳ τάχος, Ἢ καὶ ζάλη τις οὐκ ἔχους’ ἀντίστασιν. Ὕβρις τάδ’ ἐστίν; ὕβρις, ἢν συνεκπέσῃς. Ἢ καὶ νοσοῦσιν ἀντιλοιδορήσομεν; Τῶν δαιμονώντων οὐ φέρεις τὴν ἔνστασιν;
846 Τούτων λέγω δὴ τῶν ὑλακτούντων βίᾳ. Τοὺς ἔκφρονας δὲ καὶ δεινῶς μεμηνότας; Ἂν εὖ φρονῇς γε· τοὺς μεθυπλῆγας δ’ ἔτι, Ὧν τὴν φρόνησιν ἡ μέθη κατέκλυσε. Τί δ’ εἰ κύων σοι προσδράμοι λύσσης γέμων;
846 Τί δ’ ἂν κάμηλος φυσικῆς ἐξ ὕβρεως
847 Βροντῶσα λαιμῷ, καὐχέν’ ἐκτείνουσά σοι, Στήσῃ παλαίων; ἢ τὸ φεύγειν σώφρονος; Τί δ’ εἴ σε πόρνη τοῖς ἑαυτῆς αἴσχεσι Βάλλοι; σύνηθές ἐστι γὰρ πόρναις τόδε,
847 Αἷς ἐστι δεινὸν αἶσχος, αἶσχος εἰδέναι, Τέχνην ἐχούσαις μηδὲν αἰσχύνεσθ’ ὅλως. Ὁ δ’ ἐκ Σινώπης προσιὼν ταῖς ἐκ στέγους, Ὕβριζε ταύτας, ὡς λόγος· τί μνώμενος; Φέρειν τὰς ὕβρεις εὐκόλως ταῖς ὕβρεσι.
847 Ταῦτ’ ἐννοῶν σὺ τὰς ὕβρεις ἀτιμάσεις. Εἴπω τι καὶ τεχνικὸν, οὐ μὴν ἄξιον Τοῖς τὸ πρᾶον τιμῶσιν· ἀλλ’ ὅμως ἐρῶ. Σβεστήριον γάρ ἐστι τῆς ἀηδίας. Πύκτας ποτ’ εἶδες; ὡς τὸ πρῶτον ἡ στάσις
847 Τούτοις ἀγώνισμ’ ἐστὶν, ὑψηλὴν λαβεῖν;
848 Οὐ γὰρ μικρόν τι τῷ κρατεῖν συνεισφέρει. Οὕτω θέλησον αὐτὸς ἣν λῷον λαβεῖν. Ἡ δ’ ἔστι τὸν λυσσῶντα βάλλειν παιγνίοις. Γέλως μέγιστον ὅπλον εἰς ὀργῆς μάχην.
848 Ὡς οἱ κεινὴν πέμποντες ἀθληταῖς χέρα Ὁρμήματι σφοδρῷ τε καὶ μεμηνότι Κάμνουσι πλεῖον τῶν πονούντων σωμάτων (Κράτημά τ’ οὐκ ἔντεχνον ἰσχύος κλάσις)· Οὕτως ὃς ὑβρίζει μὴ χολούμενόν τινα,
848 Ἀλλ’ ἐκγελῶντα τὴν μάχην, ἀλγεῖ πλέον. Τὸ δ’ ἀντιπῖπτον καί τιν’ ἡδονὴν φέρει. Πλείων γὰρ ὕλη τῷ χόλῳ καθίσταται, Λίαν γλυκεῖ τε καὶ ἀπλήστῳ πράγματι. Ἐκεῖνό σοι γένοιτο τῆς βουλῆς τέλος.
848 Τί τὸ πρᾶον μάλιστα τῶν ὄντων; Θεός.
849 Τίς δ’ ἡ χολώδης φύσις; ὁ βροτοκτόνος. Ὀργήν γέ τοι γίνωσκε καὶ καλούμενον, Πρὸς αἷς καλεῖται κλήσεσι πονηρίας. Τούτων ἑλοῦ τιν’ ἣν θέλῃς μοῖραν σύγε·
849 Ἄμφω γὰρ οὐκ ἔνεστι. Καὶ τοῦτο σκόπει· Τίς μὲν γελᾶται, τίς δὲ τῶν αἰνουμένων; Μικρὸν γὰρ οὐδὲ τοῦτο τοῖς σκοπουμένοις. Τὸ λοιπὸν, ὁρκίζω σε τῶν κακῶν φίλον, Τὸν δυσμενῆ συνήγορον καὶ προστάτην,
849 Οἰδοῦντα καὶ διδοῦντα ταῖς ᾅδου πύλαις, Εἶξαι Θεῷ τε καὶ Λόγῳ τὸ σήμερον, Θυμὲ, ζέσις, πλήρωμα τοῦ βροτοκτόνου, Αἶσχος προσώπου ἐμφανὲς, φρενῶν ζάλη,
850 Μέθη μύωψ, κρημνιστὰ, ταρταρηφόρε. Ὦ πνευμάτων λεγεὼν, κακὸν σύνθετον, Δεσμοὺς διασπῶν καὶ πέδας σὺν ἅμμασιν, Χριστός σε βούλεθ’, ὃν τὸ πᾶν τόδ’ οὐ φέρει,
850 Αὐτὸς φέρει δ’ οἴαξιν ἀπταίστως τὸ πᾶν, Νωμῶν βροτῶν τε καὶ τῶν ἀγγέλων βίον, Ὃς καὶ πονηρῶν πνευμάτων λύσιν φέρει Παθῶν τε, τοῖς καλοῦσιν αὐτὸν ἐκτενῶς, Οὗτός σε βούλετ’ ἔνθεν ὡς τάχος φυγεῖν·
850 Τῶν σῶν συῶν πλήρωσον εἰσελθὼν βάθη· Δέξονθ’ ἑτοίμως εἰς βυθὸν πεσούμενον. Ἡμῶν δ’ ἀπόσχου τῶν Θεῷ μεμηλότων.
850 Καὶ ταῦτα σιγῆς· οἱ δὲ λύσαντες λόγον,
851 Εἰ μέν τοι τούτων ἄξιον φθέγγοισθ’ ἔπος, Φθέγξασθε κἀμοί· εἰ δὲ σιγῆς, οὐκ ἐμοί. Καὶ ὦτα δήσω τοῖς λόγοις, ὥσπερ λόγον.
851 Κϛʹ. Εἰς εὐγενῆ δύστροπον.
851 Αἵματος ἐξ ἀγαθοῦ τις, ἅπαν κακὸν, ἀνδρὶ γένος μὲν Οὐ τῶν εὐπατέρων, τἄλλα δὲ θαυμασίων, Προύφερε τοὺς προγόνους. Καὶ ὃς μάλα ἡδὺ γελάσσας, Εἶπε λόγον μνήμης ἄξιον, ὡς «Τὸ γένος Ἔστιν ὄνειδος ἔμοιγε, γένει δὲ σύ.» Τοῦτο φύλασσε
851 Ὡς μὴ τῆς ἀρετῆς ἄλλο τι πρόσθεν ἄγοις. Εἰ σοῦ τις τὸ δυσειδὲς ἐκέρτομεν, ἢ τὸ δυσῶδες, Εἶπες ἂν, ὡς «Ὁ πατὴρ ἦν καλὸς, ἢ μυρίπνους;» Εἰ δέ σέ τις ὡς δειλὸν ἐπέσκωπτεν καὶ ἄνανδρον·
852 «Ὡς πρόγονοι πολλὰς εἷλον ὀλυμπιάδας;» Οὕτω, εἴ σε κακόν τις ἐλέγχει καὶ ἀνόητον. Μή μοι τοὺς πατέρας, μηδὲ τὰ νεκρὰ λέγε. Χρυσόδετον κιθάρην τις ἔχων, ἔκρεξε κάκιστον.
852 Ἄλλος ἀπ’ εἰκαίης εὐγενὲς ἧκε μέλος. Τίς τούτων, ὦ λῷστε, ἀμείνων σοι κιθαριστής; Ὃς σώζει τεχνικοῖς κρούμασιν ἁρμονίας. Ἀλλὰ σὺ χρυσῶν μὲν πατέρων ἔφυς, ὥς σε λέγουσιν, Αὐτὸς δ’ οὐκ ἀγαθός. Εἶτα μέγα φρονέεις;
852 Τοῦτό γέ σοι λαμπρὸν γένος ἐστὶν, οἱ προπάλαιοι Νεκροὶ, καὶ μύθων πλάσματα, καὶ γραΐδες; Παίζεις. Πρὸς σὲ δ’ ἔγωγε βλέπω μόνον, εἰ δίκαιός τις
852 Ἣ κακός. Ἡ δ’ ἀρχὴ, πηλὸς ἅπαντες ἴσος.
853 Δέρματα πάντες ὅμοια, φυσώμεθα δ’ οἱ μετέωροι, Πλούτῳ καὶ δόξῃ, καὶ πατρίσι μεγάλαις. Ὥστε τί μοι τὰ περισσὰ, πατὴρ, γένος; Οὔτε με μῦθοι Τέρπους’, οὔτε τάφοι. Ἀλλ’, ἀγαθὲ, σὲ βλέπω.
853 Εἷς χοῦς πάντες, ἑνὸς πλάστου γένος. Ἡ δὲ τυραννὶς Εἰς δύο τὰ θνητῶν ἔσχισεν, οὐχὶ φύσις. Δοῦλος ἐμοὶ πᾶς σκαιός· ἐλεύθερος, ὅστις ἄριστος. Εἰ δὲ σὺ τύφον ἔχεις, τοῦτο τί πρὸς τὸ γένος; Ἡμιόνοις τί πατήρ ποθ’ ὁ κάνθων ἐστὶν ὄνειδος;
853 Οὐδέν. Τίς δέ τ’ ὄνοις δόξα παρ’ ἡμιόνων; Οἱ δ’ ἀετοὶ τίκτουσι, καὶ οὓς ῥίπτουσι νεοσσούς. Ὥστε τί μοι πατέρας, σαυτὸν ἀφεὶς, σὺ λέγεις; Κρεῖσσον ἄριστον ἐόντα κακὸν γένος, ἠὲ κάκιστον Ἔμμεναι εὐγενέτην· καὶ ῥόδον ἐκ τραχέος
854 Ἐβλάστησε. φυτοῖο, ῥόδον γε μέν. Εἰ δ’ ἀπὸ γαίης Ἦλθες ἄκανθ’ ἁπαλῆς, τοῦ πυρὸς ἄξιος εἶ. Πῶς σὺ κάκιστος ἐὼν, τόσσον φρονέεις προγόνοισιν, Ὦ κάνθων μυλικὲ, ἵππιον ὕψος ἔχων;
854 ΚΖʹ. Περὶ τοῦ αὐτοῦ.
854 Εἴ σοι πίθηκον εἰς λέοντα σκευάσας Σπουδῇ προσῆγον, ἆρ’ ἂν ᾐδέσθης ἰδών; Καὶ πῶς; τί δ’ εἴ σοι κύκνος ἠγωνίζετο Δοκεῖν ὁ πάντ’ αἴσχιστος ὀρνίθων κόραξ,
854 Χρωσθεὶς τὸ λευκόν; ἢ γελοῖος ἦν πλέον; Ἔμοιγε φαίνετ’. Εἰ δ’ ὁ δυσγενὴς τρόπον Φρυάσσετ’ εὐγένειαν, αἰδεσθήσομαι; Οὐ δὴ γὰρ εἰκὼ τὴν γεγραμμένην πλέον Τῆς τοῦ πνέοντος ἀνδρὸς, εἰ καὶ λάμπεται.
854 Ἄλλοι γραφέσθων· ὁ τρόπος δ’ ἐμοὶ γένος.
855 Τί ταῦτα, καὶ τί πάσχετ’, ὦ θνητὸν γένος; Ἵππος μὲν οὐδεὶς, ὅστις οὐχ ἵππος φύσει, Οὐδ’ ὄρνις, ὅστις οὐ πτερῷ κουφίζεται. Βοῦν δ’ εἰσιδών τις εἶπε, Δελφὶς τοῦτό γε;
855 Ὅπερ δ’ ἕκαστόν ἐστι, καὶ γνωρίζεται. Δύω δὲ ταῦτα τῆς βίου κωμῳδίας. Κατηστέρισται ζῶον ἐν γῇ κείμενον, Καὶ γράμμα ποιεῖ τὸν κάκιστον εὐγενῆ. Ἵππον τιν’ ὠνῇ τὸν καλόν τε καὶ ταχὺν
855 Ἢ τὸν κακὸν μὲν, ἐκ γένους δὲ γνωρίμου; Τὸν καλὸν, οἶδα. Τοὺς κύνας δ’, οὐ τοὺς ταχεῖς; Οὕτω. Τί δ’, οὐχ ἅπαντα τὸν αὐτὸν τρόπον; Τὰ πάνθ’ ὁμοίως. Σὺ δέ μοι κάκιστος ὢν,
856 Καλεῖς σεαυτὸν εὐγενῆ; Ληρεῖς μάτην. Ἡ σπάρτος ὀρθὸν δεξάτω, καὶ πείθομαι. Σὺ δυσγενῆ με, κἂν ἐλεύθερον, καλεῖς. Ἐγὼ γελῶ σου τὴν νόσον, εἰ κάκιστος ὢν
856 Οἴει καλύψειν τῷ γένει τὸ δύστροπον. Ὁ πλοῦτος ἔκριν’ εὐγενεῖς, οὐχ ὁ τρόπος, Τυχόν γε τοὺς ἀφ’ ὧν σύ. Θὲς καὶ τὸν τρόπον· Τί τοῦτο πρὸς σὲ τὸν κάκιστον εὐγενῆ; Τὸν εὐγενῆ μὲν, δυσγενῆ δὲ τῷ τρόπῳ,
856 Νεκρὸν νομίζω τῶν καλῶν ὀδωδότα. Μί’ εὐγένεια, τὸν τρόπον χρηστὸν φέρειν.
856 ΚΗʹ. Κατὰ πλουτούντων
856 Φεῦ, φεῦ, ὅσων γέμουσιν οἱ κακοὶ κακῶν!
857 Ἀλλ’ οὐδὲ τοῦτ’ ἴσασιν οἱ τρισάθλιοι, Ὡς ἄν τι καὶ λάβοιεν εἰς σωτηρίαν, Λόγον τιν’, ἢ σύμβουλον, ἢ μνήμην Θεοῦ· Ἃ πάντα φάρμακ’ ἐστὶ τοῖς πεπληγμένοις.
857 Ἀλλ’ εὐσθενοῦσιν, ὡς δοκοῦς’. Οἰκτροῦ πάθους! Ὡς οἱ παραπλῆγές τε καὶ μεμηνότες, Ἰσχὺν νομίζειν τὴν νόσον καὶ τῶν φρενῶν. Ἵπταντ’, ἀροῦσιν, ἄπτεροι, βοῶν δίχα. Βοηδρομοῦσιν, ἡ φάλαγξ δ’ οὐ πλησίον·
857 Πλέουσιν οὐ πλέοντες, ἀθλοῦσιν μόνοι, Πλουτοῦσι, βασιλεύουσι, νικῶσι δίκας. Ἅπαντα ταῦτα τῆς νόσου. Πείθει δέ τις; Κακόν τι λήψῃ πρόσθεν, ἢ πείσεις λέγων,
858 Ὡς φαρμάκων χρῄζουσι τῆς ἀῤῥωστῖας. Τίς γὰρ, νομίζων μὴ νοσεῖν, ἀλλ’ εὐσθενεῖν, Ἢ φαρμακεύετ’, ἢ ζητεῖ σωτηρίαν; Τοῦτ’ ἔστι τοῦ νοσοῦντος, ἀλλὰ μετρίως.
858 Ὅστις δὲ τὸν δίκαιον οἴεται νοσεῖν, Πότ’ ἂν δέξαιτο τοῦ πάθους παρήγορον; Πλουτεῖς· βιάζῃ γειτονεῖν σοι μηδένα. Ζητεῖς ἔχειν ἄρουραν· ἡ δὲ πλησίον Οὐ σή· τὸ πρᾶγμα συμφορά. Χρὴ σοῦ μόνου
858 Τὴν ὄψιν εἶναι. Δεινὸν, εἰ τὸ σῶμά σοι Κόπτοιτο. Ἧλος ὀμμάτων τὸ τοῦ πέλας. Ὡς εἴθε καὶ γένοιτο. Ἦ γὰρ ἂν τυχὸν
858 Ἔστης ἀεὶ τὸ πλεῖον ἐκκαρπούμενος,
859 Ὡς φλόξ τις, ἢ χείμαῤῥος, ἢ λοιμοῦ νόσος, Μέσου κρατοῦντος οὐδενός. Ὥς μοι δοκεῖς Οὐδ’ ἡντινοῦν ὄνησιν οὐδὲ σῶν ἔχειν, Εἰ μή τι προσγένοιτο τῶν ποθουμένων.
859 Εἶθ’ ἡ συνεργὸς τῆς χερὸς συκοφαντία. Ὕβρισμ’; ἔχω χρήστην σε, πράκτορ’ εὐθέως, Στρέβλαι, τὰ δεσμά· φείδεται τοῦ σώματος Ὁ πένης· δίδωσι πάντα, σωθῆναι θέλων. Εὔψυχός ἐστιν, οὐχ ἑκὼν, ἐν οἷς ἔχει.
859 «Τί δ’; οὐ πολιτείας σὺ καὶ ναυαρχίας Ὑπεύθυνος; σὺ δ’ οὐχὶ τοῦ λῃστοῦ φίλος;» Λέγει τὸν οὐκ ὄνθ’, ὡς φοβήσας κερδαίνειν. «Ὁ βοῦς δέ σοι πῶς τοῖς ἐμοῖς ἐνύβρισεν; Ἥδ’ ὕβρις, εἰπέ; Μεῖζον ἐβρυχήσατο,
859 Πένητος ὢν, καὶ ταῦτα ὡς μάχης ἐρῶν,
860 Ἢ καὶ νενίκηχ’. Ἡ δὲ τῶν δίνδρων σκιὰ Ὑπερκύπτουσα τοῖς ἐμοῖς λυμαίνεται. Ὁ παῖς δέ σου προσῆλθε τῷ ’μῷ χωρίῳ. Ἐπίσχες, ἢ τοῦτο δράσειν μαρτύρεται.»
860 Οὕτως ἀπῆλθε βοῦς, ὁ παῖς, τὸ κηπίον. Ταῦθ’ ἡ τυραννίς. Ἂν δὲ καὶ σοφὸς κακὸς Τύχῃ τις ὢν, τὸ πλάσμα πειθανώτερον. Ἄλλους ἀνείργει (σχῆμα προστάτου λαβὼν), Ποιεῖν κακόν τι, καὶ σκέπει δουλούμενος.
860 Ἔπειτα θοινᾶθ’, ὡς λέων ζώου τινὸς Θῆρας διώξας, οὐ φιλανθρωπεύεται, Ἀλλ’ αὐτὸς αὑτῷ θήραν ὡς ῥᾴστην ἔχει. Τί κάμνεθ’; ἀπλοῦν ἐστιν, ἀρκεῖσθ’ οἷς ἔχεις. Τῆς δ’ οὐ μετρητῆς κτήσεως μέγας πόνος,
860 Μάχαι, δίκαι, σοφίσμαθ’, αἱ ψευδορκίαι
861 Εἰ μηδὲν ἄλλο, φροντίδες, ὥσπερ ζόφοι; Τούτοις ἀεί τι προσφέρους’ ἀλλότριον. Οὐδ’, εἰ τραπέζης ἀξίωμ’ ἔχων ἴσον, Ἄπληστος ἦσθα, καὶ βαρὺς τοῖς συμπόταις,
861 Πάντων ἀμέτρως χερσὶν ἐμφορούμενος, Ἐπῄνεσάν σε; Μή τι δὴ τῆς κτήσεως; Ὡς τό γ’ ἄπληστον πανταχοῦ βδελυκτέον Σοὶ δ’ οὐχὶ φαίνετ’ ἐγκεχωσμένῳ φρένας. Τὸ μὲν γὰρ ἔστι, τοῦ δ’ ἐρᾷς, τὸ δ’ ἤλπισας·
861 Τοῦ δ’ εἰσὶν οἱ προμνήστορες καὶ μαστροποὶ, Ὥς εἰσιν ἄλλοι τῆς νόσου τῶν σωμάτων. Σέβεις δὲ χρυσόν. Ἡ δὲ σητῶν βρώματα Ἐσθὴς τέθαπται. Τῶν δὲ σιτώνων ἀεὶ
862 Πλήρης. Καπηλεύεις δὲ τὰς ἀκαιρίας. Οἱ μὲν στένουσι, τοὺς δ’ ἔχουσιν ἐλπίδες. Κοῦφον γάρ ἐστιν ἐλπὶς ἡμέρας ὄναρ. Τοὺς μὲν σφραγίζεις, τοὺς δ’ ἀνοίγεις εὐστόχως·
862 Ὅπως δ’ ἂν, οἶμαι, καὶ τὰ τοῦ καιροῦ ῥέῃ. Φεῦ, φεῦ, πενήτων συλλέγεις τὰς συμφορὰς, Ἀλλοτρίαν κάκωσιν ἐκκαρπούμενος, Ἄλλην ἄρουραν τὸ στενὸν ποιούμενος! Τίς ταῦτα, κἀκ τίνων σύ; καὶ θαῤῥῶν πόθεν;
862 Ὃν ἡ παροῦσα νὺξ ἴσως ἕξει νεκρὸν, Μέσων ἀναρπάξασα τῶν ποθουμένων. Ὡς ἔστι δεινὸν, καὶ τὰ πάντα πλουσίως
862 Ἄλλων διδόντων, σώματ’, οὐσίας, Θεῷ
863 Παρ’ οὗ τὰ πάντα, σὲ ζητεῖν ἔχειν δέον. Ὡς ἂν λάβῃς τί; δεινὰ θησαυρίσματα, Ὄγκον τραπέζης, καὶ στενοῦ λαιμοῦ χάριν, Εἰς ὃν τὰ πάντα συντρέχει φροντίσματα,
863 Οἴδημα γαστρὸς, τὴν κόρου τ’ ἀῤῥωστίαν (Οὗτοι γάρ εἰσιν οἱ τόκοι τῆς πλησμονῆς), Οἴκους περιττοὺς, καὶ κενοὺς τῷ πλείονι, Χρυσωρόφους τε, πλαξί τε στιλβομένους, Παῖδας γυναικῶν εἴδεσι κοσμουμένους,
863 Σκιάσματα, ψυκτῆρας, ἐκμεθύσματα, Συνῳδίας τε καὶ κρότους ὁμοῤῥόθους, Ὑφ’ ὧν τὸ κάλλος φθείρεται τῆς εἰκόνος, Λαμπρὸν φυσᾶσθαι καὶ μέγιστον ἐν πόλει Ὑψαυχενοῦντα, καὶ θρόνων αὐχεῖν κράτος,
864 Θρόνους, φθόνου πάλαισμα καὶ τυραννίδος. Ἄλλος γὰρ ἄλλον οὐκ ἐᾷ φρονεῖν μέγα, Ὑπερφέρων τε καὶ πλέον γαυρούμενος, Ὥσπερ δράκοντος ἐπιῤῥέουσαι φωλίδες.
864 Εἶεν· τί λοιπὸν ἔστι σοι τῶν τιμίων, Θρύψις γυναικῶν ἐν λίθοις καὶ χρυσίῳ, Διαπλόκοις τε καὶ πλοκῆς ἀλλοτρίοις; Δεσμοί τε χειρῶν καὶ ποδῶν, τερπνὸν βάρος, Ἐξ ὧν τὸ κάλλος οὐ καλῶς σπουδάζεται,
864 Πολλοῖς ἀρέσκειν ἀῤῥένων ἀσκούμενον; Τί δ’ ἄλλο; παῖδας εὐπόρους λιπεῖν ἴσως, Καὶ τῆς πατρῴας ὕβρεως ἐπιστάτας; Ἦν ἄν τι τούτων, εἰ συνήντων ἐλπίδες.
864 Νῦν δ’ οὐδὲ χοῦν τις οἶδεν, οἷ λυθήσεται,
865 Οὔθ’ οἷ προβήσεθ’ ἡ βλάβη τῆς κτήσεως. Σὺ μὲν πονεῖς τε μακρὰ, κἀγρυπνεῖς ἴσως, Νύκτας συνάπτων ἡμέραις ἐν φροντίσιν, Ὡς πλεῖον εἶναι τὸ στενὸν τῆς τέρψεως·
865 Τοκογλυφεῖς τε καὶ τρέφεις τόκοις τόκους, Ἐν δακτύλοις τε τοὺς τόκους ἀεὶ φέρεις. Τάδ’ οὔτε σοὶ φυλάσσετ’, οὔθ’ οἷς ἤλπισας· Ἀλλ’ ἔστιν, ὧν πέρ ἐστι, καὶ ξένων τυχόν. Ἀσπαστὸν ἦν ἄν· νῦν δ’ ἴσως καὶ δυσμενῶν,
865 Οἵ σου κατηγοροῦσι καὶ τῶν σῶν καλῶν, Οὓς οὔποτ’ ἠξίωσας οὐδὲ κλάσματος. Τούτων τυχόν τις τῶν κακῶς πεπονθότων, Ὃς ἦρδεν ἁλμυρῷ σε τῷ ποτίσματι, Οἶκόν τε τὸν σὸν, ἐν γόοις καὶ δάκρυσιν,
866 Οὗτος τραφήσετ’ ἐν πόνοις ἀλλοτρίοις, Ἀλεκτρυὼν παχύς τε καὶ βλέπων ἄνω, Πόλλ’ οὐκ ἐπαινῶν τῶν γε νῦν τυπουμένων· Ὃς οὐδὲ ἄρτον, εἰ τύχοι, διακλάσει
866 Τῷ κληρονόμῳ σου τῶν κενῶν φαντασμάτων. Πρὸς ταῦτα, εἴ τι περινοεῖς, προσλάμβανε. Στρέβλου, βιάζου, μηδὲν ἐλλείπῃς κακὸν, Γῆς καὶ θαλάσσης ἐξερευνάσθω βάθη. Ξέειν’, ὃ δὴ λέγουσι, καὶ νεκρῶν τρίχας,
866 Θύειν σαγήνῃ, προσκυνεῖν τὴν δεξιὰν, Ἥ σοι τοσοῦτον χρυσίον συνήγαγεν. Ἅπαντα ποιοῦ τοῦ λαβεῖν κατώτερα, Ἐχθροὺς, φίλους τε, συγγενεῖς, εὐεργέτας.
866 Οὐδὲν διοίσει ταῦτα τῇ ἀμπώτιδι,
867 Ἢ καὶ Χαρύβδει τῇ ῥοφούσῃ τοὺς στόλους. Μικρόν τι καὶ ὁ πλοῦτος ἐκβλυσθήσεται, Ὥσπερ κόρου τις φόρτος εἰς ἄνω ῥυείς. Μικρὸν μενῶ τι, καὶ προσέρχεθ’ ἡ δίκη,
867 Κρεῖσσον μὲν, εἰ νῦν· εἰ δὲ μή γ’, εἰς ὕστερον. Καλῶς πένεσθαι κρεῖσσον, ἢ πλουτεῖν κακῶς, Ταπεινὸν εἶναι μᾶλλον. ἢ φυσώμενον, Εὐεξίαν δοκοῦντα τὴν ἀῤῥωστίαν. Ἦ πάντ’ ἔδει σοι χρυσὸν, ὡς Μίδᾳ ποτὲ
867 Φασὶ, γενέσθαι, ὡς τὰ Μίδου καὶ πάθοις, Ἔχων δίκαιον λιμὸν ἐξ εὐχῆς κακῆς. Διψάς τίς ἐστι τῶν ἐχιδναίων γενῶν, Τούτων, ὅς’ ἡ ἔρημος Αἰγύπτου. φέρει. Ταύτης τὸ τύμμα οἷον, ἡ κλῆσις λέγει.
868 Τὸ θηρίον γὰρ τοῦ πάθους ἐπώνυμον. Πίνων διόλλυθ’, ὃς τὸν ἰὸν ἔσπασεν· Εὑρών τι ῥεῖθρον, χανδὸν ἐμπεσὼν ὅλος, Ἕως τὸν εἴσω φόρτον ἐκρήξῃ πότῳ.
868 Ὁμοῦ δὲ τὸ ζῇν καὶ τὸ δίψος ἐσχέθη. Οὐκ οἶσθα τοῦτο, φίλτατ’, οὐδ’ ἀκήκοας, Ὡς ἄρτον ὗσεν οὐρανὸς λαῷ ποτε, Περῶντι τὴν ἔρημον εἰκὸς ἄτροφον, Δῶρον δαψιλὲς, ὡς Θεοῦ, καὶ ἄφθονον;
868 Ἀλλ’ οὖν ἔκειτο τοῖς ἀμέτροις καὶ δίκη. Ἔπωζεν εὐθὺς τὸ πλέον· μέτρον γὰρ ἦν Ἡ χρεία τοῦ δωρήματος. Τοῦτ’ οὖν ἀεὶ Πάσχειν ἕκαστον τῶν ἀδίκων ἔνδικον,
868 Ψοφεῖν ποθοῦντας, ἢ συνόζειν οἷς κακῶς
869 Ἔχουσιν. Οὕτως ἂν μόνως ἦσαν σχετοί. Τί δ’ οὐ τὸ σῶμα τοῖς θέλουσιν ἐνδίδως; Τί δ’ οὐχὶ καὶ λῄσταρχον ἀσπάζῃ βίον, Τοιχωρυχεῖς τε καὶ διοχλίζεις τάφους.
869 Εἴ σοι τὸ πλουτεῖν καὶ μόνον σπουδάζεται, Τοῦ πῶς δ’, ὅθεν τε, μηδὲ εἷς ὅλως λόγος; Κάλλους μὲν εἶναι μέτρον, εἶναι δ’ ὄψεως, Δρόμου, σθένους τε καὶ μελῶν, καὶ ἁλμάτων, Λόγων τε, μόχθων τ’· ἔργον οὐχ ἁρπάγματος
869 Κτήσει δὲ μηδὲν μέτρον· ἀλλ’ ἔχειν ξένον Τὰ τοῦ καμόντος καὶ καλῶς κεκτημένου, Ἢ καὶ πατρῷον κλῆρον εὖ δεδεγμένου·
870 Καὶ τοῦτ’ ἐς μικρὰν ἔστιν οἷς βίου πνοὴν, Τὸν οὐδ’ ἔχοντα γνῶσιν ὧν κέκτητ’ ἴσως. Μὴ σοὶ μόνῳ δοθήσετ’ ἡ οἰκουμένη; Κἂν ταῦτα δῶμεν, οὔτι καὶ λειφθήσεται;
870 Τί οὖν δράσεις; σὺ σπουδάσεις καὶ ταῦτ’ ἔχειν; Ἀεὶ μογήσεις, τῷ λείποντι γὰρ πένης. Ἀλλὰ σχεθήσῃ; τοῦτο καὶ νῦν δοξάτω. Τῶν σῶν ἔχεις ὄνησιν· εἰ δ’ ἄμετρος εἶ, Ἰὸν τόδ’ ἴσθι προστιθεὶς οἷς νῦν ἔχεις,
870 Καὶ φλὸξ ἀκάνθαις, ὃ προσέρχεται κακῶς, Οἷς δ’ ἂν προσέλθῃ, ταῦτα καὶ συνόλλυται.
870 Ὡς οὐ μαραίνει δίψαν ἐξ ἅλμης ποτὸν,
871 Οὐδ’ ὄψις ἐμμένουσα τῷ ποθουμένῳ Τὸ φίλτρον, ἀλλὰ διπλασίως ἐξάπτεται· Οὕτω τὸ ληφθὲν τοῖς ἀπλήστοις φάρμακον, Ἀεὶ καθίστατ’ εἰς ὄρεξιν πλειόνων.
871 Γνώμην ἔδωκ’ ἂν τοῖς ἀπραγμονεστέροις, Ἢ τοῖς πένησι, συμφέρειν τι τοῖς κακοῖς, Ὡς θηρσὶ βρῶσιν, ἢ χοὰς τοῖς δαίμοσιν, Ἃς προσφέρουσιν οἵ γε δεισιδαίμονες, Εἰ, τοῦτ’ ἐχόντων, ἠρεμεῖν ἐμέλλομεν.
871 Ὧδ’ ἄν τι καὶ πένητας οἷόν τ’ ἦν ἔχειν, Ἀεὶ τρέμοντας τῶν κακῶν καὶ τὰς σκιάς. Νῦν δ’ οἶδα πάντων φάρμακον, πλὴν τῶν κακῶν· Λιμοῦ δίαιτα, πλησμονῆς τὸ ἐνδεὲς, Ὕδρωπος ἡ κένωσις, ὀφθαλμοῦ σκότος,
871 Πένθους λογισμὸς ἢ φίλος, λύπης χρόνος·
872 Τοῖς δυσπλοοῦσι, πυρσὸς ἢ λιμὴν φανεὶς, Κόποις, ἄλειμμα· τοῖς πονηροῖς δ’ οὐδὲ ἓν, Πλὴν τοῦ Θεοῦ τε καὶ δίκης καὶ τραυμάτων· Ἀλλ’ οὐδὲ ταύτης αἰσθάνονθ’ οἱ δυσσεβεῖς.
872 Ἡ πλησμονὴ γὰρ καὶ δίκης καταφρονεῖ. Ζόφῳ καλύπτει τὰς φρένας ὁ συνεργάτης, Χαλκοῖ τὸ νῶτον, ὡς ἀνήλατος σαφῶς, Ἄκμων σιδήρῳ, τῇ κακώσει γίνεται. Πρὸς τὰ παραδείγματ’ εὐθέως ἀνατρέχει.
872 Τί τοῦτο, Χριστέ; πῶς δέδωκας τοῖς κακοῖς Τὰ τῶν ἀρίστων ἔστιν ὧν προσκρούσματα, Ὡς ἄν τιν’ εὑρίσκουσι τοῦ τρόπου φυγήν; Καλὸν μὲν οὐδεὶς, καὶ πλέον, λογίζεται, Κακὸν δὲ, καὶ μικρόν τι, γίνεται πίναξ
872 Τοῖς ἀφρονεστέροις τε καὶ κακωτέροις.
873 Καλοῖς σίδηρος, κηρὸς ἐν τοῖς χείροσιν Εἰσὶ, τὸ χεῖρον ῥᾳδίως τυπούμενοι. «Οὐ σωφρονῶ· τί δ’; ἄλλος οὐχ εὑρίσκεται Τοιοῦτος;» Οἴμοι! καὶ σοφῶν λέξει τινά.
873 «Κτείνω· τί δ’; οὐχὶ κἀνθάδ’ εὑρεθήσεται Τῶν τις παλαιῶν, ἢ νέων; Πλουτῶ κακῶς· Ἔθνη δέ τ’ ἄλλος καὶ πόλεις ἐκτήσατο. Ὅρκου δέ τις οὐκ οἶδεν ἄρνησις πόσον Χείρων;» Ἔπειτ’ ἄρνησις ἐπλάσθη τινὸς,
873 Εἰς συγκάλυψιν τραυμάτων ἐλασσόνων. Πρὸς ταῦτα καί τι μυθολογῆσαί σοι θέλω, Εἰ δεῖ τι παίζειν ἐν μέσῳ τῶν συμφορῶν, Μῦθον πρέποντα τοῖσδε τοῖς σοφίσμασι. Τὴν γλαῦκ’ ἐπέσκωπτέ τις· ἥδ’ ἐφύγγαν
873 Τῶν σκωμμάτων ἕκαστον εὐστόχῳ λόγῳ·
874 «Ὅσον κάρηνον! —Τοῦ Διὸς δὲ πηλίκον! — Ἡ γλαυκότης δέ! —Τοῦτο τῆς Γλαυκώπιδος. — Φθέγγῃ δύσηχον. —Ἡ δὲ κίττα καὶ πλέον. — Τὸ λεπτόπουν πῶς; —Ψὴρ δέ σοι τί φαίνεται;»
874 Ἐπεὶ δὲ πάντα διέδρασε ῥᾳδίως, Ἑνὶ κρατεῖται, καὶ σοφή περ οὖς’ ὅμως. «Ἀλλ’, ὦ σοφὴ, σκόπησον, ὡς τούτων μὲν ἓν Ἑνὶ πρόσεστι, σοὶ δ’ ἅπαντα καὶ λίαν· Γλαυκὴ, δύσηχος, λεπτόπους, βαρύκρανος.»
874 Τούτοις ἀπῆλθεν ἐντραπεῖς’ ἡ φιλτάτη. Σὺ δ’ οὐδὲ τοῦτο, ἀλλὰ κἀν μύθῳ πολὺ Ἔστι τις ὄρνις σῆς φρενὸς σοφώτερος. Ἑνὸς τὰ πάντα· τοῦτό σου τὸ δυσχερές. Ὡς ἓν μὲν ἁρπασθέντα, καί που δεύτερον
874 Πταῖσαί τι, καὶ μικρόν τι, συγγνώμην ἔχει.
875 Δώσω τι μικρὸν καὶ σκότῳ τοῦ σώματος. Τὸ παντελῶς ἄπταιστον ἐν Θεῷ μόνῳ Τὸ δ’ ἐκ προνοίας, καὶ φρονοῦντα τῷ κακῷ, Καὶ πολλάκις τε καὶ κακῶν τὰ μείζονα
875 Πταίειν, ἀναισχυντοῦντα καὶ γελώμενον, Καὶ μηδὲ πληγαῖς σωφρονίζεσθαι θέλειν, Αἷς καὶ τὰ πάντα ἄθλι’ ἐκπαιδεύεται, Γυμνῇ δὲ χωρεῖν τῇ κεφαλῇ πρὸς κινδύνους, Τοῦτ’ ἔστιν ἡ δεινή τε καὶ κακὴ νόσος.
875 Τὰ σὰ σκόπει σὺ, καὶ τὰ προστεταγμένα, Τί πρακτέον σοι, καὶ τί σοι μὴ πρακτέον. Καιροῦ δ’ ἐκεῖνα καὶ τύπου σκόπει τίνος; Ἡ πίστις ἤρχεθ’· ὥσπερ οὖν τοῖς νηπίοις Ἔδει ποδηγίας τε καὶ λεπτῆς τροφῆς·
876 Τοῦτ’ ἦν ὃ καὶ πταίουσι συγγνώμης μετῆν Σοὶ δ’ οὐκ ἔτ’ ἔστι, τοῦ λόγου πεπλησμένου, Καὶ πολλὰ Χριστοῦ σοῖς κακοῖς πεπονθότος Ἀλλ’ ἡ τίσις μενεῖ σε τῶν ἐπταισμένων·
876 Ἐπταισμένων τί φημι; τῶν νῦν δρωμένων Ἔχει δὲ πολλὰς κἀνθάδ’ ἡ δίκη λαβάς (Οὔπω λέγω σοι τὰς ἐκεῖθεν ἐλπίδας)· Οἶκος, γυνή σοι, παῖδες, εἴ τι φίλτατον, Εἴπερ μενεῖς σύ γ’ ἀλλὰ τούτοις δεξιὸς,
876 Ἡ κτῆσις αὕτη, τὸ τρυφᾷν παῤῥησίᾳ, Τὸ σῶμα πάντων ἔσχατον. Ταῦτ’ οὖν ἔχω Ζωῆς τοσοῦτον φόρτον, ἀσφαλῶς πλέε. Τί δ’; οὐχὶ καί σοι καὶ νόσοι καὶ συμφοραί;
876 Πένης τε καὶ ἄοικός ἐστί σοι βίος
877 Πάλιν πλέκῃ σὺ τοῖς ἀλλοτρίοις κακοῖς· Τί σοι τόδ’ ἐστὶ τἀμὰ δυστυχήματα, Ὡς ἂν καλέσαις αὐτός· Ἢ σὺ καὶ πονῶν, Ἤλγεις ἂν ἧττον, συγκάμνοντος τοῦ πέλας
877 Ἔπειτ’ ἄκουσον, ὡς τὸ πάσχειν οὐκ ἴσον· Τούτων τὰ μὲν δέδρακα, οὐ πένονθ’ ἐγώ· Τὸ γὰρ πένεσθαι καὶ πλανᾶσθ’ ἑκουσίως Ποθῶ, τὸ δεσμῶν τυγχάνειν ἐλεύθερος, Μηδ’ ἐνθάδ’ εἶναι τὴν ἐμὴν κατοικίαν.
877 Σοὶ ταῦτα φίλτατ’, ἀλλ’ ἐμοὶ τἀναντία. Παῦσαι λέοντι μέτρα κέρκωπος φέρων. Ταῦτ’ οὖν νομίζεις συμφοράς; ὦ συμφοράς! Τοῖς δ’ ἄχθομαι μέν (καὶ γὰρ οὐκ ἀρνήσομαι, Ἔχω τι κἀγὼ τοῦ χοὸς καὶ τοῦ ξύλου,
878 Καὶ τῆς ἐκεῖθεν ἡδονῆς, ἄνθρωπος ὤν)· Ἀλλ’ οὖν φέρω τε καὶ στέγω πάσχων τόδε. Ἐμοῦ τὸ πάσχειν κρεῖσσον ἢ σοῦ τὸ σθένειν. Ἔπειτα τοῦτο συνδιασκεψώμεθα.
878 Ἄμφω κακούμεθ’· ἀλλὰ σοὶ μὲν τοῦ τρόπου Δίκη τὸ πάσχειν· ὁ τρόπος κατήγορος, Τὸ πικρὸν ἔνδον καὶ σαφὲς κριτήριον. Ἐμοὶ δέ τις κάθαρσις ἡ μοχθηρία, Καὶ τῆς τυχούσης αἰθάλης· οὔπω λέγω
878 Πεῖράν τιν’ εἶναι καὶ πάλην τὸ δυσχερὲς, Ὡς ἂν κρατήσας καὶ τύχοιμι τοῦ στέφους. Τί ταῦτα; τίς σοι τῶνδ’ ὄνησις τῶν λόγων; Ἰατρὸν οὐδεὶς εὖ φρονῶν σοφίζεται·
878 Ἢ λήσεθ’ οὕτω τῇ νόσῳ διαφθαρείς.
879 Δύω νοσήματ’, ἢ καταφρονεῖν Θεοῦ, Ἢ συμπνιγέντα τοῖς κακοῖς, ἀπ’ ἐλπίδος Ἔχειν τὸ χρηστόν. Ἀλλ’ ἐμὸν δέξαι λόγον. Τούτων πάθοις σὺ μηδέτερον· ἴσον κακὸν
879 Περιφρόνησις, κἀπόγνωσις ἐλπίδος. Κριτὴς μέν ἐστιν, ἀλλὰ καὶ πατὴρ Θεός· Δέδοικας ὡς κρίνοντα, ὡς χρηστῷ δέ γε Θάῤῥησον· εἰπὲ τὴν νόσον, σωτηρίαν Αἴτει, δίδου τε δάκρυον τοῖς τραύμασι.
879 Δὸς καὶ πένησι, τοῖς καλοῖς σου προστάταις, Οἳ πλουσίως χαρίζονθ’ ὧνπερ χρῄζομεν Ἡμεῖς, τὸν οἶκτον ἐκ Θεοῦ τάς τ’ ἐλπίδας· Δὸς δ’, εἰ δίδως, τῶν σῶν τι· τοῖς ἀλλοτρίοις Μήτε τράπεζαν μήτε τὸν πτωχὸν σκέπειν.
880 Ὁ μὲν γάρ ἐστι πλάσμα τῆς τοῦ Θεοῦ χερὸς, Ὥστ’ οὐκ ἄτιμος· ἡ δὲ καὶ σεβασμία. Μή μοι τὸ θεῖον ὡς δικαστὴν ἄθλιον Ὑπόσπα, μὴ καί σοι πλέον χολώσεται.
880 Κλέπτειν διδάσκεις τὸν κλοπῆς ἀναιρέτην; Εἰ μέν σε πείθω, κρεῖσσον· εἰ δὲ μηδέπω, Τὸ γοῦν τυραννεῖν ὀψὲ γοῦν στῆσόν ποτε (Κόρος δὲ πάντων καὶ καλῶν καὶ χειρόνων)· Καὶ τοῦτο τῶν σῶν αἰνέσω· τοῖς γὰρ κακοῖς
880 Μέγιστόν ἐστι καὶ στάσις πονηρίας. Εἰ μὲν δέχῃ τοῦτ’· εἰ δὲ μὴ, σὲ μὲν τάφου Μνήσω, τὸ πάντων τῶν κακῶν ἐστιν πέρας, Ὃν πᾶσιν ἕξεις ἶσα, κἂν Ἡρακλέους
880 Στήλας παρέλθῃς, καὶ πύλας τὰς Κασπίας,
881 Τὰ τῶν συνοίκων κτώμενος καὶ γειτόνων· Ὃν ἄλλος, οἴομ’, ἐξολεῖ τοῦ σοῦ τρόπου, Τὸ λοξὰ βαίνειν ἐκ πορείας σῆς ἔχων, Χείρων μαθητὴς τοῦ σοφοῦ διδασκάλου·
881 Καὶ τῆς ἀπευκτῆς τοῖς πονηροῖς ἡμέρας, Καθ’ ἣν ζόφοι τε καὶ φλόγες, καὶ τάρταροι, Εἴσπραξις ὄντες τῶν κακῶν τῶν ἐνθάδε, Τὴν εἰκόνα ζητοῦντες ἐγκεχωσμένην Ταῖς τοῦ δράκοντος καὶ πολυτρόπου πάγαις,
881 Γεύοντος ἡμᾶς τῆς κακίστης ἡδονῆς. Ἐγὼ δ’ ὅπως φύγοιμι τὴν μοχθηρίαν Ζητῶ, τίσι πτεροῖς τε καὶ τίσι βυθοῖς Γῆς ἢ θαλάσσης, ἢ τίσι σοφίσμασιν, Εἰς ποῖον ἐλθὼν τέρμα τῆς οἰκουμένης,
881 Τίνα ζόφον πρόβλημα ἢ νέφος λαβὼν,
882 Ποίαις τὸ Θεῖον ἐκθεραπεύσας λιταῖς; Ὡς ταῦτα τρία πανταχοῦ, χρόνος, τόπος, Ἁμαρτίας τε τῆς κακῆς ῥᾴστη τύχη· Στήσω νόμον τὸν θεῖον. Οὗτός ἐστι τίς;
882 Πόλεις ἀμείβετ’ ἐκ πολέων· τῇ γὰρ φυγῇ Τινὲς λελείψοντ’, εἶπε τοῖς ἀποστόλοις, Ὅταν διωθῆθ’ ὁ κρατῶν πάντων Θεός. Πάσας ἀμείψω μέχρις ἐσχάτου πυρὸς, Φεύγων πονηρῶν ἀσχέτους ἐπιδρομάς.
882 Ἐκεῖ μὲν ἕξει καὶ ἄκοντας ἡ δίκη. Οὐδὲν διοχλήσουσι ταῖς ἄνω μοναῖς, Οὐδ’ ἐκβαλοῦσι τοὺς πένητας, ὡς γε νῦν, Κἀκεῖθεν· εἴπου καὶ δεήσονται τυχὸν Οἴκτου βραχείας ῥανίδος εἰς ψύξιν φλογός.
882 Ὁ πλούσιός σε πειθέτω καὶ Λάζαρος·
883 Ὁ μὲν μόνου διδούς γε τοῦ τρυφᾷν δίκας, Ἄλλου κάμνοντος καὶ τροφῇ καὶ τραύμασιν, (Ὤθει γὰρ οὖν κἀκεῖνος, ὡς σὺ, Λάζαρον)· Ὁ δ’, ὡς φέρων ἅπαντα, καὶ τιμώμενος.
883 Πέρας λόγου. Δέχου δὲ σὺν τρόμῳ λόγον. Πολλῶν κακῶν ὄντων τε καὶ καλουμένων, Εἰδωλολάτρης οὗτος εἴρηται μόνος (Ὃ τῶν κακῶν μέγιστόν ἐστιν ἐν βίῳ), Ὃς οὐδὲν οἶδεν, ἣ λογίζεσθαι, πλέον·
883 Ὡς καὶ τόδ’ ἂν τάχιστα τῇ νόσῳ παθὼν Εἰ καιρὸς ἔλθοι τῷ πάθει καρπὸν φέρων, Ἢ καὶ Χαμὼς βδέλυγμα τὸν πλοῦτον σέβων. Ῥίψωμεν οὖν, ῥίψωμεν εἰδώλων τύπους,
884 Μόνον Θεὸν σέβοντες, ὃν γινώσκομεν.
884 ΚΘʹ. Κατὰ γυναικῶν καλλωπιζομένων.
884 Μὴ κεφαλὰς πυργοῦτε νόθοις πλοκάμοισι, γυναῖκες, Θρύπτουσαι μαλακοὺς αὐχένας ἐκ σκοπέλων,
884 Μηδὲ Θεοῦ μορφὰς ἐπαλείφετε χρώμασιν αἰσχροῖς, Ὥστε προσωπεῖον, κοὐχὶ πρόσωπα, φέρειν. Οὐδὲ γὰρ ἀσκεπέα κεφαλὴν θέμις ἀνδρὶ γυναῖκα Φαίνειν, ἢ χρυσῷ σφιγγομένων πλοκάμων, Ἠὲ κόμης ἀδέτοιο κατωμαδὸν ἔνθα καὶ ἔνθα
884 Σκιρτώσης ἀπαλῶν μαινάδος ἐξ ἀνέμων. Οὐδὲ λόφον καθύπερθε φέρειν κορύθεσσιν ὁμοῖον,
884 Τηλεφανῆ σκοπίην ἀνδράσι λαμπομένην,
885 Ἠὲ λίνου μαλακοῖο διαυγάζουσαν ἔθειραν Κρυπτὴν, ἀμφαδίην, τήνδε μετωπιδίην, Ξανθὸν ἀπαστράπτουσαν, ὅση κρήδεμνον ἄλυξεν, Ὡς δοκέειν παλάμης ἔργα πονησαμένης·
885 Εὖτε τὸν οὐχ ὁρόωντα διδάσκαλον, ἄπνοον εἰκὼ Μορφῆς στασαμένη, κάλλος ἐκεῖθε γράφεις. Κάλλος δ’ εἰ μὲν ἔδωκε φύσις, μὴ κρύπτετ’ ἀλοιφῇ, Ἀλλ’ οἴοις καθαρὸν ἀνδράσιν ὑμετέροις Σώζετε, κἀλλοτρίῳ μηδ’ ὄμματα λίχνα φέρουσαι·
885 Ὄμμασι γὰρ κραδίη ἕσπεται οὐχ ὁσίοις· Εἰ δ’ οὐ γεινομένῃσι συνέσπετο, δεύτερον αἶσχος Φεύγετε, ἐκ χειρῶν κάλλος ἐφελκόμεναι· Κάλλος, ὃ γαῖα φέρει, καὶ ὤνιόν ἐστι γυναιξὶ
886 Πανδήμοις, ὀβολῶν περνομέναις ὀλίγων Κάλλος, ὃ ῥυπτόμενον χαμάδις ῥέει· οὐδὲ γέλωτι Ἵστατ’, ἐπὴν λύσῃ χάρμα παρειὰν ὅλην, Καὶ δακρύων ὀχετοῖσιν ἐλέγχεται, ἰκμαλέῳ τε
886 Δείματι, καὶ ψεκάδος λύεται ἐξ ὀλίγης. Ἡ δὲ πάρος στίλβουσα, καὶ ἡ χαρίεσσα παρειὴ, Χάρμα μέγ’ ἐξαπίνης διχρόος ἐξεφάνη, Περκνὴ, μαρμαρόεσσα. Μελάγχροε, μιλτοπάρῃε, Πῶς δύνασαι κατέχειν κάλλος ἐλεγχόμενον;
886 Ταῦτ’ οὐ κινυμένοισιν ἀγάλμασι· σοὶ δ’ ἀφορητὴ Μορφὴ, καὶ πολλοῖς λυομένη πάθεσι. Τοῦτο Θεοῦ δέμας ἐστὶ, χερὸς τόδε· τοῦτο παλαιὸν,
886 Τοῦτο νέον. Λειμὼν ἄνθεα δισσὰ φέρων,
887 Τερπνῶν τε στυγερῶν τε ἀμοιβαδὶς, ἠέ τις ἐσθὴς Ἀμφίχροος ζώναις πλείοσιν ἑλκομένη. Τοὔνεκεν ἢ φεύγειν γραπτὸν δέμας, ἠὲ φυλάσσειν, Μηδ’ ἐπιλωβητὸν εἴδεος ἄλκαρ ἔχειν.
887 Ἱστὸν Πηνελόπης, τὸν νὺξ λύεν, ἦμαρ ὕφαινεν· Ἔνδοθι τὴν Ἑκάβην, ἔκτοθι τὴν Ἑλένην. Εἰ μὲν δὴ μῆχός τι λαθεῖν πόσιν, οὐ μὲν ἀνεκτὸν, Εἶδος ἀποκρύπτειν θειότερον βροτέῳ, Μή σε Θεὸς τοίοισιν ἀμείψηται χαλεπῄνας·
887 Τίς, πόθεν ὁ πλάστης; ἔῤῥε μοι, ἀλλοτρίη. Οὔ ς’ ἔγραψα, κύων, ἀλλ’ ἔπλασα εἰκόν’ ἐμοῖο· Πῶς εἴδωλον ἔχω εἴδεος ἀντὶ φίλου;
888 Ἀλλ’ ἔμπης νούσῳ τι παρήσομεν. Εἰ δ’, ἀρίδηλον Ἐστὶ πίναξ γραφέων εἶδος ἐπ’ εἶδος ἔχων, Στήλην αἴσχεος ἴσθι βροτοῖς περιφαντὸν ἐγείρειν Μορφὴν, ἣν σὺ γράφεις ἔμπνοον ἀλκὶ νόου.
888 Κῆπος Ἀδώνιδος ἥδε τεὴ χάρις ὠλεσίκαρπος, Πουλύποδος χροιὴ, γράμματ’ ἐπὶ ψαμάθων. Πῶς δὲ σύγ’ εἶδος ἔχουσα κολοίϊον (εἴ γε κολοιὸν Εὔπτερον ἀλλοτρίοις ἄνθεσι μῦθος ἔχων, Αὖθις γυμνὸν ἔθηκε γελοίϊον), οὐκ ἀλεγίζεις
888 Αἴσχεος ὑστατίου, κάλλεος ὀλλυμένου. Ἔλπῃ δ’ ἀστυφέλικτον ἔχειν γάνος; οὐ μετὰ δηρὸν
888 Ὄψεαι ἀλλοτρίου κάλλεος ὅσσον ἄχος.
889 Πυνθάνομ’ ὥς τι φέριστον ἔχει πλάσις, ἤν ποτε γῆρας Ῥικνώσῃ μορφὴν, τὴν πάρος ἀνθοφόρον· Τῆμος ὅτ’ ἄγραφός ἐστι μελῶν πλάσις, ὡς πυρίκαυστον Λείπεσθαι σαρκῶν λείψανον ἐκ κονίης·
889 Ὀψὲ μετακλαίειν δὲ μελῶν δόλον, εὖτε πίθηκον Ῥυτίσιν ἐν πυκιναῖς ὦσε τὸ λειπόμενον. Τοίη ψευδομένων μελέων χάρις. Ἀλλὰ, φερίστη, Νῦν στῆσον μορφῆς ἔκτυπον, ὡς τὸ πάρος. Ἀτρεκὲς οὐ μὲν ἔγωγε ὀΐομαι· ἀλλὰ πολὺ πρὶν
889 Μηδένα μηδ’ ἀνδρῶν εὔξεαι ὄμματ’ ἔχειν, Οἵ σε πάρος κλήϊζον, ἐπ’ ὄμματα δ’ εἶχον ἕτοιμα Τῇ καὶ τῇ σοβαροῖς ἴθμασι κινυμένην. Καὶ τὸ, γέλως, ἀνδρῶν λήθειν γένος ἰσχανόωσα,
890 Μύστας σῆς μορφῆς ἄνδρας ἐπεσπάσαο. Ἄνδρες γὰρ τρίψαντο τὰ φάρμακα, οἷς σὺ γέγηθας, Ληϊσταὶ μεγάρων, τέκτονες ἧς μανίης. Ταῦτ’ οὐ σωφροσύνης τὰ σοφίσματα, μαχλοσύνης δέ.
890 Πᾶν γὰρ ὃ τεχνάζῃ ἄῤῥεσι, μαχλοσύνη. Φασὶ ταὼ μεγάλαυχον, ἐπὴν περίκυκλον ἐγείρῃ Αὐχένα κυρτώσας χρύσεον, ἀστερόεις, Κλάζειν θηλυτέραις φιλοτήσιος. Εἰ δὲ σὺ μορφὴν Οὐ σφριγόωσι γράφεις ὄμμασι, θαῦμα μ’ ἔχει.
890 Εἰ μὲν γὰρ πόσιός σου ἔχεις πόθον, ὡς σὸν ἐκεῖνος, Ἐξέτι τοῦ, ὅτ’ ἐρῶν ς’ ἤγαγε πρὸς θαλάμους Κουριδίην θαλέθουσαν, ἔχεις χάριν· εἰ δὲ σύ γ’ ἄλλων Ὄμμασιν ἀνδανέεις, τοῦτο πόσις στυγέει. Κεύθειν λώϊόν ἐστι βελῶν χάριν οἷσι δόμοισιν,
890 Ἠὲ ψευδομένην οὐχ ὁσίως προφέρειν.
891 Τῇ μὲν γὰρ πόσις ἐστὶν ἐπάρκιος· ἡ δ’ ἐπὶ πολλοῖς Ἵσταται, ὥς τε λίνον ἱπταμένων ἀγέλῃ. Τέρπῃ τερπομένῳ, καὶ ἀμείβεαι ὄψιν ὀπωπῇ, Αὐτὰρ ἔπειτα γέλως, καὶ λόγος ἀντίθετος,
891 Κλεπτόμενοι τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἔχοντες. Μηκέτι μοι τὰ πρόσω φθέγγεο, γλῶσσα λάλε. Ἀλλὰ τόδ’ ἀτρεκέως μυθήσομαι, οὐδὲν ἄκεντρον Τῶν ὅσα θηλυτέραις παίζεται ἀμφὶ νέοις. Πάντα γὰρ ἀλλήλοισιν ἅμ’ ἕσπεται, ὥστε σίδηρος,
891 Ὃν μάγνης ἐρύει, ἄλλον ὑπ’ ἄλλον ἄγων. Ὡς ὄφελον ψιμύθοις καὶ φύκεσιν, ἀντὶ γυναικῶν, Στίλβειν, καὶ λιπαρῶς, ἀνέρες ἀφραδέες, Οἳ τόσον αἶσχος ἔχοντες ἐν ὀφθαλμοῖσι σύνοικον, Τέρπονται κακίῃ, ἀχλὺν ἐφεσσάμενοι·
892 Ἄλλας μὲν βάλλουσιν ἐπεσβολίῃσι φαεινὰς, Αὐτοὶ δ’ ἐν σφετέροις αἴσχεσίν εἰσι σύες· Ἢ τάχα καὶ συφεοῖσιν ἐνὶ σκοτίοισι πέσοιεν, Εἰρχθέντες Κίρκης χρίσμασι θηροτόκοις,
892 Οἳ μήτ’ ἐχθαίρουσι, καὶ ὡς πυρὶ κάγκανον ὕλην Βάλλους’, ἣν ἐρύειν λώϊον ἠὲ φέρειν. Ἄλλον γάρ τ’ ἄλλος τις ἀνὴρ κόσμοισι γυναικῶν Νικῶς’, ἀφραδίῃ πλεῖον ἔχειν ἐθέλων. Πολλάκι καὶ κτεάνων ἐπιδευέες, ὥς κεν ἐγείρειν
892 Ὕβριν ἑῶν ἀλόχων, πλεῖον ἔχουσι πόνον. Ἐχθρῷ δ’ οὔ ποτ’ ὄρεξας ἑὸν ξίφος, οὐδὲ χαράδρῃ Σοῖσιν ἐπ’ ἀστάχυσιν ὤπασας εὐοδίην. Πανδώρην ἐνέπουσι, πυρὸς μαλεροῖο κλαπέντος,
892 Ποινὴν ἡμερίοις ἄντιτον ἐλθέμεναι,
893 Ἀντὶ πυρὸς πῦρ ἄλλο, καλοῦ κακὸν, ὥς κε φλέγῃσι Καὶ πλέον, ἀσκῆσαι κάλλεσι δαιδαλέοις Δαίμονας, ἄλλο τι δ’ ἄλλον ἐπίκλοπον εἰς ἓν ἄγοντας. Συμφερτὴν ἀπάτην ἀνδράσιν ἐμπελάσαι,
893 Δειπνολόχην, δολόεσσαν, ἀναιδέα, μειλιχόμυθον, Τερπωλὴν ὀλοὴν, δαλὸν ἀειφλεγέα. Οὐ μὲν δὴ μύθοις ἐπιπείθομαι· εἰ δὲ κελεύεις, Μὴ σύ γε Πανδώρη γίνεο δαιδαλέη. Πανδώρης γένος εἰσὶν ἀναιδέες· ἀλλὰ σὺ Χριστοῦ
893 Εἰκὼν, σωφροσύνῃ λάμπεο καὶ πραπίσιν. Ἄλλος δ’ οὐκέτι μῦθος, ἐμῶν δ’ ἐπέων ἐπάκουσον, Οὕς σοι θειοτάτων φθέγξομαι ἐκ λογίων. Οὐκ ἀΐεις καὶ πρόσθε τεὸν πατέρ’ ὡς ἀπάτησεν Ἀνδροφόνοιο φυτοῦ εὔχροος ἀγλαΐη
894 Ἤπαφεν, εὐθαλέος τε ἄφαρ βάλεν ἐκ παραδείσου, Δυσμενέος τε δόλος, παρφασίη τ’ ἀλόχου. Οὗτός σοι νόμος ἐστὶ πατρώϊος ἐξέτι κείνου, Μή ποτ’ ἐπ’ εὐχροίῃ θάρσος ἔχειν, θύγατερ.
894 Πᾶν μὲν κάλλος ἐμοὶ, βαιὴ χάρις, εἶαρ ἔνεικε, Καὶ χειμὼν κρυερὸς ὤλεσεν ἐξαπίνης. Ἡ νοῦσός μιν ἔκαμψεν ἀώριον, ἢ χρόνος αἰνὸς Ὤλεσε, τηκεδανῶν κύκλα φέρων ἐτέων. Τοῦτο δὲ καὶ πλέον ἐστὶ γελοίϊον· οἶδεν ἄκοσμον
894 Εἶδος ἔχουσα γυνὴ, καὶ πατέει Δανάην, Αἴσχεϊ κυδιόωσα. Τὸ δ’ αἴσχιον (ὡς ἐνέπουσιν Ἴδριες, οὐ γὰρ ἐγὼ, τῆσδε κακοῤῥαφίης), Ξυνὴν νοῦσον ἔχουσι, καὶ ἀλλήλας ἐθέλουσι
894 Κεύθειν. Τίπτε νόσου τῆσδε χερειότερον;
895 Τέκτων τέκτονος ἔργον ἐπίσταται, ἴδρις ἀοιδὸς Ἴδριν ἀοιδοσύνης, φῶρα δὲ φὼρ ἐδάη. Ἀλλ’ αἵ γ’ οὐκ ἐθέλουσι τά περ νοέουσι, νοεῖσθαι. Ἦ ῥ’ ἐτεὸν, κακίη ὄμματα πηρὰ φέρει.
895 Ὣς δ’ ἄνδρες τίουσι τά περ γελόωσι πρόσωπα, Τερπόμενοι χροιαῖς κινυμένων πινάκων. Οὔτι τόσον πινάκεσσιν ὀΐομαι, ὅσσον ἐπ’ ἀνδρῶν Θυμῷ, τοῦ τελέθει χρώματα μαρτυρίη. Πυνθάνομ’ ὡς κενεὴν, καὶ ἀνείδεον, ὑστερόφωνον
895 Ἠχώ τις ποθέων, πλάζεθ’ ὑπὲρ σκοπέλων· Καὶ μορφῆς τις ἑῆς ποτ’ ἐράσσατο, καὶ κατ’ πηγῆς Ἤλατ’ ἐπ’ εἰδώλῳ κάλλεος οὐλομένου.
896 Ἄλλη δ’ αὖ ποταμοῖο καλοῖς ἐπεμῄνατο ῥείθροις, Μαίνετο, οὐδ’ ὄχθας ἥγ’ ἀπέλειπε φίλας· Λάπτεν ὕδωρ, χείρεσσιν ἀφύσσετο, ἀφρὸν ἔμαρπτεν· Ἀλλ’ οὐδ’ ὣς πυρόεις ὕδασι λῆγε πόθος.
896 Οὕτω τυφλὸν ἔρως καὶ ἀνάρσιον. Οὐ μέγα θαῦμα, Εἴ τινα καὶ σὺ νέων τῆλε νόοιο βάλοις, Εὔχροος, ἁβροχίτων, ῥοδοδάκτυλος, ὑψικάρηνος, Οὐχ ἕνα, ἀλλὰ τόσους, ὁσσατίοισι γράφῃ. Πείθομαι, ὥς ποτε ταῦρον ἀνὴρ σοφὸς ἤπαφε τέχνῃ,
896 Χρώμασι μορφώσας δουρατέην δάμαλιν (Ξεινὸς ἔρως! ἀπνόοισιν ἐπ’ εἴδεσιν ἔμπνοα βαίνει) Ὁππότε καὶ σὺ νέοις μήσαο τοῖον ἄγος. Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ’ ἀνέρας, οἷσιν ὁμοῖος
896 Θήρεσίν ἐστι νόος, θηλυμανής τε βίος.
897 Εἴ τοι μὴ σάρκεσσι χαρίζεαι, ἀντὶ δὲ σαρκῶν Ὄμμασι, καὶ τὸ, νόσος ἠερίη φιλότης. Ἀλλ’ ἅτρωτος ὅλη· ναὶ πείθομαι, οὐδὲ τόδ’ ἐσθλὸν Ἐστὶν ἐμοὶ κενεῆς δόξαν ἔχειν κακίης.
897 Ὣς δ’ ἂν καὶ πολλῇσι νόμον γράψειας ἄκοσμον, Καὶ πινυτή περ ἐοῦς’. Εὔδρομον ἡ κακίη. Ἄλλων μὲν ῥυπόωντα βίον τεχνάσμασι κεύθειν, Σοὶ δὲ σαοφροσύνην καί τι μέλαν φορέειν. Εἰ γὰρ σώφρονές εἰσιν ἐπανθέες, οὔ ποτ’ ἂν ἄλλας
897 Πείσαις θηλυτέρας σώφρονα θυμὸν ἔχειν. Μῦθος δ’ ἡμετέροιο νόμου, μηδ’ ὄμματα βάλλειν Εὖνιν ἐπ’ ἀλλοτρίην, μοιχιδίοισι πόθοις. Ἀρχὴ γὰρ φιλότητος ἀναιδέος ὄψις ἀναιδὴς, Τήν κεν ἀνὴρ φεύγων, καὶ κακότητα φύγοι.
898 Πῶς δὲ σὺ τόσσον ἔρωτος ἐπ’ ἀνδράσι κεστὸν ἄγουσα, Λυσιγάμοιο, γύναι, τῆλε μένεις κακίης, Εἰ δ’ ἄγε, σοὶ καὶ μῦθον ἐοικότα μυθολογήσω Αἴσχεσιν ὑμετέροις. Ἡ πολιὴ δὲ λάλον.
898 Ἄκριτον ἦν τοπάροιθε βροτῶν γένος, ὅς τε φέριστος, Ὅς τε χερειότερος, ὡς φάτις ὠγυγίη. Πολλοὶ μὲν δοκέεσκον ἀνάρσιοι, ὄντες ἄριστοι, Πολλοὶ δ’ αὖτ’ ἀγαθοὶ, ἔμπαλιν ἀφραδέες. Κῦδος ἀτιμοτάτοισιν, ἀτιμίη δέ τ’ ἀρίστοις
898 Ἕσπετο, οὔτι δίκῃ τῶν δ’ ἐπαμειβομένων. Ἀλλ’ οὐ λῆθεν ἄνακτα Θεὸν κακίη μεδέουσα Ὀψὲ δ’ ἀλαστήσας τοῖον ἔειπεν ἔπος· Οὐ θέμις ἔστ’ ἀγαθοῖσιν ὁμὸν κλέος ἠδὲ κακοῖσιν
898 Ἔμμεναι, ὧδ’ ἂν ἔοι πλειοτέρη κακίη.
899 Τοὔνεκα τοῖσιν ἐγὼ σημήϊον ἐσθλὸν ὀπάσσω, Ὄφρ’ εὖ γινώσκῃς, ὃς κακὸς, ὅς τ’ ἀγαθός. Ὣς εἰπὼν ἐρύθηνε παρήϊα τοῖς ἀγαθοῖσιν, Αἷμ’ ὑπὸ δέρμα χέας, αἴσχεος ὀρνυμένου·
899 Θηλυτέραις δὲ μάλιστα, ἐπεὶ καὶ εἶδος ἀραιαὶ Καὶ κραδίην ἁπαλαὶ, πλεῖον ὑπεσκέδασε· Τοῖς δὲ κακοῖσιν ἔπηξε, καὶ ἄτροπον ἔνδον ἔθηκε Τοὔνεκεν οὐδ’ ὀλίγον αἴσχεσι συμφέρεται. Τῶν σύ μοι ἴη ἐοῦσα, πολύχροε· οὐ γὰρ ἔρευθος
899 Αἰδέομ’, εἰ καί μοι τόσσον ὕπερθε φέρεις. Τοῦτο γάρ ἐστιν ἔρευθος ἀναιδείης ἀνερεύθου Ἔκγονον, ὃ κλύζει ὄμβρος ὁ πρὶν Σοδόμων. Μὴ γράψῃς τὸ πρόσωπον, ἀτάσθαλε, μηδὲ δολώσῃς Σὸν χρόα. Κάλλος ἐμοὶ μοῦνον, ὃ δῶκε φύσις.
900 Καὶ γὰρ πλοῦτος ἐμοὶ πατρώϊός ἐστιν ἀρείων Τοῦ δ’ ὃν ἐμὴ παλάμη οὐχ ὁσίως συνάγει, Καὶ τυτθός περ ἐὼν, πολὺ πλείονος. Ὣς δὲ γυναῖκα Στέργω κουριδίην, οὐχὶ δὲ μοιχιδίην·
900 Καὶ γραπτῶν παίδων πολὺ φέρτεροι, οὓς ἐφύτευσα, Καί περ ἀρειοτέρων, οἵ γε χερειότεροι. Τῶν σὺ μνωομένη τήρει δέμας, οἷον ἐτύχθη, Μηδ’ ἐθέλειν δοκέειν ἀνθ’ ἑτέρης ἑτέρη. Κελτοὶ μὲν κρίνουσι γόνον Ῥήνοιο ῥεέθροις,
900 Καὶ χρυσοῦ καθαροῦ ἄνθρακές εἰσι κρίσις. Σὸν δὲ σαόφρονα θυμὸν ἀκαλλέϊ κάλλεϊ μορφῆς Σταθμῶμ’. Ἀσβολόεις μή σε γράφοι Βελίας· Ἢ γὰρ τέφραν ἔθηκαν ὅλην, ἢ καπνὸν ἔχευε,
900 Τόσσον ἀεικίσσας τέρψιος ἀντὶ τόσης.
901 Οὐ χρυσὸς λιθάκεσσι διάπλοκος ὄμματα βάλλων Αὐγαῖς ἠερίαις, τίμιος εὐγενέταις· Δειροπέδη στήθεσσι περίτροχος, οὖας ἀτίζων Ἄχθεϊ μαργαρέῳ ἀμφιπερικραδάων·
901 Οὐδ’ ὅσος ἀμφὶ κάρηνον ὑπέρτατος, οὐ πολύχρυσος Ἐσθὴς, λεπταλέων δαίδαλα ἔργα μίτων, Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Οὐδὲ παρειάων φάρμακα λευγαλέα, Κόσμος θηλυτέραις· οὐ χείλεα πορφυρόεντα,
901 Οὐ γραπτῶν βλεφάρων ὀφρὺν ὕπερθε φέρειν Κυανέην, διεράς τε κόρας ἔντοσθεν ἑλίσσειν, Οὐκ ὀπὶ θρυπτομένῃ εὐμενὲς οὖας ἄγειν, Οὐδὲ χέρας τε πόδας τε φίλῳ καὶ ἡδέϊ δεσμῷ
902 Χρυσῷ σφιγγομένην, δούλιον εὖχος ἔχειν, Οὐδὲ μύροις μαλακοῖσι τεὸν δέμας, ἠὲ κάρηνον Χρίεσθαι (νεκροὺς ἀμφιέπουσι γύπες) Μηδὲ μὲν ἐν στομάτεσσι τεοῖς ἄβρωτον ἐδωδὴν
902 Μαλθάσσειν, δονέους’ ἔνθα καὶ ἔνθα γένυν, Οἷα περιφρονέουσα σαόφρονας· ἐκ δ’ ἄρ’ ὀδόντων Πέμπειν καὶ διερῶν ἀφρὸν ἀπὸ στομάτων. Μηδὲ δίφρων στεροπῇσιν ἀγάλλεο, μὴ παραφαίνειν Εἶδος ἀπὸ σχιστῶν δαιδαλέων διθύρων,
902 Δερκομένη λεύσσοντας· ἀείρεο μὴ θεραπόντων Πληθύϊ, μὴ δμωαῖς εἰκόσι σῆς κραδίης. Εἴαρος ἄγγελοί εἰσι χελιδόνες, ἄνθος ὀπώρης,
902 Δεσποίνης δμωαί· καὶ τόδε φράζεό μοι.
903 Τῶνδε γὰρ εἰ καὶ ἕκαστον ἀκοσμίη τις ἐλαφρὴ, Πάντα γ’ ἄμ’ ἀλλήλοις ἔμπεδός ἐστι μόρος. Ἄνθος ἕν ἐστι γυναιξὶν ἐράσμιον, ἐσθλὸν ἔρευθος, Αἰδώς. Τοῦτο γράφει ζωγράφος ἡμέτερος.
903 Δώσομεν, εἰ ποθέεις, καὶ δεύτερον· ὦχρον ἐφέλκοις Κάλλεϊ σῷ, Χριστοῦ τηκομένη καμάτοις, Εὐχαῖς τε στοναχαῖς τε καὶ ἤμασι νυξί τ’ ἀΰπνοις· Ταῦτα καὶ ἀζυγέων φάρμακα, καὶ ζυγίων. Χρώματα μὲν τοίχοισι παρήσομεν, ἠδὲ γυναιξὶ
903 Ταῖς, ὁπόσαις λύσση βόρβορός ἐστι νέων. Κεῖναι καὶ σκιρτῷεν ἀναιδέα καὶ γελόῳεν, Ἡμῖν δ’ οὐδ’ ὁράαν μαχλάδας ἐστὶ θέμις. Ὁ τρόπος ἐστὶ γυναιξὶ τὸ τίμιον, οἴκαδε μίμνειν
904 Πλείονα, καὶ θείοις προσλαλέειν λογίοις, Ἱστῷ τ’ ἠλακάτῃ τε· τὸ γὰρ γέρας ἐστὶ γυναικῶν Δμωαῖς ἔργα νέμειν, δμῶας ἀλευέμεναι, Χείλεσι δεσμὰ φέρειν, καὶ ὄμμασιν ἠδὲ παρειαῖς,
904 Μηδὲ πόδα προθύρων πολλάκις ἐκτὸς ἔχειν· Χαίρειν θηλυτέρῃσι σαόφροσιν, ἀνδρὶ δὲ μούνῳ, Τῷ μίτρην θεόθεν λύσαο παρθενικήν. Καὶ τῷ μέτρα φέρειν σύ γε θάρσεος, ὥς κεν ὀπάζοις Πίστιν, ὅτι ξείνων τῆλε μένεις φαέων.
904 Τίς πρῶτος χροίησε Θεοῦ πλάσιν; ὣς ἀπόλοιτο Πρῶτος ἀναιδέην χρώμασιν ἐγκεράσας. Ὡς δ’ ὁπότ’ ἀρνευτῆρες ἀναιδέες, ἄνδρες ἄνανδροι, Εἴδωλον μορφῆς ἔνδοθι κευθομένης Ἔκτοθεν ἐστήσαντο, τὰ δ’ ἕσπεται, ὅσς’ ἐπέοικεν
904 Ἅλματα, καὶ λιγυρῶν αἰσχρὰ λύσις μελέων,
905 Ἀνδράσιν ἀφραδέεσσιν ἑαδότα, ὡς ἄρα ταί γε, Ἑσσάμεναι μορφὴν ἔκτοθεν ἀλλοτρίην, Κωμικὸν, οὐχ ἱερὸν αἰδοῦς σκέπας, ἔνθεν ἔπειτα Κίνυνται μορφῆς ἄξια δαιδαλέης.
905 Τῇ περιμοχθίζουσι θύραι, κληῗδες, ἔσοπτρα, Φάρμακα, φαρμακίδες, ἄτρομον οὐδὲ τέγος. Ταῦτ’ εἰδογραφίης κενεαυχέος· ἀκομίης δὲ Οὐδὲν ἀμοχθότερον σώφρονος ἀγλαΐης. Εἰ δὲ σὺ κάλλεϊ τόσσον ἐπιπλάστῳ βλεμεαίνεις,
905 Οὔ ποτ’ ἂν ἀπλάστῳ σώφρονα θυμὸν ἔχῃς. Ἑσθὴρ εἶδος ἔτευξεν ἐράσμιον· ἀλλὰ τί κείνης Ἔργον ἀριπρεπίης; ἔθνος ἔμεινεν ὅλον. Γράψε ποτ’ ὄμματα πόρνης Ἰεζάβελ ἀγριόθυμος, πόρναις Λοῦσέ γε μὴν πόρνας αἵματι πορνιδίῳ.
906 Σοὶ δ’ οὔτ’ ἔργον ἄνακτος ἑλεῖν χόλον, οὔτ’ ἐνὶ Μοῖραν ἔχεις· τῷ μοι φείδεο σωφροσύνης. Οὐ τρομέεις ἱερῆας ὑποκλίνουσα κάρηνον, Σκηνὴν ἀμφιθέτοις εἴδεσι λαμπομένην;
906 Οὐδὲ χέρες φρίσσουσιν, ἐπὴν ἐς μύστιν ἐδωδὴν Τείνεις, αἷς σὺ γράφεις πένθιμον ἀγλαΐην; Πῶς δὲ σύ γ’ ἀθλοφόροισιν, ὅσοις ἵστησι χορείην Λαὸς πασσυδίῃ, τίμιον αἷμα σέβων, Εἶδος ἄγεις πολλῶν θελκτήριον, ὡς ἀγορή τις
906 Πληθὺν ἐφελκομένη ἐν μεσάτῳ πτολίων, Ἢ θηρῶν δείκτῃσιν ὁμοίϊα, τοὶ προφέρουσιν Ἑρπυστὰς σκοτίων δειμαλέοι λαγόνων; Ἀλλὰ, γύναι, μύθοις ἐπιπείθεο ἡμετέροισι,
906 Μή σε νόος τρώσῃ χεῖρας ἐπ’ εἶδος ἄγων.
907 Μὴ σύ γε, μὴ κείνῃσιν ὁμόπλοος, ὦ τέκος, εἴης, Μὴ σύ γε συμφράδμων, μηδὲ συνωροφίη· Ἄλλῃσιν τὰ περισσά· σὺ δ’ ἅζεο χείλεσιν ἀνδρῶν Καὶ κληϊζομένη. Τοῦτο γυναιξὶ κλέος.
907 Εἰ μέν σοί γε βίος πανελεύθερος ἔπλετο δεσμῶν, Χριστῷ ζῶε μόνῳ, πάντ’ ἀποσεισαμένη, Παρθένος αἰγλήεσσα, περίφρων, ἀγλαόμητις, Νυμφίον ἧς κραδίης ἀγνὸν ἔχουσα Λόγον. Εἰ δέ σέ γε πλευρῆς εἷλεν πόθος, ἧς ἐκεάσθης,
907 Μούνην γε πλευρὴν ἀμφιέπειν φιλίην, Ἐσθλὸν φίλτρον ἔχουσα, ἐλεύθερον ἀντὶ κακοῖο· Τοῖς δ’ ἄλλοις πάθεσιν, μηδ’ ὄναρ ἀντιάᾳν. Καὶ σὺ Θεοῦ μεγάλοιο παραστάτι, οὐδὲ σὺ λήθεις, Ἤν ποτε τῷ χθαμαλῷ θῆλύ τι συγκεράσῃς.
907 Ἔστι καὶ ἐν ῥυπόωσί ποθ’ εἵμασι θρύψις ἄσεμνος,
908 Καὶ σεμνότης μαλακοῖς. Ἵστορες οὐκ ὀλίγοι. Ῥυτίς σοι πλέον ἐστὶν, ἐπίστασο, ἢ τὰ μέγιστα Τραύματα κοσμοβίων. Ἅζεο μαρτυρίην. Οὐδὲ γὰρ ἐν ῥυπόωσι ῥανὶς τόσον, ὁσσάτιόν περ
908 Φαίνεται ἐν καθαροῖς εἵμασιν ἰσοχρόοις. Ταῦτ’ εἰ μὲν πεπίθοιμεν, ὀνήσομεν· εἰ δὲ πρόσωπον Στήσειας, λάμποις δὶς τόσον, εἰ ποθέεις, Χρυσῷ τ’ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ’ ἐλέφαντι· Τοῖα χαρίζομ’ ἐγὼ ταῖς νεοκαλλιγράφοις.
908 Ἡ στήλη μὲν ἕτοιμος, ἐγὼ δ’ ἐπίγραμμα χαράξω· Δεῦρ’ ἴθ’ ὅσοισι φίλον, κάλλεϊ τερψόμενοι.
908 Λʹ. Στίχων ἡ ἀκροστιχὶς τῶν πάντων στοιχείων,
908 ἑκάστου ἰάμβου τέλος παραινέσεως ἔχοντος.
908 Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.
909 Βίου τὸ κέρδος, ἐκβιοῦν καθ’ ἡμέραν. Γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα. Δεινὸν πένεσθαι, χεῖρον δ’ εὐπορεῖν κακῶς. Εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν.
909 Ζήτει Θεοῦ σοι χρηστότητα χρηστὸς ὤν. Ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς. Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. Ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι. Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως.
909 Λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος. Μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑποῤῥέοι. Νόει τὰ πάντα, πρᾶσσε δ’ ἃ πράσσειν θέμις. Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους.
910 Ὅτ’ εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης. Πάντ’ εὐχαρίστως δεῖ δέχεσθαι τἀκ Θεοῦ. Ῥάβδος δικαίου πλεῖον, ἢ τιμὴ κακοῦ. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή.
910 Τὸ μικρὸν οὐ μικρὸν, ὅταν ἐκφέρῃ μέγα. Ὕβριν χαλίνου, καὶ μέγας ἔσῃ σοφός. Φύλασσε σαυτὸν, πτῶμα δ’ ἄλλου μὴ γέλα. Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ’ αἶσχος μέγα. Ψυχὴ θύοιτο μᾶλλον ἢ τὸ πᾶν Θεῷ.
910 Ὢ τίς φυλάξει ταῦτα, καὶ σωθήσεται;
910 ΛΑʹ. Γνῶμαι δίστιχοι.
910 Γυμνὸς ὅλος βιότοιο τάμοις ἅλα, μηδὲ βαρεῖα
910 Ναῦς ἐπὶ πόντον ἴοι, αὐτίκα δυσομένη.
911 Ὡς αἰεὶ κρυεροῖο παρεσταότος θανάτοιο Μνώεο, καὶ θανάτου ἥσσονος ἀντιάσεις. Αἰεὶ νηὸν ἔγειρε Θεῷ νόον, ὥς κεν ἄνακτα, Ἵδρυμ’ ἄϋλον, ἔχῃς ἔνδοθι σῆς κραδίης.
911 Γνῶθι σεαυτὸν, ἄριστε, πόθεν καὶ ὅστις ἐτύχθης, Ῥεῖά κεν ὧδε τύχῃς κάλλεος ἀρχετύπου. Ἦμαρ ἐπ’ ἦμαρ ἄγει σε· κυλίνδεται ὅστις ἐλαφρός· Γνώμη δ’ εὐπαγέος ἦμαρ ἄλυτον ἔχει. Ὅστις ἀπερχομένοισι καὶ ἐρχομένοισι πέποιθε,
911 Ῥεύματι πιστεύει οὔ ποτε ἱσταμένῳ. Ἴσον ἐμοὶ κακόν ἐστι βίος καὶ μῦθος ἀλιτρός· Ὁππότερόν κεν ἔχοις, καὶ θατέροιο τύχοις.
912 Ὕβρις ἄναγνον ἐόντα παρεστάμεναι θυέεσσι· Δεινότερον νεκύων λείψανα πάντα σέβειν. Ἵστασο μή ποθ’ ὁδοῖο καλῶν· κακὸν ἐς βυθὸν ἕρπειν Σοὶ στάσις, ὅστις ἔβης ἔκτοθι σῆς κακίης.
912 Τυφλὸς ὁρῶν, ὃς ἑῆς κακίας οὐκ ὄσσετ’ ὄλεθρον· Ἴχνια μαστεύειν θηρὸς, ἄκρων φαέων. Χρῄζων δὴ παθέεσσιν ἀκέστορος, ἢν κακὰ κεύθῃς, Οὔ ποτε σηπεδόνα φεύξεαι ἀργαλέην. Σὸς λόγος, ἔργον ἐμεῖο. Ὃς οὐ καλὸν ἔργον ἔρεξεν,
912 Εὐεπίην ἐχέτω σύμμαχον ἀμφίθετον. Ὑβριστὴς κόρος ἐστίν. Ἐγὼ δέ σε βούλομ’, ἄριστε,
912 Ἔργον ἔχειν, ψυχῆς πῆξιν ἀειστρεφέος,
913 Πλουτεῖν δ’ αὖ θεότητα μόνην, καὶ κόσμον ἅπαντα, Ἶσον ἀραχναίοις νήμασιν αἰὲν ἔχειν. Πάντα μὲν ἀνθρώπων, ἀλλότρια τοῦδε βίοι· Ἡ δ’ ἀρετὴ βροτέη, τοῦτο μόνον βιοτή.
913 Δεῦτε δὲ, πᾶσι Θεοῖο βοᾷ Λόγος ἀφθιτόμητις, Σπεύδετ’ ἐπὶ Τριάδος γνῶσιν ἐπουρανίης. Θέσθε νόον, βιότῳ μὲν ὅσους γάμος ἁγνὸς ἔδησε, Ληνοῖς οὐρανίοις πλείονα καρπὸν ἄγειν. Ὅσσαι δ’ ἂν μεγάλοιο Θεοῦ Λόγου ἀγκάζεσθε,
913 Νύμφαι παρθενικαὶ, πάντα Θεῷ προσάγειν. Αἴγλη παμφανόωσα μονότροπος, ἀλλ’ ἀπὸ κόσμου Θυμὸν ἔχειν, σαρκῶν τηλόθεν ἱστάμεναι. Ὕβρις πίστιν ἔχειν ἐν χρώμασι, μὴ κραδίῃσι· Ῥεῖά κεν ἔκπλυτ’ ἔοι. Βένθος ἐμοί γε φίλον.
914 Μήτε δικαιοσύνην τίν’ ἀκαμπέα, μήτε φρόνησιν Ἀγκυλόεσσαν ἔχειν. Μέτρον ἄριστον ἅπαν. Νωμᾶσθαι καὶ θάρσος, ἐπεὶ θράσος, οὐ κράτος ἔσται· Ἔστι σαοφροσύνης καί τι γαληνὸν ἔχειν
914 Οἴγειν ἐν λογίοισι Θεοῦ νόον αἰὲν, ἄριστον· Ἴδρις ἐπουρανίων ὧδ’ ἂν ἔοις νομίμων. Σπεῦδε μὲν εἶναι ἄριστος· ἀφάνδανε, οἷσιν ἄριστον· Καὶ κακίην τέρπειν, δυσκλεές ἐστι κλέος. Αἰσχρὸν, ἄριστον ἐόντα, συνήγορον ἔμμεν’ ἀλιτρῶν
914 Ἶσον, καὶ κακίης σὸν πόδα ἐντὸς ἔχειν. Χρυσὸς μὲν χοάνοισι δαμάζεται, ἄλγεσι δ’ ἐσθλός· Ἄλγος ἀπημοσύνης πολλάκι κουφότερον. Ῥεῖά κεν ἀρνήσαιτο Θεὸν μέγαν, ὃς γενετῆρα·
914 Ἴσθι δὲ καὶ γενέτην ὡς πατέρ’ εὐσεβίης.
915 Σῆτες ἔδουσιν ἅπαντα· λίπῃς τὰ σὰ μηδὲ τάφοισιν· Ἐξοδίη τιμὴ, δεξιὸν οὔνομ’ ἔχειν. Ξείνων ἡμεδαπῶν περιφείδεο, ἔξοχα δ’ αὖτε Οἳ τάδε πάντα λίπον, ἀδρανέων νεκύων.
915 Δεῦρ’ ἄγε, κόσμον ἅπαντα καὶ ἄχθεα τῇδ’ ἀπολείψας, Ἱστίον ἐς ζωὴν οὐρανίην πέτασον. Πάντα μὲν αἰὲν ἄριστα θεοπρεπὲς ἔργα τελείσθω, Ἡ δὲ Τριὰς πάντων ἔξοχά σοι μελέτω.
916 (1t) ΛΒʹ. Γνωμικὰ δίστιχα.
916 (1t) Ἀρχῆς καλῆς κάλλιστον εἶναι καὶ τέλος, Ὀρθῶς δοκοῦσιν οἱ ὅροι τῶν πραγμάτων. Ἀρχὴ καλὸν τίκτουσα τοῖς βροτοῖς πέρας,
916 (1t) Βίου κάθαρσις ἐνθέως ἀσκουμένη. Λόγοις πτερωθεὶς, μὴ πτερῶν ἔξω πέτου Πτερῶν γὰρ οὐδὲ πτηνὸν ἵπταται δίχα. Γνῶσις βροτοῖς μέγιστον ἐν βίῳ κλέος· Κακὸν δὲ αὕτῃ τοῖς κακῶς κεχρημένοις.
916 (1t) Κενή σε δόξα μηδόλως συναρπάσῃ·
917 Καὶ γὰρ πανοῦργον τοῦτο τοῖς ἁπλουστέροις. Εὖ δρῶν φύλαττε σαυτὸν ἐν τούτῳ μένειν· Ταχὺς γάρ ἐστι πρὸς τὸ χεῖρον ὁ δρόμος. Γέλως κρατείσθω, καὶ θυμὸς λάβοι πέρας·
917 Ἀργὸς δὲ παντάπασιν εἰργέσθω λόγος. Θεὸν φόβου πρώτιστα, καὶ γονεῖς τίμα, Ἱερεῖς ἐπαίνει, πρεσβύτας σεπτῶς ἔχε. Υἱὸν δίκαια πατρὶ μηδόλως λέγειν, Θεσμός θ’ ὁρίζει, καὶ πρὸ θεσμῶν ἡ φύσις.
917 Οἷα πρὸς ἄλλου μὴ παθεῖν αὐτὸς θέλεις, Τοιαῦτα καὶ σὺ μηδὲ δρᾷν ἄλλῳ θέλε. Οὐ δεινὸν ὀργὴ δεινὰ τοῖς εἰργασμένοις· Καὶ γὰρ δικάζει τοῖς ὁμοίοις ἡ δίκη.
918 Χείλη σοφὰ στάζουσιν ἡδίστους λόγους· Φάρυγξ δὲ πικρὸς ἐξερεύγεται μάχας. Ῥεῖθρα γλυκασμοῦ γλῶσσα βλύζει στωμύλη· Ῥήσεις δὲ φαύλας ἄκριτον γεννᾷ στόμα.
918 Φίλοι φιλοῦσι καὶ ἃ τοῖς φίλοις φίλα· Ἐχθροὶ δὲ φαυλίζουσιν αἰσχρῶς τοὺς φίλους. Πτωχοὺς φίλους λάθουσι πλουσίων θύραι· Αὐλαὶ δὲ λαμπραὶ, πλουσίοις ἀεὶ φίλαι. Ὕδωρ, ποτὸν φέριστον, εὐκρατοῖ φρένας·
918 Θολοῖ δὲ τὸν νοῦν συλλαβοῦσα κραιπάλη. Οὐκ οἶδεν οἶνος σωφρονίζειν τὴν φύσιν, Κινεῖ δὲ μᾶλλον ἡδονὰς παροξύνων.
918 Νοῦν λεπτὸν ὄγκος ἐκδιώκει γαστέρος·
919 Τἀναντία γὰρ τοῖς ἐναντίοις μάχῃ. Κρείσσων τροφὴ σύμμετρος εὐπορουμένη, Ἢ δεῖπνος ἁβρὸς, ὃν ἔπλασέ τις τ’ ὄναρ. Πλουτοῦσι μωροὶ τοῖς ὀνείρασι πλέον,
919 Ἢ χρημάτων ἄβυσσον οἱ κεκτημένοι. Κρείσσων ἄπαις, ἢ μωρὰ κύειν ἔκγονα· Ὁ μὲν γὰρ ἄπαις, οἱ δὲ πολλοὶ καὶ κακοί. Παντὶ βροτῷ θνήσκοντι πᾶσα γῆ τάφος· Πᾶν γὰρ τὸ ἐκ γῆς, γῆ τε καὶ εἰς γῆν πάλιν.
919 Ποιμὴν ἀμέλγει, εἰ θέλει, καὶ τοὺς τράγους· Ἀλλ’ ἀντὶ γάλακτος, αἱμάτων πηγὰς ὕσει. Ἡ σῦς ἐποπτεύουσα δειπνοποιίαν,
920 Οἶδε τραπέζης τοὺς ὅρους μὴ συγχέειν. Βίαζε καὶ σὺ τοὺς ἀτάκτους, μὴ λύειν Τάξιν πρεπώδη καὶ νόμοις ἡρμοσμένην. Νόμους φυλάττων, τοὺς φόβους ἔξω βάλοις·
920 Φόβων γὰρ ἔξω πᾶς ὁ τῶν νόμων φύλαξ. Κύβερνος ἴδμων φεύξεται τρικυμίας, Καὶ δεινὰ πάντα νοῦς σοφὰς φέρων φρένας. Ζωῆς ἀρίστης μὴ φρόνει τἀναντία· Καὶ γὰρ πρόδηλος τοῖς κακίστοις ἡ δίκη.
920 Μέγιστος ἄκμων οὐ φοβεῖται τοὺς κτύπους Καὶ νοῦς ἐχέφρων πᾶσαν ἕλκουσαν βίαν.
920 Φύλλων λαγωοὺς ἐκφοβοῦσιν οἱ ψόφοι,
921 Ἄνδρας δ’ ἀνάνδρους αἱ σκιαὶ τῶν πραγμάτων. Μισῶ πένητα πλουσίῳ δωρούμενον, Ὡς τῷ λέγοντι τοῦ τρέφειν λελησμένῳ. Ῥήτωρ πονηρὸς τοὺς νόμους λυμαίνεται
921 Ἁγνὸς δὲ ῥήτωρ, εὔκρατος ἁρμονία. Γελῶσιν οἱ πλουτοῦντες ὀρφανῶν ψόγους, Αὐτὴν γελῶσι τὴν Θεοῦ τιμωρίαν. Νόμοις περιδραμεῖται πρὸς ὀλεθρίαν, Ὁ μὴ νόμου φύλαξιν ἐννόμως φέρων.
921 Πέφυκε τοῖς πένησι μὴ φρονεῖν μέγα· Τοῖς πλουσίοις γὰρ οὐδὲ φροντὶς τοῦ βίου. Παίδευε μωροὺς, ὡς ἐφικτὸν τῇ φύσει· Ἕξουσι γάρ που καὶ φρένας παρ’ ἐλπίδα.
922 Πλήττων σίδηρος ἐκπυροῖ καὶ τοὺς λίθους· Σκληρὰ δὲ μάστιξ παιδαγωγεῖ καρδίαν. Ἃ δυσμενεῖς φοβοῦσι τῶν ἄλλων πλέον, Ὁ σταυρὸς καὶ βαπτισμοῦ ἡ κοινωνία.
922 Ὅρκους κάκιστον διδόναι καὶ λαμβάνειν, Ἴσως γὰρ ἄμφω προσκέκρουκας τῇ δίκῃ. Αἰῶνα θησαύριζε τὸν ἔξω τέλους· Οὗτος γὰρ ἐκλέλοιπε καὶ πρὸ τοῦ τέλους. Μὴ δὴ φίλει τὸν ὄλβον, ὃν λύει χρόνος·
922 Ἃ γὰρ χρόνος δόμησε, καὶ λύσει χρόνος. Αἰσχρὸν γυναίοις ἄρσεν ἦθος ἐκφέρειν· Ταῖς κοσμίαις γὰρ τάξις ἡ αἰδὼς ξυνή.
922 Κάταντές ἐστιν ἡδονὴ τοῖς χρωμένοις,
923 Καὶ ὡς πρόσεισιν, οἴχεται λίθου δίκην. Οὐδεὶς ὑγείας πλοῦτος ἀλγοῦσι πλέον· Σοφῶς δὲ ταύτην ἡ φύσις βροτῶν θέλει. Ἦχοι θαλάσσης, ἀνδρὸς ἄφρονος λόγοι·
923 Βρίθοντες ἀκτὰς, οὐ πιαίνουσι χλόας Πείθουσι δῶρα καὶ σοφοὺς παραβλέπειν Βροτοῖς δὲ θήρα χρυσὸς, ὡς πτηνοῖς πάγη. Γῆρας λύπαι τίκτουσι καὶ πρὸ τῶν χρόνων· Ἃ γὰρ τρόπος καθεῖλεν, οὐ στήσει χρόνος.
923 Πλοῦτος τάχιστος τῶν κακῶν ὑπηρέτης· Καὶ γὰρ πρόχειρον εἰς κακουργίαν κράτος. Οὐκ ἔστιν οὐδὲν κτῆμα βέλτιον φίλου· Πονηρὸν ἄνδρα μηδέπου κτήσῃ φίλον. Τάξις τιμάσθω, καὶ προηγείσθω κράτους·
924 Κράτος γὰρ αὕτη καὶ κράτους ἀεὶ φύλαξ Νοῦς ἐμμέριμνος σὴς βιβρώσκων ὀστέα· Θάλλει δὲ σῶμα φροντίδας παρατρέχον. Οὐδεὶς κόρος πέφυκε σωφρόνως ἔχειν·
924 Καὶ γὰρ τὸ πῦρ εἴωθε ταῖς ὕλαις θέειν. Οἶνος πάθους ἔγερσις ἐκλελοιπότος· Ὕλη γὰρ εἰσρέουσα ῥώννυσι φλόγα. Φεύγουσιν ὀργὰς οἱ δίκας δεδοικότες· Θυμὸν γὰρ ἐξάπτουσι πολλάκις δίκαι.
924 Δεινὸν πόνοις κάμνοντι προσθεῖναι πόνους· Ἀλλ’ οὖν πόνους ἔπαυσε πολλάκις πόνος. Ἄλλοι μὲν ἄλλων τοὺς πόνους δεδοικότες, Ἄλλοις ὁρῶνται κινδυνεύοντες πόνοις.
924 Δόξης ἀεὶ φρόντιζε τῆς αἰωνίου·
925 Ἡ γὰρ παροῦσα ψεύδεται καθημέραν. Οὐδεὶς μετ’ ὀργῆς ἀσφαλῶς βουλεύεται· Τὰ γὰρ μετ’ ὀργῆς οὐδέπω βουλὴν ἔχει. Δεινὸν δράκοντες, καὶ κακοῦργον ἀσπίδες·
925 Διπλῆ γυναικὸς δεινότης ἐν θηρίοις. Πείθουσι γυμνὰ τοὺς ὁρῶντας ὀστέα, Ὡς οὐδὲν ἡμῖν προσφυὲς τῶν ἐνθάδε. Εἰ λοξὰ μὴ βαίνουσι καρκίνων γόνοι, Πεῖραν λάβωσι μητρικῶν βαδισμάτων.
925 Δώσεις προδήλως ἐκβιάζων τὴν φύσιν, Καλοὺς μαθητὰς ἐκ κακῶν διδασκάλων. Κόσμει σεαυτὸν τοῖς καλοῖς τεκμηρίοις, Καὶ μὴ πένητος ὀρφανοῦ καταφρόνει.
926 Θεοῦ διδόντος, οὐδὲν ἰσχύει φθόνος, Καὶ μὴ διδόντος, οὐδὲν ἰσχύει κόπος. Τίκτεις, ἔχιδνα· μὴ φοβοῦ τὰς ὠδῖνας· Ἔχεις λαβοῦσα μητρικοῦ πεῖραν τόκου.
926 Οὐδεὶς ἀριστεὺς ἐκ προδήλου δειλίας· Νίκαι γὰρ εἰσπράττουσι τὰς εὐφημίας. Ἀνὴρ ὑπνώδης, εὑρέτης ὀνειράτων· Μύστης γὰρ ὕπνος φασμάτων, οὐ πραγμάτων. Εἴωθε πείθειν μὴ θέλοντας ἡ βία,
926 Ἄγχει γὰρ αὕτη καὶ γίγαντας πολλάκις. Δήμου σφαλέντος, πᾶς ἀγύρτης ἄρχεται· Δῆμος δὲ πάντη τῶν καλῶν ἀταξία.
926 Ἔργον πάρεργον οὐδαμῶς ἔργον λέγω·
927 Τὸ γὰρ πάρεργον καὶ καταφρονητέον. Ἡ πρὸς τὰ νεκρὰ τῶν χαμαιριφῶν μέλη Τάξις τιμᾶται τῶν κυνῶν ἠθροισμένων. Χρυσοῦ λαλοῦντος, πᾶς ἀπρακτείτω λόγος,
927 Πείθειν γὰρ οἶδε, κἂν πέφυκεν μὴ λέγειν. Ἕξουσι καὶ νῦν τὰ πρὸς εἰρήνην φέρειν, Οἱ πρὸς τὰ ῥευστὰ τοῦ βίου μεμηνότες.
927 ΛΓʹ. Γνωμολογία τετράστιχος.
927 Ἐπίγραμμα τῶν στίχων.
928 Γρηγορίου πόνος εἰμὶ, τετραστιχίην δὲ φυλάττω, Γνώμαις πνευματικαῖς μνημόσυνον σοφίης. Πρᾶξιν προτιμήσειας, ἢ θεωρίαν; Ὄψις τελείων ἔργον, ἡ δὲ πλειόνων.
928 Ἄμφω μέν εἰσι δεξιαί τε καὶ φίλαι· Σὺ δὲ πρὸς ἣν πέφυκας, ἐκτείνου πλέον. Ἤρετό μέ τις πρόβλημα τῶν ἐκ πνεύματος Ἢν ἐκρυπωθῇς, εἶπον. Ἀλλὰ σωφρονῶ. Ἢν ἐκρυπωθῇς. Νῦν δὲ δεῖ καθαρσίων.
928 Μύρον δοχεῖον σαπρὸν οὐ πιστεύεται. Μήτ’ ἀντίτεινε πᾶσι, μήθ’ ἕπου λόγοις,
928 Ἀλλ’ οἷς ἐπίστῃ, καὶ ὅσον, καὶ πηνίκα.
929 Θεοῦ δὲ μᾶλλον ἐξέχου, ἢ προστάτει. Λόγῳ παλαίει πᾶς λόγος, βίῳ δὲ τίς; Ἢ μὴ διδάσκειν, ἢ διδάσκειν τῷ τρόπῳ. Μὴ τῇ μὲν ἕλκειν, τῇ δ’ ἀπωθεῖσθαι χεροῖν.
929 Ἧττον δεήσῃ τοῦ λέγειν, πράττων ἃ δεῖ Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις. Ὑμῖν λέγω μάλιστα τοῖς τοῦ βήματος, Ὀφθαλμὸν εἶναι μὴ σκότους πεπλησμένον, Μὴ καὶ πρόεδροι τοῦ κακοῦ φαινώμεθα.
929 Εἰ γὰρ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον; Ἄφωνον ἔργον κρεῖσσον ἀπράκτου λόγου. Βίου μὲν οὐδεὶς πώποθ’ ὑψώθη δίχα· Λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου.
930 Οὐ γὰρ λαλούντων, εὖ βιούντων δ’ ἡ χάρις. Δῶρον Θεῷ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντ’ ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πένης δίδωσι, τοῦτο πρόσφερε.
930 Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Μηδέν ποτ’ εὔξῃ, μηδὲ τῶν μικρῶν, Θεῷ. Θεοῦ γάρ ἐστι, πρὶν λαβεῖν. Τί οὖν λέγω; Κλέπτεις τὰ σαυτοῦ μὴ διδούς. Καινοῦ χρέους! Ἀνανίας σε πειθέτω, Σάπφειρά τε.
930 Πανήγυριν νόμιζε τόνδε τὸν βίον. Ἢν πραγματεύσῃ, κέρδος. Ἀντάλλαγμα γὰρ Μικρῶν τὰ μείζω, καὶ ῥέοντ’ ἀϊδίων.
930 Ἢν δ’ αὖ παρέλθῃ, καιρὸν ἄλλον οὐκ ἔχεις.
931 Πολὺς μὲν ἔστιν ὁ προκείμενος δρόμος· Πλείων δ’ ὁ μισθός. Μὴ βλέπων τὸ πᾶν ἅμα, Τοῦ παντὸς ἐκστῇς. Καὶ πλέεις οὐ πᾶν ἅμα· Καὶ τοῦτο πεῖρα πολλάκις τοῦ δυσμενοῦς.
931 Μὴ σφόδρα θαῤῥεῖν, μηδ’ ἀπελπίζειν ἄγαν. Τὸ μὲν γὰρ ἐκλύει σε, τῷ δ’ ἀνατρέπῃ. Τὸ μὲν κατόρθου, τοῦ δ’ ἔχου· τοῦδ’ οὐ φθόνος. Οὐχ ὡς ὁδοῦ τὸ λεῖπον ἀχρειοῖ πόνον. Μὴ θερμὸν ἅπτειν, ἐμμένειν δ’ οἷς ἂν κρίνῃς·
931 Κρεῖσσον προκόπτειν, ἤ τι κόπτειν τοῦ καλοῦ. Καὶ γὰρ κακοὺς καλοῦμεν, οὐχὶ τοὺς κάτω, Τοὺς δ’, ἡνίχ’ ὑψωθῶσι, πίπτοντας μέγα. Σπινθὴρ ἀνάπτει καὶ βραχὺς πολλὴν φλόγα,
932 Καὶ σπέρμ’ ἐχίδνης πολλάκις διώλεσε. Τοῦτ’ οὖν ὁρῶν, ἔκκλινε καὶ μικρὸν βλάβος· Μικρὸν μὲν ἔστιν, εἰς δὲ μεῖζον ἔρχεται. Ἐρεύνα σαυτὸν πλεῖον, ἢ τὰ τῶν πέλας·
932 Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ’ οἱ πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων· Τὰ μὲν γάρ ἐστι φθορᾶς, τὰ δὲ ἵσταται. Ὁ νοῦς ἀεί σοι καμνέτω τυπούμενος Θείοις νοήμασί τε καὶ βίου λόγοις.
932 Γλώσσης δὲ φείδου· καὶ γὰρ εὐκολωτέρα Βλάπτειν· τὸ κέρδος δ’ ἧσσον εὖ κινουμένης Ὄψις συνήρπασέ με, πλὴν ἀλλ’ ἐσχέθην·
932 Εἴδωλον οὐκ ἔστησα τῆς ἁμαρτίας.
933 Εἴδωλον ἔστη; πρᾶξιν ἐκπεφεύγαμεν. Βαθμοὶ τάδ’ εἰσὶ τῆς πάλης τοῦ δυσμενοῦς. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, ᾨδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα·
933 Τοῖς δ’ αὖ καλοῖς τε κἀγαθοῖς ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δρᾶσαι, μικρὸν μέσον. Μὴ λίαν ὀσμῶν ἐκλύου θηλύσμασιν, Ἁφῆς τε λειότησι, μηδὲ γεύσεσι. Τί ἄν ποτ’ ἀνδρίσαιο τῶνδ’ ἡττώμενος,
933 Χωρὶς γυναικῶν καῤῥένων ἡδύσματα. Δὸς, εἶπε γαστήρ. Ἢν λαβοῦσα σωφρονῇς, Δώσω προθύμως. Ἢν δὲ τοῖς κάτω δίδῳς, Κόπρον λάβοις μὲν, ἀλλ’ ὅμως μὴ πλουσίαν. Εἰ δ’ οὖν κατάσχοις, δώσομεν καὶ πλουσίαν.
933 Γέλως γέλωτος εὖ φρονοῦσιν ἄξιος,
934 Μάλιστα μὲν πᾶς, τὸν πλέον δ’ ὁ πορνικός. Γέλως ἄτακτος ἐκφέρει καὶ δάκρυον. Κρεῖσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένον. Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν,
934 Οὐχ ὃ γράφουσι χεῖρες, ἢ λύει χρόνος, Ὄψει δ’ ὅπερ νοῦ σώφρονος γνωρίζεται· Αἶσχος δ’ ὁμοίως τὴν φρενῶν ἀκοσμίαν. Λύπαι προσῆλθον, ἡδοναὶ, θάῤῥη, φόβοι, Πλοῦτος, πενία, δόξα, δύσκλεια, θρόνοι·
934 Ῥείτωσαν, ὡς θέλουσιν. Οὐδὲν ἅπτεται Τῶν οὐ μενόντων ἀνδρὸς εὖ βεβηκότος. Ὑψοῦ βίῳ τὸ πλεῖον, ἢ φρονήματι· Ὁ μὲν θεοῖ σε, τῷ δὲ καὶ πίπτεις μέγα. Τεύξῃ δὲ τούτου, μὴ μικροῖς μετρούμενος.
934 Κἂν πλεῖστον ἀρθῇς, εἶ κάτω τῆς ἐντολῆς.
935 Δόξαν δίωκε, μήτε πᾶσαν, μήτ’ ἄγαν· Κρεῖσσον γὰρ εἶναι τοῦ δοκεῖν. Εἰ δ’ ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μήτε τὴν νέαν. Τί γὰρ πιθήκῳ κέρδος, ἢν δοκῇ λέων;
935 Αἴνει μὲν ἄλλον, μὴ φρόνει δ’ αἰνούμενος· Καὶ γὰρ δέος σε τῶν ἐπαίνων ὑστερεῖν. Μηδ’ ἄλλον εὐθὺς, πρίν γε τῇ πείρᾳ μάθῃς, Μή πως κακοῦ φανέντος, αἰσχύνην ὄφλῃς. Κακῶς ἀκούειν κρεῖσσον, ἢ λέγειν κακῶς.
935 Ὅταν προθῇ τις ἄλλον εἰς κωμῳδίαν Ὡς εὐφρανῶν σε, σαυτὸν ἐγκεῖσθαι δόκει. Ὧδ’ ἂν μάλιστα δυσχεραίνοις τῷ λόγῳ. Μηδὲν μέγ’ εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος·
936 Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μί’ ἀσφάλεια μὴ ὀνειδίζειν τύχας. Κρεῖσσον καλῶς βιοῦντα, καὶ πονούμενον, Παῤῥησιάζεσθαί τι πρὸς τὸν Δεσπότην,
936 Ἢ μὴ καλοῖς θάλλοντ’ ἀπαιτεῖσθαι δίκην· Εἰ καὶ τὰ πάντα σὺν λόγῳ πορεύεται. Προοῦ τὰ πάντα, καὶ Θεὸν κτῆσαι μόνον Εἶ γὰρ μεριστὴς χρημάτων ἀλλοτρίων. Εἰ δ’ οὐ θέλεις τὰ πάντα, δὸς τὰ πλείονα.
936 Εἰ δ’ οὐδὲ τοῦτο, τοῖς περιττοῖς εὐσέβει. Καλόν τι σητῶν ἁρπάσαι καὶ τοῦ φθόνου, Χριστὸν χρεώστην μᾶλλον, ἢ τὰ πάντ’ ἔχειν, Ὃς καὶ βασιλείαν κλάσματος χαρίζεται·
936 Χριστὸν σκέπεις τρέφεις τε, τὸν πτωχὸν τρέφων.
937 Πένης προσῆλθεν, εἶτ’ ἀπῆλθε μὴ τυχών· Δέδοικα, Χριστὲ, μὴ κἀγὼ τῆς σῆς χερὸς Χρῄζων, ἀπέλθοιμ’ ἐνδεὴς, ἐμοῖς νόμοις. Ὃ γάρ τις οὐ δέδωκε, μηδ’ ἐλπιζέτω.
937 Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς τὸν Θεὸν νένευκε, καὶ μόνον βλέπει. Σὺ δ’ ἀγκαλίζου· καὶ γὰρ ἀετὸς, ὡς λόγος, Πολὺς καλιᾷ λεπτὸν ὄρνιν ἀμφέπει. Κρεῖσσον πενία μὴ δικαίας κτήσεως·
937 Καὶ γὰρ νόσος γε τῆς κακῆς εὐεξίας. Λιμῷ μὲν οὔ τις ῥᾳδίως διεφθάρη· Τοῖς δ’ αὖ κακίστοις πότμος ἡ μοχθηρία. Τί δεσπότης, ἢ δοῦλος, ἢ φαύλη τομή;
938 Εἷς πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία. Ὑπηρετούμενος δὲ σύνδουλον βλέπε. Ὅταν δὲ λυθῇς, τιμιώτερος φανεῖς. Οἱ δ’ οἰκέται τί, καὶ μάλισθ’ ὅσοι Θεοῦ;
938 Μὴ φευγέτωσαν εὐνοεῖν τοῖς δεσπόταις. Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. Καὶ Χριστὸς ὤφθη δοῦλος, ἀλλ’ ἠλευθέρου. Κακὸς δ’ ἀκούων αἰσχύνου, μὴ δυσγενής. Γένος γάρ εἰσιν οἱ πάλαι σεσηπότες.
938 Γένους προάρχειν κρεῖσσον, ἢ λύειν γένος, Ὡς καλὸν εἶναι, ἢ καλῶν πεφυκέναι. Θεοῦ μόνου, θείων τε ἀπλήστως ἔχειν,
938 Ὃς τοῖς λαβοῦσι καὶ πλέον χαρίζεται,
939 Διψῶν τὸ διψᾶσθ’, ἀφθόνως ἀεὶ ῥέων· Ἐν τοῖς δὲ λοιποῖς καὶ φέρειν ἡσσώμενος. Μὴ πάντα νικᾷν, μηδ’ ἀεὶ, σπουδὴν ἔχε· Καλῶς κρατεῖσθαι κρεῖσσον, ἢ νικᾷν κακῶς.
939 Καὶ γὰρ παλαιστὴς οὐχ ὁ κείμενος κάτω, Πάντως κρατεῖται, πολλάκις δ’ ὑπέρτερος. Καὶ ζημιοῦ τι· τοῦτο κέρδος πολλάκις, Ὥσπερ καθαίρειν φυτὸν εἰς εὐκαρπίαν. Εἰ δ’ οὐ καλῶς τι προστίθης οἷς νῦν ἔχεις,
939 Ὕλῃ φέρεις πῦρ, ἢ νόσον τῷ σώματι. Εἰ μηδὲν ὄφλεις τῷ Θεῷ τιμωρίας, Μηδ’ αὐτὸς ἴσθι τοῖς ὄφλουσι συμπαθής. Εἰ δ’ οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ σταθμίζεται.
940 Ὅταν ποθ’ ὕβρις ἐκκάῃ τὴν σὴν φρένα, Μνήσθητι Χριστοῦ, τῶν τ’ ἐκείνου τραυμάτων, Πόση τε μοῖρα ταῦτα τῶν τοῦ Δεσπότου. Ὣς δ’ ἂν τὸ λυποῦν, ὥσπερ ὕδατι, σβέσαις.
940 Ἔρως, μέθη, ζῆλός τε καὶ δαίμων, ἴσα· Οἷς ἂν προσέλθῃ, τὸ φρονεῖν ἐπέκλυσε. Τῆξις, προσευχὴ, δάκρυον, τὰ φάρμακα. Ἥδ’ ἰατρεία τῶν ἐμῶν νοσημάτων. Ὅρκον δὲ φεῦγε πάντα. Πῶς οὖν πείσομεν;
940 Λόγῳ, τρόπῳ τε τὸν λόγον πιστουμένῳ. Ἄρνησίς ἐστι τοῦ Θεοῦ ψευδορκία. Τί δεῖ Θεοῦ σοι; τὸν τρόπον μέσον τίθει. Τί χρηστότητος δόγμα συντομώτερον;
940 Τοιοῦτος ἴσθι τοῖς φίλοις καὶ τοῖς πέλας,
941 Οἵους σεαυτῷ τούσδε τυγχάνειν θέλεις· Καὶ συντομώτερόν τι, τὰ Χριστοῦ πάθη. Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον, Ὃν οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη·
941 Ὃς οὐ χαρίζετ’ ἢ μόνον τὸ συμφέρον. Ἔχθρας ὅρους γίνωσκε, φιλίας δὲ μή. Τἄλλα βλέπων ὀφθαλμὸς, αὑτὸν οὐ βλέπει, Ἀλλ’ οὐδὲ τἄλλα, ἢν ἄγαν λημῶν τύχῃ. Τούτου χάριν σύμβουλον εἰς ἅπαντ’ ἔχειν·
941 Καὶ γὰρ χερὸς χεὶρ, καὶ ποδὸς ποῦς ἐνδεής. Εἰ τοῖς καλοῖς ἕποιο νουθετούμενος, Οὐκ ἐντραπήσῃ τοῖς κακοῖς γελώμενος. Ὅταν ποτ’ αἰσχρὸν ἐννοῇς, νόμιζέ σοι Πολλοὺς παρεῖναι, καὶ σεαυτὸν ἐντρέπου.
942 Ἀεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν. Κακοῖς ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. Κακοῦ παρ’ ἀνδρὸς μή ποτε χρηστὸν πάθῃς. Ζητεῖ γὰρ ὧν βεβίωκε συγγνώμην ἔχειν.
942 Ἐγώ τι κέρδος ἐκλέγω καὶ δυσμενοῦς. Τὰς γὰρ λαβὰς φεύγοντας, ἀσφαλεστέρους Εἶναι παραινῶ, καὶ τὸ πικρὸν φάρμακον Ὅμως δέδοικα, καὶ τὸ ἡδὺ μέμφομαι. Καλοὺς ἀμείβου, τοὺς κακοὺς περιφρόνει·
942 Κἂν τοῖσδε κείσθω, τοῦ παθεῖν μηδὲν, χάρις· Ὣς ἂν καλοὺς καὶ τούσδε ποιήσῃς χρόνῳ. Τῷ μακροθύμῳ χρηστότης καλὴ δόσις. Πᾶσιν μὲν ἴσθι χρηστὸς, εἰ τοῦτο σθένος,
942 Πλέον δὲ τοῖς ἔγγιστα. Τοῦ χάριν λέγω;
943 Τίς ἄν σε πιστεύσειε τοῖς ξένοις καλὸν Εἶναι τὸν οὐ δίκαιον οἷς ὀφείλεται; Τί πάντα τὸν δύστηνον αἰτιώμεθα Ἐχθρὸν, διδόντες τῷ βιοῦν ἐξουσίαν;
943 Μέμφου σεαυτὸν, ἢ τὸ πᾶν, ἢ τὸ πλέον. Τὸ πῦρ παρ’ ἡμῶν, ἡ δὲ φλὸξ τοῦ Πνεύματος. Μὴ σφόδρ’ ἕπεσθαι παιγνίοις ἐνυπνίων· Μηδ’ εὐπτόητον εἰς ἅπαντ’ ἔχειν φρένα· Μηδὲ πτεροῦ μοι δεξιοῖς φαντάσμασι.
943 Λόχος τάδ’ ἐστὶ πολλάκις τοῦ δυσμενοῦς. Ἐλπὶς προκείσθω δεξιοῦ παντὸς τέλους· Εἰ γὰρ συνεργός ἐστί τις τοῦ χείρονος,
944 Πῶς οὐ καλοῦ δίκαιον εἶναι καὶ πλέον; Οὐ γὰρ φέρω γε τῷ κακῷ νικώμενος. Ἡγοῦ τύχης φρόνησιν ἀσφαλεστέραν· Ἡ μὲν γάρ ἐστι πραγμάτων κούφη φορὰ,
944 Ἡ δ’ οἰακισμός. Μηδὲ ἒν παιδεύσεως Νόμιζε κρεῖσσον, ἣ μόνη κεκτημένων. Τὸ δραστικὸν δείκνυε μὴ τῷ δρᾷν κακῶς, Τῷ δ’ εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός. Τόδ’ ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές.
944 Κτείνει δὲ ῥᾷστα καὶ τρυγὼν καὶ σκορπίος. Αἰσχρὸν νέον γέροντος ἀσθενέστερον
944 Εἶναι, γέροντα δ’ ἀφρονέστερον νέου.
945 Ὁμῶς ὁ μὲν καθ’ ὥραν ἔστω πάνσοφος· Τὸν δὲ κράτιστον καὶ πρὸ ὥρας σωφρονεῖν. Ἀεὶ μὲν ἐργάζοιο τὴν σωτηρίαν· Καιρὸς δὲ δὴ μάλιστα, ἡ βίου λύσις.
945 Τὸ γῆρας ἦλθεν· ἔξοδον κήρυξ βοᾷ. Πᾶς εὐτρεπίζου· πλησίον γὰρ ἡ κρίσις. Πέρας λόγου, δισσή τις ἄρνησις Θεοῦ, Ἔργῳ, λόγῳ τε. Μὴ κλαπῇς, περισκόπει (Ἀεὶ διώκῃ λαθρίοις παλαίσμασι),
945 Μή πως δεηθῇς ἐσχάτων καθαρσίων.
945 ΛΔʹ. Ὅροι παχυμερεῖς.
945 Θεὸς μέν ἐστιν οὐσία, πρῶτον καλόν.
946 Κόσμος δὲ, ῥευστῶν καὶ νοουμένων δέσις. Τὸ δ’ εἶν’ ἕκαστον τοῖον ἢ τοῖον, φύσις. Φύσις δ’ ἄϋλος, ἄγγελος, πρώτη κτίσις. Οἱ δ’ ἐκτραπέντες τοῦ καλοῦ τί; δαίμονες·
946 Ὧν πρῶτός ἐστιν, ὅς ποτ’ ἦν Ἑωσφόρος, Σκότους δυσειδοῦς εὑρέτης καὶ προστάτης. Ὕλη δὲ μορφῶν ἕδρα, δευτέρα κτίσις. Ὕλης δὲ κάλλος, εἶδος ἐκμορφουμένης. Ὅρος δὲ ῥευστῶν καὶ νοουμένων, πόλος.
946 Ἄστρων δὲ φύσις, πῦρ κύκλῳ περίδρομον. Φῶς δ’ ἔστι λάμψις ἐκ πυρὸς, ψυχῇ λόγος. Σκότος δὲ δισσὸν, λάμψεως δισσῆς λύσις.
946 Αἰὼν, διάστημ’ ἀχρόνως ἀεὶ ῥέον,
947 Χρόνος δὲ, μέτρον ἡλίου κινήσεως. Γῆ, πῆξις ὕλης τῷ πόλῳ κυκλουμένης. Πῦρ δὲ, φλέγουσα καὶ ῥέους’ ἄνω φύσις. Ὕδωρ δὲ, ῥευστὴ καὶ κατάῤῥοπος φύσις.
947 Κενοῦ δ’ ἀὴρ πλήρωμα καὶ πνευστὴ ῥύσις. Ἄνθρωπός εἰμι, πλάσμα καὶ εἰκὼν Θεοῦ. Τὸ σῶμα δ’ ὕλη, καὶ διαστατὸν πάχος. Στοιχεῖόν ἐστι σώματος πρῶτον μέρος. Ψυχὴ δὲ, φύσις ζωτικὴ, φέρουσά τε·
947 Λόγος δὲ καὶ νοῦς τῇ γ’ ἐμῇ συνεκράθη. Ζωὴ δὲ, σώματός τε καὶ ψυχῆς δέσις, Ὡς θάνατον εἶναι, τῶν δὲ τὴν διάστασιν. Νοῦς δ’ ἔστιν ὄψις ἔνδον, οὐ περίγραφος. Νοῦ δ’ ἔργον, ἡ νόησις, ἐκτύπωμά τε.
947 Λόγος δ’ ἔρευνα τῶν νοὸς τυπωμάτων,
948 Ὃν ἐκλαλήσεις ὀργάνοις φωνητικοῖς. Αἴσθησίς ἐστιν εἰσδοχή τις ἔκτοθεν. Μνήμη, κάθεξις τῶν νοὸς τυπωμάτων. Λήθη δὲ, μνήμης ἐκβολή. Λήθης δέ γε
948 Μνήμη τις αὖθις, ἣν ἀνάμνησιν λέγω. Βούλησιν οἶδα, νοῦ ῥοπὴν καὶ συνδρομὴν Τῶν ὅσς’ ἐφ’ ἡμῖν· τἄλλα δ’ οὐ θελητέα. Ἡ δ’ οἷ θέλω κίνησις, ἐξουσιότης. Τὴν σύντονον δὲ καὶ προσθυμίαν λέγω·
948 Τὸ δὲ ἀκούσιον, βουλήσεως τυραννίδα. Λογισμὸν οἶδα πραγμάτων διαίρεσιν. Πόθος δ’ ὄρεξις ἢ καλῶν ἢ μὴ καλῶν. Ἔρως δὲ θερμὸς δυσκάθεκτός τε πόθος. Θυμὸς μέν ἐστιν ἀθρόος ζέσις φρενός·
948 Ὀργὴ δὲ θυμὸς ἐμμένων. Ὁ δ’ εἰς κακὸν
949 Μνήμων, λοχῶν τε, μνησικακία τυγχάνει. Πέψιν δὲ λύπης οἶδα μακροθυμίαν· Τὸ δὲ πρὸς ὕβριν ἤρεμον, ἀοργησίαν, Ἣν δὴ πραότητα τοῖς πάλαι καλεῖν ἔθος.
949 Ἕξιν δὲ καλῶν, τὴν ἀρετὴν νόμιζέ μοι, Τῶν δ’ αὖ κακίστων, τὴν ἐναντίαν νόσον· Τὴν μὲν Θεοῦ δώρημα, τὴν δ’ ἐφεύρεσιν. Κάλλος δὲ παντός ἐστιν εὐαρμοστία, Αἶσχος δὲ, κάλλους ὕβρις, ὡς ἐμὸς λόγος.
949 Ἀνδρεία δ’ ἔστι πρὸς τὰ δεινὰ στεῤῥότης Θράσος δὲ, θάρσος πρὸς τὰ μὴ τολμητέα. Δειλία δὲ, συστολή τις εἰς τολμητέα. Ἡ σωφροσύνη δ’ ἐπικράτησις ἡδονῶν· Ἧτταν δὲ τούτων, τὴν ἀσέλγειαν λέγω.
950 Δικαιοσύνη δὲ, μὴ πλέον ζητεῖν ἔχειν· Τῆς δ’ ἰσότητος ἔκβασις, τοῦτ’ ἀδικία. Φρόνησίς ἐστι πραγμάτων ἐμπειρία. Σοφία νομιζέσθω δὲ τῶν ὄντων θέα.
950 Ἡ δ’ ἁπλότης ἕξις τις ἀργὴ πρὸς κακόν. Ἡ διπλόη δὲ, τοῦ τρόπου κακουργία. Ἡ δ’ ἡδονὴ, ψυχῆς τίς ἐστι λειότης· Λύπη δὲ, δηγμὸς καρδίας καὶ σύγχυσις. Φροντὶς δ’ ἑλιγμὸς, ἡ μέριμνα τὸ πλέον.
950 Σκέψις, λογισμῶν ἀντίθεσις εἰς πρακτέα. Κρίσις δὲ πῆξις τῶν νοὸς βουλευμάτων· Ῥίψιν δὲ τούτων οἶδα τὴν ἀκηδίαν. Φθόνος δὲ τῆξις εὐροούντων τῶν πέλας.
950 Ἡ βασκανία δὲ καὶ βλάβη διὰ φθόνον.
951 Τῶν δ’ αὖ κακίστων μέμψις, αἰνετὸν πάθος Αἰδὼς δὲ συστολή τίς ἐστ’ αἴσχους φόβῳ. Αἰδοῦς δὲ περιφρόνησις, ἡ ἰταμότης. Σπουδὴ δὲ, σύστασίς τις εἰς προκείμενα·
951 Λύσιν δὲ ταύτης οἶδα τὴν ῥαθυμίαν. Ὁ δ’ ὄκνος ἐστὶ πρός τι δυσκινησία. Ζῆλος δ’ ὁ μὲν μίμησις, ὁ δ’ ἀνία τις. Φίλτρου κλαπέντος εἰς ξένον ποθούμενον, Καλοῦσι δ’ αὐτὴν ζηλοτυπίαν οἱ πάλαι.
951 Ἀλαζονείαν, ὄγκον οἶδα καρδίας· Τύφον δ’, ἄναψιν, ἣν ἐγείρει κουφότης. Ὑπερήφανος δ’ ἔμοιγε καὶ φανητίας. Τὴν δ’ αὐθάδειαν, αὐταρέσκειαν λέγω. Ταπεινοφροσύνη, μὴ φρονεῖν ἐπάξιον.
952 Ταύτης δόκησίς ἐστιν ἡ εἰρωνεία. Ἐλευθερία δὲ χρημάτων ἀπλῆ δόσις. Τούτων λάφυξιν οἶδα τὴν ἀσωτίαν. Ἀνελευθερίαν δέ φημι τὴν φειδωλίαν.
952 Μεγαλοπρέπεια δ’ ἔστιν ἔργων λαμπρότης· Μικροπρέπεια, τὸ φρονεῖν μικροῖς μέγα. Μεγαλόφρονος, τὸ πάντα εὐπετῶς φέρειν· Τὸ δ’ οὐδὲ μικρὰ, τοῦτο μικροψυχίας. Φιλοτιμί’ ἐστὶ μέτριος τιμῆς πόθος.
952 Ἡ χαυνότης δὲ, καὶ πέρα τοῦ μετρίου. Κενῶν δ’ ὄρεξιν ἴσθι κενοδοξίαν· Δόξαν, τὸ τοῖον ἡμῖν, ἢ τοῖον δοκεῖν. Ἄλλη δὲ δόξα, πραγμάτων φαντάσματα.
952 Ὕβρις μέν ἐστι δυσμενοῦς οὐκ εὐμενὴς
953 Πρᾶξις, λόγος τε. Λοίδορος δ’ αἴσχη φέρει. Μέμψις δ’ ἀτιμώρητος ἐκ φίλου ψόγος. Κατηγορία δ’ ἔγκλημα τῶν κολαστέων· Ἡ δ’ οὐκ ἀληθὴς γίνεται, συκοφαντία·
953 Ἡ λάθριος δὲ, διαβολή σοι κλητέα. Μέμψις ἀνεύθυνός τις, ἡ βλασφημία. Κακήγορος δ’, ὃς πᾶσιν ὁπλίζει στόμα. Ἀστειότης μὲν, φαιδρότης ἐν συλλόγῳ. Ἡ δ’ εὐτραπελία, φαιδρότης ἔξω λόγου.
953 Λόγου δὲ μωρί’ ἐστὶν ἡ ἀχρηστία. Γέλως, παρειᾶς βράσμα, παλμὸς καρδίας. Οἴνου δ’ ἄμετρον χρῆσιν εἰπὲ τὴν μέθην, Τὰ δ’ ἐκ μέθης ὑβρίσμαθ’, ἡ παροινία. Ἡ κραιπάλη δ’ ἕωλος ὕβρις ἐκ μέθης.
954 Φόνος δ’ ὁ μέν τις σωμάτων, ὁ δ’ εἰκόνος· Ἄμφω δὲ λύσις τῆς φίλης ἁρμονίας. Πορνεία καὶ μοιχεία, ἡ μὲν σωμάτων Ξένων κλοπή τις, ἡ δέ τις καὶ δαιμόνων·
954 Ὅταν Θεοῦ τὸ φίλτρον εἰς ἐχθροὺς πέσῃ. Εἰδωλολάτρης δ’ ὃς σέβει καὶ χρυσίον. Εἰ δ’ ὠφέλεια, κέρδος εἰς ψυχὴν λαβεῖν, Βλάβη, τὸ ταύτην ζημιῶσαι, γίνεται. Ἔλεος μέν ἐστι συμπάθεια συμφορᾶς.
954 Οἶκτος δέ κ’ εὖ τι τὸν πεπονθότα δράσαι. Ἕξις δὲ ποιὰ πρὸς τὰ πράγμαθ’, ὁ τρόπος· Ἦθος δὲ πλάσμα τοῦ τρόπου κατήγορον. Διδασκαλία, τύπωσις ἔργῳ καὶ λόγῳ.
954 Λόγος δ’ ἄριστός ἐστι φαρμακεὺς κακῶν·
955 Ὁ δ’ οὐκ ἄριστος, καὶ καλῶν ἀναιρέτης. Σκέψιν νοητῶν, τὴν θεωρίαν νόει. Πρᾶξις δ’ ἐνέργειά τις εἰς τὰ πρακτέα. Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος.
955 Τόκον δὲ ταύτης, τὴν ἐνέργειαν λέγω. Τέχνη μέν ἐστι σύνταγμ’ ἐξ ἐμπειρίας· Ἕξις δ’ ἄλυτος, ἣν ἐπιστήμην λέγω. Ὃ μὴ χάριν τοῦ, τἄλλα δι’ αὐτοῦ, τέλος. Σκοπὸς δὲ δή τις, ᾧ τέλει σπουδάζεται.
955 Δέησιν οἴου, τὴν αἴτησιν ἐνδεῶν· Τὴν δὲ προσευχὴν ἴσθι τῶν ἀμεινόνων· Εὐχὴν δ’ ὑπόσχεσίν τιν’ ἐξιλάσματος· Τὸ δ’ ἐξίλασμα, δῶρον εἰς τιμὴν φέρον, Ἔπαινός ἐστιν εὖ τι τῶν ἐμῶν φράσαι.
955 Αἶνος δ’ ἔπαινος εἰς Θεὸν σεβάσμιος.
956 Ὁ δ’ ὕμνος, αἶνος ἐμμελὴς, ὡς οἴομαι. Ψαλμὸς σὺν ᾠδῇ γίγνεται ψαλμῳδία. Τὰ ὄντα φάσκειν, ὡς ἔχει, ἀψευδία· Ὡς δ’ οὐκ ἔχει, ψεῦδος. Καὶ τοῦ λόγου μάχη
956 Λόγον προσάντη, οὗ τί χεῖρον τῷ βίῳ; Ὅρκος δὲ δὴ πίστωσις ἐμμέσῳ Θεῷ. Τούτου δὲ τήρησίς τις ἡ εὐορκία. Θρησκείαν οἶδα καὶ τὸ δαιμόνων σέβας. Ἡ δ’ εὐσέβεια, προσκύνησις τῆς Τριάδος.
956 Ἄρνησίς ἐστιν, ἕν τι τῶν τριῶν κάτω Βαλεῖν, Θεοῦ τε μὴ σέβειν συμφυΐαν. Πίστις δὲ διττή· ἡ μὲν ἐκ λόγου βίας, Ἣ καὶ δικαία· ἡ δ’ ἕτοιμος συνδρομή. Λόγος γάρ ἐστιν ὁ πρόεδρος τοῦ λόγου.
956 Ἐλπὶς δ’ ἀπόντος πράγματος συνουσία.
957 Λύσιν δὲ ταύτης, τὴν ἀπόγνωσιν λέγω. Συμψυχίαν δὲ τὴν ἀγάπην ὁρίζομαι, Τὴν πρὸς Θεὸν δὲ, καὶ ὁδὸν θεώσεως. Μῖσος δ’ ἀποστροφή τις, ἔχθρας ἐργάτις.
957 Ὑπόκρισις δὲ, λανθάνουσα πικρία. Τιμὴ δὲ τοῦ Πλάσαντος, ἄνθρωπον φιλεῖν· Τοῦ πτωχίσαντος δ’ αὑτὸν, ἡ πτωχῶν σχέσις. Φιλόξενος δ’ ὃς οἶδεν αὐτὸς ὢν ξένος. Βίου γαλήνη δ’ ἔστιν, εἰρήνη φίλη·
957 Ψυχῆς δὲ καὶ μάλιστα, λώφησις παθῶν. Ἡ δ’ ἔχθρα μοι δύσνοια καὶ διάστασις· Ἔχθρα δὲ καὶ πόλεμος, εὑρέτης κακῶν. Ἁγνισμός ἐστιν ἡ Θεοῦ συνουσία.
958 Βέβηλον οἴου καὶ βδέλυγμ’ ἁμαρτίαν. Κάθαρσίς ἐστιν ἔκπλυσις μολυσμάτων. Μολυσμὸν οἶδα καὶ τύπωσιν τῶν κακῶν. Γάμος μέν ἐστιν ἔννομος σαρκῶν δέσις·
958 Ἡ παρθενεία δ’ ἔκβασις τοῦ σώματος. Οὗτος μοναστὴς, ὃς Θεῷ ζῇ καὶ μόνῳ. Μονὴ δέ μοι, σύνταγμα πρὸς σωτηρίαν. Ἁμαρτί’ ἐστὶ τοῦ καλοῦ παρεκτροπὴ, Ὃ μὴ φύσις τε καὶ νόμος χαρίζεται.
958 Νόμος μέν ἐστιν ἔνδικος πρακτῶν ὅρος. Ἡ δ’ ἐντολή μοι δεσπότου παρεγγυή. Παρανομί’ ἐστὶν ἐν νόμῳ πονηρία·
958 Ἀνομίαν οἶδα τὴν νόμων ἐλευθέραν.
959 Ἰουδαϊσμός ἐστιν, ὁ πρῶτος νόμος· Ὁ δεύτερος δὲ, τοῦ πάθους μυστήριον. Ὁ μὲν σκιώδης, δαιμόνων ἀναιρέτης· Ὁ δὲ τρανός τε καὶ λύτης αἰνιγμάτων.
959 Χριστοῦ δ’ ἐνανθρώπησις, ἄλλη μου πλάσις, Θεοῦ παθόντος σαρκικῶς ἐμῷ πάθει, Ὃς πάντα πᾶσιν ἀντέδωκε τοῖς ἐμοῖς. Ἐκ μὲν γυναικὸς ἦλθεν, εἰς Εὔας χάριν· Ἐκ Παρθένου δέ· καὶ γὰρ ἐκ Πατρὸς μόνου
959 Τὸ πρῶτον, ἄζυξ ἀζύγων. Ἡ δ’ ἀπογραφὴ Τῆς θείας αὖθις ἐγγραφῆς εἶχε τύπον. Ἡ σπαργάνωσις, ἀντὶ τῆς γυμνώσεως. Φόνος δὲ παίδων, νηπίων ἄρσις τύπων. Ἀστὴρ τρέχων δὲ, προσκύνησις κτίσεως.
959 Μάγοι δὲ προστρέχοντες, ἐθνῶν εἴσοδος.
960 Τὸ λοῦτρον ἦν κάθαρσις ὑδάτων ἐμῶν. Τὸ Πνεῦμα συγγένεια μαρτυρουμένη. Ἄλειψις ἡ νηστεία πρὸς ἐχθροῦ πάλην. Ἡ πεῖρα δ’ ἦν ἔρευνα τῆς Θεοῦ πλοκῆς.
960 Στέφος δ’ ἀκανθῶν, ἔνδυσις τε πορφύρας, Ἐχθροῦ κράτους σύλησις ἐκ παλαισμάτων. Τρόπαιον ὁ σταυρὸς δὲ τοῦ ξύλου ξύλον. Ἧλοι δὲ πῆξις τῆς ἐμῆς ἁμαρτίας. Εἴσω δὲ πάντα ταῖν χεροῖν ἁπλουμέναιν.
960 Γεύσει δὲ γεῦσις ἡ χολῆς ἀντίστατος. Λῃστῶν δ’ ὁ μὲν σέσωστο πιστεύσας, Ἀδάμ· Ὁ δ’ ἦν πονηρὸς, καίπερ ἐσταυρωμένος. Πένθος δὲ τοῦ παθόντος ἑκταῖον σκότος· Πετρῶν δὲ ῥῆξις, τῶν πετρῶν ὑπέρμαχος·
960 Νεκρῶν δ’ ἔγερσις, εἴσοδός τε εἰς πόλιν,
961 Ἡ τῶν θανόντων εἰς ἄνω μετάστασις. Πλευρᾶς δὲ ῥεῦσαν αἷμα καὶ ὕδωρ ἅμα, Τὸ δισσὸν ἦν βάπτισμα, λούτρου καὶ πάθους, Ὅταν διώκτης κίνδυνον καιρὸς φέρῃ.
961 Ἡ νεκρότης δὲ, τῆς ἐμῆς ἀναίρεσις. Ἡ δ’ ἐκ νεκρῶν ἔγερσις, ἐξ ᾅδου λύσις. Ἡ δ’ εἰς ἄνω πορεία καί μ’ ἄνω φέρει. Καὶ τἀπὶ τούτοις, δεῦρό μοι, σκεψώμεθα. Λαὸς μέν ἐστι σύνταγμ’ εἰς Θεοῦ σέβας.
961 Ναὸς δὲ λαοῦ σεπτὸν ἁγνευτήριον. Θεῷ δὲ δῶρον, θυσίαι καθάρσιοι. Δώρων δοχεῖον ἁγνὸν, ἡ θεηδόχος
962 Τράπεζ’. Ἱερωσύνη δὲ ἁγνισμὸς φρενῶν, Θεῷ φέρων ἄνθρωπον, ἀνθρώπῳ Θεόν· Μυστήριον μέν ἐστιν ἄῤῥητον σέβας. Χάρισμα δ’ οἶδα Πνεύματος θείαν δόσιν.
962 Κήρυγμ’ ἀδήλων, τὴν προφητείαν λέγω· Εὐαγγέλιον δὲ, τῆς νέας σωτηρίας· Ἀποστολὴν δὲ, συμμαχίαν κηρύγματος· Λόγου δὲ γνῶσιν, τὴν κατήχησιν, νέοις· Τὴν δὲ μετάνοιαν, πρὸς τὰ κρείσσονα στροφήν·
962 Ἐξόρκισιν δὲ, δαιμόνων ἐξαίρεσιν. Τὸ λοῦτρόν ἐστι δευτέρου βίου σφραγίς.
962 Αἱ προσφοραὶ δὲ, τῆς Θεοῦ σαρκώσεως,
963 Παθημάτων τε τῶν Θεοῦ κοινωνία. Σημεῖόν ἐστι θαῦμά γ’ οὐκ εἰθισμένον. Πυρὸς δὲ γλῶσσαι, Πνεύματος ἐνδημία. Ὁ ψυχικὸς δ’ ἄνθρωπος, οὐδέπω καλός·
963 Ὁ σαρκικὸς δὲ, καὶ λίαν πάθους φίλος· Ὁ πνευματικὸς δ’, οὐ μακρὰν τοῦ πνεύματος. Τίς δ’ Ἀντίχριστος; πλῆρες ἰοῦ θηρίον, Ἀνὴρ δυνάστης. Ἡ ἀπόστασις δὲ τίς; Ὁ παγκάκιστος ἀρτίως ἀποστάτης,
963 Ἥ τε κρατοῦσα νῦν Θεοῦ διαίρεσις· Μεθ’ ἣν ὁ Χριστὸς αὖθις ἐν δόξῃ Πατρὸς, Ὅσον φανῆναι σῶμα τοῖς θεοκτόνοις. Μεθ’ ἣν ἀνάστασις, ἡ δέσις τοῦ συνθέτου· Μεθ’ ἣν τὸ συμπέρασμα, τῶν ὄντων λύσις·
963 Ἔστι δὲ δή τις πρὸς τὸ κρεῖσσον ἀλλαγή·
964 Μεθ’ ἣν κρίσις τε καὶ φόβος. Τίς δ’ ἡ κρίσις; Οἰκεῖον ἔνδον τοῦ συνειδότος βάρος, Ἢ κουφότης, νόμου τε πρὸς βίον σταθμή. Μακαριότης δ’ ἔμοιγε ἡ εὐζωΐα.
964 Τίς δ’ ἡ βασιλεία; τοῦ Θεοῦ θεωρία. Σὺν ἀγγέλοις τε δόξα καὶ ὑμνῳδία. Σκότος δὲ τοῖς κακίστοις, ἐκ Θεοῦ πεσεῖν· Σκώληξ δὲ, πῦρ τε, τῆξις ὑλικοῦ πάθους. Εἰ δ’ ἄλλο τοῦδε κρεῖσσον, οὐκ ἔξω Θεοῦ.
964 Τύχη δὲ, καὶ πρόνοια, καὶ εἱμαρμένη· Ἡ μὲν, τὸ συμβὰν αὐτομάτως, λόγου δίχα Ἡ δ’, οἰακισμὸς, ᾧ φέρει τὸ πᾶν Θεός· Ἡ δ’, εἱρμὸς, οἶμαι, τῶν Θεῷ τυπουμένων.
964 Ταῦτ’ ἔστιν ἡμῖν ἐκτύπως ὁρίσματα.
965 (1t) ΛΕʹ. Εἰς πενίαν φιλόσοφον
965 (1t) Χαίρεις, τρυφῶν, σὺ τῇ νόσῳ, εἶτ’ εὐπορεῖς; Ἔχεις κακὸν μὲν, φάρμακον δὲ τῆς νόσου. Ἄλλος πένης μὲν, ἐγκρατὴς δέ· τρισμάκαρ
965 (1t) Ὃς οὔτε δεινὸν, οὔτε φάρμακον ἔχει. Τὸν πλούσιον μὲν, τῶν παθῶν δὲ ἥσσονα, Τότε προτιμῶ τοῦ πένητος καὶ σοφοῦ, Ὅταν τὸν ἰσχύοντα παραπληξίᾳ Τοῦ μὴ νοσοῦντος, ἀσθενεστέρου δέ γε.
965 (1t) Λϛʹ. Περὶ τῆς αὐτῆς.
965 (1t) Ἔστω τις νοσερὸς χαλεπῶς, καὶ πολλὰ πορίζων Φάρμακα τοῖς πάθεσιν· ἄλλος ὑγεινότατος, Φάρμακον οὐδὲν ἔχων· πότερον τούτων μακαρίζεις;
966 Τόν ῥ’ εὐεκτοῦντα (οἶδ’ ὅτι καὶ γὰρ ἅπας). Οὕτω τὸν χρῄζοντ’ ὀλίγων, κἂν σφόδρα πένηται, Πρὸς τοῦ πλουτοῦντος χρήμασι καὶ πάθεσι.
966 ΛΖʹ. Εἰς τὴν ὑπομονήν.
966 Ὅταν τιν’ εὕρῃς εὐπαθοῦντα τῶν κακῶν, Γίνωσκε τοῦτον τῷ τέλει τηρούμενον. Ὅταν καλόν τιν’ ἐν κακοῖς, καθάρσιον Τὴν θλίψιν ἴσθι· δεῖ γὰρ, εἴ τι καὶ μικρὸν Ἰλύος ἐφέλκει, τοῦτο ῥυφθῆναι πόνοις,
966 Ὡς μηδὲν εἰς πύρωσιν ἔλθῃ τῶν κακῶν· Ἢ πεῖραν εἶναι καὶ πάλην τοῦ δυσμενοῦς, Θεοῦ διδόντος, ὡς ἀναῤῥηθῇς μέγας.
966 Ἰώβ τε ταῦτα πειθέτω νικηφόρος.
967 (1t) ΛΗʹ. Εἰς τὴν αὐτήν.
967 (1t) Εἴ τις ἐὼν κακίης στυγερὸν τέκος ἔνθα τέθηλας, Ταῖς πυμάταις βασάνοις ἴσθι φυλασσόμενος. Εἴ τις ἄριστος ἐὼν κύρσας τραχέος βιότοιο,
967 (1t) Ὡς χρυσὸς χοάνοις ἴσθι καθαιρόμενος· Ἢ φθονεροῖο πάλῃ κάμνων δέμας, ἄλλος Ἰώβ τις, Ὥς κεν ἀεθλήσας στέμμα νίκης φορέοις. Τῷ μήτ’ εὐθαλέων τέρπου φρένα, μήτε μόγοισι Κάμπτεο χριστοφόρῳ πάντα φέρων κραδίῃ.
967 (1t) ΛΘʹ. Εἰς τύχην καὶ φρόνησιν.
967 (1t) Ἔφησέ τίς που τῶν φιλοχρύσων τάδε·
968 «Θέλω τύχης σταλαγμὸν, ἢ φρενῶν πίθον.» Πρὸς ὅν τις ἀντέφησε τῶν φιλοφρόνων· «Ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθὸς τύχης.»
968 Μʹ. Εἰς τῶν ἀνθρωπίνων ματαιότητα.
968 Οἱ τοὺς ἀραχνῶν ἐκμιμούμενοι μίτους, Καὶ τοῖς ἀφαυροῖς ἐντρυφῶντες τοῦ βίου, Ἴστωσαν ὡς εὔληπτα καὶ αὔραις πέλει Τὰ τερπνὰ πάντα τοῦ ἀραχνώδους βίου. Οἱ τοὺς θρόνους ἔχοντες ὡραϊσμένους,
968 Καὶ ταῖς ῥεούσαις ἐξοχαῖς ἐπηρμένοι, Σκοπεῖτε τὴν ἄφευκτον ἐσχάτως δίκην,
968 Ὡς οὐδὲν αὐτὴν οὐδαμῶς παραδράμοι.