ΕΙΣ ΤΟ Ε.
Περιοχαὶ τοῦ πέμπτου βιβλίου· ὅτι χαλεπώτερα τὰ εἰνάλια κήτη τῶν χερσαίων θηρίων, οἷον κύων, πόρδαλις· περὶ δελφίνων ἔρωτος ἱστορία, περὶ σπογγοτόμων, καὶ πῶς κήτη δεῖ ἀγρεύειν. Περὶ κητῶν ἄγρας καὶ περὶ συγκρίσεως χερσαίων καὶ θαλασσίων. Περὶ κήτους χρωμένου ἰχθύϊ ἡγεμόνι καὶ τῶν ἄλλων κητῶν. Περὶ λαμνῶν. Περὶ κυνῶν. Περὶ φωκῶν. Περὶ χελύων. Περὶ δελφίνων. Περὶ πορφυρῶν. Περὶ σπόγγων.
Ἔνθεν ἔπειτʼ ἀΐων· ἐκ τούτων τῶν παρʼ ἐμοῦ σοι διδαχθέντων ἀκούων νόει, ὡς οὐδὲν τοῖς ἀνθρώποις ἀνεπιχείρητον εἰς τὸ ἐργασθῆναι, οὔτε κατὰ τὸν πλατύτατον τόπον τῆς θαλάσσης, ἀλλʼ ἀληθῶς ἐκ τῶν ἄνωθέν τις θεῶν τοὺς ἀνθρώπους ἀνέφυσεν ἰκέλην μακάρεσσι γενέθλην· φασὶ γὰρ ὡς ὕδατος μιχθέντος τῇ γῇ ἐπλάσθησαν οἱ ἄνθρωποι ὑπὸ τοῦ Προμηθέος, θεῶν δʼ ἀλείμματι τὴν καρδίαν ἀλείψας ἀπετέλεσε τὸν ἄνθρωπον· τινὲς δέ φασιν ἐκ τοῦ αἵματος τῶν Τιτάνων πολεμούντων μετὰ τῶν οὐρανίων θεῶν, μάλιστα δὲ μετὰ τοῦ Διὸς, καὶ ἡττηθέντων, ὅθεν καί φασι βροτὸς ὁ ἄνθρωπος λέγεται, ὡς ἀπὸ τοῦ βρότου ἢ τοῦ αἱματηροῦ μολυσμοῦ τῶν Τιτάνων. τεκμαίρεο· νόει, σημείου, λογίζου.
Ἀμήχανον· ἀνεπινόητον, ἀντὶ τοῦ πάντα μετὰ μηχανῆς γίνεται.
Καμεῖν· ὥστε κοπιάσαι, ποιῆσαι, ἀδυνατῆσαι. εὐρώεντα· πλατὺν, σκοτεινόν.
Τις· τῶν θεῶν. ἰκέλην· ὁμοίαν. γενέθλην· γενεάν.
Ἀνέφυσε· ἔπλασεν, ἐγέννησεν, ἀνέφηνεν.
Ἀντωπόν· ὅμοιον, ἶσον. κάμε· παρέσχεν.
Ξυνώσας· μίξας, συμμίξας.
Λύθροιο· αἵματος.
Καθυπέρτερον· τιμιώτερον, ὑψηλότατον.
Ὑπείξομεν· ἐλαττωθησόμεθα.
Ὅσσους· πόσους. ἄτρεστον· ἄφοβον· γράφεται ἄστρεπτον.
Ὑπερφιάλους· εὐμεγεθεῖς. ἔσβεσεν· γράφεται ἔσπασεν.
Δινεύοντα· περιπατοῦντα.
Χαμαίζηλον· μικρότατον.
Ἀγηνορίῃ· ἀνδρίᾳ, δυνάμει. δμηθῆναι· ὑποταχθῆναι, δαμασθῆναι.
Ἠνεμόεις· ἐλαφρότατος. ῥόθος· ἦχος.
Κελαινόρινον· ἔχοντα κελαινὸν δέρμα, τὸν ἔχοντα μακρὸν δέρμα. ὑπέρβιον· μέγιστον.
Κλίναν· οἱ ἄνθρωποι. ἐπιβρίσαντες· δεσμήσαντες.
Οὐρήων· ἡμιόνων. ταλαεργόν· ἐργοπόνον, ἀχθοφόρον· γράφεται τίνων ταλαεργῶν. ἑλκητῆρα· ἑλκυστῆρα· ἐκ τοῦ ἕλκω ἑλκήσω ὁμηρικῶς.
Πέλωρα· μέγιστα. ἐναύλοις· στενοῖς, στενώμασιν.
Ὠμοφάγων· θηρίων. τεκέων· τέκνων.
Προπέβηκεν· νικᾷ.
Χελύων· χελωνῶν.
Θαρσαλέος· ἀναίσχυντος.
Λάβροι· ἰσχυροί.
Ἀναιδείην· κατά. ἐρίσειεν· φιλονεικήσει, μαχέσαιτο.
Αἰνότεραι· αἰνότερον. ὕαιναι· θηλυχοῖραι.
Κρυερώτεραι· φοβερώτεραι.
Μηλονόμων· τῶν νομέων, βοσκῶν. τιθασσόν· ἥμερον. βοτόν· θρέμμα, βόσκημα.
Μειλιχίοισι· ἡμέροις. συνοίσεται· συντύχῃ.
Χλούνης· ἄγριος χοῖρος. ἄαπτοι· ἀπροσπέλαστοι.
Αἴθεται· ἔγκειται. ἀλκή· ἀλκήν.
Ῥιγεδανῇσιν· καταπληκτικαῖς, φρυκταῖς. ἀνισώσαιτο· ἐξισωθῇ, ὁμοιωθῇ, ἀνασώσει σωθῆναι
Πεφρίκασι· φοβοῦνται. ἀντιόωσιν· ἀντιόωσαι.
Δάμνανται· δαμάζονται. μέλει· οἰκεῖται, κατοικεῖται.
Ὑπεφράσσαντο· ἐβουλεύσαντο.
Ἡμερίων· ἀνθρώπων.
Κήτειον· κητῷον, τῶν κητῶν. ὁρμήσωνται· παραγένωνται.
Ὧν· τούτων τῶν ἁλιέων. ἐρέω· εἴπω. ἀΐοιτε· ἀκούοιτε.
Εὐμενέται· εὐμενεῖς εὐμενέστατοι. ὀλύμπια· ἀθάνατα ἢ ὑψηλά. τείχεα· ὀχυρώματα.
Περίμετρα· μεγάλα. ἀναδύεται· ἀνέρχεται, εἰσέρχεται.
Δηθάκις· πολλάκις, ἐπιπολύ. ἔχει· οἰκεῖ. κρηπῖδα· στηριγμὸν, τὸ βάθος, τὴν βάσιν.
Μαιμᾷ· ἐπιθυμίαν ἔχουσι, ψηλαφᾷ. ἀζηχέϊ· ἀμετακινήτῳ.
Μαργοσύνην· τὴν μανίαν, ἀπληστίαν. ἀνιέντα· καταλιμπάνοντα, καταλιπόντα.
Ἐμπαῦσαι· κορέσαι. ἀμπαῦσαι· χορτάσαι· γράφεται ἐμπαῦσαι.
Ὀλέκουσι· φθείρουσιν. φέρτερος· ἰσχυρότερος.
Ἀθέσφατον· ἀμέτρητον.
Ἐεικοσόροισιν ὁμοιοτάφοις, ταῖς εἴκοσι κώπας ἐχούσαις.
Πλαγχθέντα· πλανηθέντα. ᾐόνος· συνίζησις.
Ἀγχιβαθεῖς· πολυβαθεῖς. ἐπί σφισιν· κατʼ αὐτῶν, ἐν αὐτοῖς.
Ὑπερφυέεσσι· μεγάλοις.
Βαρύγυια· νωθρά. εὔπρηκτα· εὐκίνητα, εὐκόλως κινούμενα.
Ἀπόπροθεν· μακρόθεν, ἐκ μακρόθεν. βαρυνόμενα· βαρυνόμενοι.
Ἠλιβάτοις· ὑψηλοῖς, μεγάλοις, παχυτάτοις, τοῖς λειπομένοις τῆς βάσεως. ὀψέ· μόλις, ἀργῶς.
Πάντεσσιν· τούτοις. ὁμόστολος· ὁμοπόρευτος.
Ἔξοχος· κεχωρισμένος, ἐκκεχωρισμένος. προπάροιθεν· ἔμπροσθεν. ἐφήμισαν· ἐκάλεσαν. ἡγεμονεύει· ὁδοποιεῖ.
Σημαίνων· δεικνύων. ἡγητῆρα· ὁδοποιὸν, προοδοποιῶν.
Κήτει· πάλιν κεχωρισμένως εἶπε τὸ κῆτος, οὐ τοὺς λοιποὺς θῆρας. ἑταῖρος· ἠγαπημένος.
Πομπός· ὁδηγὸς, προοδοποιός. φρουρός· φύλαξ.
Δέ· γάρ.
Στρωφᾶται· συστρέφεται.
Πιφαύσκεται· φανεροποιεῖ· ἡ οὐρὰ δεικνύει πάντα ἀληθῆ, καθάπερ φωνή.
Ἐστίν· δυνατόν. κορύσσεται· ἐγείρεται ἐφορμᾷ
Χύσις· ὕδωρ. ἀλεείνειν· ἐκφεύγειν.
Αὐδήεσσα· φωνητική. ὅπως· οὕτως.
Δέδορκεν· βλέπει.
Ἡνίʼ· χαλινούς. ἐπιτρέψας· παραδούς.
Ἀμφαγαπάζει· ἐπιμελεῖται.
Φροντίδα· φροντίσιν. τίνων· ἀποδιδούς.
Ἀδρανέοντα· ἀσθενοῦντα.
Ἐνδυκέως· ἐπιμελῶς, μετʼ ἐπιμελείας, μετʼ ἀσφαλείας. μεθέπων· ἀναβαστάζων, φυλάσσων.
Ἔργμασιν· κωλύμασιν, ἔργοις. ἀμύνων· βοηθῶν.
Πατρὶ δέ· γνώμη.
Φιλότητι· ἀγάπῃ. περιπτύσσει· φυλάσσει, περιαγαπᾷ. δάκος· τὸ θηρίον.
Ἠΰτε· τις κυβερνήτης, καθὰ ὁ κυβερνήτης. οἴηκι· αὐχενίῳ. νέμων· διεξάγων. χαλινῷ· ἐν.
Γενεῆς· τοῦ κήτους. σύμφυτον· ὁμοφυές, ὁμοιοφυές.
Ἑκών· ἐθελουσίως. ἑταρίσσατο· ἐφιλήσατο, ἐφιλιώθη.
Ἠνορέης· δυνάμεως. εἴδεος· μεγέθους. ὄνειαρ· ὄφελος.
Πραπίδων· φρονήσεως. ἀνεμώλιος· ματαία.
Καί τε· καί ποτε. βριάοντα· αὐξανόμενον. κατέσβεσεν· ἠφάνισεν.
Εὔμητις· φρόνιμος, καλόβουλος.
Ἀπλατῶν· πλατέων, μεγάλων. ὀλίγον· μικρόν. προτιβάλλεται· προκρίνει ἔμπροσθεν βαλών.
Πάμπρωτον· κατὰ τὸ πρῶτον. ἕλοι· κρατείτω. ἡγητῆρα· βοηθόν.
Δολώσας· ἀπατήσας.
Ζώοντος· τοῦ ἰχθύος. ἐπιβρίσας· ἐλθὼν, μετὰ δυνάμεως ἐλθών. δαμάσαιο· νικήσῃς.
Κνώδαλον· θηρίον, τὸ κῆτος. οἰχομένου· ἀφανισθέντος. θοώτερος· ὀλιγώτερος, ταχύτερος.
Ἔστʼ· ἔκτοτε, ληφθέντος τοῦ ἰχθύος. ἰοειδέος· βαθυκοίλης, μελαίνης.
Παρασχεδόν· ὄν. ἐξαλέασθαι· ἐκφυγεῖν.
Πλάζεται· τὸ κνώδαλον. ἀπροφύλακτον· ἀδύνατον.
Ἀφαύστοισι· ἀφέγγοις, ἢ ἀγνώστοις. ἀφράστοισι ἀφωτίστοις. πόροισι· τόποις.
Χηρωθέν· μονωθέν. ἀρηγόνος· βοηθοῦ. ἡνιόχοιο· ὁδηγοῦ.
Ἔκελσε· ἔδραμεν, ἦλθεν.
Πέπτατʼ· κέχυται, διακέχυται. ἀχλύς· σκότος.
Ὀτρηροῖσι· σπουδαίοις, διηγεγερμένοις, συνετοῖς. νοήμασιν· φρονήμασιν.
Μακάρεσσι· θεοῖς.
Ἀλεγεινόν· πεφοβημένον. πόνον· θηρίον.
Βριαρός· ἰσχυρός· παραβολή. λόχος· πληθύς. ἀντιβίοισι· τοῖς ἰχθύσι, τοῖς ἐξ ἐναντίας ὑπάρχουσιν.
Ἐμπελάει· προσεγγίζει. δοκεύσας· ἐπιτυχών.
Ἐκίχησε· κατέλαβεν.
Εὐμενέοντος· συντρέχοντος, βοηθοῦντος. ἐνιπλήξας· συγκρούσας. ἐδάμασσεν· ἠφάνισεν.
Τύρσιν· πύργον, τὰ ἄκρα τοῦ τείχους ἢ τὸν περίπατον.
Πυρὸς βέλος· ἢ πῦρ.
Δαλόν· λέγω. ἐϋδμήτων· μεγαλοδομήτων.
Ἁλιεύς· ἁλιευτικός. ἐγκονέουσι· σπουδάζουσι, κοπιῶσιν.
Ἄφρακτον· ἄοπλον, ἀφύλακτον. μετά· εἰς, ἐπί. πεφασμένου· πεφονευμένου. ἰθυντῆρος· ἰχθύος.
Τεκμαίρονται· στοχάζονται, κατανοοῦσιν.
Τά· ἃ, ταῦτά εἰσι τὰ σημεῖα τῶν μελῶν αὐτοῦ, εἴτε μέγα ἐστὶν, ἢ μικρόν. μετά· ἐν.
Ὑπερτέλλοι· ἀνίσταται τοῦ ὕδατος. ὑπερτέλλοιτο· ἀνατέλλοιτο, ἀναφαίνοιτο. λοφιήν· κεφαλήν, ῥάχιν. φαείνων· δεικνύων.
Ἦ· ὄντως.
Ἀνοχλίζουσα· ἀναβαστάζουσα, βαστάζουσα, ἀναπέμπουσα.
Τι· ὀλίγον.
Ἀγγέλλει· μηνύει. ἀφαυροτέροισι· μικροῖς, ἐλαφροτέροις. κοῦφαι κέλευθοι· κοῦφα κέλευθα.
Τοῖσι· τοῖς ἁλιεῦσιν. ἐπασσυτέραις· πυκναῖς, πυκνοτέραις. ἀραρυῖα· ἡρμοσμένη, συνηρμοσμένη.
Θωμίγγων· σχοινίων. ξυνοχῇσι· συνδήσεσιν. πολυστρεφέεσσι· πολυκλώστοις.
Πρότονος· σχοινίον. βαθείης· μεγάλης.
Ὀλίγης· μικρᾶς. μῆκος· κατά. τιταίνεται· μεμάκρυται. ἄρκιον· ἀρκετόν. ἄγρην· εἰς.
Εὐεργές· καλέργαστον, καλῶς εἰργασμένον. ἐπʼ ἀμοιβῆς· διπλοῦν. ἐπημοιβές· ἐνηλλαγμένον.
Ἀκάχμενον· ἠκονημένον.
Οἷον· δυνατόν. ῥωγάδα· πέτραν ἐσχισμένην.
Τόσσον· τὸ μῆκος τοῦ ἀγκίστρου, τοσοῦτον, δυνατόν. ἴτυν· περιφέρειαν, ἤως τὸ στόμα τοῦ ἰχθύος. ὅσον· λέγω τὴν ἴτυν, τόσον, ὅσον περικαλύψαι δυνατὸν, ἢ περιλαβεῖν τὸ χάσμα ἢ τὸ στόμα τοῦ κήτους, λέγω τὴν ἴτυν καὶ τὴν περιφέρειαν τὴν φοβεράν.
Δινωτή· εὔστροφος, πολύστροφος, συστρεφομένη. ἅλυσις· δεσμοῦ. περιβάλλεται· δεσμεῖ.
Χαλκήλατος· ἐκ χαλκοῦ κατεσκευασμένη. ἥ κεν· ἥτις.
Ἀνέχοιτο· ἀποτρέποιτο. χάσματος· στόματος. αἰχμάς· ὀξύτητας. αἰχμήν· τὸ ῥῆγμα τῆς πέτρας.
Τροχοειδέα· στρογγύλα.
Στροφάλιγγας· συστροφὰς, τὰς συστροφὰς τοῦ κήτους ἃς ποιεῖται διὰ τὸ κλάσαι τὴν ἅλυσιν.
Φοιταλέας· ὁρμητικάς. ἀποῤῥήξειε· ἐκκόψειεν. ἰθύς· κατʼ εὐθεῖαν, ἢ εὐθύς.
Αἱμάσσων· ἀναιρούμενος, τὸ κρούων. περισπερχής· σπεύδων, σπουδάζων.
Περιστροφάδην· συστρεπτικῶς, διατρεπτικῶς. πλεκτόν· εἰς. πλαγκτόν· εἰς τὸν πεπλανημένον. εἱλίσσοιτο· συστρέφοιτο.
Πορσύνουσι· εὐτρεπίζουσι, παρέχουσιν.
Ἀπόκριτον· μέγα.
Ἐοικότα· πρέποντα, ὁμοιούμενα. δαινυμένοιο· τοῦ κήτους, εὐωχουμένου.
Ὁμόστολοι· συνεργοὶ, ὁμοῦ τεταγμένοι, οἱ τῆς αὐτῆς ὁδοῦ κοινωνοῦντες. ἄρηα· εἰς.
Θήγονται· ἀκονοῦνται. ἀκίδες· ξίφη, μάχαιραι, ἅρπαι.
Ἅρπαι· δρεπάναι. βαρύστομοι· βαρυστένακτοι. βουπλῆγες· ἀξίναι, πελέκυς.
Δυσκελάδοις· δυσήχοις, ἠχητικοῖς. ῥαιστήρια· βλαπτικὰ, φθαρτικά. χαλκεύονται· οἱ χαλκεῖς.
Ἐϋσέλμοις· εὐκαθέδροις.
Σιγῇ· πῶς. νευστάζοντες· κινοῦντες τὴν κεφαλὴν, νεύοντες τῇ κεφαλῇ. χρέος· χρεία.
Στέλλονται· ἀπέρχονται. εὐκήλοισι· ἡσύχοις.
Ἀτρέμα· γαληνῶς, ἡσύχως. λευκαίνουσι· τύπτουσιν. δοῦπον· κτύπον.
Μή τι· ἵνα. ἀλευόμενον· φεῦγον, πλανώμενον. νέοιτο· ἐκφεύγοι.
Βύσσαν· βυθόν. ἅλιον· μάταιον. ἄροιντο· ἐξ, λάβοιντο.
Ὁμαιχμήσωσι· συμμιγῶσιν, ὁμοῦ πολεμήσουσιν, ὁμοῦ τὰς αἰχμὰς προβάλωνται ἀέθλῳ· ἀγῶνι. ἀέθλων· ἀέθλῳ.
Δόλον· δελέατος. προὔθηκαν· ἔπεμψαν.
Πελώρῳ· μεγίστῳ.
Ἆλτο· ἐπήδησεν, ὥρμησεν. πιθήσας· ὑπακούσας.
Μάρψε· κατέπιεν, ἔλαβεν. ἐπιθύσας· ὁρμήσας. γναπτόν· ἐπικαμπῆ, συνεστραμμένον. δόλον· γράφεται μόρον. μόρον· θάνατον.
Κατέδυ· εἰσῆλθεν. τεθοωμένον· ἠκονημένον. εὐρέϊ· πλατυτάτῳ.
Γλωχῖσιν· ὀξύτησιν. ἕλκεϊ· πληγῇ. ὀρινθείς· διαταραχθείς.
Ἀσχαλόων· ταρασσόμενος. ἀντία· τῇ καὶ τῇ. πάλλει· κινεῖ.
Χαλκείην θώμιγγα· χαλκίνην ἅλυσιν. διαῤῥαῖσαι· κόψαι, διακόψαι. μενεαίνων· προθυμούμενος.
Ἄρα· ὄντως. κενεός· μάταιος.
Σπερχόμενος· ταρασσόμενος. φλογέῃσι· ἐν. ὀχθίζων· στενάζων.
Ὑποβρυχίοισι· βαθυτάτοις.
Ἐπιτρωπῶσιν· ἐνδίδουσι, χαλῶσιν.
Σθένος· τόσον.
Αὖ· ὀπίσω. ἀναινόμενον· μὴ θέλοντα.
Βριθύ· βαρὺ, μέγα. πέλωρ· θηρίον, σημεῖον. ῥέα· εὐκόλως. σέλμασι· σανιδώμασι, καθέδραις.
Οἱ· αὐτῇ, αὐτῷ. προσαρηρότας· κεκρατημένους. εὐρέας· πλατεῖς.
Πεπληθότας· γέμοντας.
Δυομένῳ· κατερχομένῳ. ὀχθίζων· στενάζων. ὀχθίζων ὀδύνῃσι· λυπούμενος.
Ῥινῶν· ἀσκῶν, δερμάτων. ἀλέγει· φροντίζει. κατὰ δʼ ἔσπασεν· κάτω ἤγαγεν.
Λελιημένους· ἐπιθυμοῦντας, τοὺς ἀσκούς. ἐθέλοντες· ἐθέλοντας.
Μεμογηότι· κεκοπιακότι, κακοπαθοῦντι.
Ἀφριόων· μαινόμενος. τετιημένος· κεκοπιασμένος, τετιμωρημένος, τιμωρούμενος.
Ἱδρῶτʼ· ἢ δρόμον, κόπον. ἐξανύσας· πληρώσας. καματώδεα· πολυκόπωτα λέγω. τέρματος· ἀγῶνος, πληρώματος, ἀπὸ τοῦ καμπτοῦ ἢ τοῦ δρόμου δηλονότι.
Αἱματόεντι· αἱματηρῷ, ἐπειδὴ σφιγγόμενοι πολλάκις αἷμα ἐκβάλλουσιν. γένυν· τὸ στόμα. σκολιοῖσι· ἐν.
Ἐμπρίει· διατιτρώσκει, μολύνει, κόπτει, καὶ ἐγκρούει. κίδναται· σκορπίζεται, ἐκβαίνει. ἆσθμα· πνεῦμα.
Ἀσθμαίνων· φυσιῶν, πνείων.
Ἱεμένῳ· θέλοντι. ἐπιτρωπῶσιν· παραχωροῦσιν, καταλίπωσιν, οὐκ ἐπιτρέπουσιν, οὐ συγχωροῦσιν· ἀνακουφίζουσι γὰρ αὐτόν.
Σπεύδουσι· ἔρχονται. ἔξαλοι· καὶ ἔξω.
Ἀειρόμενοι· ἐπαιρόμενοι. ἵσταται· γίνεται.
Μαψιδίην· ἰσχυροτάτην.
Ἀμύνασθαι· ἀντιπαρατάξασθαι, μαχέσασθαι, τιμωρῆσαι. ἀνίσταται· φεύγει. οὐδέ τε· γράφεται οὐδέ ἑ.
Ἀλευομένοισιν· ἐγκλίνουσι καὶ φεύγουσιν.
Ἀσχαλόων· ἀμηχανῶν, λυπούμενος. μυχάτην· βαθεῖαν.
Ἑλίσσεται· ποιεῖ.
Ἑκών· ἐθελούσιος. ἕλκων· εἰς ἑαυτόν. παλίνορσος· ὀπισθόρμητος.
Δουροτόμοι· ναυπηγοὶ, πρίσται· παραβολή. ἀεθλεύουσι· ποιοῦσιν, ἀγωνίζονται.
Πριόνος· διά. ἐγκονέοντες· σπουδάζοντες, σπεύδοντες, κοπιῶντες. τρόπην· η.
Χρειώ· χρείαν.
Ἄμφω· οἱ δύο. ἐρειδομένοιο· διὰ, ἢ τοῦ κόπτοντος.
Αὖ ἐρύουσι· εἰς ἑαυτούς. ταρσός· γράφεται ἴχνος, ἡ ἔντασις καὶ ἐγχάραξις τοῦ ἴχνους τῶν ὀδόντων. ἴχνος· ἡ χάραξις, ἐγχάραξις.
Τέτραπται· τρέπεται· οἶμον· ὁδόν. ἀμφοτέρωθεν· ἀπὸ τοῦ ἀμφοτέρου μέρους. ἑκάτερθεν· κατὰ τῶν δύο μερῶν, ἐξ ἑκατέρου μέρους τῶν ἑλκόντων.
Κλάζει· ἠχεῖ. πρίει· σχίζει.
Ῥινοῖσι· ἀσκοῖς. δαφοινῷ· φονικῷ.
Βιαζομένῳ συρομένῳ
Ἄχνην· ῥοὴν αἵματος, ἀφρόν.
Παφλάζων· ταρασσόμενος, καὶ ἠχῶν. ὑποβρύχιον· ὑποκάτω, μέγα. μέμυκεν· βοᾷ.
Φύσημα· ἦχον.
Ἀμβολάδην· ἀνορμητικῶς, ἄνω ὁρμητικῶς, ἀναβλυστικῶς ἀναβαλλόμενον τῷ φυσήματι αὐτοῦ ἄλλου ἐπʼ ἄλλῳ γινομένου. ἀϋτμήν· πνοήν.
Κευθομένην· κρυπτομένην. δυσαέος· μεγάλου, δυσπνεύστου. αὐλίζεσθαι· ὑπάρχειν, κατοικεῖν.
Ἀσθμαίνει· ἠχεῖ. λάβρον· κατά.
Διισταμένοιο· διασχιζομένου, διασχοινιζομένου. πόροιο· ὕδατος.
Ἰονίοιο· Ἰόνιον λέγεται τοῦ Ἁδρίου τὸ πέλαγος, καὶ ὁ Τυῤῥηνικὸς μέσος πορθμὸς, ὃν καὶ Χάρυβδιν Ὅμηρός φησιν κελάδοντος· ἠχητικοῦ, ἠχοῦντος
Διαῤῥώξ· σχίσις.
Λάβροισιν· μεγίστοις. ἄσθμασι· πνοαῖς, φυσήμασιν. Τυφαῶνος· ἀνέμου.
Κάμπτουσι· κοιλαίνουσι, συστρέφουσιν. περιστένεται· ἠχεῖται, στενοχωρεῖται πληρουμένη.
Παλιῤῥοίζῃσι· ὀπισθορμήτοις.
Ξαινόμενος· μαστιζόμενος. βέμβικας· πομφόλυγας, ὄγκους, τὰ λεγόμενα βομβοκύματα, οἱονεὶ κοῦφα κύματα ἢ συστρόφους ἑλικάων, ἤως στρούμβας. ἑλίσσεται· ποιεῖ.
Ἰχθυβόλων· τῶν ἐπὶ τῇ ἄγρᾳ τοῦ κήτους ἰχθυβόλων. ἐρέσσων· κωπηλατῶν.
Κατάγοιτο· φέροιτο.
Ἅψαιτο· δεσμήσει, ἀναδησάτω. νοστήσειεν· ὑποστρεψάτω.
Πρυμναίοις· ὑπό. κατοχμάσας· δεσμήσας τὸ κῆτος, συνδεσμήσας, στηρίξας, καταδεσμεύσας, καὶ δήσας.
Παιφάσσοντα· διεγειρόμενον, συστρεφόμενον. ἐπαΐσσοντα· ἤτοι ὅτε κάμῃ, ὅταν κορεσθῇ τῶν ὀδυνῶν. μόρος· κόρος.
Μεθύῃ· ἐνδώσει, ἐμπλησθείη.
Κλίνῃ· παύσηται. ῥέψῃ· κλίνουσι, διεγείρῃ. τάλαντα· οἱ ζυγοὶ, τρυτάνας.
Ἀσκός· ὅταν αἱρεθῇ καὶ ῥέψῃ πρὸς τὰ τοῦ μόρου ζυγά. πείρατα· τέλη.
Ἀγγέλλων· μηνύων. ἄειρεν· διήγειρεν, ἀνηγέρθη.
Οἷον· καθὰ, καθʼ ὅν. ἀλγινόεντος· ἀπὸ, χαλεποῦ.
Ἀργυφέοισιν· λευκοῖς.
Μεθέπουσιν· κυκλοῦσιν.
Αἴσιον· καλὴν, λαμπρότατον. ποτιδεγμένοι· προσδεχόμενοι.
Ἐπαντέλλουσι· ἀνέρχονται.
Βριθύ· μέγιστον. πέλωρ· τὸ θηρίον, τὸ κῆτος. οὐλόμενος· ὀλοθρευόμενος.
Μόχθῳ· καμάτῳ, τῷ μόχθῳ τῷ ὑπὸ τὸν ἀσκὸν γενομένῳ αὐτῶν. ἀλύων· ἀδημονῶν. ἕλκεϊ· πληγῇ. θυμόν· κατά.
Ἔγρεται· ἐγείρεται, διεγείρεται. ἀμφὶ δὲ νῆας· ἄγχι δὲ νῆας.
Εὐκώπους· ταχυτάτας. ἐλόωσιν· ἐπιφέρωσιν.
Σμαραγή· ἠχή. ἀϋτή· βοὴ, φωνή.
Τέτρηχεν· ἀκούεται, διεγείρεται, ἠχεῖ.
Κεκλομένων· καλουμένων. ἐνυάλιον· θαλάσσιον, πολέμιον. πόνον· διὰ πλοίων.
Δέρκεσθαι· θεωρεῖν. ἵσταται· γίνεται.
Φλοῖσβος· ταραχή. ἰωχμοῖο· πολέμου, διωγμοῦ, διώξεως. ἰωχμή· δίωξις.
Ἄγκεσι· ὄρεσι, ῥύαξι, ὀρεινοῖς τόποις. πῶϋ· ποίμνιον.
Δρυτόμος· ξυλουργός. ὀλετήρ· φθορεύς. θῆρας ἐναίρων· κυνηγός. ἐναίρων· φονεύων.
Θαμβήσας· θαυμάσας, φοβηθείς.
Κατά· ἐπάνω. προβλῆτος· ὄχθου, ἐξοχῆς. ὑπερφίαλον· μέγαν, μέγιστον.
Φυλόπιδος· τῆς μάχης. θηήσατο· ἐθαύμασεν.
Ἐκπάγλου· καταπληκτικῆς. ἄσβεστος· διόλου, ἀκατάπαυστος. ὀρίνει· διεγείρει.
Πάλλει· κινεῖ. ἀκίδος· μαχαίρας.
Εὐκαμπῆ· περιφερῆ.
Ἀμφίτομον· δίστομον. πᾶσι· πάντων.
Βριαρή· ἰσχυρά. κρυερή βαρυτάτη. ἄγχι· ἀμφί. ἀμφί· ἀμφοτέρωθεν.
Καταΐγδην· συντόμως. ἐλόωντες· τύπτοντες.
Λέλησται· ἐπιλάθεται.
Γενύεσσι· δυνάμεως.
Ἐπεσσυμένας· ἐρχομένας, ἐπερχομένας.
Ἀλκαίῃ· οὐρῇ. λαχαίνων· σχίζων, κόπτων.
Ἔμπαλιν· ὀπίσω.
Γνάμπτει· ἀνακόπτει, κλίνει. πάλιν· ὀπίσω. ἀήτης· πνοή.
Ἀντίβιος· ἐναντίος, ἀντιδύναμος. ἐναντία· ἀντία. κυλίνδων· ταράσσων, ἀναστρέφων.
Ἐνοπή· ἡ φωνή. κέκληγεν· ἠχεῖ. ἐφιεμένων· καὶ θελόντων. πονέεσθαι· ἐνεργεῖν.
Ἐκχυμένοιο· διά.
Ὀλοῇσι· ἀπό. ζέει· βράζει, κινεῖται. ἄπλετον· πολύ.
Γλαυκή· μέλαινα. ἐρυθραίνεται· κοκκινίζει.
Ὡς δʼ ὅτε· παραβολή.
Οἰδματόεντα· θαλασσώδη. λόφων· βουνῶν. μιλτοκαρήνων· τῶν μίλτου ἐξοχῶν.
Αἱματόεσσα· κόκκινος, ἐρυθρά.
Κιρναμένη· σμιγομένη. ἑκάς· εἰς μακρὸν, πόῤῥωθεν.
Ἔχει· βαφῇ.
Ὣς τότε· τὸ ἑξῆς κητείου λύθρου προσπέφυρται. λύθροιο· διʼ αἵματος. πέφυρται· μολύνεται, γίνεται, σμίγεται, γέμει.
Φοινίσσαις· γράφεται φοίνιος. φοίνιος· αἱματώδης. προχοῇσι· ὕδασιν, αἰγιαλοῖς, ῥοαῖς. δαϊζομένοιο· διά.
Ἀφυσσάμενοι· ἀντλήσαντες. ῥόον· ἢ ἅλμην. ἄντλου· θαλάσσης. ῥόον ἄντλου· περιφραστικῶς τὴν ἀντλίαν.
Πευκεδανόν· πικρόν. στάζουσι· χέουσιν. μίσγεται· ἐνίεται.
Ἧψεν· διήγειρεν.
Ὡς δέ· παραβολή· ὥσπερ δὲ ναῦς ὑπὸ τοῦ αἰθερίου πυρὸς καταφλεχθῇ. Διός· τῆς εἱμαρμένης, ἢ τοῦ οὐρανοῦ. μάστιγι· κεραυνός. τρόπιν· πλοῖον. αἰθέριον πῦρ· κεραυνός.
Ἀμειβομένην· ἐρχομένην. αἰθαλόεσσα· καυστική.
Κορύσσει· ὑψοῖ, ἀνάπτει, ἀνυψοῖ.
Μισγομένη· γινομένη, βαλλομένη.
Κορύσσει· ἀνάπτει.
Ἄντλου· πελάγου. πυθομένοιο· μιγομένου, σηπομένου. δυσαέος· δυσόσμου. ἦτορ· ὕδωρ.
Πολυτρήτοις· πολυδαμάστοις.
Ἤδη· ἀπὸ τοῦ νῦν.
Μοῖρα· ἡ τύχη ἀναψάμενοι· δήσαντες, δεσμήσαντες τοῖς σχοινίοις σύρουσιν εἰς τὴν γῆν.
Γηθοσύνῃ· χαρᾷ.
Γλωχίσι· ὀξύτησι, ξίφεσιν. πεπαρμένοις· πεπηγμένοις, διαπερονισμένοις. γόμφοις· καρφίοις.
Νευστάζων· διανοούμενος τὸ τέλος. μόρου· ἕνεκα.
Παιήονα· τὸν θεόν. κυδαίνοντες· δοξάζοντες.
Ἐπικλάζουσι· κελαδοῦσιν.
Ἀείδοντες· τραγῳδοῦντες.
Ὡς δʼ ὁπότʼ· παραβολή. διακριθέντος· παυθέντος.
Νῆας· τῶν ἐχθρῶν. ἀναψάμενοι· δήσαντες.
Γηθόσυνοι· χαίροντες. νίκης· χάριν. διαπρύσιον· μέγα. βοόωσι· ὑμνοῦσιν.
Ναύμαχον· ναυσὶ μαχόμενον. εἰρεσίης· διά. παιήονα· θεόν.
Ἀχνύμενοι· λυπούμενοι. δῄοισι· πολεμικοῖς, ἐχθροῖς.
Αἰνοπέλωρον· λίαν μέγα, κακὸν, μέγα σημεῖον, χαλεπὸν θηρίον. ἀναψάμενοι· ἀνάψω δήσω. δάκος· θηρίον.
Ἐτήτυμος· ἀληθής. ὦρσεν· διήγειρεν, ταράσσεσθαι.
Λοίσθιος· ἔσχατος. ἀσπαίρει· κινεῖται. διαξαίνει· μαστίζει.
Σμερδαλέαις· καταπληκτικαῖς. βωμῷ· τόπῳ ἱερῷ, ἢ ἁπλῶς τῇ ἐσχάρᾳ, τῷ μαγειρείῳ ἐνταῦθα.
Ἑλισσομένη· κινουμένη. στροφάλιγξι· ἐν.
Ἦ· ὄντως. λιλαίεται· ἐπιθυμεῖ.
Πείθεται· ὑπακούει. ἀΐσθων· ἀναπνέων.
Θαλάσσης· ἀπό.
Τραφερήν· τὴν ξηράν.
Μεταπνεῦσαι· μετὰ τὸ παύσασθαι, ἀντὶ τοῦ ἀναπνεῦσαι τοῦ ποντοπόρου θανάτου.
Μέμηλεν· διὰ φροντίδος ἔσται.
Πλῆσαν· ἐγέμισαν. ἀπλάτοις· ἀπλέτοις καὶ πολλοῖς· γράφεται εὐπλάτοις, ἤως μεγάλοις.
Κεκλιμένοις· κειμένοις. ῥίγιστος· φοβερός.
Πεπαυμένοιο· κειμένου.
Ταρβεῖ· φοβεῖται. οἰχομένοιο· ἀποθανόντος.
Γναθμοῖσι· στάσεσι, σιαγόσιν, τοῖς καταμαγούλοις. γναθμόν· τὸ μάγουλον.
Ὀψέ· μόλις. ἀμφαγέρονται· οἱ ἄνθρωποι.
Θάμβεϊ· ἐκπλήξει. παπταίνοντες· θεωροῦντες. ἐρείπιον· πτῶμα. ὠμηστῆρος· θηρός.
Γενύων· ὀδόντων. στίχας· τάξεις. ἠγάσσαντο· ἐθαύμασαν.
Χαυλιόδοντας· τὰς ἐπικαμπεῖς.
Τριστοιχεί· κατὰ τρεῖς τάξεις.
Πολυδηρίτοιο· πολυμάχου. πελώρου· θηρίου.
Χαλκοτόρους· χαλκοτρυπήτους. χαλκοτόρου· χαλκοτρυπήτου. ἀφόωσιν· ψηλαφῶσιν. ὀξύπρωρον· ὀξεῖαν.
Θηεῖται· θαυμάζει. ἀνισταμένην· ἐξέχουσαν.
Ἀλκαίην· οὐράν. πολυχανδέα· πολυχώρητον, μεγάλην.
Ἀπέλεθρον· μεγάλην.
Ἤθεσιν· διατριβαῖς. τραφεροῖσι· γῆς, τοῖς γηΐνοις. ἠέ· παρό.
Δηθύνων· βραδύνων. ἔννεπεν· εἶπεν.
Ἐκόμισσας· ἐπιμελήσω γνώμη, ὡραῖον.
Φορβῇ· τροφῇ· ἐν γῇ ἐτράφην, ἐν γῇ ἀποθανῶ.
Ἀντήσειε· ἔλθῃ. μόρσιμον· μεμοιραμένον, τὸ τέλος τοῦ θανάτου.
Εὐμενέοι· εὐμενὴς γένοιτο. χέρσῳ· ἀπό. ποσειδάωνα· θάλασσαν. σέβοιμι· φοβοῦμαι.
Ὀλίγον· μικρόν. δόρυ· ξύλον.
Κατʼ· εἰς.
Ναυτιλίης· πλεύσεως. ὀϊζύος· κόπου. μογέουσιν· μογέω κακοπαθῶ.
Δυσκελάδοισι· δυσήχοις. συνιππεύοντες· συμπεριπατοῦντες, συμπορευόμενοι, κινοῦντες.
Οὐδʼ· οὐ γάρ. ἅλις· ἄρκεια, αὐτάρκης.
Δαιτυμόνας· φίλους. ἀτυμβεύτου· κακοτάφου, ἀθάπτου. τάφοιο· κηδείας.
Μυχούς· τὴν κοιλίαν. τυχόντες· πεσόντες, ἐντυχόντες.
Ἀχέων· θηρίων, θλίψεων.
Ἕκαθεν· μακρόθεν.
Ἐδῃώσαντο· ἠφάνισαν.
Δέμας· κατά. προβέβηκεν· μεγάλα εἰσίν. ὑπερφυές· μέγα, μέγιστον. ἄχθεα· βάρη.
Λάχεν· ἔτυχεν.
Θήρεσσι· εἴτε μικροῖς, εἴτε μεγάλοις. ἐοικότα· ἁρμόδια. τεύχεʼ· ὅπλα, τὰ κατὰ τὴν χρείαν ὅπλα.
Μείονες· εἰς μικρὰ τὰ κήτη.
Δόλος· λέγω. ῥινῶν· ἀσκῶν.
Ἁψῖδες κολοκύνθης ἀζαλέης· ἢ κολόκυνθαι ξηραί. ἀναπτόμεναι· δεσμούμεναι.
Θήρειον· τὸ τοῦ κήτους.
Λάμνης σκύμνοισιν· ἢ ταῖς λάμναις.
Τροπόν· τὸν τροπωτῆρα. ἐπαρτέα· τὸν ἐπικρεμάμενον. δεσμόν· λέγω.
Ἔσσυτο· ἔδραμεν. προΐει· προέπεμψεν. αἶψα· ἀμφί. σειρῇ· ὁρμῇ, ἁλύσει.
Ἐνισχόμενοι· κρατηθέντες.
Ῥήϊστος· εὔκολος.
Ἐχθοδοποῖς· μισητοῖς. μαργαίνουσι· μαίνονται.
Λαιμῷ· στόματι. λαβροσύνῃ· λαιμαργίᾳ.
Ὑβρισταί· δράκται. ἀγήνορες· ἀλαζόνες.
Τρέσσειαν· φοβηθῶσιν. ἀναιδείην· ἀναισχυντίαν. ἀχάλινον· ἀκράτητον.
Κυμαίνουσαν· παροξύνουσαν, διεγείρουσαν, αὔξουσαν. λύσσαν· μανίαν.
Ἐδηλήσαντʼ· ἔβλαψαν. ἁλιεῦσιν· τῶν ἁλιέων, ἀντίπτωσις.
Ἑὴν φρένα· ἑαυτούς. πιαίνοντες· λιπαίνοντες.
Δεδοκημένος· θεασάμενος, τιτρώσκων. ἰχθύσιν· ἐν.
Πείρας· διαπερονήσας, ἰχθῦς δέλεαρ βάλλων. μενοεικέα· πρέπουσαν αὐτῷ, πρέπουσα τῇ προθυμίᾳ.
Μαιμώοντας· μαινομένους, λυσσῶντας, ἐφορμῶντας, ἐπιθυμοῦντας.
Φώκῃ· κατὰ τῆς φώκης.
Τρίγλυφος· ὀξεῖα.
Ὄβριμον· ἰσχυρότατον. ἕρκος· λέγω.
Μεμαυῖαν· προθυμουμένην.
Ῥήξει· σχίσει, διαχύσει. ἀΐξει· φεύξεται. ἄλκαρ· βοήθεια.
Εἱλομένοις· κεκλεισμένοις.
Καθέλωσιν· ἑλκύσωσιν.
Ἔνθα· ἐκεῖ, ἐκεῖσε. ἰφθίμοις· ἰσχυροτάτοις.
Δούρασι· κοντοῖς. καταΐγδην· συντόμως.
Πέφνουσι· βάλλουσιν.
Κεφαλῇφιν· ἐν τῇ, κατὰ κεφαλῆς.
Χέλυες· χελῶναι.
Λωβήσαντο· ἔβλαψαν.
Θαρσαλέῳ· ἀλλὰ τῷ. ἀταρβέα. ἄφοβον.
Κραναήν· σκληρήν.
Ἀναπλώει· ἔρχεται, περιπλέει κουφιζομένη. ἀσπαίρουσα· κινουμένη.
Ποσίν· διὰ ποδῶν. μεμαυῖα· προθυμουμένη λαβεῖν.
Θείνουσι· τύπτουσιν.
Βροχίδεσσιν· σχοινίοις. μεθέπουσιν· σύρουσιν,
Ὡς δʼ ὅτε· παραβολή. νηπίαχα· μωρά. οὐρεσίφοιτον· ἐν ὄρει διάγοντα, ἐν ὄρεσι πορευομένην.
Ἱκέσθαι· ἐλθεῖν.
Ῥικνά· λεπτὰ, ἤγουν ἀσθενῇ.
Ὁμόφυλον· ὁμογενές.
Λωβητόν· κρατητόν.
Τραφερήν· γῆν. ἀνανήχεται· γράφεται ἀνανίσσεται ἀντὶ τοῦ πορεύεται. ἀνανίσσεται· ἔρχεται, ὁρμᾷ.
Φολίδας· τὸ δέρμα, δέρματα. περιδαίεται· ξηραίνεται. αὖα· ξηρὰ, ξηρότατα.
Μεμαυῖαν· θέλουσαν.
Φορέει· βαστάζει.
Ὕψι· εἰς ὕψος. νεάτης· ἐσχάτης.
Ἀπότροπος· ἀπαραχώρητος, φευκτέα, κεκωλυμένη.
Ἐμπελάσειε· πλησιάσει. θυτήρ· θυστάς. φίλος· καλός.
Εὐαγέως· καθαρῶς, εὐσεβῶς, εὐαρέστως. ὁμωροφίους· ὁμοκατοίκους, ὁμοοίκους.
Ἑκών· ἑκουσίως. ἐπιφράσσηται· ποιήσει, ἐπιφέρει.
Ἀνδρομέοισιν· ἀνθρωπίνοις. ἀπεχθαίρουσι· μισοῦσιν.
Δαίμονες· θεοί. εἰναλίων· τῶν θαλασσίων. ἡγητήρων· ἡγεμόνων, κεφαλῶν.
Νοήματα· φρονήματα. προπόλοισι· δούλοις, δουλευταῖς, ὑπηρέταις,
φιλότητι· συνουσίᾳ. γενέθλης· ἕνεκα, τῇ γενεᾷ αὐτῶν κέχρηνται οἱ θεοί.
Κέχρηνται· κεκραμένοι εἰσίν.
Ἐνηέες· οἱ πρᾳεῖς, οἱ φίλιοι, προσφιλεῖς. οἵην· κατὰ τὴν, ποταπήν.
Μετά· ἐν.
Πόνον· κατά.
Ὁμοκλήν· ἀπειλὴν, λαμπηδόνα.
Ἰπνοῦ· διὰ φαναρίου.
Σύνθηρον· ὁμόθηρον.
Ἀλέονται· πλανέονται.
Φοβέουσι· εἰς φυγὴν τρέπουσιν.
Τρωπᾶσθαι· τρέπεσθαι. ἀνάρσιον· μισητήν.
Σεύοντες· ὁρμῶντες. ἀμοιβαίῃς· συχναῖς.
Ἀτυζομένους· ταρασσομένους.
Ἄφυκτα· μάταια, ἄλυτα. διορχεῦνται· γίνονται, κινοῦνται.
Ἐλαυνομένοις· διωκομένοις.
Ἄνηται· τελεῖται.
Ἀπαιτίζουσι· ζητοῦσιν, ἀπαιτοῦσιν. ἐμπελάοντες· πλησιάζοντες.
Ὁμοφροσύνης· ὁμογνώμου. ἀποδάσμιον· κεχωρισμένην, μεμερισμένην. αἶσαν· μοῖραν.
Ἠνήναντο· ἠρνήσαντο.
Ὑπερφιάλως· ἀλαζονικῶς. ἀλίτηται· οὐ δώσει, ἁμαρτήσει.
Ἀρηγόνες βοηθοί.
Λεσβίοιο· συνίζησις. παλαίφατον· πάλαι λεχθέν. ἀοιδοῦ· τραγῳδοῦ.
Ἔκλυεν· ἤκουεν. ὀχησάμενος· ἐπικαθήμενος.
Ἀείδων· τραγῳδῶν.
Ταιναρίῃ· Κορίνθῳ. προβολῇσι· αἰγιαλοῖσιν.
Σὺν δʼ ἤθυρε· συνέπαιζεν· ἀθύρματα γὰρ τὰ παίγνια. κελαδεινῇ· ἠχητικῇ.
Λιλαίετο· ἤθελεν.
Μίσγεσθαι· ἑνοῦσθαι. ξυλόχους· ὄρη.
Ἀλλʼ οὐδέ· ἀλλʼ οὐδὲ τοῦ πόθου τοῦ ἠϊθέου ἡ πᾶσα ἐπιλέληθεν Αἰολίς.
Παλαιόν· ὄν.
Ὥς· ὅτι.
Ἐνναίεσκεν· ὁ δελφίς. ἔχε· ᾤκει. ναύλοχον· ναυσοίκητον, νηοκατοίκητον.
Ἀστός· πολίτης. ἠνήνατο· ἠρνεῖτο, ἀπηρνεῖτο.
Παρέστιος· σύνοικος. τυτθοῦ· μαζοῦ.
Ἵκοντο· παρεγένοντο. γυιαλκέος· ἰσχυρᾶς.
Μετέπρεπεν· εὐπρεπὴς ἦν.
Προφερέστερος· ἰσχυρότερος.
Ἔκπαγλον· ξένον.
Ἐνναέτῃσι· κατοίκοις.
Συνηβώοντας· ἀνατρεφομένους.
Πολλαὶ δʼ ἠϊόνων· λείπει πολλὰ ἔπη. ἀγοραί· συναθροίσεις, συνάξεις. ἦμαρ ἐπʼ ἦμαρ· ἡμέρας καθʼ ἡμέρας.
Ἱεμένων· ἐρχομένων, προθυμουμένων. θηήσασθαι· ὥστε θεάσασθαι.
Ἐμβεβώς· εἰσελθών.
Ὅρμου· λιμένος. ἀναπλώεσκεν· ἔπλεεν. ἀΰσας· βοήσας.
Κεῖνο· ἤως ὠκύαλον. τό· ὅπερ. φήμιξεν· δωρικόν. φύτλης· γενέσεως.
Κλύε· ἤκουσεν. ἰωήν· φωνὴν, κραυγήν.
Κραιπνά· ταχύτατα. ἄγχιστα· πλησίον.
Σαίνων· κολακεύων, κολακεύσας· ἀείρων· ἀνυψῶν.
Ἦκα· ἡσύχως. καταρέζεσκε· ὁμάλιζεν, ἔβαψεν. φιλοφροσύνῃσιν· ἀγάπῃ.
Ἀμφαγαπαζόμενος· δεξιούμενος. ἵετο· ἐποθεύετο.
Κυβιστήσειεν· ἐπήδησεν, κολυμβήσει. ἐγγύθι· πλησίον κολυμβᾷ τοῦ νέου.
Αὐτῇσι· ἀπὸ κοινοῦ τὸ ἐναεργῶν ἀντὶ τοῦ ἐγγὺς ἔχων, ἀναβαστάζων.
Ἐγχρίμπτων· πλησιάζων. ἱμείρομαι· ἐπιθυμῶ.
Κύσσαι· φιλῆσαι. περιπτύξαι· περιπλακῆναι, περιλαβεῖν.
Ὀπάονι· ἐρωτικῇ, ἀκολούθῳ.
Λοφιῆς· κεφαλῆς.
Ἔμφρονι· ἐθελουσίῳ.
Φοίτασκεν· ἐπορεύετο, παρεγένετο.
Στέλλεσθαι· πορεύεσθαι. ἀμείβειν· διέρχεσθαι, διαμείβειν τὸν χῶρον.
Ἐφετμήν· κατὰ, ἐντολήν.
Γενύεσσι· στόματι.
Μαλθακός· πρᾳΰς.
Ἐθάς· συνήθης. ὀτρύνοντι· διεγείροντι.
Ὑπεικαθέων· ὑποτασσόμενος. ἐπιπείθεται· ὑπακούει.
Κεκλομένοιο· προστάσσοντος, κελεύοντος, καλουμένου.
Ἔχοντες· ποθοῦντες.
Χαλινῶν· ἀπὸ κοινοῦ τὸ ἀτέρ.
Ἄλλῳ· ἐν.
Τῷ· ᾧτινι. ἄνωγεν· προσέταξεν. ἐκόμιζε· ἐλάμβανεν.
Ἀναινόμενος· βαρούμενος.
Πότμος· θάνατος. ἕλεν· ἔλαβεν. ἀτάλαντος· ὅμοιος.
Ἐπέδραμεν· ἦλθεν.
Μαστεύων· ζητῶν, ψηλαφῶν. ὄσσαν· φωνὴν,
Μυρομένου· θρηνοῦντος. ἄμπεχε· εἶχεν, ἐνεδύσατο.
Κικλήσκουσιν· καλοῦσιν.
Ὀρεγνυμένην· παρεχομένην.
Ἄϊστος· ἀφανής.
Ἐπεφράσατʼ· εἶδεν.
Οἰχομένοιο· ἀποθανόντος.
Ἔσβεσε· ἔφθειρεν.
Ἔμπης· ὅμως. ἐνηείῃ· ἀγάπῃ, ἐν τῇ φιλότητι, ἤγουν ἀγαθότητι.
Ὁμόφρονα· φίλιον.
Ὑβρισταί. ἀλαζόνες.
Σιδηρείοισι νοήμασιν· σκληροῖς φρονήμασιν.
Ἀταρτηροί· σκληροί. ἀτάσθαλοι· μωροί.
Πατέρων· δελφίνων.
Νόος· αὐτοῖς. δυστερπέος· κακῆς.
Δίδυμον· δύο γὰρ μόνα τίκτει ὁ δελφίς.
Ἀταλοῖσιν· τρυφεροῖς. ἀλίγκιον· ὅμοιον.
Τοῖσιν· τοῖς δελφῖσιν. ἀπηνέες· οἱ σκληροί. ἐντύνονται· εὐτρεπίζεται.
Στειλάμενοι· πλεύσαντες, διαπλεύσαντες. δόρυ· ξύλον, πλοῖον. ἀτάσθαλον· μωρόν.
Ἐπειγόμενον· ἐρχόμενον. ἄντην· ἐξ ἐναντίας.
Ἀτρεμέες· ἡσύχως, ἄφοβον. φόβον· φυγήν.
Μερόπων· ἀπό.
Ἵξεσθαι· παραγενέσθαι, ἐλθεῖν. σαίνουσι· τούτους.
Γηθόσυνοι· μετὰ χαρᾶς. χρίμπτοντες· πλησιάσαντες. χαίροντες· γηθόμενοι.
Ἀκίδα· ὀξύτητα· σημείωσαι ὅτι εἶδος τριαίνης ἡ ἀκὶς, κρυερώτερον ὅλων τῶν βελῶν τῆς ἅλμης. βέλος· λέγω.
Ἀνωΐστῳ· ἀνελπίστῳ, ἀνυπομονήτῳ ἀπὸ τοῦ οἴω κατʼ ἔκτασιν.
Αὐτάρ· δή. ἰδνωθείς· συσταλεὶς, καταπονηθεὶς, συστραφείς. ἀχεύων· ἀναστενάζων.
Ὀχθίζων· βιαζόμενος. σφακέλῳ· τρώματι, τραύματι, σπασμῷ τοῦ αἵματος.
Βιώμενοι· βιάζοντες.
Μαψιδίως· ματαίως. ἅλιον· πεπλανημένον, μάταιον.
Ἱεμένῳ· πορευομένῳ. ἐφιᾶσιν· καταλείπουσι, πέμπουσιν. ἄγεσθαι· πορεύεσθαι.
Μήρινθον· σχοινίον. κατασπέρχουσιν· σπουδάζουσιν.
Ἑσπόμενοι· ἀκολοθοῦντες. ἀτυζομένοιο· βλαπτομένου, ταρασσομένου.
Λευγαλέῃσι· ἐν ὀδυνηραῖς, χαλεπαῖς. κακηπελέων· κακῶς ἔχων, κακυπάρχων, ἀσθενῶν.
Περισκαίρῃσι· κινεῖται, πηδᾷ.
Ἀδρανέων· ὀλιγοψυχῶν. ἀναδύεται· ἄνω πέμπει, ἢ ἀνέρχεται.
Κεκμηκώς· ἀδυνατήσας, κακοπαθήσας.
Φυσιόων· ἀναπνέων.
Αἰνότατον· πῶς.
Περί· παρὰ δυσμενέων.
Ληΐδα· αἰχμαλωσίαν.
Ἀχέουσα· λυπουμένη.
Μογέουσα· πονοῦσα.
Ἑῆς· ἀφʼ ἑαυτῆς.
Ἐπεμπίπτουσα· κινοῦσα.
Φεῦγε· λέγουσα. ἀνάρσιοι· μισητοὶ, ἄδικοι.
Ἐφοπλίζουσι· εὐτρεπίζουσιν.
Δελφῖσιν· κατὰ δελφίνων. ἄρηα· πόλεμον.
Σπονδάς· ὑποσχέσεις, θυσίας. ὁμοφροσύνην· ἀγάπην, ὁμόνοιαν. ἀλύττοντες· φεύγοντες. ἀλίτοντες· παρακαίνοντες, ἤγουν ἀθετοῦντες, ἁμαρτάνοντες.
Τήν· ἥντινα. ἐθέμεσθα· εἴχομεν.
Μυθεῖται· λέγει. ἀπέτρεπε· ἀπεδίωκεν. φέβεσθαι· φεύγειν.
Κρυερῶς· χαλεπῶς. μεμογηότι· κεκοπιακότι.
Ἱέμενος· προθυμούμενος. ἀποτρέψειε· ἀποδιώξειεν.
Βαλών· κρούσας.
Ὄφρα· ἕως οὗ.
Ἀλιτροί· ἁμαρτάνοντες.
Ἀτυζομένην· λυπουμένην.
Γνάμπτουσι· ἐνδιδοῦσι, κάμπτουσιν. σιδήρεον· σκληρόν.
Καταΐγδην· συντόμως. ἐλάσαντες· τύψαντες.
Ὁμῇ· ὁμοίᾳ.
Φρονέουσα· θέλουσα, ἐν τῇ οἰκείᾳ φρονήσει. ἱεμένη· προθυμουμένη. δεδάϊκται· δεδάμασται.
Ὡς· ὥσπερ· παραβολή. ὀρταλίχοισι· πωλίοις. νηπιάχοισι· μωροῖς.
Κατέπεφνε· ἐφόνευσεν.
Ἀτυζομένη· ταρασσομένη. δεδόνηται· κινεῖται.
Λοιγία· ὀλεθρία. τετριγυῖα· κλαίουσα, θρηνοῦσα. γόον· θρῆνον.
Φύξιν· φυγήν.
Μέσφʼ· μέχρις ὅτου.
Νέον· περὶ τὸ νέον σῶμα τοῦ δελφῖνος.
Αὐτάγρετος· αὐτοθήρευτος.
Τά· ἅτινα.
Φάτις· λόγος. μήνης· σελήνης.
Ναιέμεν· κατοικεῖν.
Φθινούσης· ληγούσης. ἀφαυροτέροις· λεπτοῖς.
Ῥικνοῦσθαι· ἐλαττοῦσθαι, ῥυτιδοῦσθαι. ἀνάγκη· τύχη.
Χερσί· διὰ χειρῶν. λέγονται· συλλέγονται, συνάγουσιν.
Σπιλάδων· πετρῶν.
Νωλεμές· διόλου, διηνεκές. ἐμπεφυῶτα· κεκολλημένα, συγκεκολλημένα. ἔπτυσαν· ἐξέβαλον, ἐξήνεγκον.
Λαχαινομένης· τῆς βαθυνομένης.
Πορφύραι· κόχλοι. πέρι δή τι· περισσοτέρως, περισσῶς. μετʼ· ἐν.
Λίχναι· λαίμαργοι. ἐτήτυμος· ἀληθὴς, πρόχειρος. ἵσταται· γίνεται, ἐνεργεῖται.
Κυρτίδες· κόφινοι. ταλάροις· καλαθίοις, καλαθίσκοις.
Σχοίνοις· σχοινίοις. τετυγμέναι· ἐσκευασμέναι, κατεσκευασμέναις.
Στρόμβους· εἶδος ὀστρέου. συγκέλσαντες· συναγαγόντες. χήμῃσι· χηβαδίοις.
Μεθύουσαι· μαινόμεναι.
Σχοίνων· τοῦ ταλάρου. ἐτάνυσσαν· ἥπλωσαν, ἐξήπλωσαν.
Χαλεπῆς· κακῆς. ἤντησαν· ἀπέλαυσαν, ἐπέτυχον.
Οἰδάνεται· ὀγκοῦται· στείνει δέ· στενοχωρεῖ, ταύτην, στενοχωρεῖται.
Μεμαυῖα· καίπερ προθυμουμένη. ταθεῖσα· ἁπλωθεῖσα.
Αὖ ἐρύσωσι· γράφεται αὔης ῥύσωσιν. μεμαυῖαν· μαινομένην.
Οὐ· οὐδαμῶς.
Ὀϊζυρώτερον· κακοπαθητικώτερον.
Πρῶτον· κατὰ τὴν ἀρχήν.
Βρώμῃ· βρώσει. ποτοῖσιν ἀφαυροτέροισιν· πόσει ὀλίγῃ.
Οὐδʼ ἁλιεῦσιν· οὐχ ἁλιεῦσιν. ἐοικότι· ἢ ὀλίγῳ, μαλθάσσονται· κοιμῶνται.
Ὡς δʼ ὅτʼ· ἐΰγηρυν· καλλίφωνον.
Μολπῆς· μελῳδίας. φοιβήϊον· μαντικὸν, ἢ ἑορτήν.
Κομιδή· ἐπιμέλεια.
Πιαίνων· τηρῶν. ἄεθλα· ἀγῶνας. λιγυφθόγγου· καλλιφώνου. αὐδῆς· φωνῆς.
Κομιδήν· ἐπιμέλειαν. εὔφρουρον· εὐφύλακτον.
Μένει· διαμένει.
Ἀσκηθής· ἀβλαβὴς ἀπὸ τοῦ σκήθω τὸ βλάπτω. ἀναψύξωσι· ἀνάπαυσιν ἕξωσιν.
Ἀεθλεύσωσι· ἀγωνισθῶσιν.
Μακάρεσσι· θεοῖς.
Ἀρῶνται· εὔχονται. ἀλεξῆσαί σφισι· ἀποδιῶξαι ἀπʼ αὐτῶν.
Ἀντιάσαι· ἰδεῖν.
Νόον· εἰς.
Νομαῖς· τοῦ ἰχθύος τούτου.
Δάκος· θηρίον. φαάνθη· φαίνεται.
Πόροισι· ὕδασιν.
Τέρπονται· οὗτοι οἱ ἰχθύες.
Πείσματι· σχοινίῳ. μηκεδανῷ· μακρῷ. ἰξύος· ὀσφύος.
Ἀείρει· κρατεῖ, βαστάζει.
Τῇ ἤως τῇ ἀριστερᾷ· ἐριβριθῆ· λίαν βαρεῖαν. ἐριβριθῆ μολύβδου χύσιν· βαρὺν μόλυβδον. ἀμφιμεμαρπώς· κρατῶν, περιλαβών.
Ἅρπην· δρεπάνην. εὐηκέα· ἠκονημένην. τιταίνει· κινεί.
Φρουρεῖ· φυλάσσει. ἄλειφαρ· ἔλαιον.
Ὕπερ πρώρης ἄνω τῆς.
Ὁρμαίνων· διανοούμενος, διαλογιζόμενος.
Οἱ δέ· ἄλλοι. ὀτρύνουσι· διεγείρουσιν. ἐπισπέρχουσιν· θαῤῥύνουσιν. μύθοις· λόγοις.
Θαρσαλέως· μετὰ θάῤῥους. μεμαῶτα· προθυμούμενον.
Ποδωκείης· τινός. δεδαημένον· ἔμπειρον.
Ἐνήλατο· ἐπήδησεν. καθέλκει· καταβιβάζει.
Ἱέμενον· θέλοντα.
Ἀλοιφήν· ἔλαιον.
Στίλβεται· λάμπει. μίσγεται· ἑνοῦται.
Ὄρφνης· νυκτός. πυρσός· λαμπηδών. κνέφας· τὸ σκότος.
Νεάτοις· ἐσχάτοις. πλαταμῶσιν· αἰγιαλοῖς, κοιλώμασιν. σπιλάδεσσι· πέτραις.
Πνοιήν· ζωήν.
Πολυῤῥαθάγοισιν· πολυσχίστοις.
Ἐπαΐξας· ὁρμήσας.
Ἀμητήρ· θεριστής. σπόγγων δέμας· ἢ σπόγγους. μέλλει· καρτερεῖ.
Δηθύνων· βραδύνων. κίνησεν· ἔσεισεν.
Σημαίνων· νεύων.
Ῥαθαμίζεται· ἐκτρέχει, ῥέει,
Εἰλεῖται· χεῖται. δυσαεῖ· δυσόσμῳ.
Ἔσβεσε· ἔφθειρε τὸ αἷμα, ἐθανάτωσεν, εἰς ὀλιγοψυχίαν ἤγαγεν. ἐνισχόμενος· κρατούμενος.
Ἀναδύεται· ἀνέρχεται.
Προφυγόντα· ἔξω ἐλθόντα.
Ἀκάχοιτο· θλιβήσεται.
Ἠπεδανοῖσι· ἐν. παριεμένου· ἐκλελυμένου.
Θυμαλγέϊ· λυπηρῷ. λέλυνται· οἱ θεωροῦντες.
Ἐχθίστης· μισητῆς. ἀπηνέος· κακῆς.
Ἅλμενος· πηδήσας. ἀνέσχε· ἀνῆλθεν.
Ἀντιάσας· συναντήσας.
Κέκλεται· σημαίνει. αὖ· ὀπίσω. ἡμιδάϊκτον· ἡμίκοπον.
Κητείη τε βίη· ἢ τὸ κῆτος. ὁμόστολοι· καὶ οἱ ὁμοπόρευτοι. ἔσπασαν· ἔλαβον.
Ἔτι· ἀκμήν. ἐφιέμενον· πόθον ἔχοντα.
Λυγρόν· κακὸν, οἰκτρόν.
Χέρσον· γῆν. κατάγονται· κατέρχονται.
Δυστήνοιο· ἀθλίου.
Ἐδάην· ἔμαθον· ἐπίλογος. σκηπτοῦχε· ὦ βασιλεῦ.
Σοί· σοῦ. ἀπήμονες· ἀβλαβεῖς. ἰθύνοιντο· πορεύοιντο.
Πεμπόμεναι· στελλόμεναι. λιαροῖσιν ἡσύχοις. ἰθυπόροισιν· καὶ ἰθυτάτοις.
Περιπλήθοιτο· πλήρης ὑπάρχειε.
Ἀστυφέλικτα· πῶς, ἀταράκτως. ἐρύοιτο· προσφέροιτο.
Ἀσφάλιος· στερεός. ῥιζοῦχα· συνεκτικὰ τῆς γῆς, ῥιζοῦχα δὲ τὰ συνέχοντα τὰς ῥίζας τῶν οἴκων.