Priscus of Panium Testimonies in Greek
The Testimonies is a historical work by the fifth-century Roman diplomat and historian Priscus of Panium. Composed in Greek, it provides a detailed eyewitness account of the Eastern Roman Empire during a period of profound transformation, chronicling events from approximately 430 to 476 CE. Priscus’s narrative is particularly esteemed for its vivid and firsthand descriptions of diplomatic engagements, military campaigns, and cultural exchanges along the empire's frontiers, most famously detailing encounters with the court of the Hun leader Attila. Though the original text is lost, substantial fragments survive through their preservation in later Byzantine compilations, most notably the tenth-century Excerpta de Legationibus, which collected material on embassies. Modern scholarly editions typically organize these remnants into a sequence of key passages. Priscus’s work is considered an invaluable primary source for the era, offering a rare contemporary perspective on late Roman statecraft, the dynamics of barbarian kingdoms, and the complex political landscape that witnessed the dissolution of the Western Roman Empire. Written in the tradition of classical Greek historiography, it blends meticulous factual reporting with acute ethnographic observation, crafted for an educated audience familiar with its literary precedents.
| TESTIMONIA Πρίσκος, Πανίτης, σοφιστής, γεγονὼς ἐπὶ τῶν χρόνων Θεοδοσίου τοῦ μικροῦ. | |
| 1 | ἔγραψεν ἱστορίαν Βυζαντιακήν, καὶ τὰ κατὰ Ἄτταλον ἐν βιβλίοις ηʹ· μελέτας τε ῥητορικάς, καὶ ἐπιστολάς. Suid. Περὶ οὗ πολέμου συνεγράψατο ὁ σοφώτατος Πρίσκος ὁ Θρᾷξ. |
| 2 | Chronic. Pasch. Ἐν τούτοις τοῖς χρόνοις ὁ πολὺς τῷ λόγῳ πόλεμος ἐκεκίνητο Ἀττίλα τοῦ τῶν Σκυθῶν βασιλέως· ὃν περιέργως καὶ ἐς τὰ μάλιστα λογίως Πρίσκος ὁ ῥήτωρ γράφει, μετὰ πολλῆς τῆς κομψείας διηγούμενος ὅπως τε κατὰ τῶν ἑῴων καὶ ἑσπερίων ἐπεστράτευσε μερῶν, οἵας τε καὶ ὅσας πόλεις ἑλὼν κατήγαγε, καὶ ὅσα πεπραχὼς τῶν ἐντεῦθεν μετέστη. |
| 3 | Evagr. I 17. Μαρκιανὸς τοίνυν, ὡς ἄλλοις τε πολλοῖς καὶ μὴν καὶ Πρίσκῳ ἱστόρηται τῷ ῥήτορι, ἦν μὲν Θρᾷξ γένος. |
| 4 | Evagr. II 1. Ἱστορεῖ δ’ οὖν Πρίσκος ὁ ῥήτωρ φθῆναι τηνικαῦτα τὴν Ἀλεξάνδρου τῆς Θηβαίων ἐπαρχίας κτλ. |
| 5 | Evagr. II 5. Καὶ ὄμβρους δὲ ἐξαισίους ὁ Πρίσκος ἱστορεῖ γενέσθαι ἀνὰ τὴν Κωνσταντινούπολιν κτλ. |
| 6 | Evagr. II 14. Ἐκ πρεσβείας δὲ τῶν ἑσπερίων Ῥωμαίων, Ἀνθέμιος βασιλεὺς τῆς Ῥώμης ἐκπέμπεται· ᾧ Μαρκιανὸς ὁ πρώην βεβασιλευκὼς τὴν οἰκείαν κατενεγγύησε παῖδα. |
| 7 | Ἐκπέμπεται δὲ στρατηγὸς κατὰ Γιζερίχου Βασιλίσκος, ὁ τῆς Λέοντος γυναικὸς Βερίνης ἀδελφός, μετὰ στρατευμάτων ἀριστίνδην συνειλεγμένων. Ἅπερ ἀκριβέστατα Πρίσκῳ τῷ ῥήτορι πεπόνηται· ὅπως τε δόλῳ περιελθὼν ὁ Λέων μισθὸν ὥσπερ ἀποδιδοὺς τῆς ἐς αὐτὸν προαγωγῆς ἀναιρεῖ Ἄσπαρα τὴν ἀρχὴν αὐτῷ περιθέντα, παῖδάς τε αὐτοῦ Ἀρταβούριόν τε καὶ Πατρίκιον, ὃν Καίσαρα πεποίητο πρότερον ἵνα τὴν Ἄσπαρος εὔνοιαν κτήσηται. Evagr. II 16. Περὶ δὲ τῶν ἑξῆς χρόνων Ζωσίμῳ ἱστόρηται μέχρις Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων. |
| 8 | καὶ ὅσα μετ’ αὐτοὺς συνείλεκται Πρίσκῳ τῷ ῥήτορι, καὶ ἑτέροις. Ἅπερ ἅπαντα Εὐσταθίῳ τῷ Ἐπιφάνει ἐπιτέτμηται πανάριστα ἐν δύο τεύχεσιν, ἑνὶ μὲν ἕως ἁλώσεως Ἰλίου, τῷ δὲ ἑτέρῳ ἕως δωδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας. Evagr. V 24. Εἰσὶ καὶ Σαλῶναι πόλις Δελματίας, ὧν Σαλωνεὺς τὸ ἐθνικὸν, ὡς Πρίσκος ἐν ἕκτῳ. |
| 9 | (= frg. 46) Steph. Byz. Apud Joradanem Get. |
| 10 | «Priscus istoricus» laudatur. |