---
title: Historical Fragments on Dion
title_greek: Ἀποσπάσματα περὶ Δίωνος
author: Timonides of Leucas
eul_wid: ghm-aa
eul_aid: ghm
canonical: "https://eulogikon.org/works/timonides-leucas-historical-fragments-dion-ghm-aa"
period: Classical
dialect: Attic (frg)
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Historical Fragments on Dion

*Ἀποσπάσματα περὶ Δίωνος*

**Author:** Timonides of Leucas

**eul_wid:** `ghm-aa` · [HTML page](https://eulogikon.org/works/timonides-leucas-historical-fragments-dion-ghm-aa)

## Text

### t1-3

ΤΑ ΚΑΤΑ ΔΙΩΝΑ. Plutarch.

### 1

Dion. c. 31: Post victoriam a Dione de Dionysio reportatam: Κήρυκες παρὰ τοῦ Διονυσίου κατέβαινον, ἐπιστολὰς πρὸς Δίωνα παρὰ τῶν οἰκείων γυναικῶν κομίζοντες. Μία δ’ ἦν ἔξωθεν ἐπιγεγραμμένη· Τῷ πατρὶ παρ’ Ἱππαρίνου· τοῦτο γὰρ ἦν ὄνομα τῷ τοῦ Δίωνος υἱῷ. Καίτοι φησὶ Τίμαιος, Ἀρεταῖον αὐτὸν ἀπὸ τῆς μητρὸς Ἀρέτης καλεῖσθαι. Τιμωνίδῃ δὲ μᾶλλον, ὡς οἴομαι, περί γε τούτων πιστευτέον, ἀνδρὶ φίλῳ καὶ συστρατιώτῃ Δίωνος. Idem ibid.

### 2

35, de morte Philisti: Ἔφορος μὲν οὖν φησιν, ὡς ἁλισκομένης τῆς νεὼς, ἑαυτὸν ἀνέλοι· Τιμωνίδης δὲ, πραττομέναις ἐξ ἀρχῆς ταῖς πράξεσι ταύταις μετὰ Δίωνος παραγενόμενος, καὶ γράφων πρὸς Σπεύσιππον, τὸν φιλόσοφον, ἱστορεῖ, ζῶντα ληφθῆναι, τῆς τριήρους εἰς τὴν γῆν ἐκπεσούσης, τὸν Φίλιστον· καὶ πρῶτον μὲν ἀποδύσαντας αὐτοῦ τὸν θώρακα τοὺς Συρακουσίους, καὶ γυμνὸν ἐπιδειξαμένους τὸ σῶμα, προπηλακίζειν, ὄντος ἤδη γέροντος· ἔπειτα τὴν κεφαλὴν ἀποτεμεῖν καὶ τοῖς παισὶ παραδοῦναι τὸ σῶμα, κελεύσαντας ἕλκειν διὰ τῆς Ἀχραδινῆς, καὶ καταβαλεῖν εἰς τὰς Λατομίας. Schol.

### 3

Theocrit. I, 63: Σιμωνίδης δὲ ἐν τῷ περὶ Σικελίας Αἴτνην φησὶ κρῖναι Ἥφαιστον καὶ Δήμητραν περὶ τῆς χώρας ἐρίσαντας.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ghm-aa`.
