Part of Aristotle's Natural Problems by Type

Λϛ. ΟΣΑ ΠΕΡΙ ΠΡΟΣΩΠΟΝ.

Διὰ τί τοῦ προσώπου τὰς εἰκόνας ποιοῦνται; πότερον ὅτι τοῦτο δηλοῖ ποῖοί τινες; ἢ ὅτι μάλιστα γινώσκεται;

Διὰ τί τὸ πρόσωπον ἰδίουσι μάλιστα, ἀσαρκότατον ὄν; ἢ διότι εὐΐδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κεφαλὴ τοιαύτη; ὑγρότητα γὰρ οἰκείαν ἔχει πλείστην. δηλοῦσι δʼ αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι γινόμενοι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι πολλοί· σημεῖον δʼ αἱ τρίχες, ὅτι πολλοὶ πόροι εἰσὶ περαίνοντες ἔξω. οὔκουν ἐκ τῶν κάτω ὁ ἱδρώς, ἀλλʼ ἐκ τῆς κεφαλῆς γίνεται. διὸ ἰδίουσι καὶ πρῶτον μάλιστα τὸ μέτωπον· ὑπόκειται γὰρ τὸ πρῶτον. τὸ δʼ ὑγρὸν κάτω ῥεῖ, ἀλλʼ οὐκ ἄνω.

Διὰ τί ἐν τῷ προσώπῳ μάλιστα οἱ ἴονθοι; ἢ διότι μανὸς ὁ τόπος καὶ ὑγρότητα ἔχει; σημεῖον δὲ ἥ τε τῶν τριχῶν ἔκφυσις καὶ ἡ τῶν αἰσθήσεων δύναμις· ὁ δὲ ἴονθος ὥσπερ ἐξάνθημα ὑγρότητός τινος ἀπέπτου.