ΤΡΑΓῼΔΟΥΜΕΝΑ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Προέηκε πελιάδα Ὅτι διὰ πελειάδος ἐπείρασαν οἱ Ἀργοναῦται τὰς Συμπληγάδας, καὶ Ἀσκληπιάδης ἱστορεῖ ἐν δευτέρῳ Τραγῳδουμένων.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Πελειὰς δὲ εἶδος περιστερᾶς, ὡς καὶ Ἀριστοτέλης φησίν. Ὅτι δὲ ἐχρήσαντο περιστερᾷ πλεῖν μέλλοντες, καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις φησίν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Τυρὼ ἡ Σαλμωνέως ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα, καὶ ἴσχει παῖδας ἐξ αὐτοῦ τρεῖς, Αἴσονα καὶ Φέρητα καὶ Ἀμυθάονα. Αἴσονος δὲ καὶ Πολυμήλας καθʼ Ἡσίοδον γίνεται Ἰάσων, κατὰ δὲ Φερεκύδην ἐξ Ἀλκιμέδης. Τελευτῶν δὲ οὗτος καταλείπει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχειρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ υἱῷ παράσχῃ. Ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη δείσασα δίδωσιν αὐτὸν τρέφεσθαι Χείρωνι τῷ Κενταύρῳ. Τραφεὶς δὲ καὶ ἡβήσας ἔρχεται εἰς Ἰωλκὸν ἀπαιτῶν τὴν πατρῴαν ἀρχὴν τὸν Πελίαν. Ὁ δὲ ἔφασκεν χρῆναι αὐτὸν πρότερον διακομίσαι τὸ χρυσοῦν δέρας ἀπὸ Κόλχων, καὶ τοὺς πυριπνόους ἀνελεῖν ταύρους. Ἀκούσας δὲ ταῦτα ὁ Ἰάσων λέγει τῷ Χείρωνι. Καὶ αὐτῷ ὁ Χείρων συνεκπέμπει τοὺς ἠιθέους. Κατασκευάζει δὲ ἡ Ἀθηνᾶ τὴν Ἀργώ. Πλέοντες δὲ ἀφικνοῦνται ἐπὶ τὴν τῶν Βιθυνῶν χώραν. Καὶ ὁρῶσι τὸν Φινέα πηρὸν διὰ ταύτην τὴν αἰτίαν. Ἔχων γὰρ παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου καὶ ἐπιγήμας Εὐρυτίαν δίδωσιν αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπήνας λέγει αὐτῷ πότερον βούλεται ἀποθανεῖν ἢ τυφλὸς γενέσθαι. Ὁ δὲ αἱρεῖται μὴ ὁρᾶν τὸν ἥλιον. Ἀγανακτήσας δὲ ὁ Ἥλιος Ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἵτινες εἴποτε μέλλοι ἐσθίειν, αὐτοῦ τὰ βρώματα διήρπαζον ἐμβάλλουσαι φθοράν τινα. Καὶ οὕτω Φινεὺς ἐτιμωρεῖτο. Τοῦτον οὖν τὸν Φινέα θεωρήσαντες οἱ περὶ τὸν Ἰάσονα παρεκάλουν ὑποθέσθαι πῶς δεῖ διαπλεῦσαι τὰς Πλαγκτὰς λεγομένας πέτρας. Ὁ δὲ εἶπεν, ἐὰν τὰς Ἁρπυίας ἀπαλλάξωσι τῆς πρὸς αὐτὸν ὁρμῆς. Θέντες δὲ συνθήκας ἐπαγγέλλονται αὐτῷ τοῦτο δρᾶσαι. Ὁ δὲ λέγει αὐτοῖς, πόσον δύναται ἔχειν τάχος ἡ Ἀργώ; φάντων δὲ πελειάδος, ἐκέλευσεν ἀφεῖναι περιστερὰν κατὰ τὴν συμβολὴν τῶν πετρῶν, κἂν μὲν μεσολαβηθῇ, μὴ πλεῖν, ἐὰν δὲ σωθῇ, τότε περαίνειν τὸν πλοῦν. Οἱ δὲ ταῦτα ἀκούσαντες ποιοῦσι, κατασχεθείσης δὲ τῆς περιστερᾶς διὰ τῆς οὐρᾶς, προσβάλλουσι τῇ Ἀργοῖ δυοῖν … Συμπληγάδες πέτραι συνελθοῦσαι τῆς νεὼς συμμύουσιν, αὐτοὶ δὲ σώζονται. Οἱ δὲ Βορειάδαι Ζήτης καὶ Κάλαϊς ἀποδιώκουσι τὰς Ἁρπυίας ἀπὸ τῶν Φινέως δείπνων. Καὶ οὕτω παραγίνονται εἰς Κόλχους. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἀγηνορίδης Ἀγήνορος γὰρ παῖς ἐστιν Φινεὺς, ὡς Ἑλλάνικος. Ὡς δὲ Ἡσίοδός φησιν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας. Ὁμοίως δὲ καὶ Ἀσκληπιάδης καὶ Ἀντίμαχος καὶ Φερεκύδης φασίν. Ἐκ γὰρ Κασσιεπείας τῆς Ἀράβου Φοίνικι γίνεται Κίλιξ καὶ Φινεὺς καὶ Δόρυκλος. Ὁ δὲ Ἀτύμνιος κατὰ μὲν ἐπίκλησιν καὶ αὐτὸς τοῦ Φοίνικος, ταῖς δὲ ἀληθείαις τοῦ Διός. Ἔνιοι δὲ αὐτὸν ἐν τῇ Παφλαγονίᾳ βασιλεῦσαι ἱστοροῦσιν, ἥτις ἐστὶ τῆς Ἀσίας, ὥς φησιν Ἑλλάνικος.
Πινδαρικὴ ὑπόμνησις Ἀσκληπιάδης δὲ ἐν τῷ τρίτῳ τῶν Τραγῳδουμένων οὕτω γράφει· «Προσιστοροῦσι δὲ ἔνιοι ὡς καὶ μανείη ὁ Ἰξίων, ὡς καὶ Φερεκύδης, καὶ τὴν ἐπὶ τοῦ τρόχου δὲ κόλασιν αὐτῷ παρεγκεχειρήκασι· ὑπὸ γὰρ δίνης καὶ θυέλλης αὐτὸν ἐξαρπασθέντα φθαρῆναί φασιν.»
Οὐαλέριος Ἁρποκρατίων Δυσαύλης ... Ἀσκληπιάδης δʼ ἐν δʹ Τραγῳδουμένων τὸν Δυσαύλην αὐτόχθονα εἶναί φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν παῖδας Πρωτονόην τε καὶ Νίσαν.
Σοῦδα Ῥησίαρχος, ὃς ἐρέει τὰ θέσφατα, παρʼ Ἐπιχάρμῳ· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρηκεν, ἢ, ὡς Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέναι ἀλήθειαν εἰπεῖν. Ἐγένετο δὲ καὶ ἕτερος.
Πινδαρικὴ ὑπόμνησις Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων ἱστορεῖ Ἀπόλλωνος καὶ Καλλιόπης Ὑμέναιον, Ἰάλεμον, Ὀρφέα.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Εἶναι δὲ Ὀρφέα, κατὰ μὲν Ἀσκληπιάδην, Ἀπόλλωνος καὶ Καλλιόπης, κατὰ δὲ ἐνίους Οἰάγρου καὶ Πολυμνίας.
Σχόλια εἰς Εὐριπίδην Καὶ Ἀσκληπιάδης ἐν τῷ ἕκτῳ Τραγῳδουμένων πλείους τῆς Καλλιόπης λέγει παῖδας ἐν τούτοις· «Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεννῆσαί φασιν Λίνον τὸν πρεσβύτατον, καὶ τρεῖς μετʼ ἐκεῖνον, Ὑμέναιον, Ἰάλεμον, Ὀρφέα· τῷ δὲ νεωτάτῳ τὴν μὲν ἐπιθυμίαν ..... ...ευμάτων ἐμπεσεῖν, καὶ περὶ τὴν μουσικὴν ......... πάντων. Οὐ μὴν τοιοῦτό γε πάθος ......... γενέσθαι.»
Πινδαρικὴ ὑπόμνησις Ἀσκληπιάδης διὰ τῶν Τραγῳδουμένων φησὶν οὕτως· «Περὶ μὲν οὖν τοῦ θανάτου σχεδὸν ἅπαντες οἱ ποιηταὶ συμφωνοῦσι, τελευτῆσαι μὲν αὐτὸν ὑπὸ Μαχαιρέως, ταφῆναι δὲ τὸ μὲν πρῶτον ὑπὸ τὸν οὐδὸν τοῦ νεὼ, μετὰ δὲ ταῦτα Μενέλαον ἐλθόντα ἀνελεῖν, καὶ τὸν τάφον ποιῆσαι ἐν τῷ τεμένει.» Τὸν Μαχειρέα φησὶν υἱὸν εἶναι τοῦ Δαίτα.
Οὐαλέριος Ἁρποκρατίων Μελανίππειον. Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Πορφύριός φησιν ἱστορεῖν τὸν γράψαντα τὰ Τραγῳδούμενα ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς Ἀρχιάλος.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Βελλεροφόντην. Οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους· ἀνελὼν δὲ Βέλλερον τὸν Κορινθίων δυνάστην Βελλεροφόντης ἐκλήθη. Ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου. Λαβὼν δὲ παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον — διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκοι ἐκ τοῦ τῆς Γοργόνος τραχήλου —, τούτῳ ἐπωχεῖτο. Δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας, φεύγει εἰς Ἄργος. Τυχὼν δὲ καθαρσίων παρὰ Προίτου τοῦ βασιλέως, μετʼ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ τοῦ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδεῖτο ὅπως αὐτῇ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγεν. Ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατειποῦσα, ὡς ἄρα εἴη βεβιασμένη πρὸς αὐτοῦ. Ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἠβουλήθη τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμματα. Ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετόπησε τὴν κατʼ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβουλήν· τοσοῦτον γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο. Ἔδωκε δὲ αὐτῷ πρὸς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖράν τινα. Λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφʼ οἷς ἔπραξε θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι· τὰ γὰρ νῶτα, ὡς ἔφημεν, πτερωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὥστε ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπʼ αὐτοῦ καλούμενον Ἀλήιον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν ὑπὸ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Λήμνιοι τὰς ἐξ ἔθους τῇ Ἀφροδίτῃ θυσίας μὴ ἀποδιδόντες καθʼ αὑτῶν θάνατον ἐνομοθέτησαν. Τὴν γὰρ θεὸν λέγεται ὀργισθεῖσαν τοῖς μὲν ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμελῆσαι καὶ καθέζεσθαι ἐφʼ ἡσυχίας. Διέβαινον οὖν εἰς τὴν Θρᾴκην περιέποντες καὶ συμμιγνύμενοι ταῖς ἐνταῦθα. Ταῖς δὲ γυναιξὶ τῶν Λημνίων ἔκτοπον λύσσαν ἐμπεσεῖν ὥστε ψηφίσασθαι πάσας ἀνδροκτονεῖν, καὶ μὴ τῆς ἐπιβουλῆς ταύτης ἀποτυχεῖν. Γενομένου δὲ τούτου τοῦ ἀτυχήματος περὶ τοὺς ἄνδρας, λέγεται τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξοκείλαντα τῇ κρατίστῃ πασῶν Ὑψιπύλῃ μιγῆναι· ἐξ ἧς φασὶ γενέσθαι Εὔνηον. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τοῖς Τραγῳδουμένοις.
Ἀσκληπιάδης δὲ ἐν τοῖς Τραγῳδουμένοις φησὶν, εἰς κύκνον μεταβληθέντα τὸν Δία Νεμέσει μιγῆναι.
Σχόλια εἰς Εὐριπίδην Ὁ δὲ Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν τὸν Ὀρέστην ἐκεῖ ἐν Ἀρκαδίᾳ τελευτῆσαι.
Σχόλια εἰς Εὐριπίδην Ἡ διὰ στόματος καὶ δημώδης ἱστορία περὶ τῆς Ἀπόλλωνος θητείας παρʼ Ἀδμήτῳ αὕτη ἐστὶν, ᾗ κέχρηται νῦν Εὐριπίδης. Οὕτω δέ φησι καὶ Ἡσίοδος καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις.
Ψευδοαπολλόδωρος Ἄργον τὸν πανόπτην ... Ἀσκληπιάδης μὲν Ἀρέστορος λέγει, Φερεκύδης δὲ Ἰνάχου, Κέρκωψ δὲ Ἄργου καὶ Ἰσμήνης τῆς Ἀσωποῦ θυγατρὸς, Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγει.
Ψευδοαπολλόδωρος Μίνως δὲ ... γήμας Πασιφάην τὴν Ἡλίου καὶ Περσηίδος, ὡς δʼ Ἀσκληπιάδης φησὶ, Κρήτην τὴν Ἀστερίου θυγατέρα, παῖδας μὲν ἐτέκνωσε Κατρέα κτλ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Νηλεὺς ἔσχε παῖδας ἐκ μὲν Χλωρίδος Νέστορα, Περικλύμενον, Χρόμιον· ἐκ δὲ διαφόρων γυναικῶν Ταῦρον, Ἀστέριον, Πυλάωνα, Δηΐμαχον, Εὐρύβιον, Ἐπιλέοντα, Φράσιν, Ἀντιμένη, Εὐαγόραν, ὡς δὲ Ἀσκληπιάδης φησὶ, καὶ Ἀλάστορα.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Τάνταλος Διὸς καὶ Πλουτοῦς συνδιατρίβων τοῖς θεοῖς καὶ συνεστιώμενος αὐτοῖς ἀπλήστως διετέθη. Κλέψας γὰρ τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν, οὐκ ἐξὸν αὐτῷ, ἔδωκε τοῖς ὁμήλιξιν. Ἐφʼ οἷς ἀγανακτήσαντα τὸν Δία ἐκβαλεῖν αὐτὸν τῆς ἐν οὐρανῷ διαίτης καὶ ἐξαρτῆσαι ἐπʼ ὄρους ὑψηλοῦ ἐκδεδεμένον τῶν χειρῶν, καὶ τὴν Σίπυλον, ἔνθα ἐκεκήδεστο, ἀνατρέψαι. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ.
Σχόλια εἰς Εὐριπίδην Ἀσκληπιάδης δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθʼ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός. Λόγιον γὰρ ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν, πρὶν ἂν τοὺς τῆς Σφιγγὸς λύσειαν χρησμοὺς, ὁπότε δὲ μὴ συνίοιεν, ἁρπάζειν αὐτὴν ὅντινα ἂν τῶν πολιτῶν βούλοιτο.
Ἀθήναιος Καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν·
Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὖ μία φωνὴ,
καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον, ὅσσʼ ἐπὶ γαῖαν
ἑρπετὰ γίνονται, καὶ ἀνʼ αἰθέρα καὶ κατὰ πόντον.
Ἀλλʼ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Γημαμένη Ἡρακλεῖ παῖδας ἴσχει Θηριόμαχον καὶ Κρεοντιάδην. Βαδίζοντος δὲ αὐτοῦ εἰς ᾅδου ἐπὶ τὸν τοῦ κυνὸς ἆθλον, Λύκος ὁ τῶν Θηβῶν βασιλεὺς πεισθεὶς Ἥρᾳ καταστέφει τοὺς Ἡρακλέους παῖδας ἵνα θύσῃ· οὐ γὰρ αὐτὸν ἐπανήξειν ᾤετο. Παραγενόμενος δὲ Ἡρακλῆς ἀναιρεῖ αὐτὸν καὶ τοὺς ἐκείνου παῖδας. Μανεὶς δὲ διὰ τὴν Ἥραν κτείνει τοὺς ἰδίους. Ἔμελλε δὲ καὶ τὸν ἀδελφὸν Ἰφικλέα, εἰ μὴ ἔφθασεν Ἀθηνᾶ κωλύουσα. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἀμφιάραος ὁ Ἰοκλέους γήμας Ἐριφύλην τὴν Ταλάου καὶ διενεχθεὶς ὑπέρ τινων πρὸς Ἄδραστον, καὶ πάλιν διαλυθεὶς ὁρκούμενος ὡμολόγησεν ὑπὲρ ὧν ἂν διαφέρωνται πρὸς ἀλλήλους αὐτός τε καὶ Ἄδραστος ἐπιτρέψειν Ἐριφύλην κρίνειν καὶ πείθεσθαι αὐτῇ. Μετὰ δὲ ταῦτα γινομένης τῆς ἐπὶ Θήβας στρατείας, ὁ μὲν Ἀμφιάραος ἀπέτρεπε τοὺς Ἀργείους καὶ τὸν ἐσόμενον ὄλεθρον προεμαντεύετο. Λαβοῦσα δὲ ἡ Ἐριφύλη τὸν ὅρμον παρὰ τοῦ Πολυνείκους τὸν τῆς Ἁρμονίας, προσέθετο τοῖς περὶ τὸν Ἄδραστον βιαζομένοις τὸν Ἀμφιάραον ἰδόντα τὴν τῶν δώρων ὑποδοχὴν καὶ πολλὰ τὴν Ἐριφύλην αἰτιασάμενον, αὐτὸν μὲν ἐξορμῆσαι πρὸς τὴν στρατείαν, Ἀλκμαίωνι δὲ προστάξαι μὴ πρότερον μετὰ τῶν ἐπιγόνων ἐπὶ Θήβας πορεύεσθαι πρὶν ἀποκτεῖναι τὴν μητέρα. Ταῦτα δὲ πάντα δρᾶσαι λέγεται τὸν Ἀλκμαίωνα, καὶ διὰ τὴν μητροκτονίαν μανῆναι. Τοὺς δὲ θεοὺς ἀπολῦσαι τῆς νόσου αὐτὸν διὰ τὸ ὁσίως ἐπαμύνοντα τῷ πατρὶ τὴν μητέρα κατακτεῖναι. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Θησεὺς ὁ Αἰγέως ἔχων παῖδα Ἱππόλυτον ἐξ Ἀμαζόνος Ἀντιόπης ἔγημε Φαίδραν τὴν Μίνωος θυγατέρα τοῦ τῶν Κρητῶν βασιλέως. Εὐλαβούμενος δὲ μητρυιᾶς ἐπιβουλὴν πέμπει ἐξ Ἀθηνῶν τὸν υἱὸν Ἱππόλυτον Τροιζηνίων ἄρχειν. Ἦν γὰρ αὐτῷ διὰ τὴν Πιτθέως Αἴθραν μητρῴα τις ἀρχὴ δεῦρο. Φαίδρα δὲ ἐρωτικῶς διατεθεῖσα τοῦ Ἱππολύτου, σφοδρῶς ἐπʼ αὐτῷ τηκομένη τὸ μὲν πρῶτον ἱερὸν Ἀφροδίτης ἐν Ἀθήναις ἱδρύσατο τὸ νῦν Ἱππολύτειον καλούμενον. Εἰς Τροιζῆνα δὲ ὕστερον παραγενομένη διενοεῖτο πείθειν τὸν νεανίσκον ὅπως αὐτῇ μιγείη. Χαλεπῶς δʼ ἐκείνου προσδεξαμένου τὸν λόγον, λέγεται φοβηθεῖσαν αὐτὴν ἀντιστρέψαι τὴν αἰτίαν, καὶ πρὸς Θησέα διαβάλλειν ὡς Ἱππολύτου πείθοντος αὐτήν. Ὁ δὲ τριῶν ὥς φασιν αὐτῷ παρὰ τοῦ Ποσειδῶνος εὐχῶν εἶναι ὡμολόγησεν ὅ τι ἂν εὔξηται συντελέσειν, πιστεύσας τῇ Φαίδρᾳ μίαν τούτων ᾐτήσατο παρʼ αὐτοῦ τὸν τοῦ παιδὸς ὄλεθρον. Ἐκεῖνον μὲν οὖν ὁμολογοῦσι τὸ ἅρμα γυμνάζοντα, παραφανέντος ἐξαίφνης ἀπὸ τῆς θαλάσσης ταύρου καὶ ταραχθέντων τῶν ἵππων, ἑλκόμενον ἀποθατεῖν. Τὴν δὲ Φαίδραν φανερῶς γενομένης τῆς διαβολῆς ἀπάγξασθαι. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.
Σχόλια εἰς Εὐριπίδην Κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ Περὶ τοῦ κυνὸς σήματος καὶ Ἀσκληπιάδης φησὶν, ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα.
Τζέτζης Σκύλακα τὴν Ἑκάβην λέγει, ὅτι κύων ἐγένετο, ὥς φησι μυθικῶς Εὐριπίδης «Κύων γενήσῃ πύρσʼ ἔχουσα δέρματα.» Καὶ Ἀσκληπιάδης περὶ τοῦ τόπου, οὗ ἀνῃρέθη· «Ὃ καὶ κυνὸς καλοῦσι δυσμόρου σῆμα.»
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Τρεῖς γὰρ Αἰόλους φασὶ γεγενῆσθαι, πρῶτον τὸν τοῦ Ἕλληνος, δεύτερον τὸν ἐξ Ἱππότου καὶ Μελανίππης, τρίτον τὸν ἐκ Ποσειδῶνος καὶ Ἄρνης. Πρὸς τοῦτον δέ φησιν ὁ Ἀσκληπιάδης, τὸν ἐκ Ποσειδῶνος ἐλθεῖν τὸν Ὀδυσσέα.