eul_wid: cto-aka
DOI 10.5281/zenodo.20335421

Scholia on Euripides: Hecuba by Scholia on Euripides

συγγίνωσκε συγγίνωσκε μὲν .. …

διαθήσω καλῶς:

ποία δύναμίς σοι συμβάλλεται .. … ἀνδρῶν .. … καὶ ἁμιλληθῆναι .. … νικῆσαι .. …

ους ἀν … δεπιν … αιπας …

ἀκαταμάχητον:

διὰ τη …

αἴγυπτος καὶ δαναὸς ἀδελφοὶ ἦσαν ἀπὸ ἰοῦς τῆς ἰνάχου θυγατρός· τούτων ὁ μὲν αἴγυπτος ἔσχε ν παῖδας ἄρρενας ὁ δὲ δα ναὸς εἶχε καὶ αὐτὸς ν θυγατέρας· οὗτος φθονῶν τῷ ἀδελφῷ αἰγύπτῳ διὰ τὴν τῶν ἀρρένων παίδων κτῆσιν καὶ φοβηθεὶς ὅπως μὴ ὑπʼ αὐτῶν ἐκβληθῇ ἐκ τῆς βασιλείας ἀνδρωθέντων τῶν υἱῶν αὐτοῦ ἐδίωξεν αὐτὸν εἰς τὴν αἴγυπτον ἅμα τοῖς παισὶν ὅθεν καὶ ἀπʼ αὐτοῦ ἡ χώρα αἴγυπτος ἐκλήθη· χώρας

δέ τινος γενομένου καὶ τῶν παίδων

ἀνδρωθέντων θαρρῶν τῇ τῶν παίδων … δυνάμει παρεγένετο εἰς τὸν ἄργος· ὁ δὲ δαναὸς

φοβηθεὶς αὐτὸν καὶ πρόνοιαν ἑαυτοῦ

ποιούμενος καὶ ἐπιβουλὴν κατὰ τῶν τοῦ αἰγύπτου υἱῶν τοιαύτην

ἐσκέψατο· συνέθετο γὰρ τῷ αἰγύπτῳ συνάψαι

ἐπὶ γάμον τὰς θυγατέρας τοῖς υἱοῖς αὐτοῦ· ἑτοίμως δὲ τοῦτο κατεπηγγειλάμενος

τῷ αἰγύπτῳ συνεβούλευσε ταῖς θυγάτρασιν ὁ δαναὸς ὥστε ἀνελεῖν νύκτωρ τοὺς ἑαυτῶν ἄνδρας πρὸ

τῆς μίξεως θάνατον ἐπαπειλήσας ταῖς μὴ τοῦτο

ποιούσαις:

καὶ λῆμνον … τἐκ … εκτ … σεν ἄρδην παντελῶς

διὰ μᾶλλον σὸν χρέος

ἤπερ ἐκείνης· οὐ τοσοῦτον

γὰρ αὐτὴν ὠφελήσεις ὅσον σαυτὸν:

σὺ δὲ κάλεσον καὶ τοὺς ἐξ ἐκείνου

παῖδας ὡς ὅτι δεῖ καὶ τούτους

εἰδέναι τοὺς ἡμετέρους λόγους:

.. … ὧν ὁ μὲν ἀλκαῖος ἀμφιτρύωνα ἔσχε παῖδα ὁ δὲ ἠλεκτρύων τὴν ἀλκμήνην· ἐξ ἀλκμήνης ἡρακλῆς καὶ ἰφικλῆς ἐξ οὗ ἰόλαος:

πελασγοὶ ταῖς ἀθήναις ἐπιθέ μενοι ἥρπασαν ἄλλα τε καὶ γύναια ἃ εἰς λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν· αἱ δὲ τοὺς παῖδας

τὴν πάτριον φώνην καὶ τὰ ἤθη ἐδίδαξεν·

οἱ ἡβήσαντες φίλοι τε ἀλλήλοις ἦσαν καὶ ἠμύναντο τοὺς ἀδικοῦντας τέλος

δὲ καὶ ἄρχοντα ἑαυτοῖς ἐπέστησαν ἐφʼ

οἷς ἀγανακτήσαντες οἱ πατέρες· αὐτούς τε καὶ τὰς μητέρας ἀνεῖλον· μετὰ

δὲ ταῦτα αἱ λημνιάδες τοὺς σὺν θόαντι ἀνεῖλον· διʼ ἄμφω οὖν ἡ παροιμία ἐδόθη· τὰ

λήμνια κακά:

.. … ἵνα οὗτοι οἱ δύο ἀδελφοὶ πλησίον μιᾷ φλογὶ κρυφθῶσι χθονί:

μέριμναι καὶ ἀλγηδόνες τῇ μητρί

οὐ καλῶς φησι ταῦτα ὁ ἀγαμέμνων ἐχρῆν γὰρ αὐτὸν ἅπαξ δόντα τὴν χάριν σιωπῆσαι καὶ μὴ ἐλέγξαι τὴν ἑαυτοῦ γνώ μην· οὐ γὰρ ἀνάγκῃ ὑπεί κειτο βασιλεὺς ὤν:

ἵησʼ ἀφίησιν

ἤσυχον γαληνόν

εἴη δὲ πραχθῆναι τὸ κατὰ σὲ καλῶς ὅτι καὶ πᾶσι καταθύμιον τοῦτο· ὁ γὰρ φόνον δράσας κοινὸν τοῖς ἀνθρώπους ἀδίκημα ἐποίησε λυμηνάμενος τῷ κοινῷ νόμῳ καὶ ἀδικήσας τὸ τῆς φύσεως ὁμοιογενές:

καταριθμήσῃ

περικαλύπτει

ὑπὸ τοῦ δόρατος πορθηθεῖσα

τὸ κάλλος τὴν ἐξοχὴν τοῦ τείχους ἀπεκόπης:

τοῦ ἀπὸ αἰθάλης καὶ πυρὸς γενομένου καπνοῦ· ῥυπαρίαν τοῦ μελαίνοντος καπνοῦ:

κηλῖδʼ ῥύπον κέχρωσαι κεκάπνισαι κέκαυσαι: κέχρωσαι βάρος μίασμα

ἐμβατεύω ἐπιβήσομαι εἰσελθῶ εἰς σέ:

ὠλλύμαν ἀπανέσθην

ἡνίκα:

δείπνων πείνων ὕπνος ὄσσοις τοῖς ὀφθαλμοῖς

… θῆσαν σε … τὸ πλῆ … ος

.. … τὸ δὲ ἀκόντιον ἐπὶ τῶν

πασσάλων ἐκρέματο ἐπεὶ τὸν

τῶν ἑλλήνων οὐκ ἐθεωροῦμεν ἐν τῇ τροίᾳ· τὸ δὲ

ἀκόντιον εἶπεν ἀπὸ μέρους ὅλα

τὰ ὅπλα:

… ιντι … π … ει

ἀττικῶς τὸ οὗτος· σὺ δηλονότι

ἐφεῖναι ἐκβαλεῖν μαργῶσαν τὴν μεμηνυῖαν

μαινομέναν

τὸ θυμικὸν:

ἀνὰ μέρος ἐκείνης:

ἀνθʼ ὅτου τίνος ἕνεκα

προκατάσκοπος· προορατὴς· καραδοκητής:

προμηθίᾳ προνοίᾳ

προγνώσει

δόρυ γρ. στόλον

ἐπαρείαν κινήσειαν

κατατρίβοιεν διαφθείροιεν ἡμᾶς τοὺς θρῇκας:

κακὸν λείαν

ἀπελαύνοντες:

θησαυρούς

ἱζόμην· ἐκαθεζόμην

χεῖρες: ἀντὶ τοῦ γυναῖκες ἀπὸ μέρους τὸ πᾶν ὡς τὸ τοίην γὰρ κεφαλὴν ἀντὶ τοῦ ἄνδρα:

κέρκιδα τὸ ἱμάτιον τὸ γενόμενον ἐκ τῆς θρᾳκικῆς χειρός· ἀπὸ δὲ τοῦ ποιοῦν τος τὸ ποιούμενον ὠνόμασεν· ἄλλως: κερκίδας θρᾳκικὰς κατέχουσαι· ἠδωνοὶ γὰρ οἱ θρᾷκες:

ʼθάκουν … γ … ντ … κερκίδʼ τὸ ἱμάτιον … χερὸς δ … ο

ᾔνουν ἐπῄνουν κατέχουσαι

κάμακα ἀκόντιον

ἄλλαι δὲ τὸ θρᾳκικὸν ἀκόντιον θεωροῦσαι:

διπτύχου στολίσματος τινὲς διπαλτίας ἀλλʼ οὐκ ἐᾷ τὸ κάμακα ἑνικόν· στολίσματα καὶ ἀλλαχοῦ οὐκ ἀγκυλωτοῖς θεσσαλῶν στοιχίσμασιν:

ὅσαι … λ …

ὅσαι δὲ τοκάδες φησὶ ἦσαν τετοκυῖαι τὰ ἐμὰ παιδία λαβοῦσαι ὡς εὐειδῆ ὄντα ἐθαύμαζον ἄλλη τῇ ἄλλῃ ἀνὰ μέρος ἀποδιδοῦσα ὅπως ἐμοῦ τοῦ πατρὸς πορρωτάτω γένοιντο καὶ εὐχερώτατα αὐταῖς εἴη πρὸς ἀναίρεσιν:

πρόσσω μακράν

κᾳτʼ ἔπειτα

εἶτα ἐκ κολακικῶν καὶ ἡσυχίων προσφωνημάτων ὅπως δοκεῖς κεντοῦσι παῖδας· καλῶς

δὲ πρῶτον ἀπέκτειναν τοὺς

παῖδας ἵνα θεωρῶν ὁ πατὴρ

ἀνιῷτο:

τὸ ἑξῆς· ἐμῶν γὰρ ὀμμάτων

τὰς ταλαιπώρους κόρας: