eul_wid: uhs-ap

Origen of Alexandria On the Resurrection, Two Books, Fragments in Greek

On the Resurrection is a theological treatise by the early Christian scholar Origen of Alexandria, composed in Koine Greek likely between approximately 218 and 230 CE. The original work, structured in two books, is now lost in its complete form. Its contents survive only through fragments and summaries preserved by later authors, both defenders and critics of Origen's thought. The treatise constituted a detailed apologetic defense of the Christian doctrine of the resurrection of the body, addressing objections from contemporary pagan philosophers and engaging with internal debates within the Christian community.

The core of the work focused on explicating the nature of the resurrected body. Drawing upon scriptural passages such as the parable of Lazarus and the rich man and Paul's discourse in 1 Corinthians 15, Origen argued for a genuine resurrection and the continuity of personal identity. His nuanced position emphasized a transformation of the physical, corruptible body into a spiritual, incorruptible, and glorious form suited for eternal life. This interpretation, which sought to reconcile the concept of resurrection with philosophical notions of incorporeality, later proved highly controversial. Critics accused Origen of effectively denying a physical resurrection in favor of a purely spiritual one. Despite its fragmentary survival, the treatise was profoundly influential, rigorously articulating a key philosophical problem for Christian doctrine and helping to establish the framework for centuries of subsequent theological debate on the subject, ultimately contributing to the complex Origenist controversies of later centuries.

11 96 Περὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου ἀπορεῖσθαι δύναται· τῶν μὲν ἁπλουστέρων οἰομένων ταῦτα λελέχθαι, ὡς ἀμφοτέρων μετὰ τῶν σωμάτων λαμβανόντων τὰ ἄξια τῶν τῷ βίῳ πεπραγμένων· τῶν δὲ ἀκριβεστέρων, ἐπεὶ μετὰ τὴν ἀνάστασιν οὐδεὶς ἐν βίῳ καταλείπεται, οὐκ ἐν τῇ ἀναστάσει οἰομένων ταῦτα γεγονέναι· λέγει γὰρ ὁ πλούσιος, ὅτι «πέντε ἀδελφοὺς ἔχω, καὶ ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου, πέμψον Λάζαρον ἀπαγγέλλοντα αὐτοῖς τὰ ἐνταῦθα·» καὶ διὰ τούτων ζητούντων τὴν γλῶσσαν, καὶ τὸν δάκτυλον, καὶ τοὺς κόλπους Ἀβραὰμ, καὶ τὴν ἀνάκλισιν. Καὶ τάχα τὸ τῆς ψυχῆς ἅμα τῇ ἀπαλλαγῇ σχῆμα ὁμοειδὲς ὂν τῷ παχεῖ καὶ γηΐνῳ σώματι δύναται οὕτως λαμβάνεσθαι. Εἴ ποτε γοῦν ἱστόρηταί τις τῶν κεκοιμημένων φαινόμενος, ὅμοιος ἑώραται τῷ ὅτε τὴν σάρκα εἶχε σχήματι. Εἶτα· Ἀλλὰ καὶ ὁ Σαμουὴλ φαινόμενος, ὡς δῆλόν ἐστιν, ὁρατὸς ὢν, παρίστησιν ὅτι σῶμα περιέκειτο· μάλιστα ἐὰν ἀναγκασθῶμεν ὑπὸ τῶν ἀποδείξεων τὴν οὐσίαν τῆς ψυχῆς ἀσώματον εἶναι καὶ ταύτην ἀποφήνασθαι. Ἀλλὰ καὶ ὁ κολαζόμενος πλούσιος, καὶ ὁ ἐν κόλποις Ἀβραὰμ πένης ἀναπαυόμενος, πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος καὶ πρὸ τῆς συντελείας τοῦ αἰῶνος, καὶ διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως λεγόμενοι ὁ μὲν ἐν ᾅδου κολάζεσθαι, ὁ δὲ ἐν κόλποις Ἀβραὰμ ἀναπαύεσθαι, διδάσκουσιν ὅτι καὶ νῦν τῇ ἀπαλλαγῇ σώματι χρῆται ἡ ψυχή. Ἐκ τῶν Μεθοδίου. Φράσας (Ὠριγένης) ἀποφήνασθαι τὸν Κύριον, ὡς «οἱ τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε ὡς ἄγγελοι,» ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι, ἐπέφερεν· «Οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακαριότητος ἀκρότητι, διὰ τοῦτο καὶ δόξης εἰσί· καὶ ἡμᾶς δὲ ἄρα ἐξισάζεσθαι μέλλοντας ἀγγέλοις ἀνάγκη δὴ σαρκῶν ὡσαύτως ἐκείνοις γυμνοὺς ἔσεσθαι δεῖν.»