Ostanes the Philosopher to Petasius-This Sacred and Divine ArtὈστάνου φιλοσόφου πρὸς Πετάσιον περὶ τῆς ἱερᾶς
Ostanes the Alchemist Ostanes the Philosopher to Petasius This Sacred and Divine Art PDF
The work Ostanes the Philosopher to Petasius on the Sacred and Divine Art is a brief, pseudepigraphical Greek alchemical treatise presented as a letter from the legendary Persian sage Ostanes to a recipient named Petasius. Characteristically cryptic and allegorical, the text discusses the sacred nature of transmutation, framing alchemy as a divine art. Its content aligns with common motifs in Greco-Egyptian alchemy, including the unity and transformation of matter, often expressed through symbolism of death and resurrection, the correspondence between macrocosm and microcosm, and encoded descriptions of materials and procedures. The treatise survives as a minor component within the corpus of Greek alchemical writings, preserved in Byzantine manuscripts such as Marcianus graecus 299. Its attribution to Ostanes is a conventional pseudepigraphical device used to lend authority. As part of the Greek alchemical tradition, this work contributed to the body of esoteric knowledge transmitted from antiquity, forming a link in the continuous chain of alchemical theory and practice that would later be translated into Arabic and Latin and influence the medieval period.
| 2.261.(9t) | ὈΣΤΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΣ ΠΕΤΑΣΙΟΝ ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΤΑΥΤΗΣ ΚΑΙ ΘΕΙΑΣ ΤΕΧΝΗΣ Τῆς φύσεως τὸ ἄτρεπτον ἐν μικρῷ ὕδατι τέρπεται· αἱ κράσεις γὰρ αὐτὸ τέρπουσιν τῆς ὑφεστώσης ὑποστάσεως· διὰ γὰρ τοῦ ἐρασμίου καὶ θείου ὕδατος τούτου πᾶν νόσημα θεραπεύεται. Ὀφθαλμοὶ βλέπουσι τυφλῶν, ὦτα ἀκούουσι κωφῶν, μογιλάλοι τρανῶς λαλοῦσιν. Ἔστι δὲ εἰκότως ἡ σκευὴ τοῦ θείου ὕδατος τοιαύτη. Λαβὼν ὠὰ δρυίνου ὄφεως ἐν αὐγούστῳ μηνὶ ἐν ὄρεσι διατρίβοντος Ὀλυμπίου ἢ Λιβάνου ἢ Ταύρου, προσφάτων ὄντων, ἔκχεον ἐν ὑελίνῳ ἀγγείῳ λίτραν μίαν· ἐπιβαλὼν ἐν αὐτῷ ὕδατι θείῳ, ἤγουν θερμοῦ, ἀνάγαγε ἐν οὐρανίᾳ θεῖον ἄπυρον τετρακὶς, ἄχρις αὐτοῦ πορφυρόχροος γένηται ἡ ἀνάλειψις τοῦ ἐλαίου. |
| 2.262 | Λαβὼν ἀμιάντου 𐆄 ιγʹ, αἵματος κογχύλης 𐆄 θʹ, ὠὰ χρυσοπτέρων ἱεράκων 𐆄 εʹ, εὑρισκομένων πλησίον τῶν κέδρων τοῦ Λιβάνου ἐν τῷ ὄρει· ταῦτα λειοτριβήσας τὰ εἴδη ἐν θυείᾳ λιθίνῃ τὴν ἀμίαντον καὶ τὴν κογχύλην καὶ τὰ ὠὰ, ἕως ἂν ἑνωθῶσιν ὁμοῦ πάντα· καὶ μετὰ ταῦτα ἐν ὑελίνῳ ἄμβικι ἐξωράϊσον ἑπτάκις, καὶ ἀπόθες. Ἀνάγαγε τὸ πρῶτον σύνθεμα μετὰ τοῦ δευτέρου, καὶ λείου ἐν τρισὶν ἡμέραις· καὶ μετὰ τὴν τελείωσιν, ἐπίβαλλε ἐν ὑελίνῳ 〈ἀγγείῳ〉 πάντα ὁμοῦ λειωθέντα· καὶ θάψον ἐν ὕδατι θαλασσίῳ ἡμέραν αʹ· καὶ ἐτελέσθη τὸ θεῖον ὕδωρ. Τοῦτο τὸ ὕδωρ τὰ νεκρὰ ἀνιστᾷ καὶ τὰ ζῶντα νεκροῖ, τὰ σκοτεινὰ φωτίζει καὶ τὰ φωτεινὰ σκοτίζει, ὕδωρ θαλάσσιον δράσσεται, καὶ τὸ πῦρ ἀπολύει· καὶ ταῦτα διὰ μικρᾶς σταγόνος τὰ μολιβδοειδῆ χρυσοειδῆ ἐργάζεται, συνεργοῦντος τοῦ τῇ ἀοράτῳ καὶ παντοδυνάμῳ δυνάμει καὶ σοφίᾳ χρησαμένου, καὶ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι τὰ σύμπαντα καὶ ἀχθῆναι καὶ γενέσθαι καὶ μορφοῦσθαι κελεύσαντος· ᾧ καὶ κράτος νέμειν δεῖ αὐτῷ τῷ μόνῳ, καὶ καθολικῷ καὶ ἀληθινῷ Θεῷ, σὺν τῷ ζωαρχικῷ τῆς ἡμετέρας ζωῆς καὶ σωτηρίας Χριστῷ Ἰησοῦ, σὺν τῷ νοερῷ καὶ ἡγεμονικῷ Θείῳ Πνεύματι, δόξα, μεγαλοπρέπεια εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν. |