eul_wid: gng-aa

Clitonymus the Historian Fragments on Italian Cities in Greek

The Fragments on Italian Cities is a lost prose work attributed to the otherwise unknown historian Clitonymus. It is known solely by its title and a description indicating it consisted of five passages concerning Italian cities. No direct quotations or substantive content from the work survive in the extant literary record. Based on its title and genre, the work likely addressed the geography, foundation myths, and local histories of various Italian cities, with probable emphasis on the customs and traditions of Greek settlements in Magna Graecia. The work is completely lost, with no known fragments, citations in surviving ancient literature, or manuscript tradition. Its existence is noted only in secondary sources, and it represents a minor, obscure entry within the broader tradition of Greek historiography and geographical writing about Italy. Its total loss underscores the fragmentary nature of the historical record for many minor works of antiquity.

ΙΤΑΛΙΚΑ. Plutarchus Par.
1 Min. c. 10: Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στατηγὸν Πόπλιον Δέκιον· νεανίσκος δέ τις τῶν ἐπισήμων πένης, τοὔνομα Κάσσιος Βροῦτος, ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη. Φωραθεὶς δὲ, εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιληρίας. Κάσσιος δὲ Σιγνίφερ, ὁ πατὴρ αὐτοῦ, κατέκλεισε, καὶ λιμῷ διέφθειρε, καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν * . ΣΥΒΑΡΙΤΙΚΑ.
E LIBRO SECUNDO. Idem ib.
2 c. 21: Ἐν Συβάρει, πόλει τῆς Ἰταλίας, νέος περίβλεπτος τὸ κάλλος Αἱμίλιος φιλοκύνηγος ἦν· ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. Τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες, διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλειτώνυμος ἐν δευτέρῳ Συβαριτικῶν. ΘΡᾼΚΙΚΑ.
3 Idem De fluv. c. 3, 4: Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη, κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. Διασπαράξασαι τὸν Ὀρφέα, τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον. Καὶ ἡ μὲν κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλε τὴν μορφὴν τοῦ σώματος· ἡ δὲ λύρα κατεστηρίχθη (κατηστερίσθη?) κατὰ προαίρεσιν Ἀπόλλωνος· ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἐνεφάνη βοτάνη, κιθάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων, αὕτη κιθάρας ἀναδίδωσι ἦχον· οἱ δὲ ἐγχώριοι νεβρίδας περιβεβλημένοι καὶ θύρσους κρατοῦντες, ὕμνον ᾄδουσιν· Καὶ τότε φρονήσεις, ὅταν ἔσῃ μάτην φρονῶν· καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γʹ τῶν Θρᾳκικῶν.