The Historical Fragments on Demosthenes is a lost prose work of history and biography composed in Attic Greek by the Athenian orator Demochares of Leuconoe around 280 BCE. As the nephew of the famed statesman Demosthenes, Demochares wrote the text as a passionate defense of his uncle's political career and personal character, specifically countering contemporary critics who favored Macedonian hegemony. The work was not a formal, continuous narrative but rather a collection of historical notes, speeches, and anecdotes. It addressed pivotal episodes such as Demosthenes' orations, his period of exile, and the circumstances of his death, seeking to vindicate him from accusations of corruption and to establish his legacy as a principled democratic patriot. The complete text has not survived; knowledge of it derives entirely from seven fragments preserved in the works of later authors, including the biographer Plutarch and the writer Athenaeus. Modern scholarship interprets these fragments as evidence of a pointed political polemic from the early Hellenistic period, crafted to rehabilitate the image of Demosthenes for an Athenian public still grappling with the consequences of his staunchly anti-Macedonian policies. The work is understood to have been written in direct opposition to rival historical accounts that were sympathetic to Macedonian rule.
| t1-6 | ΙΣΤΟΡΙΑΙ. Plutarch. |
| 1 | Demosth. c. 30: Δημοχάρης ὁ τοῦ Δημοσθένους οἰκεῖος οἴεσθαί φησιν αὐτὸν (Δημοσθένη) οὐχ ὑπὸ φαρμάκου, θεῶν δὲ τιμῇ καὶ προνοίᾳ τῆς Μακεδόνων ὠμότητος ἐξαρπαγῆναι συντόμως καταστρέψαντα καὶ ἀλύπως. [Κατέστρεψε δ’ ἕκτῃ ἐπὶ δέκα τοῦ Πυανεψιῶνος μηνὸς, ἐν ᾗ τὴν σκυθρωποτάτην τῶν Θεσμοφορίων ἡμέραν ἄγουσαι παρὰ τῇ θεῷ νηστεύουσιν αἱ γυναῖκες] Polybius XII, 13, 9: Οὗ κεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς Ἱστορίαις, φάσκων αὐτὸν τοιοῦτον γεγονέναι προστάτην τῆς πατρίδος, καὶ ἐπὶ τούτοις σεμνύνεσθαι κατὰ τὴν πολιτείαν, ἐφ’ οἷς ἂν καὶ τελώνης σεμνυνθείη ἢ βάναυσος. |
| 2 | Ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτελῶς πωλεῖσθαι κατὰ τὴν πόλιν, καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις φησὶ μεγαλαυχεῖν αὐτόν· καὶ δὴ ὅτι κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ὄνοι διεπέμποντο διὰ τοῦ θεάτρου (διότι δὴ πάντων τῶν τῆς Ἑλλάδος καλῶν ἡ πατρὶς παρακεχωρηκυῖα τοῖς ἄλλοις, ἐποίει Κασσάνδρῳ τὸ προσταττόμενον), ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν. E LIBRO VICESIMO. |
| 3 (t) | Athen. VI: Διαβόητος δὲ ἐγένετο ἐπὶ κολακείᾳ καὶ ὁ τῶν Ἀθηναίων δῆμος. Δημοχάρης γοῦν, ὁ Δημοσθένους τοῦ ῥήτορος ἀνεψιὸς, ἐν τῇ εἰκοστῇ τῶν Ἱστοριῶν διηγούμενος περὶ ἧς ἐποιοῦντο οἱ Ἀθηναῖοι κολακείας πρὸς τὸν Πολιορκητὴν Δημήτριον, καὶ ὅτι τοῦτ’ οὐκ ἦν ἐκείνῳ βουλομένῳ, γράφει οὕτως· «Ἐλύπει μὲν καὶ τούτων ἔνια αὐτὸν, ὡς ἔοικεν, οὐ μὴν ἀλλὰ καὶ ἄλλα γε παντελῶς αἰσχρὰ καὶ ταπεινά· Λεαίνης μὲν καὶ Λαμίας Ἀφροδίτης ἱερὰ, καὶ Βουρίχου καὶ Ἀδειμάντου καὶ Ὀξυθέμιδος τῶν κολάκων αὐτοῦ καὶ βωμοὶ καὶ ἡρῷα καὶ σπονδαί. Τούτων ἑκάστῳ καὶ παιᾶνες ᾔδοντο, ὥστε καὶ αὐτὸν τὸν Δημήτριον θαυμάζειν ἐπὶ τοῖς γινομένοις, καὶ λέγειν, ὅτι οὐδεὶς ἐπ’ αὐτοῦ Ἀθηναίων γέγονε μέγας καὶ ἁδρὸς τὴν ψυχήν.» E LIBRO VICESIMO PRIMO. |
| 4 (t) | Athen. VI: Φησὶ γοῦν ὁ Δημοχάρης, ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ γράφων· «Ἐπανελθόντα δὲ τὸν Δημήτριον ἀπὸ τῆς Λευκάδος καὶ Κερκύρας εἰς τὰς Ἀθήνας, οἱ Ἀθηναῖοι ἐδέχοντο οὐ μόνον θυμιῶντες καὶ στεφανοῦντες καὶ οἰνοχοοῦντες, ἀλλὰ καὶ προσόδια καὶ χοροὶ καὶ ἰθύφαλλοι μετ’ ὀρχήσεως καὶ ᾠδῆς ἀπήντων αὐτῷ, καὶ ἐφιστάμενοι κατὰ τοὺς ὄχλους ᾖδον ὀρχούμενοι, καὶ ἐπᾴδοντες, ὡς εἴη μόνος θεὸς ἀληθινὸς, οἱ δ’ ἄλλοι καθεύδουσιν, ἢ ἀποδημοῦσιν, ἢ οὐκ εἰσὶ, γεγονὼς δ’ εἴη ἐκ Ποσειδῶνος καὶ Ἀφροδίτης, τῷ δὲ κάλλει διάφορος, καὶ τῇ πρὸς πάντας φιλανθρωπίᾳ κοινός. Δεόμενοι δ’ αὐτοῦ ἱκέτευον, φησὶ, καὶ προσηύχοντο.» Plutarch. |
| 5 | Demetr. 27: Δημοχάρης δ’ ὁ Σόλιος τὸν Δημήτριον ἐκάλει Μῦθον· εἶναι γὰρ αὐτῷ καὶ Λαμίαν. Lucian. |
| 6 | Macrob. c. 10: Ἀγαθοκλῆς δὲ ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα πέντε τελευτᾷ, καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν. |