eul_wid: jmy-aa

Theseus the Historian Fragments on Corinthian History in Greek

The Fragments on Corinthian History is a lost local history of Corinth attributed to an otherwise unknown author named Theseus the Historian. The work survives only through a handful of quotations preserved in later ancient sources, primarily the Byzantine scholar Tzetzes, the etymological lexicon known as the Etymologicum Magnum, and the anthologist Stobaeus. These fragments indicate the original title was likely Korinthiaka, or Corinthian History. As a work of Corinthian horography, it would have followed the conventional structure of such local histories, treating the city's foundation myths, political narrative, religious institutions, and topography. The extant fragments offer glimpses into this broader scope, recounting an aetiological myth for the Boeotian city of Arne and narrating an episode from the Persian Wars involving Spartan volunteers. The work exists today solely through this indirect transmission, with its fragments collected in modern scholarly editions. It represents a typical example of the now-lost local histories that served as vital sources for later geographers and historians, and its remains contribute valuable, if fragmentary, evidence for the reconstruction of Corinthian tradition and the study of Greek historiography.

t1a-3 ΚΟΡΙΝΘΙΑΚΑ. E LIBRO TERTIO Tzetzes ad Lyc.
1a 644: Ἄρνη πόλις ἐστὶ Βοιωτίας ἀπὸ Ἄρνης τῆς Ποσειδῶνος τροφοῦ, ἥτις Κρόνου ζητοῦντος Ποσειδῶνα, ἀπηρνήσατο μὴ ἔχειν αὐτὸν, ὅθεν ἡ πόλις ἐκλήθη Ἄρνη, πρότερον Σινόεσσα λεγομένη, ὥς φησι Θησεὺς ἐν τρίτῃ Κορινθιακῶν. Etym.
1b M: Ἄρνη, νύμφη, ἡ τροφὸς Ποσειδῶνος. Εἴρηται δὲ (καὶ) Ἄρνη ἡ νύμφη Σινόεσσα (sc. πρότερον) καλουμένη, ὅτι τὸν Ποσειδῶνα λαβοῦσα παρὰ τῆς Ῥέας ἐκτρέφειν, πρὸς τὸν Κρόνον ζητοῦντα ἀπηρνήσατο· καὶ ἐντεῦθεν Ἄρνη ὠνομάσθη. Οὕτω Θησεὺς ἐν Κορινθιακῶν τρίτῳ. Stobaei Floril.
2 VII, 70: Ἐκ τῶν Θησέως. Λοιμοῦ κατασχόντος τὴν Λακεδαίμονα διὰ τὴν ἀναίρεσιν τῶν κηρύκων τῶν ἀπεσταλμένων παρὰ Ξέρξου αἰτοῦντος γῆν καὶ ὕδωρ, ὥσπερ ἀπαρχὰς δουλείας, χρησμὸς ἐδόθη ἀπαλλαχθήσεσθαι αὐτοὺς, εἴ γέ τινες ἕλοιντο Λακεδαιμονίων παρὰ τοῦ βασιλέως ἀναιρεθῆναι. Τότε Βούλης καὶ Σπέρχης ἀφικόμενοι εἰς βασιλέα ἠξίουν ἀναιρεθῆναι· ὁ δὲ θαυμάσας αὐτῶν τὴν ἀρετὴν, ἐπανιέναι προσέταξεν. Stobaeus Floril.
3 VII, 67: Ἐκ τῶν Θησέως. Λακεδαιμόνιοι καὶ Ἀργεῖοι περὶ χωρίου Θυραίας ἐν μεθορίῳ κειμένης, μέχρι μέν τινος ὅλοις τοῖς στρατεύμασι παρετάσσοντο πρὸς ἀλλήλους, τέλος ἔδοξεν αὐτοῖς ἐπιλέξαι παρ’ ἑκατέρων τριακοσίους, κἀκείνων μαχεσαμένων τοῖς κρατήσασιν διαφέρειν τὸ χωρίον. Οὗπερ γενομένου, Ὀθρυάδης Λακεδαιμόνιος στρατιώτης πολλοὺς ἀποκτείνας καὶ πολλὰ τετρωμένος ἔκειτο μεταξὺ τῶν ἀνῃρημένων Λακεδαιμονίων μόνος περιλειφθεὶς, Ἀργείων δὲ δύο Ἀλκήνωρ καὶ Χρόμιος· ὧν ἀπελθόντων εἰς Ἄργος ἀπαγγεῖλαι τὴν νίκην, Ὀθρυάδης πολλοὺς σκυλεύσας τῶν πολεμίων τρόπαιον ἔστησε, καὶ χρησάμενος τῷ τῶν τραυμάτων αἵματι, ἐπέγραψεν· Λακεδαιμονίων κα τ ’ Ἀργείω ν · καὶ τοῦτο πράξας ἀπέθανεν.