eul_wid: uhs-ag

Origen of Alexandria Fragments from Commentaries-the Gospel of Matthew in Greek

The Fragments from Commentaries on the Gospel of Matthew are surviving excerpts from a monumental 25-volume exegetical work composed in Greek by the early Christian theologian Origen of Alexandria. Written during his residence in Caesarea, approximately between 244 and 249 CE, the original commentary applied Origen’s characteristic hermeneutical method to the first Gospel, systematically integrating literal analysis with extensive allegorical and spiritual interpretation to elucidate deeper theological truths. The work represents a cornerstone of Origen’s scholarly project to establish a comprehensive and intellectually rigorous Christian exegesis of Scripture, primarily intended for advanced students and theologians engaged in contemporary doctrinal debates with Jewish and Gnostic interlocutors.

The complete commentary is now almost entirely lost, with only eight of the original twenty-five books surviving in their entirety. The fragments in question consist of four brief passages that are not preserved within these extant books but have been transmitted indirectly through later ancient and medieval sources, most notably in catenae, or chains, which are compilations of excerpted commentary from various Church Fathers. These fragments provide a valuable, though limited, window into the content and method of the lost portions of Origen’s influential exposition, which played a formative role in the development of Christian biblical scholarship.

1.(t1) ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΤΟΜΟΣ Αʹ Matth. Inscr.
1.(t1) Euseb. h. e. VI, 25, 4—6 Ὡς ἐν παραδόσει μαθὼν περὶ τῶν τεσσάρων εὐαγγελίων, ἃ καὶ μόνα ἀναντίρρητά ἐστιν ἐν τῇ ὑπὸ τὸν οὐρανὸν ἐκκλησίᾳ τοῦ θεοῦ, ὅτι πρῶτον μὲν γέγραπται τὸ κατὰ τόν ποτε τελώνην ὕστερον δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ Ματθαῖο ν , ἐκδεδωκότα αὐτὸ τοῖς ἀπὸ Ἰουδαϊσμοῦ πιστεύσασιν, γράμμασιν Ἑβραϊκοῖς συντεταγμένον· δεύτερον δὲ τὸ κατὰ Μᾶρκον, ὡς Πέτρος ὑφηγήσατο αὐτῷ, ποιήσαντα, ὃν καὶ υἱὸν ἐν τῇ καθολικῇ ἐπιστολῇ διὰ τούτων ὡμολόγησεν φάσκων· «ἀσπά ζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου»· καὶ τρίτον τὸ κατὰ Λουκᾶν, τὸ ὑπὸ Παύλου ἐπαινούμενον εὐαγγέλιον τοῖς ἀπὸ τῶν ἐθνῶν πεποιηκότα· ἐπὶ πᾶσιν τὸ κατὰ Ἰωάννην.
3.(t1) ΕΚ ΤΟΥ Βʹ ΤΟΜΟΥ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟ Ν , ΕΙΣ Τ Ο · ΜΑΚΑΡΙΟΙ ΟΙ ΕΙΡΗΝΟΠΟΙΟ Ι .
3.(t1) Ὠριγένους Φιλοκαλία ϛʹ Matth. 5, 9 Τούτῳ δὲ τῷ ἑκατέρως εἰρηνοποιῷ «οὐδὲν» ἐν τοῖς θείοις λογίοις ἔτι ἐστὶ «σκολιὸν οὐδὲ στραγγαλιῶδες, πάντα» γὰρ «ἐνώπια τοῖς νοοῦσι»· καὶ ἐπεὶ μηδέν ἐστι τοιούτῳ «σκολιὸν μηδὲ στραγγαλιῶδες», διὰ τοῦτο «πλῆθος εἰρήνης» βλέπει ἐν ὅλαις ταῖς γραφαῖς, καὶ ταῖς δοκούσαις περιέχειν μάχην καὶ ἐναντιώματα πρὸς ἀλλήλας. Γίνεται δὲ καὶ τρίτος εἰρηνοποιὸς ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν ἀποδεικνὺς εἶναι οὐ μάχην, καὶ παριστὰς τὴν συμφωνίαν καὶ τὴν εἰρήνην τούτων, ἤτοι παλαιῶν πρὸς καινὰς ἢ νομικῶν πρὸς προφητικὰς ἢ εὐαγγελικῶν πρὸς εὐαγγελικὰς ἢ εὐαγγελικῶν πρὸς ἀποστολικὰς ἢ ἀποστολικῶν πρὸς ἀπο στολικάς. καὶ γὰρ πᾶσαί εἰσι κατὰ τὸν Ἐκκλησιαστὴν αἱ γραφαὶ «λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός» καὶ οὐδὲν «περισσὸν ἐξ αὐτῶν». εἷς δὲ ποιμὴν τῶν λογικῶν ὁ λόγος, δόξαν μὲν ἐχόντων διαφωνίας τοῖς μὴ ἔχουσιν ὦτα εἰς τὸ ἀκούειν, τὸ δὲ ἀληθὲς συμφωνότητα. ὡς γὰρ αἱ διάφοροι τοῦ ψαλτηρίου ἢ τῆς κιθάρας χορδαὶ (ὧν ἑκάστη ἴδιόν τινα φθόγγον καὶ δοκοῦντα μὴ ὅμοιον εἶναι τῷ τῆς ἑτέρας ἀποτελεῖ) νομίζονται τῷ ἀμούσῳ καὶ μὴ ἐπισταμένῳ λόγον μουσικῆς συμφωνίας διὰ τὴν ἀνομοιότητα τῶν φθόγγων ἀσύμφωνοι τυγχάνειν, οὕτως οἱ μὴ ἐπιστάμενοι ἀκούειν τῆς τοῦ θεοῦ ἐν ταῖς ἱεραῖς γραφαῖς ἁρμονίας οἴονται ἀνάρμοστον εἶναι τῇ καινῇ τὴν παλαιὰν ἢ τῷ νόμῳ τοὺς προφήτας ἢ τὰ εὐαγγέλια ἀλλήλοις ἢ τὸν ἀπόστολον τῷ εὐαγγελίῳ ἢ ἑαυτῷ ἢ τοῖς ἀποστόλοις. ἀλλ’ ἐλθὼν ὁ πεπαιδευμένος τὴν τοῦ θεοῦ μουσικήν, σοφός τις «ἐν ἔργοις καὶ λόγοις» τυγχάνων καὶ διὰ τοῦτο χρηματίζων ἂν Δαυείδ, ὃς ἑρμηνεύεται ΙΚΑΝΟΣ ΧΕΙΡΙ, ἀποτελέσει φθόγγον μουσικῆς θεοῦ, ἀπὸ ταύτης μαθὼν ἐν καιρῷ κρούειν χορδὰς νῦν μὲν νομικὰς νῦν δὲ συμφώνως αὐταῖς εὐαγγελικάς, καὶ νυνὶ μὲν προφητικάς, ὅτε δὲ τὸ εὔλογον ἀπαιτεῖ, τὰς ὁμοτονούσας ἀποστολικὰς αὐταῖς, οὕτω δὲ καὶ ἀποστολικὰς εὐαγγελικαῖς. ἓν γὰρ οἶδεν τὸ τέλειον καὶ ἡρμοσμένον ὄργανον τοῦ θεοῦ εἶναι πᾶσαν τὴν γραφήν, μίαν ἀποτελοῦν ἐκ διαφόρων φθόγγων σωτήριον τοῖς μανθάνειν ἐθέλουσι φωνήν, καταπαύουσαν καὶ κωλύουσαν ἐνέργειαν πᾶσαν πονηροῦ πνεύματος, ὡς κατέπαυσεν ἡ Δαυεὶδ μουσικὴ τὸ ἐν τῷ Σαοὺλ πονηρὸν πνεῦμα καὶ πνῖγον αὐτόν. ὁρᾷς οὖν καὶ τρίτως εἰρηνοποιὸν τὸν ἑπομένως τῇ γραφῇ καὶ βλέποντα τὴν εἰρήνην πάσης αὐτῆς καὶ ἐμποιοῦντα ταύτην τοῖς ὀρθῶς ζητοῦσι καὶ γνησίως φιλομαθοῦσιν.