eul_wid: dca-aa

Agathon of Samos Scythian and Egyptian Histories in Greek

The Scythian and Egyptian Histories, attributed to the otherwise unattested Agathon of Samos, is a lost prose work of historiography or ethnography. Its Greek title, Apospasmata, meaning "Extracts" or "Selections," indicates it was likely a compilation of notes concerning the Scythians and Egyptians. Based on its title and genre, the work presumably addressed standard ethnographic themes such as descriptions of geography, customs, laws, and the origins and history of these two prominent cultures, often framing them in comparison to Greek norms. The work is not recorded in standard catalogs of fragmentary Greek historians and survives only as a title or through very limited references; an uncorroborated notation of "five passages" may hint at the extent of any surviving fragments. As an ethnographic compilation, it would have contributed to the Greek understanding of major "barbarian" peoples, and its apparent format as a collection of extracts reflects a scholarly practice of creating concise digests from larger works for an audience interested in foreign customs.

ΣΚΥΘΙΚΑ. E LIBRO SECUNDO. Plutarch.
1 De fluv. c. 14, 5: Γεννᾶται δ’ ἐν αὐτῷ (Τανάϊδι) βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων Φρύξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστι μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται· μάλιστα δὲ φύεται παρὰ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δέ ἐστι ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας· καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν βʹ Σκυθικῶν. [ΑΙΓΥΠΤΙΑΚΑ?] Plutarchus Par.
2 min. c. 38: Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε· μετῆλθε δ’ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Σάμιος. ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ.
3 Schol. Paris. Apollon. Rhod. II, 1015: Ἱερὸν δέ ἐστιν ὄνομα ὄρους. Καθήκει δὲ τὸ ὄρος εἰς τὸν Εὔξεινον Πόντον. Μέμνηται αὐτοῦ Κτησίας, καὶ Σουΐδας ἐν βʹ περὶ τοὺς λεγομένους Μάκρωνας· ἀκριβέστερον δὲ Ἀγάθων ἐν τῷ τοῦ Πόντου περίπλῳ, ὃς καὶ ἀπέχειν αὐτό φησι σταδίους ἑκατὸν τῆς Τραπεζοῦντος. ΠΕΡΙ ΠΟΤΑΜΩΝ.
4 (t) E LIBRO SECUNDO. Plutarch. De fluv. 18: Ἴναχος ποταμός ἐστι τῆς Ἀργείας χώρας· ἐκαλεῖτο δὲ τὸ πρότερον Καρμάνωρ. Ἁλιάκμων δὲ, τῷ γένει Τιρύνθιος, ἐν τῷ Κακκυγίῳ ποιμαίνων ὄρει, καὶ κατ’ ἄγνοιαν τῇ Ῥέᾳ συγγινόμενον τὸν Δία θεασάμενος, ἐμμανὴς ἐγένετο, καὶ μεθ’ ὁρμῆς ἐνεχθεὶς, ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Καρμάνορα· ὃς ἀπ’ αὐτοῦ Ἁλιάκμων μετωνομάσθη· προσηγορεύθη δ’ Ἴναχος δι’ αἰτίαν τοιαύτην. Ἴναχος, Ὠκεανοῦ παῖς, φθαρείσης τῆς θυγατρὸς αὐτοῦ Ἰοῦς ὑπὸ Διὸς, τὸν θεὸν βλασφήμοις λοιδορίαις ἐπέπληττε, κατόπιν ἀκολουθῶν· ὁ δ’ ἀναξιοπαθήσας ἔπεμψεν αὐτῷ Τισιφόνην, μίαν τῶν Ἐριννύων· ἀφ’ ἧς ἐξοιστρηλατούμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἁλιάκμονα, ὃς ἀπ’ αὐτοῦ Ἴναχος μετωνομάσθη. Γεννᾶται δ’ ἐν αὐτῷ βοτάνη, Κύουρα καλουμένη, πηγάνῳ προσόμοιος· ἣν αἱ γυναῖκες, ὅταν ἀκινδύνως ἐκτρῶσαι θελήσωσιν, ἐν οἴνῳ βεβρεγμένην τοῖς ὀμφαλοῖς ἐπιτιθέασιν. Γεννᾶται δ’ ἐν αὐτῷ καὶ λίθος, Βηρύλλῳ παρόμοιος· ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας Ἥρας, καθὼς ἱστορεῖ Τιμόθεος ἐν τοῖς Ἀργολικοῖς· μέμνηται δὲ τούτων καὶ Ἀγάθων ὁ Σάμιος ἐν βʹ Περὶ ποταμῶν.