Fragments on SocratesἈποσπάσματα περὶ Σωκράτους
Xenophon Letters Fragments on Socrates PDF
The work known as Fragments on Socrates is not part of Xenophon’s authentic surviving corpus. His genuine Socratic writings consist of the Memorabilia, the Apology of Socrates, the Symposium, and the Oeconomicus. This collection of six epistolary passages likely represents either a modern compilation of excerpts from those genuine works or fragments from the later pseudepigraphical tradition of Socratic letters, a genre that includes spurious epistles attributed to various figures, including Xenophon and Plato. If the fragments are derived from Xenophon’s authentic texts, they would reflect his characteristic portrayal of Socrates, emphasizing a defense of the philosopher’s piety and moral character, the practical application of ethics through self-discipline and self-knowledge, and the Socratic method of dialogue concerning household and social duties. While Xenophon’s major Socratic texts are preserved through medieval manuscripts, the transmission of these specific fragments is less certain; they may be antiquarian excerpts or derive from lost pseudonymous letters preserved through quotation in later authors such as Diogenes Laertius. Xenophon’s Socratic works provided an influential, practical portrait of Socrates in antiquity. Although this particular fragmentary collection lacks an independently attested historical influence, it participates in the broader pseudepigraphical letter tradition that contributed to later perceptions of philosophical correspondence and education.
| 1 (t) [35] | Ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς Αἰσχίνην. Συντυχών μοι Ἑρμογένης τά τε ἄλλα διεξῄει καὶ περὶ σοῦ δὲ πυθομένου ἥντινα ἔχοις φιλοσοφίας ἐπιμέλειαν ἀπεκρίνατο τὴν αὐτὴν Σωκράτει. ἐγὼ δὲ καὶ ἡνίκα Ἀθήνησι διέτριβον, τῆς γνώμης σε ἠγάσθην. ὥσπερ οὖν ἠρξάμην σε θαυμάζων, οὕτω καὶ νῦν παρ’ ὁντινοῦν τῶν σοφίαν ἀσπασαμένων τεθαύμακα τὸ ἀμετάκλαστόν σου τῆς γνώμης (μέγιστον γάρ, ὡς ἐγῷμαι, τεκμήριον ἀρετῆς), ἁλόντος ὑπὸ τἀνδρὸς ἐκείνου, εἴπερ θνητὸν καλεῖν τὸν Σωκράτους οἷόν τε βίον. ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμᾶς, παντὶ δῆλον· ἀπόχρη δὲ τῷ κρείττονι τῆς διανοίας αὐτοὺς σέβειν· οἷοι δέ εἰσιν, οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ζητεῖν θεμιτόν. οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλους δεῖ εἰδέναι, οἷς οὐδὲν πλέον ὑπηρεσίας προσήκει. καὶ τὸ μέγιστον, ὅσῳ χρὴ ἄγασθαι τἀνθρώπινα διαπονουμένων, τοσῷδε τοῖς δόξης ἐκ πολλῶν ἀκαίρων καὶ κενῶν γλιχομένοις ἄχθος φέρει. πότε γάρ, ὦ Αἰσχίνη, Σωκράτους ἀκήκοέ τις οὐρανίων πέρι λέγοντος ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; μουσικῆς μὲν γὰρ ἴσμεν αὐτὸν μέχρις ὤτων ξυνιέντα· διετέλει δὲ ἑκάστοτε λέγων τί καλὸν καὶ τί ἀνδρεία τε καὶ δικαιοσύνη καὶ αἱ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν αὐτὰ ἀγαθὰ ἐκάλει, τὰ δ’ ἄλλα ἢ ἀδύνατα ἀνθρώποις ἁλῶναι ἔφασκεν ἢ μύθων εἶναι συγγενῆ, μετὰ ὀφρύος σοφιστῶν παίγνια διεξιόντων. καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐκ ᾔδει δὲ πράττειν. γράφειν δὲ τὰ πραχθέντα εἰδότι σοι, καίπερ οὐκ ἄηδες ἐσόμενον, χρόνον ἔχει, ἀνέγραψά τε ἄλλοθι. παυσάσθωσαν οὖν ἐλεγχόμενοι ἢ πρὸς τὸ εἰκὸς ἴτωσαν οἷς Σωκράτης οὐκ ἤρεσκεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν, οἱ δὲ κτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον. τὸ δὲ καλὸν ἄρα, Αἰγύπτου ἠράσθησαν καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας, ὧν τὸ μὲν περιττὸν καὶ τὸ μὴ μόνιμον ἐπὶ Σωκράτει ἤλεγξεν ἔρως τυραννίδος καὶ ἀντὶ λιτῆς διαίτης Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα. Ἐκ τῆς πρὸς Κρίτωνα ἐπιστολῆς. |
| 2 (t) [20] | Εὖ γὰρ ἴσθι Σωκράτην πρὸς ἡμᾶς πολλάκις εἰπόντα ὅτι οἱ τῶν υἱέων ἵνα πολλὴν μὲν ἔχωσιν οὐσίαν φροντίζοντες, ἵνα δὲ καλοὶ κἀγαθοὶ γένωνται ἀμελοῦντες ἴσον πεπόνθασι τοῖς ἱπποτροφοῦσι καὶ τὰ μὲν πολεμικὰ οὐ διδάσκουσι, τροφὴν δὲ παμπόλλην παρεχομένοις. οὗτοι γὰρ πιοτέροις μὲν τοῖς ἵπποις χρήσονται, ἀπείροις δὲ ὧν χρή· εἶναι γὰρ ἵππου ἀρετὴν οὐ τὴν εὐσαρκίαν, τὴν δὲ κατὰ πόλεμον εὐτολμίαν καὶ ἐμπειρίαν. τὰ αὐτὰ δ’ οὖν ἐξαμαρτάνειν καὶ τοὺς γῆν πολλὴν κτωμένους τοῖς υἱέσιν, αὐτῶν δὲ μὴ ἐπιμελομένους. ἃ γὰρ κεκτήσονται, πολλοῦ ἄξια νομισθήσεται, αὐτοὶ δὲ ὀλίγου· προσήκει δὲ τὸ φυλάττον τοῦ κτηθέντος ἀξιοτιμότερον εἶναι. καὶ τοίνυν ὁ τὸν ἑαυτοῦ παῖδα πολλοῦ ἄξιον ἀποδείξας, κἂν ὀλίγα καταλίπῃ, πολλὰ ἔδωκε· γνώμῃ γὰρ ἢ πλείω ἢ ἐλάττω γίνεται, ἀγαθῇ μὲν ἔμμετρα, ἐκμελεῖ δὲ καὶ ἀπαιδεύτῳ ὀλίγα. σὺ δὲ οὐδὲν πλείω τῶν ἀναγκαίων παρέχεις, ἃ τοῖς μὲν διὰ παιδεύσεως ἰοῦσιν ἀναγκαῖά τε καὶ πλούσια νομίζεται, τοῖς δ’ ἀμαθέσι τὸ μὲν ἀλγεινὸν τῆς σαρκὸς ἐκλύει, τὴν δὲ περὶ τοῦ μέλλοντος δυσελπιστίαν οὐ μειοῖ. Ἐκ τῆς πρὸς Σώτειραν ἐπιστολῆς. |
| 3 (t) [15] | Ἐμοὶ δὲ δοκεῖ, ὦ Σώτειρα, οὔτε ὁ θάνατος αἰσχρὸν οὔτε τι καλὸν εἶναι. ὅρος δὲ ζωῆς οὐχ εἷς πάντων, ἀνισάριθμον ἐτῶν φέρων τὸ μὴ ὅμοιον τῆς γενέσεως, τῇ ἰσχύι ἡ ἀρρωστία. τὴν δὲ πρόφασιν ποτὲ μὲν αἰσχρὰν οὖσαν ἐφέλκεσθαι θάνατον, ὅπου δὲ καλὴν καὶ πρεπώδη. Ἐκ τῆς αὐτῆς. Ἀλλ’ οὐδὲ ἐπὶ θανάτῳ προσήκει τοσοῦτον πένθος εὑρέσθαι ἐπισταμένην ὅτι ὁδοῦ ἀνθρωπίνης χρὴ νομίζειν ἀρχὴν μὲν γένεσιν, τέλος δὲ θάνατον. ἀπέθανε δέ, ὅπερ ἂν καὶ μὴ θέλων ἔπαθε· τὸ δὲ καλῶς ἑκόντος τε ἔργον καὶ ἃ χρὴ παιδευθέντος. μακάριος οὖν δὴ Γρύλλος καὶ ὅστις οὐ τὸ μήκιστον ἑλόμενος τοῦ βίου, τὸ δὲ μετὰ ἀρετῆς, καὶ εἰ βραχύν οἱ ἔδωκεν αἰῶνα ὁ θεός. Ἐκ τῆς πρὸς Λαμπροκλέα ἐπιστολῆς. |
| 4 (t) [5] | Πρῶτον γὰρ ἂν δέξαιο Σωκράτους ὑπερφυὲς δίδαγμα, πλοῦτον μετρεῖν χρήσει. οὐ γὰρ ἔφη Σωκράτης εἶναι τὴν ὑπέρμετρον κτῆσιν πλοῦτον, τὸ δ’ ὅσοις προσήκει χρῆσθαι, ἔπειτα δὲ τούτων μὴ διαμαρτάνειν· τῷ γὰρ ὄντι τούτους κεκλῆσθαι εὐπόρους. τοὺς δ’ ἄλλους πένητας ἀπεκάλει καὶ ἀνίατον αὐτοὺς ἔφασκε πενίαν πένεσθαι· ψυχῆς γὰρ εἶναι τὸ ἀρρώστημα, οὐ κτήσεως. Κακὸν οὐδὲν φύεται ἐν ἀνδρὶ θεμέλια θεμένῳ σοφίας σωφροσύνην καὶ ἐγκράτειαν. |
| 6 (t) [25] | Ἐκ τῆς πρὸς Ἀγλαϊτάδαν ἐπιστολῆς. Τὸ χαυνοῦσθαι ἐπὶ τῆς ὥρας τῷ κάλλει οὐ μόνον Φιλλίδα τοῦ υἱέος σου φαῖμεν ἂν εἶναι ἁμάρτημα, ἀλλὰ καὶ σόν· δοκεῖς γάρ μοι οὔτε Λακωνικὸν παθεῖν οὔθ’, ὅπερ χρὴ ἐννοεῖν τὸν σώφρονα, ἀληθεῖ καὶ δικαίῳ ἐπαίνῳ τὸν νοῦν προσέχειν. τίς γὰρ σαρκὸς οὐ πρὸς ἰσχὺν ἐρρωμένης, ἡδονῆς δὲ ὑπομνήσει ἐπαινουμένης ἐν δικαίῳ γένοιτ’ ἂν λόγος; σώματος γὰρ ἄνθρωποι ἠράσθησαν διὰ τὸ ἐπὶ ψυχῇ εἶναι· τῶν δὲ μικρὸν ὕστερον τὸν ἔπαινον ἀποδρασομένων δι’ ὥρας ἀπάνθησιν ἥκιστα χρὴ φροντίζειν τὸν τῷ ὄντι Λάκωνα· ποιητῶν τε ὅσοι ἀρετὴν ἐπῄνεσαν σώματος ἢ οὐδὲν ἢ ὀλίγιστον ἐπαίνου πέρι ὕμνησαν, ἔργα δὲ ψυχῆς μεγάλα τε καὶ σοφίας ἐγγὺς ὄντα δι’ ᾠδῆς αἰῶνι ἔδοσαν. σκόπει δέ, ὦ Ἀγλαϊτάδα, καὶ ἕπου θείῳ λόγῳ, ὃς πιστοῦται ὅτι ψυχὴν μετὰ θεοὺς χρὴ τιμᾶν, τρίτον δὲ Ὀλυμπίων τὸ σῶμα. ψυχῆς δὲ τιμὴ μάθησις καὶ νοῦς συντεταγμένος ἐπὶ φρόνησιν· ὡς οὐκ ἔστιν ὡς ἐπὶ τὸ πολὺ ἀνθρώποις ἄλλο συγγενείας τῆς πρὸς θεοὺς παίδευμα. καὶ τοίνυν τῶν μὲν ἀφρόνων τὸ σῶμα οὐδ’ ἂν εὖ ἡρμοσμένον ἴδῃς, φήσεις καλὸν εἶναι· καὶ ἀνδριὰς γὰρ κάλλους ἔλαχεν ἔπαινον ἐπὶ φρονήσει τέχνης. τῷ γὰρ ὄντι ἂν φαίην τὰ στερόμενα νοῦ ἔμφρονος αἰσχρὰ πάντα καὶ ἄδικα ἐν ἀνθρώποις ἔσεσθαι. γεγενῆσθαι οὖν ἐν Λάκωσι τότε σοι ἔσται, ἐπειδὰν νόμων Λακωνικῶν ὑπηρέτην τὸν παῖδα ἀποδείξῃς. ἀὴρ δὲ οὔτε τις Λάκων οὔτε Ἀττικὸς ἐγένετο, ῥεῦμα δὲ ὑπὸ θεῶν ἐπὶ ζῴων γενέσει τῶν τε ἄλλων ὅσα ἡ γῆ ἀνίησι μετηγμένον. Ἐκ τῆς πρὸς Ἀγησίλαον ἐπιστολῆς. |
| 7 (t) [35] | Ἐπέστειλάς μοι δεόμενος παρὰ σὲ ἰέναι, φάσκων ἐθέλειν περὶ τοῦ υἱέος συμβουλεύεσθαι ὅπη τε καὶ ὅπως σώζων τὰ Λακωνικὰ ἤθη καὶ ξενικῶν παιδευμάτων κοινωνήσει. κάμνω δὲ οὐ μετρίως κἀγώ· καὶ γὰρ τῆς ἡλικίας ὥσπερ οἶσθα πόρρω ἥκω, καὶ οἱ ἰατροὶ εὐθυμίας τι φροντίζουσιν, ὡς ἐμοῦ βουλευομένου ἄλλο τι ἢ ζωὴν δικαίαν αἱρουμένου θάνατόν τε μέχρι μὴ αἰσχρός ἐστι τιμῶντος. ἀλλ’ εἰ μὲν σωζοίμεθα, ἅπερ ἐπέστειλα διὰ στόματος καὶ συγγινομένων ἀκούσῃ ἡμῶν· εἰ δέ τι τῶν εἰωθότων γένοιτο κακόν, τότε σοι δίδαγμα ἔστω ἡ ἐπιστολὴ φράζουσα ὑπὲρ ὧν μαθεῖν ἐβουλήθης. νόμος μὲν πρὸς τὸ εἰκὸς ἄγων, ὦ Ἀγησίλαε, ἀνθρώπου δόγμα πάντως, παντὸς δὲ ἀμείνων ὃν Λυκοῦργος εὗρε· νόθα δὲ ἐπὶ νόθοις θηρεύειν κενὸς ὁ πόνος. μηδὲν οὖν ἀνθρώπινον παίδευμα τῷ παιδὶ πρόσφερε, ἴθι δὲ ἐπὶ τὸν δεύτερον μὲν ἀναγεγραμμένον πρῶτον δὲ καὶ μόνον ἐν θεοῖς κείμενον, ὅς ἐστι νοῦς ἐπιστήμων κατὰ τὰ αὐτὰ ἔχων. πόθεν δέ, ὦ γενναῖε, φήσεις, ἔστι τοῦτο λαβεῖν; παρὰ φιλοσόφων ἀνδρῶν, οὓς θείους λέγων ὅσιος ἔσομαι· τούτων γὰρ νόμος οὐδεὶς ἄρχει γραφεὶς ὑπὸ φαύλων ἀνδρῶν δόξῃ ψευδεῖ ἐπικεχρωσμένος, τὸ δὲ ξυγγενὲς τῆς φύσεως ἄγει πρὸς τὰ κρείττω μαθήματα. οὐδὲ φεύξῃ φωραθεὶς παρανόμων δίκην· οὐ γὰρ ἀνθρωπίνων νόμων ἐραστὴς ἁλώσῃ, οὐδὲ ξενικῶν ἔσῃ ἐπαινέτης, θείων δὲ καὶ αἰωνίων παντὸς πάντη ἀξιομαθητοτέρων εἶναι νομιζομένων. ὁδὸς μὲν οὖν ὧδέ σοι δεδηλώσθω· δύναμαι δέ σοι ἀφηγήσασθαι ὅσα ἀρετῆς ἔρωτα ἐμβάλλει, τὰ δὲ μείζω καὶ πλείω τῶν κρειττόνων ἂν εἴη. τροφὴ μὲν οὖν ἔστω σώματος ἥπερ ἐν Λάκωσι, ψυχῆς δὲ νέας καὶ ἀρτιφυοῦς λόγοι ᾠδὰς ἔχοντες ἀνδρῶν ἐπ’ ἀρετῇ τὸν βίον διενηνοχότων, παιδιαὶ δὲ ἄκοσμοι ἢ μῦθοι γραῶν ἐμβάλλοντες φρόνημα ταπεινὸν ἀπίτωσαν, τὸ δὲ πλέον ἔστω σὺν ἀνδράσι σώφροσιν, ἔνθα ὅμοια ὄψεται ἴσα τε ἀκούσεται. πέφυκε δὲ πάντων μὲν ζῴων κρατεῖν τὸ ἔθος, παντὸς δὲ μᾶλλον ἀνθρώπου. κινδυνεύομεν δέ, ὦ Ἀγησίλαε, μιμηταὶ εἶναι τῶν λεγομένων τε καὶ δρωμένων. |