eul_wid: pdc-ag

Appian of Alexandria From the Nomadic in Greek

From the Nomadic is a lost book from the Roman History of Appian of Alexandria, a Greek historian of the mid-2nd century CE. Appian’s work was structured ethnographically, chronicling Rome’s rise to empire through a series of narratives focused on the various peoples and regions it subdued. This particular book was devoted to Rome’s military and diplomatic engagements with nomadic tribes, with a primary emphasis on North Africa. The original text does not survive intact; its content is known only through nine fragmentary passages preserved in Byzantine excerpt collections from the 10th century. These fragments, which include historical anecdotes and accounts of embassies, offer valuable insights into Roman frontier policy and military strategy against non-sedentary peoples, likely covering events from the Republican era such as the conflicts with Jugurtha. The work exemplifies Appian’s central historiographical purpose: to elucidate for a Greek-speaking readership the methodical process by which Rome constructed its dominion through the sequential conquest of individual nations.

Num 1 1 ὅτι Βομίλχαρ κατηγορούμενος ἔφυγε πρὸ δίκης καὶ Ἰογόρθας σὺν αὐτῷ, τοῦτο δὴ τὸ περιφερόμενον ἐς τοὺς δωροδοκοῦντας εἰπών, ὅτι Ῥωμαίων ἡ πόλις ἐστὶν ὠνία πᾶσα, εἴ τις ὠνητὴς αὐτῆς εὑρεθείη. Exc. de sent. 21, p. 70. ὅτι Μέτελλος αἰτίαν ἔχων παρὰ τῷ στρατῷ ἀνεζεύγνυεν ἐς Λιβύην τὴν ὑπὸ Ῥωμαίοις βραδυτῆτος ἐς τοὺς πολεμίους καὶ ἐπὶ σφίσι ὠμότητος.
Num 2 1 σφόδρα γὰρ τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. Exc. de virt. 32, p. 231. ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην, ὡς τὴν φρουρὰν προδόντας Ἰογόρθᾳ, καὶ τὸν φρούραρχον Τουρπίλιον, ἄνδρα Ῥωμαῖον, οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπέκτεινε τῇ βουλῇ.
Num 3 1 Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει. Exc. de virt. 33, p. 231. ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν.
Num 4 1 καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον· γῆν γάρ, ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι.
Num 4 2 Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δ’ ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν, ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ.
Num 4 3 οὐ μὴν ἀλόγως μεταγνῶναι· Μασσανάσσην τε γὰρ ἀποθανεῖν καὶ τοὺς Μασσανάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὔκουν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεάν, “ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων.” καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν. Exc. de leg. gent. 28, p. 558. ὅτι ὁ Βόκχος ἑτέρους ἔπεμπε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δέ, ἵνα συμπράξειεν ἐς τὰς διαλύσεις.
Num 5 1 λῃστευθέντας δ’ ἐν ὁδῷ τούς τε πρέσβεις τούσδε ὁ Σύλλας ὑπεδέξατο ... καὶ ξενίζων, μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν. παρῄνει δὲ Βόκχον διδάσκειν, ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων.
Num 5 2 ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν ὁ Βόκχος ἐς μὲν ὑπόκρισιν ἐπ’ ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑῴων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος, ὃ καλοῦσιν Ἄτλαντα, Μάριον δ’ ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους. καὶ Μάριος μὲν ἔπεμπε τὸν Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθου φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης, φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε.
Num 5 3 Exc. de leg. gent. 29, p. 559.