ΕΙΣ ΤΟ Γʹ.

Κεφάλαια τοῦ τρίτου βιβλίου.Περὶ κεστρέως. Περὶ μορμύλου. Περὶ ξιφίου. Περὶ συνόδων. Περὶ ἄδμωνος. Περὶ κανθάρων. Περὶ τευθίδων. Περὶ σκάρου. Περὶ ὀρκύνων. Περὶ σηπίας. Περὶ θύννων. Περὶ λάβρακος. Περὶ τρίγλης. Περὶ ῥαφίδων. Περὶ νάρκης. Περὶ σαλπῶν. Περὶ σφυραίνης. Περὶ καλλίχθυος. Περὶ σκόμβρου. Περὶ ἀμιῶν. Περὶ θρισσῶν. Περὶ μελανούρων. Περὶ ἀνθιέων.

Νῦν δʼ ἄγε· παρακελευσματικὸν, πρὸς τὸν βασιλέα ἡ πρότασις· φησὶ γάρ· νόει καὶ γίνωσκε τὰς ποικίλας τῶν ἁλιέων τέχνας· τέσσαρες γὰρ τρόποι εἰσὶν αὐτῶν. νῦν δʼ ἄγε· πρὸς τὸν βασιλέα φησίν· σκόπει καὶ γίνωσκε καὶ μάνθανε τὰς ποικίλας τῶν ἁλιέων τέχνας· τέχνης τῆς ἁλιευτικῆς τέσσαρες αἱ θῆραι· οἱ μὲν γὰρ αὐτῶν ἀγρεύονται κύρτοις, οἱ δʼ ἀγκίστροις, οἱ δὲ δικτύοις, οἱ δὲ γαγκάμαις. μοι· διʼ ἐμοῦ. σκηπτοῦχε· βασιλεῦ. παναίολα· ποικίλα, πυκνὰ, πανοῦργα. δήνεα· βουλεύματα, βουλάς.

Ἰχθυβόλου· τῆς ἁλιευτικῆς. φράζεο· σκόπει, καὶ νόησον. φράζοιο· μάνθανε, σκόπει, σκέπτου. ἀγρευτῆρας· ἀγρευτικοὺς, κυνηγετικούς. ἀέθλους· ἀγῶνας, σπουδὰς, πόνους.

Θεσμῶν· νόμων, μηχανῶν, τύπων. θεσμόν· νόμον. εἰναλίων· θαλασσίων, τῶν ἰχθύων. ξυμβάλλεο· νόει, πρόσεχε, ἄκουε, σύνες, κατανόει, μάνθανε, ὅρα· ὁ Κρατῆς· ὅταν συντάσσῃς συμβάλλεο καὶ σύνες, πρέπον συντάσσειν τινῶν τῶν θεσμῶν τῶν νομίμων καὶ ὡρισμένων τύπων καὶ μηχανῶν, λέγω τῶν εἰναλίων, ἢ τῶν ἰχθύων, ἢ τῶν ἁλιέων· τὸ συμβάλλω γὰρ, ἤτοι τὸ σύνειμι γενικῇ, ὡς τὸ σύνες τῆς κραυγῆς μου· ὅταν δὲ ξυμβάλλεο καὶ νόει, ὅρα ἵνα συντάξῃς τινὰ τὸν θεσμὸν καὶ τὸν νόμον καὶ τὸ ἔθος· ξυμβαλεῖν τὸ νοῆσαι· ξυμβολαὶ ἐπὶ ποταμῶν καὶ ἐφʼ ἑτέρων ὑδάτων μίξει· συμβολὴ καὶ ἐπὶ συνάξει πολέμου. τέρπεο· χαῖρε. οἴμῃ· ἐποποιΐᾳ, ἐν τῇ ποιήσει.

Σοῖς μὲν ὑπὸ σκήπτροισιν· σῶν ἐν σκήπτρων.

Εἱλεῖται· φέρεται, κρατεῖται, κινεῖται, ὑποτάσσεται, περιέχεται, διοικεῖται. φῦλα· τῶν ἰχθύων, τὰ κατοικοῦντα. ἐναύλων· στενῶν τόπων, τῶν κατασκηνωμάτων· λείπει τόπων, διατριβῶν. ἐναύλων· καὶ θαλασσίων οἰκήσεων, τῶν αὐλισμάτων. ἄλλως· τῶν γενῶν τῶν ἐναύλων καὶ τῶν ἀπὸ τῶν χειμάῤῥων ἀποτελουμένων, τὰ γένη τὰ ἐπὶ στενωπῶν καὶ ἐπιμηκῶν τοῦ Ποσειδῶνος οἰκοῦντα.

Τοι· ἤως διά σου, ἢ ἔν σοι, καί σου. μετʼ ἀνδράσι· ἐν, ὑπὸ τῶν ἀνδρῶν. πορσύνονται· κατασκευάζονται, εὐτρεπίζονται, τελειοῦνται, οἰκονομοῦνται.

Σοι· τινι· ἀνέηκαν· ἔπεμψαν, ἀνέδωκαν, ἀνεβλάστησαν, ἀνέπεμψαν, ἐγέννησαν.

Δαίμονες· αἱ Μοῦσαι, αἱ θεαί. ἐν Κιλίκεσσιν· ἀπὸ τῶν Κιλίκων· ἐκεῖ γὰρ ἔμαθεν. Ἑρμαίοις· τοῦ Ἑρμοῦ. ἀδύτοισι· ναοῖς, ἀπὸ τῶν ἀδύτων, τοῦ Ἑρμοῦ ναοῦ· σημείωσαι ὅτι Ἑρμοῦ ἄδυτον ἢ αἱ διατριβαὶ τῶν λογίων ἀνδρῶν, ἢ τὸ τῆς σοφίας βαθύ. ἄλλως· ἀπὸ τῶν Ἑρμαίων σπηλαίων· κἀκεῖ γὰρ ὕμνησαν τὸν Ἑρμῆν, ὡς Ἑρμοῦ μάλιστα ἐν Κιλικίᾳ τιμωμένου· Κίλιξ γὰρ ὁ ποιητὴς ἀπὸ τῆς Ἀναζάρβου, ὅπου ἦν Ἑρμοῦ ἱερόν· διὰ τοῦτο τὸν Ἑρμῆν ἀνακηρύττει. ἄλλη σύνταξις· ὦ Ἑρμῆ, ὑπέρτατε τῶν τέκνων τοῦ Διὸς, τὴν ὁδὸν τῆς φωνῆς ἐμοὶ καὶ ἐμοῦ φαῖνε καὶ ἐν τοῖς ἀνθρώποις τί νόημα ἐπίκερδον εὐθυποιῶν καὶ σήμαινε καὶ προεξάρχου.

Πατρώϊε· προγονικὲ, πατρικὲ, γονικὲ θεέ. φέρτατε· ὑψηλότατε, καὶ κρεῖττον.

Αἰγιόχου· τοῦ Διός· Αἰγιόχος υἱὸς τοῦ Κρόνου· διὰ τοῦτο ἐκλήθη οὕτως, ὅτι ὁ Κρόνος ἐποίει τέκνα καὶ ἔτρωγεν αὐτά· γεννηθεὶς οὖν ὁ Ζεὺς ἀπʼ αὐτοῦ, ἀπῇρεν αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ ἀπῆγεν αὐτὸν εἰς τὴν Κρήτην, καὶ ἔδωκεν αὐτὸν ἐκεῖ τρέφεσθαι, καὶ ἐτρέφετο ἐκεῖ ὑπὸ γυναικὸς καλουμένης Αἰγοῖ, καὶ ἐνεδύετο καὶ αἰγὸς δέρμα. ἄλλως· αἰγιόχος ἐκλήθη ὁ Ζεὺς διὰ τὸ ἐν τῇ Κρήτῃ ἀποτεχθεὶς γάλακτι αἰγὸς ἐτρέφετο ἀπὸ τοῦ αἲξ αἰγὸς καὶ τοῦ ὀχὴ ἡ τροφή· τὸ δʼ εἰπεῖν νύσσαν ἀοιδῆς κέρδιστον ἀνθρώποις νόημα ἀττικὴ ἡ σύνταξις. κέρδιστον· ἐπικερδὲς, πανοῦργον, ποικίλον. νοήμα· νοῦς, γνῶσις, βουλὴ, ἤως τὴν τέχνην, τὴν βουλὴν, τὴν γνῶσιν.

Φαῖνε· δείκνυε. σήμαινε· δείκνυε, λέγε, δήλου, ἃ προθέμην εἰπεῖν δίδασκε. νύσσαν· τὴν ὁρμὴν, ἀρχὴν, τὴν πορείαν, εἰς τήν. ἀοιδῆς· ποιήσεως, τραγῳδίας, φωνῆς.

Ἰθύνων· ὀρθοποιῶν. δέ· γάρ. περισσονόων· καὶ τῶν φρονίμων, πολυνόων, τῶν περισσῶς βουλευόντων.

Αὐτός· σύ. ἄναξ· ὦ Ἑρμῆ. ἐμήσαο· ἐμήσω, ἐβουλεύσω, ἐμηχανήσω. τέλος· εὕρημα, τὴν τάξιν καὶ πλήρωμα, καὶ κατάστασιν καὶ σκευήν.

Παντοίης· παντοῖα. ἀνέφηνας· ἀνέδειξας. ἐπʼ ἰχθύσι· κατὰ τῶν ἰχθύων. κῆρας· ἄγρας, μοίρας θανατηράς. ὑφαίνων· κατασκευάζων, πλέκων.

Πανί· τῷ· Πᾶν λέγεται διὰ τὸ γενέσθαι αὐτὸν ἐκ Πηνελόπης καὶ τῶν μνηστήρων πάντων· οἱ γὰρ νεώτεροι πόρνην λέγουσι τὴν Πηνελόπην, ἄλλοι δʼ ἐκ Πηνελόπης καὶ Ἑρμοῦ λέγουσιν εἶναι τὸν Πᾶνα. λέγεται Πᾶν ἀλληγορικῶς παρὰ τὸ ἐοικέναι τῷ κόσμῳ, κατὰ μὲν τὰ κέρατα ἡλίῳ καὶ σελήνῃ, κατὰ δὲ τὰ σκέλη τῇ γῇ διὰ τὸ δασὺ τῶν τριχῶν, κατὰ δὲ τὰ μέσα τοῖς μετεώροις διὰ τὰς καταιγίδας, Κωρυκίῳ δὲ τῷ ἐν Κωρύκῳ, Κωρύκιον δὲ τόπος ἐν Ἰσαυρίᾳ ἀντρώδης, ἢ σπηλαιώδης, καὶ φρούριον ἐν αὐτῷ παρὰ θαλάσσης. Κωρυκίῳ· τῷ ἐν Σικελίᾳ τιμωμένῳ· οἰκεῖ γὰρ ἐπὶ τὸν Κωρύκιον σπήλαιον. Κωρυκίῳ· σπηλαίῳ. παρακάτθεο· ἐδίδαξας, καὶ παρέδωκας, παρακατέθου, ὦ Ἑρμῆ, τῷ υἱΐ σου Πανὶ τὴν τέχνην τὴν ἁλιευτικήν.

Παιδὶ τεῷ· τῷ σῷ παιδί· Ἑρμοῦ γὰρ καὶ Πηνελόπης ὁ Πᾶν. ῥυτῆρα· ἐλευθερωτὴν, ῥύστην· τῇ Τιτανομαχίᾳ λέγει, ὅτʼ ἐκεραύνωσε τὸν Τυφῶνα ἀπατηθέντα ὑπʼ αὐτοῦ τοῦ Πανός· Τυφῶν οὗτος εἷς ἐστι τῶν Τιτάνων, καὶ αὐτὸς μάχιμος τῷ Διῒ καὶ τοῖς θεοῖς· ὁ Ζεὺς οὐχ εὕρισκεν αὐτὸν ἔξω τοῦ βυθοῦ, ἵνα κεραυνώσῃ αὐτόν· τοῦτον ἔπεισεν ὁ Πᾶν, ὡς ἐπὶ δεῖπνον καλέσας, ἐκ τοῦ βάθους τῆς γῆς ἀνελθεῖν· ἐκεῖσε γὰρ ᾤκει· καὶ ἐλθεῖν εἰς τὴν ἀκτὴν τοῦ ἁλὸς, ὅπου ἔπιπτον οἱ κεραυνοὶ καὶ αἱ ἀστραπαὶ τοῦ Διὸς, ὑφʼ ὧν φλεχθεὶς ὤλετο.

Ῥυτῆρα· ῥύστην, βοηθὸν, φύλακα. Τυφαόνιον· τοῦ Τυφῶνος. ὀλετῆρα· φθορέα. Τυφαόνιον δʼ ὀλετῆρα· φύλακα τοῦ Τυφῶνος τοῦ κατοικοῦντος ἐν τῷ βάθει τῆς θαλάσσης· σχῆμα περίαυσις διὰ τὸ ῥᾶ ῥᾶ ῥυτῆρα καὶ ὀλετῆρα.

Κεῖνος· ὁ Πᾶν, ὡς ὢν ἔφορος τῆς ἁλίας. ἐπʼ· ἐν. δείπνοισιν ὑπʼ ἰχθυβόλοισι· ἐν τοῖς ἰχθυηροῖς δείπνοις. ἰχθυβόλοισι· ἀγρευομένοις. δολώσας· ἀπατήσας, ποιήσας, δηλοποιήσας.

Σμερδαλέον· καταπληκτικὸν, ποικίλον, καίριον, φοβερόν. παρήπαφεν· ἠπάτησεν. βερέθρου· βαράθρου, βάθους, βάθους τῆς γῆς.

Δύμεναι· ἀνελθεῖν, ἐξελθεῖν. εὐρωποῖο· τοῦ σκοτεινοῦ «κατʼ εὐρώεντα κέλευθα,» καὶ τοῦ πλατέος παρὰ τὸ εὐρύ. ἐλθέμεν· ἐξελθεῖν. ἀκτήν· αἰγιαλόν.

Ὀξεῖαι· ταχεῖαι. στεροπαί· ἀστραπαί. ῥιπαί· ὁρμαὶ, φοραί.

Ζαφλεγέες· ἄγαν φλογεραὶ, ἔξοχα φλέγουσαι. πρήνιξαν· ἔκαυσαν, ἔσχισαν, ἢ πρηνῆ κατεκρήμνισαν, ἢ κατέβαλον. ὄμβροις· ῥεύμασιν. πυρὸς ὄμβρῳ· συνοχῇ τῶν κεραυνῶν· κεραύνου ὄμβρος, ὅτι ὁ κεραυνὸς ὡς ὄμβρος καὶ ὕδωρ τῇ ταχύτητι κέχυται.

Κρᾶθʼ ἑκατόν· τὰς ρʹ κεφαλὰς, τὰς κράτας, περιστυφελίζετο· συνετρίβετο, προσεκρούετο, ἐταράσσετο.

Ξαινόμενος· συρόμενος, τυπτόμενος, μαστιζόμενος, ξυνθλιβόμενος, συντριβόμενος. ἠϊόνεσσιν· αἰγιαλοῖς. ἔθειραι· αἱ τρίχες αἱ οὖλαι ἀπὸ τοῦ ἔθος ἔχειν εἴρεσθαι· γράφεται ἔτι ὄχθαι· αἱ τοῦ Τυφῶνος οὖν τῆς κεφαλῆς τρίχες ἔτι καὶ νῦν φησι κατὰ τοὺς αἰγιαλοὺς βεβαμμέναι κεῖνται τῷ αἵματι τοῦ Τυφῶνος, καὶ τοῦτό γε, παρακολουθήσαντος θορύβου, ὅθʼ ὑπὸ τῶν κεραυνῶν κατεφλέγετο τοῦ Διὸς, τὰς ἑκατὸν κεφαλὰς ξαινόμενος καὶ προταρασσόμενος ἀπαντῶν ἐν πέτραις. ἄλλη σύνταξις· αἱ ξανθαὶ τρίχες τοῦ Τυφῶνος ἀκμὴν ἐν τοῖς αἰγιαλοῖς βάπτουσι λῦθρον, ἐκεῖ λέγω ὅπου ἐφθάρη. διπλῆ σύνταξις· ξανθαὶ ἀκμὴν αἱ ὄχθαι τῆς θαλάσσης βάπτουσι καὶ φυλάσσουσι τοῦ αἵματος τὴν κοκκινότητα, τῶν θορύβων καὶ πολυλαλιῶν. ἄλλως· ξανθίζουσι τρίχες παρὰ τοῖς αἰγιαλοῖς, ἤτοι αἱ ἐπαναστάσεις, βαπτόντων τῷ αἵματι τῶν Τυφάωνος θορύβων, πολυλαλιῶν.

Λύθρῳ· αἵματι, τὸ ἐρυθρὸν χρῶμα. λύθρῳ ἐρυθριόωσι· τῷ ἐρυθρῷ τοῦ αἵματος βάπτονται. ἐρευθιόωσι· φυλάττουσιν, ἢ ἐβάπτοντο, κοκκινίζουσιν. ἐρευθιόωσαι· κοκκινίζουσαι. Τυφαονίων· φόνων, πολέμων. ἀλαλητῶν· θορύβων, ὀδυρμῶν, πολυταράχων ἀπὸ τοῦ α τὸ πολὺ καὶ τοῦ λαλῶ.

Κλυτόβουλε· περιώνυμε, περίφημε, ποικιλόβουλε. ἱλάσκονται· ἐξευμενίζονται, ἐξευμενίζουσιν.

Ἰχθυβόλοι· ἁλιεῖς. τῷ· διό. σὺν ἀγραίοισιν· ἀγρευτικοῖς, σὺν τοῖς ἐφόροις τῆς ἄγρας, τοῖς συνέργοις. ἀΰσας· ὑμνήσας, προϋμνήσας, καὶ γίνεται ἐκ τοῦ αὔω τὸ φωνῶ· φωνῶ ἐφʼ ὕμνῳ, ἐννέπω ἐπὶ θρήνων· διὰ τοῦτο καί σε σὺν τοῖς τῆς ἁλιευτικῆς ἀγρευτικῆς ἄγρας ἐφόροις θεοῖς βοήσας ἐπὶ τὴν φήμην τῆς ἄγρας τῆς καλῆς ἔρχομαι.

Δαίμοσιν· θεοῖς, Ποσειδῶνι καὶ Ἑκάτῃ· δαίμονες οὐσίαι ἄϋλοι βλαπτικοὶ, θεοὶ οὐσίαι ἄϋλοι ἀγαθοποιοὶ, ἥρωες δὲ πάντες οἱ ἀρετὴν μετερχόμενοι. κατὰ κλέος· ἐς, εἰς, εἰς τὴν ᾠδὴν, εἰς τὴν φήμην. οἴμης· ᾠδῆς, τῆς ποιήσεως.

Πρῶτα μέν· διήγησιν νῦν ἄρχεται λέγειν, ὁποῖον δεῖ εἶναι τὸν ἁλιέα, οὐ μόνον ἐν τῷ σώματι ἀνδρεῖον, ἀλλὰ καὶ ἐν τῇ ψυχῇ· φησὶ γάρ· τὸν ἁλιέα μήτε παχὺν ὀφείλει εἶναι, μήτε λεπτὸν, ἀλλὰ μέσον λεπτότητος καὶ παχύτητος διὰ τὴν πολλὴν ἐνέργειαν καὶ ἐργασίαν τὴν περὶ τὴν θάλασσαν καὶ διὰ τοὺς ἰχθύας. ἀσπαλιῆϊ· ἁλιεῖ. δέμας· σῶμα. γυῖα· μέλη· γράφεται γονῆα. παρείη· παρέστω, ὑπαρχέτω, ὑπαρχέτωσαν.

Ἀμφότερον· κατὰ δύο, καὶ τὰ δύο πως· ὁμηρικὸν τὸ σχῆμα· ὅμοιον τά ἀμφότερον βασιλεὺς ἀγαθὸς κρατερός τʼ αἰχμήτης. κραιπνά· ταχέα, ταχύτατα. ἄλκιμα· ἰσχυρὰ, καὶ στερεὰ τὴν ἰσχύν. τι· κατά τι.

Πίονα· παχέα, λιπαρά. σαρκί· γράφεται ἀλκῇ. λελειμμένα· πτωχὰ, ἐστερημένα, ἐλλείποντα. ἀνάγκη βία.

Κρατεροῖσι· ἰσχυροῖς. ἀνελκομένοισι· ἄνω φερομένοις.

Ὑπέροπλον· ἰσχυρὸν, μέγα, ὑπερδύναμον. ἔνι· ὑπάρχει.

Μητρός· τῆς θαλάσσης. ἀγκοίνῃσιν· ἀγκάλαις, κόλποις, κοιλώμασιν. ἑλισσόμενοι· ἀναστρεφόμενοι. δονέωνται· ταράσσονται, κινοῦνται, συστρέφονται, περιφέρονται, κλονοῦνται.

Χρειώ· χρεία. χρειὼ δʼ ἐκ πέτρης· πέτρης, ἢ εἰς πέτρην, ἢ καὶ εἰς ἅλα πηδᾷν, κἀκεῖθεν ῥᾳδίως εἰς πέτραν ἀνιέναι, ἀπὸ τοῦ βυθοῦ ἀνατρέχοντα ἄνω. χρεία δʼ ἐκ τῆς πέτρας εὐκόλως πηδᾷν εἰς τὴν ἅλα τὸν ἁλιέα, καὶ ἀπὸ ἐξ ἁλὸς πηδῆσαι εἰς τὴν θάλασσαν. χρεία δʼ ἐκ τῆς πέτρας εἰκότως πηδᾷν εἰς τὴν ἅλα τὸν ἁλιέα καὶ ἀπὸ τοῦ βυθοῦ ἀνατρέχειν πάλιν εἰς πέτραν ἄνωθεν. θορεῖν· πηδῆσαι. ἀνοροῦσαι· ἀνελθεῖν, ἀνορμῆσαι. πέτραν· εἰς.

Πόνου· ἐνεργείας, ὑπηρεσίας. βυθίοιο· εἰς τὸν βυθὸν, θαλαττίου, ἐπιθαλασσίου. ταθέντος· ἐλθόντος, μηκυνθέντος, ἁπλωθέντος, ἐπικειμένου.

Ῥίμφα· ταχέως, εὐκόλως, ῥᾳδίως. διϊχνεῦσαι· διελθεῖν, ἐκπλεῦσαι, κολυμβῆσαι, διαδραμεῖν, διερευνῆσαι. δολιχόν· μακρόν. πόρον· πορείαν. βάθιστα· βάθη.

Μετʼ οἴδμασιν· ἐν οἴδμασιν.

Δηθύνειν· ἐπιμένειν, βραδύνειν. πονεύμενον· πονοῦντα, μοχθοῦντα, ἐνεργοῦντα. οἷς· ἔργοις, ἐν ἐκείνοις. ἐπί· ἐν.

Ἀεθλεύουσι· ἀγωνίζονται, κοπιῶσι, μοχθῶσι, ὑπομένουσιν. ταλάφρονα· κρατερὸν, καρτερόφρονα, καρτερόψυχον ἀπὸ τοῦ τλῆναι τὸ ὑπομεῖναι, καὶ τοῦ φρονεῖν, ἢ ἀπὸ τοῦ τλῶ τὸ καρτερῶ καὶ τοῦ φέρω τὸ ὑπομένω. πόνον· μόχθον.

Ψυχήν· κατά. πολυδαίδαλος· ποικίλος, πανοῦργος, φρόνιμος, πολύδουλος, πολυσύνετος, πολυνόητος· ἢ πολυπαίπαλος κατατετριμμένος· παιπάλη γὰρ ἡ πασπάλη τοῦ ἀλεύρου. ἄλλως· πολυδαίδαλος ἀπὸ μεταφορᾶς τινος Δαιδάλου ἀνθρώπου οὕτως καλουμένου· λέγουσι γὰρ τοῦτον μὴ λαμβάνειν τι τῶν τεχνῶν καὶ ἐπιστημῶν. πολυδαίδαλος· ἀπὸ τοῦ δαιδάλλειν ὅστις πᾶσαν ἀσκῶν τέχνην ποικίλος κατὰ τὴν γνῶσιν ἦν καὶ ἐπιστημονικώτατος. πολυπαίπαλος· παιπάλη τὸ τῶν ἀλεύρων λεπτόν. νοήμων· φρόνιμος, ἐπινοητής.

Εἴη· ἔστω. αἰόλα· ποικίλα, δόλια. μηχανόωνται· μετέρχονται.

Ἀνωίστοισι· ἀπροσδοκήτοις, ἀπροόπτοις, ἀνελπίστοις, ἀπρονοήτοις κατὰ στέρησιν τοῦ οἴεσθαι, ἤτοι ἐλπίζειν καὶ ὑπολαμβάνειν κατʼ ἔκτασιν τοῦ ο εἰς ω· ἐκ τούτου ἐπίῤῥημα ἀνωϊστί τὸ ἀνελπίστως καὶ ὡς οὐκ ἄν τις οἴηται.

Τολμήεις· τολμηρός· γράφεται ἄλκιμος. ἄλκιμος· ἰσχυρός. ἄτρομος· ἄφοβος. ἠδὲ σαόφρων· καὶ φρόνιμος, νοήμων.

Ὕπνων· ὕπνου. φιλέει· φιλείτω. κόρον· πλησμονήν. ὀξύ· γρήγορον. λεύσσοι· βλεπέτω.

Ἐγρήσσων· γρηγορῶν, ἐγρηγορῶν. πεπταμένοισιν· ἠνεῳγμένοις, διεγηγερμένοις, ἐγρηγορῶσιν.

Εὖ· εὐκόλως. φέροι· φερέτω. διός· ἀέρος. δίψιον· καυσώδη, τὴν θερινὴν, ὡς δίψης ποιητικήν.

Σειρίου· ἡλίου, ἢ τοῦ κυνάστρου· σείριος οὐ μόνον ὁ ἥλιος κατὰ τὴν κοινὴν χρῆσιν, ἀλλὰ καὶ τὸ ἄστρον τῆς κυνὸς, οὗ ἐπιτέλλοντος καυσοῦται ὁ ἀὴρ, ἐτυμολογεῖται δὲ παρὰ τὸ σειράειν ἤτοι λάμπειν, ὥς φασιν οἱ πολλοί. ἄλλως· σείριόν τινες μὲν τὸν ἥλιόν φασι τινὲς δὲ τὸν περὶ τὴν γένυν τοῦ κυνὸς ἀστέρα. Ἀστὴρ μὲν καὶ ἄστρον διαφέρει· ἀστὴρ μὲν λέγεται ὁ μονοειδὴς, οἷον ὁ Ζεὺς, ὁ κύων, ἡ Ἀφροδίτη, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον, ὡς ὁ κύων ἄστρον, ταῦρος ἄστρον, καὶ ἕτερα, ἃ καὶ ζώδια παρὰ τοῖς ἀστρονόμοις λέγεται. ἱμείροι· ἐπιθυμείτω. πόνων· κόπων, τῶν ἔργων. ἐράοι· ἐράτω, ἤως ἔστω φιλόπονος.

Ὧδε· οὕτως ποιῶν. εὐάγρης· καὶ καλὸς ἀγρευτὴς, ἀγρευτὴς, ἢ εὐτυχὴς κατὰ τὴν ἄγραν· Ἑρμείᾳ· τῷ εὑρέτῃ τῆς ἁλείας, διὰ τὸ ἁλιευτικὸν εἶναι τὸν θεόν.

Ἑσπερίη· ἑσπερινὴ, ἡ καθʼ ἑσπέραν, καὶ ἡ ἀφʼ ἑσπέρας, ἢ καὶ πρὸς τὴν ἑσπέραν. ὀπωρινῇσιν ἐν ὥραις· ἐν ὥραις ταῖς θεριναῖς.

Καρτίστη· ἰσχυρὰ, καὶ λαμπρά. τελέθει· ὑπάρχει, ἔνι. ἑωσφόρος· ὁ τῆς αὐγῆς, ἑωσφόρος ὅδʼ ὁ ἀστὴρ, ὁ φέρων τὴν ἕω καὶ τὴν ἡμέραν, ὁ περὶ αὐγὴν φαινόμενος, ὃν οἱ πολλοὶ αὐγερινὸν λέγουσι, λέγεται δὲ φερωνύμως. εὖτʼ ἀνορούσῃ· ἡνίκα ἀνατείλῃ, ἀνορμήσῃ.

Χείματι· τῷ χειμωνικῷ καιρῷ. ἠελίοιο· Ἴωνες τὰς λέξεις, αἵτινες ἄρχονται ἀπὸ τῶν φωνηέντων καὶ δασύνονται, προστιθέασι καὶ ἔμπροσθεν τοῦ πρώτου φωνήεντος ἄλλο φωνῆεν καὶ ψιλοῦσι τὸ πρῶτον φωνῆεν τὸ δασυνόμενον πρώην καὶ τιθέασι τὸ τοῦ πρώτου φωνήεντος τόνον εἰς τὸ φωνῆεν ὅπερ προσέθηκαν οἷον Ἅδης Ἀΐδης, ἕλκηλος ὁ ἥσυχος ἐΰκηλος ἐν διαλύσει, ἐν μίξει δʼ εὔκηλος· οὕτως οὖν καὶ τοῦ ἥλιος ἠέλιος, ἀλλʼ ὡς οἱ Ἀττικοὶ δὲ προστιθέασιν ὀπίσω τῶν φωνηέντων φωνήεντα καὶ ἀφαιροῦσι καὶ τοῦ πρώτου φωνήεντος τὸ πνεῦμα· ἐν αὐτῷ ὥραο. βολαῖς· ἀκτῖσι· δίκην γὰρ βολίδων χέονται· βολὴ ἐπὶ ἀκτίνων ἡλιακῶν, ὡς ἐνταῦθα, βουλὴ ἐπὶ ἁλείας, λέγεται δὲ καὶ ἀπὸ σιδήρου σπινθήρ. κιδναμένῃσι· σκορπιζομέναις, ἀνατελλούσαις, ἡπλωμέναις.

Στέλλεσθαι· ἀπέρχεσθαι, ἐξέρχεσθαι εἰς θήραν, πορεύεσθαι εἰς ἄγραν, καὶ ἀπέρχεσθαι εἰς θήραν, στέλλου, πλέε. πᾶν δʼ ἦμαρ· διʼ ὅλην ἡμέραν, ὁλόκληρον, διʼ ὅλης ἡμέρας. τηλεθόωντι· θαλερῷ, μακρὰν θάλλοντι.

Ὀφέλλεται· ἡ ἄγρα, αὔξεται, συμβάλλεται εἰς ἄγραν, συντελεῖ, συμβάλλεται, αὔξεται ἡ θήρα, ὁ ἁλιεύς. ἦμος· τότε, ἡνίκα.

Ἐφέστιοι· συνήθεις εἰσίν.

Ἕλκονται· ὅρα, τὸ ἕλκονται ἐπὶ τῶν ἀπόδων ἰχθύων. τεκέων· ὀδύνης, γεννήσεων, γεννημάτων, ἢ τῆς ὠδῖνος, τοῦ γόνου, τοῦ τόκου. δίψῃ· ἐπιθυμίᾳ. ἀφροδίτης· συνουσίας.

Παπταινέμεν· τήρει, βλέπε, πάπταινε, ἐπιτήρει, καὶ ἐπιτηρεῖν δεῖ τὸν ἁλιέα· ὅς· ὁ ἄνεμος. ἄησιν· πνέοι, ἀναπνέῃ.

Ἤπιος· πρᾳῢς, ἥσυχος, εὐδιόων· εὐδιεινὸς, εὐκραής. μαλακὴν ἅλα· τὴν μὴ τραχεῖαν τῇ ἀνωφερείᾳ τῶν κυμάτων· μαλακὴν εἶπε τὴν θάλασσαν, ὅτι οὐ δύναταί τις ἐπάνω περιπατεῖν αὐτῆς, ἢ δέξασθαί τι τῶν βαρυτόνων, ὡς ἡ ξηρά. μαλακήν· ἐκ μεταφορᾶς τοῦ χαύνου καὶ μαλακοῦ· ὕδωρ γάρ ἐστι λεῖον καὶ διαῤῥέον. κοῦφα· ἡσύχως, ἐλαφρῶς. κυλίνδων· συστρέφων.

Λάβρους· σφοδροὺς, ὁρμητικούς. τρομέουσι· φοβοῦνται. ἐχθαίρουσι· μισοῦσιν.

Ὑπὲρ ἅλα· ἐπάνω τῆς ἁλὸς, ἤως ἐκτὸς καὶ ὑπεράνω τοῦ βάθους. δινεύεσθαι· ὁδεύειν, συστρέφεσθαι.

Περιδέξιος· ἐπιτηδεία, λαμπρά. ἵσταται· γίνεται.

Πνοιῇσι· τῶν βιαίων ἀνέμων. ῥοθίοισιν· ῥεύμασιν.

Πλῶτες· ἰχθύες. θύνουσιν· ὁρμῶσι, τοῖς ἰχθύσιν. ἐπεί σφισιν· οὕτω γὰρ αὐτοῖς ἡ ὁδὸς εὐκολωτέρα. κέλευθος· λείπει γίνεται.

Στείχουσιν· πορευομένοις. ἠϊόνας· αἰγιαλοὺς, δηλονότι τὰ πελάγη. ὑπʼ ἀνάγκης· τῶν ἀνέμων.

Ἐξόπισθεν· εἰς τὰ ὀπίσω. ῥιπῇσιν· τοῦ ἀνέμου, ὁρμαῖς τῶν ἀνέμων καὶ τῶν κυμάτων. μογέουσιν· κακοπαθοῦσι, κυρίως δὲ τὸ μογεῖν ἐπὶ τῶν ὠδίνων τῆς γυναικός.

Ἀλλʼ ἁλιεύς· δεῖ τὸν ἁλιέα ἑπόμενον τῷ φυσήματι τοῦ ἀνέμου ῥίπτειν τὸ δίκτυον ἄντικρυ τῶν ἰχθύων, ἵνʼ ἐμπέσωσιν. στέλλοιτο· στελλέτω, εὐτρεπιζέτω, ἀντὶ τοῦ πλεέτω, πεμπέτω, ἢ εὐτρεπίζοιτο. λίνον· δίκτυον. πνοιῇσι· τοῖς εὐκραέσιν ἀνέμοις. πετάσας· ῥίψας ἄντικρυ τῶν ἰχθύων.

Οὔριον· κατευθῆς ἐπιτυχὲς, ἔφορα· οὔριος ὁ ἐπιτήδειος ἄνεμος, καὶ οὔριον πνεῦμα, κυρίως ὁ ἀπὸ τῆς οὐρᾶς τῶν νηῶν. νότος ὑγρός· φύσει γὰρ νότος ὑγρός. ὑγρός· ὑγρότητος ποιητικὸς, ὡς προσγειότερος, ἢ ὡς αἴτιος ὑετῶν· νότου γὰρ πνέοντος, μάλιστα βροχαὶ καταφέρονται.

Ἐς νοτίην δὲ θάλασσαν· τίθει δῆτα τὸ δίκτυον, πεμπέτω τὸ δίκτυον εἰς νότιον μέρος. ἐπειγομένου· γράφεται ἐγειρομένου. ἐγειρομένου· πνέοντος.

Εὔρου· ἀνατολικοῦ ἀνέμου πνέοντος. ποτὶ ζεφύροιο κέλευθα· πρὸς ζέφυρον ἀπὸ δύσεως πνέοντα.

Πρὸς δʼ εὖρον· ὁ ζέφυρος πνέων ἄγοι κατέναντι εὔρου, καὶ οὕτω βάλλε τὸ δίκτυον, καὶ ἐπιτυγχάνει, ἢ ἐξ ἐναντίας τοῦ εὔρου ὁ ζέφυρος. ζέφυρος· ὅτε πνέει δέ· ὅταν πνέῃ ὁ ζέφυρος, ῥιπτέτω τὸ δίκτυον πρὸς τὸ ἀνατολικώτερον μέρος· πνέων λείπει. φορέοι· φέροι σκάφος· τῶν ἁλιέων. ἐσμοί· πλήθη.

Ἄσπετοι· πολλοί. ἀντήσουσιν· συνέλθωσιν. εὔβολος· εὔκολος, εὔστοχος, ἐπιτυχής. ἔσσεται· γράφεται ἵσταται· γίνεται.

Τέτραχα· τετραχῶς. νόμον· τάξιν, ἔθος. ἐφράσαντο· ἐμηχανήσαντο.

Ἰχθυβόλοι· ἁλιεῖς. τοὶ μέν· τινὲς, τῶν ἁλιέων. ἐπʼ ἀγκίστροισι γάνυνται· ἢ διʼ ἀγκίστρων ἁλιεύουσιν. γάνυνται· χαίρουσιν.

Τῶν δέ· ὑποδιαίρεσις, ἀπὸ τούτων, τῶν χαιρόντων τοῖς ἀγκίστροις. δονάκεσσιν· καλάμοις. ἀναψάμενοι· ἀναδήσαντες, ἀνακρεμάσαντες.

Ὁρμιὴν ἵππειον· ἀπὸ τριχῶν ἱππείων γὰρ πλέκεται. ἀγρώσσουσιν· ἁλιεύουσιν, ἀγρεύουσι, θηρεύουσιν.

Αὕτως· οὕτως, ἁπλῶς. θώμιγγα· ὁρμιήν. λινόστροφον· ἐκ λίνου πλακεῖσαν σπάρτην, τὴν σπάρτην τὴν ἀπὸ λίνου ἐστραμμένου λέγει.

Δησάμενοι· ἀναδήσαντες. πέμπουσιν· κατὰ θαλάσσης. καθέτοισι· μολύβδοις· κάθετός ἐστιν ἄγκιστρον μέγα, εἰς βάθος καθιέμενον, ἐκ τοῦ καθίημι τὸ χαλῶ, ἄλλοι δὲ καθέτην καλοῦσι τὴν ἐν τῇ ὁρμιᾷ μόλυβδον. καθέτης ἀπὸ τοῦ καθιέναι εἰς βυθὸν, ἐστὶ δʼ αὕτη μετʼ ἀγκίστρου εἰς βάθος καθιεμένη, ἄλλοι δὲ καθέτην καλοῦσι τὸν ἐν τῇ ὁρμιῇ μόλυβδον.

Πολυαγκίστροισιν· ἄγκιστρα πολλὰ ἐχούσαις.

Δίκτυα· ἀπὸ τοῦ δίκω τὸ τιτρώσκω. δʼ αὖ· δὴ πάλιν. μέλει· διὰ φροντίδος ὑπάρχει. ἐντύνεσθαι· εὐτρεπίζειν, κατασκευάζειν, ὁπλίζειν εἰς ἄγραν.

Τῶν· ἀπὸ τῶν τοιούτων δικτύων. ἀμφίβληστρα· ἀπὸ τοῦ ἀμφοτέρωθεν βάλλειν τοὺς ἰχθύας. γρῖφοι· οἱ γρίπτοι λεγόμενοι.

Γαγγάμαι· γαγγάμη λίνος παχὺς δικτυωτὸς, σιδήρῳ κύκλῳ περιεχόμενος. γάγγαμα· γαγγάμη ἐστὶ λῖνος παχὺς, ὡς Διογένης, καὶ γαγγαμευτὴς ὁ τῇ γαγγάμῳ ἐργαζόμενος. ὑποχαί· κυρίως δίκτυα περιφράττοντα καὶ ἐπέχοντα τόπους, ἐν αἷς καὶ τὸ θύνον, σκοπεῖον λεγόμενον. περιηγέες· κυκλοτερεῖς. σαγῆναι· δίκτυα.

Πέζας· ἔχουσι, φέρουσιν· λείπει, εἶδος καὶ τοῦτο δικτύου μικροῦ. σφαιρῶνας· δίκτυα στρογγύλα· σφαιρῶναι τὰ σφαιροειδῆ δίκτυα, δίκτυον δὲ λέγεται ἀπὸ τοῦ δίκω τὸ τιτρώσκω καὶ τοῦ ἰχθὺς, τὸ τιτρῶσκον τοὺς ἰχθύας καὶ βάλλον. σκολιόν· καμπύλον, στρεβλόν. πάναγρον· δίκτυον.

Μυρία· πολύ· μέχρι τούτου περὶ δικτύων. αἰόλα· ποικίλα· τὰ μὲν γὰρ ἄλλην ἔχουσιν ἰδέαν, ἕτερα δὲ πάλιν ἄλλην. δολοῤῥαφέων· τῶν ἐπὶ δόλοις ἐῤῥαμμένων. κόλπων· δικτύων.

Κύρτοισιν· σκεύεσιν ἁλιευτικοῖς, ζωγρίοις, κλωβίοις.

Κύρτοις· ἐπανάληψις. κνώσσοντας· κοιμωμένους, καθεύδοντας.

Εὐκήλους· ἡσύχους, ἡσύχως καθημένους. βαιῷ δὲ πόνῳ· μικρῷ δὲ κόπῳ· γνώμη. ὀπηδεῖ· ἀκολουθεῖ.

Οὐτάζουσιν· κρατοῦσιν, ἁρπάζουσιν. τανυγλώχινι· τῇ ὀξυγωνίῳ καὶ μακρὰς ἀκίδας ἐχούσῃ ἀπὸ τοῦ τανύω καὶ τοῦ γλωχὶς ἡ ἐξοχὴ, μακροτάτῃ, τῇ ἐχούσῃ μακρὰν γλῶσσαν.

Τῶν· ὧν, τούτων, ἤως τῶν δικτύων καὶ τῶν ἀγκίστρων. πάντων· μηχανημάτων. μέτρον· σταθμόν. κόσμον· τάξιν, καλλωπισμόν· περὶ εἴδους ἑκάστου τῶν πάντων τούτων λεγέτωσαν οἱ ἐμπείρως ἔχοντες αὐτῶν τῶν τεσσάρων τῆς ἁλιευτικῆς ὀργάνων.

Ἀτρεκέως· ἀληθῶς. ἴσασιν· ἐπίστανται, γινώσκουσιν. τεκταίνονται· ἐργάζονται, κατασκευάζουσιν.

Ἄρα· καὶ ἀληθῶς. μοῦνον· αἰολικὸν, μόνοις. ἐπʼ ἀλλήλοισι· κατʼ ἀλλήλων. νόημα· μηχάνημα.

Πυκνόν· συνετόν. ἔην· ἐστίν. μῆτις· βουλή. ἐπίκλοπος· δολία, δολερά.

Ἐξαπάτησαν· ἐπλάνησαν. ἐπίφρονας· φρονίμους, συνετούς.

Λαγόνας· κόλπους. πανάγρων· δικτύων.

Ἤδη· ἀπαρτί. ἐνισχόμενοι· ἐνεχόμενοι, κρατούμενοι. παρέδραμον· ἠπάτησαν, ἔφυγον, παρέδραμον δʼ ἐνέκυρσαν. φρένας· τὴν γνῶσιν.

Βουλῇ· φρονήσει, προμηθείᾳ, μηχανῇ, δόλῳ. ἄχος· λύπη. γένοντο· ἀναύξητον, ἰωνικόν.

Κεστρεύς· ὅπως ὁ κεστρεὺς κρατηθεὶς ἐκ τοῦ δικτύου ἀποφεύγει, οἶμαι δʼ ἐκ τῶν εἰρημένων, ὅτι κεστρέα τὸν μέγαν γόμφον λέγει· τὰ γὰρ ἐπιτηδεύματα ταῦτα τοῦ μεγάλου εἰσίν. ἀγκοίνῃσι· ἀγκάλαις, κόλποις.

Περίδρομον· κυκλοτερῆ, σκολιὸν, τὸν περιέχοντα αὐτόν. ἠγνοίησεν· ἠγνόησεν· οἶδε γάρ που δικτύου τὸ διαιρόμενον σχοινίον.

Ὕψι· εἰς τὸ ὕψος. λελιημένος· ἐπιθυμῶν· χαριεντισμὸς τὸ σχῆμα· πρὸ γὰρ τούτου ἐλεύθερος ὢν οὐκ ἐπιθυμεῖ τῆς ἐπιφανείας τῆς ἁλὸς, μετὰ δὲ τὸ κρατηθῆναι ἐπιθυμεῖ τοῦ ἄνω ὕδατος, μηχανώμενος ἀποφυγὴν διὰ τοῦ ἅλματος εὑρεῖν. ὕδατος ἄκρου· ἤως τῆς ἐπιφανείας.

Ὅσσον σθένος· ἐστίν.

Ὁρμῆσαι· εἰς τό. ἐμάτησε· ἥμαρτεν, ἀπέτυχε, καὶ ἀπέπεσεν. ἐμάτησεν· ἀντὶ τοῦ ἠστόχησεν, ἢ μάτην ἐπεχείρησε ματαιοπραγήσας· οὐκ ἐμάτησεν οὖν, οὐχ ἥμαρτεν, οὐκ εἰς μάτην ἐπήδησεν, οὐκ ἀπέτυχεν, οὐ ματαία γέγονεν ἡ αὐτοῦ βουλὴ, ἀλλʼ ἐπέτυχεν ὡς ἐπὶ τὸ πολὺ, ἐματαιοπράγησεν, ἤως οὐκ ἀπέτυχεν, οὐδʼ εἰς μάτην ἐπήδησεν.

Ῥιπῇσι· ὁρμαῖς. ὕστατα· ἔσχατα, ὑπὲρ τὰ τελευταῖα. πείσματα· σχοινία. φελλῶν· τῶν δεικνύντων ποῦ εἰσι τὰ λίνα.

Ὑπερᾶλτο· ἐπήδησεν, ὑπερεπήδησεν. ἐξήλυξε μόροιο· ἐξέφυγε θάνατον.

Ὅγʼ· ὁ κεστρεύς. ἀνορμηθείς· ἄνω γενόμενος. πρῶτον στόλον· πρώτην ὁρμὴν, πρῶτον πήδημα, τὴν πρώτην ὁρμὴν τοῦ πηδήματος· εἰ δὲ πηδήσει πρῶτον πήδημα, καὶ οὐκ ἐξέλθοι, ἄλλον οὐ πηδᾷ. αὖτις ὀλισθῇ· ἐμπέσῃ πάλιν.

Βρόχον· τὸ δίκτυον. ἀνορούει· ἀνορμᾷ, ἄνω πηδᾷ.

Ἀχνύμενος· λυπούμενος· ἀπὸ τοῦ χῶ τὸ χωρῶ χώσα, καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος ὁ μὴ χωρούμενος διὰ τὴν λύπην, γίνεται δʼ ἄχω ἀχύω, καὶ πλεονασμῷ τοῦ ν ἀχνύω καὶ ἄχνυμι ἀχνύμενος καὶ ἄχνυται. πείρῃ· δοκιμῇ. μαθών· τὸ ἀδύνατον. ἀποπαύεται· ἀφίσταται. ὁρμῆς· κινήσεως.

Ὡς δʼ ὅτε· παραβολὴ, παράδειγμα. νούσῳ· ἰωνικόν. πολυκηδέϊ· πολυθλίβῳ, πολυφροντίστῳ, πολυμέρῃ. δηρόν· ἐπὶ πολύ. ἀλύων· λυπούμενος, ἀδημονῶν.

Λοίσθιον· ἔσχατον, τὸν θάνατον· παρὰ τὸ ὄλισθος καθʼ ὑπερβιβασμὸν τοῦ λ λοῖσθος καὶ λοίσθιος, οἷον ἐξολισθήσας καὶ ἐμποδισθείς· ἢ παρὰ τὸ λείπω λοῖστος καὶ λοῖσθος καὶ λοίσθιος. ὁρώμενος· ὁρῶν, βλέπων. ἐγγύθι· ὑπάρχων. πότμου· θανάτου.

Ἱμείρων· ἐπιθυμῶν. ἱέμενος· ἐπιθυμῶν, καὶ προθυμίαν ἔχων. βιότοιο· τῆς ζωῆς.

Πάντα· κατὰ πάντα. ἐφέσπεται· ἀκολουθεῖ, ὑπακούει, ἐπακολουθεῖ. κέλονται· προστάσσουσι, προστάξωσιν.

Ῥέζειν· πράττειν. ῥέζων· πράττων· παρὰ τὸ ἕρδω τὸ θύω ὑπερβιβασμῷ ῥέδω, τροπῇ δωρικῇ ῥέζω, ὁ μέλλων ῥέξω, σημαίνει δὲ τρία, τὸ πράττω, ὡς τό μέγʼ ἐν Ἄργει ἔρεξεν· τὸ θύω ἄλλος ἄλλῳ ἔρεζε θεῶν. καὶ τὸ τῇ χειρὶ καταψῶ, ὡς τό χειρὶ τέ μιν κατέρεξεν. κῆρες· αἱ μοῖραι τοῦ θανάτου, θανατηφόροι μοῖραι ἐπικρατέουσιν· νικῶσι, καταδυναστεύουσι, κατακυριεύουσιν. ἄφυκτοι· ἃς οὐ δύναταί τις φυγεῖν, οἱ μὴ δυνάμενοι φυγεῖν.

Ἄϊδος· θανάτου, Ἅιδου. βιάζεται· γράφεται μέλει βίου. τανυσθείς· ἐξαπλωθείς.

Ἐπιτρέψας· καὶ δοὺς, ἐνδούς. κεκαφηότα· ἐκπεπνευκότα, κεκοπιακότα, ἠσθενηκότα ἀπὸ τοῦ κάπος τὸ πνεῦμα καὶ τὸ ἄω τὸ πνέω· κάφος γὰρ τὸ πνεῦμα. κάπου ἡ κεφαλὴ παρὰ Ῥωμαίοις, καὶ κάπος τὸ πνεῦμα, καὶ γίνεται ἀπὸ τοῦ καφάω καφῶ, μέλλων καφήσω, κεκάφηκα, ἡ μετοχὴ ὁ κεκαφηκὼς, καὶ ἀποβολῇ τοῦ κ κεκαφηὼς κεκαφηότος. κεκαφηότα καθίσταται οὕτως ἔστι θέμα καπῶ τὸ πνέω, ἔνθεν καπνὸς ἡ πυρώδης πνοὴ, καὶ κῆπος ὁ περιπνεόμενος τόπος, καὶ κάπη ἡ φάτνη τῶν ἀλόγων, ἡ διὰ τῶν χρεμετισμῶν τῶν ἵππων ἀναπνεομένη· καπῶ τοίνυν τὸ θέμα, ἤως τὸ ῥῆμα, καπήσω, κεκάπηκα, κεκαπηκὼς ἡ μετοχὴ, καὶ κατʼ ἰωνικὸν ἔθος κεκαπηότα, καὶ κεχαρηότα, καὶ τροπῇ τοῦ π εἰς φ κεκαφηότα, ὥσπερ ἐκ τοῦ σπάραγγος σφάραγγος, ἐκ δὲ τοῦ καπῶ παραγωγὸν τὸ καπύω, ἐξ οὗ κεκαφηότα γυῖα.

Ἐδάη· ἔμαθεν, ἔγνω. τέλος· ἢ μόρον. μόρον· θάνατον. ἱκάνει· λαμβάνει, καταλαμβάνει, ἵκανε καὶ κατέλαβεν, ἀττικισμός.

Προπεσών· πεσών. μίμνων· περιμίμνων, περιμένων, μίμνων τὸν ἀγρεύοντα μόρον, καλεῖ κατʼ Ἀττικούς. μόρον ἀγρευτῆρος· τὸν ἀπʼ ἀγρευτῆρος.

Σφύραιναι· ζαργάναι. ἐνιπλήξωσι· ἐμπέωσι, πελάσωσιν.

Διζόμεναι· γράφεται δίζονται. δίζονται· ψηλαφῶσιν. πόρον· ὀπήν. βρόχον εὐρύν· ὀπὴν εὑρεῖν. ἐν ἕρκει· τῷ περιφράγματι, δικτύῳ. δινεύουσαι· συστρεφόμεναι, κινούμεναι, ἀνερευνῶσαι, ψηλαφῶσαι, κατὰ συνήθειαν ὄφεων, οἵτινες διʼ ὀπῶν εἰσδύνουσι τοὺς φωλεούς· λεπταὶ γὰρ καὶ αὗται οὖσαι διὰ τῶν ὀπῶν ἐξέρχονται. δινεύουσι· γράφεται δινεύονται.

Διαΐγδην· ὁρμητικῶς. νόμον· κατὰ, κατὰ συνήθειαν, κατὰ τὸν τῶν ὀφίων νόμον, ὥσπερ οἱ ὄφεις διὰ τῶν ὀπῶν εἰσέρχονται τοὺς φωλεούς.

Ὀλισθηροῖσι· γλίσχροις, ἐν. διεξέπεσον· ἐξῆλθον.

Λάβραξ· λάβραξ ἁλοὺς ἐν τοῖς δικτύοις πόῤῥωθεν ὀλίγον τοῦ αἰγιαλοῦ ὀρύττει, ὅπως ἐκφύγῃ τοῦ βρόχου· ὡσαύτως καὶ ὄρκυνοι. διὰ ψαμάθοιο· ἐπὶ τῆς. πτερύγεσσι· διὰ τῶν πτερύγων. Τί διαφέρει πτέρυξ καὶ πτερύξ· πτερὺξ μὲν λέγεται τὸ ἄκρον τοῦ πτέρυγος, πτέρυξ δʼ ἡ ὅλη πτέρυξις. λαχήνας· ὀρύξας, σκάψας

Βόθρον· λάκκον. δέμας· σῶμα. εὐνήν· κοίτην.

Ἐκλίνθη· ἔπεσεν. τοί· οἱ ἁλιεῖς, ἐστὶ δὲ δωρικόν. ἠϊόνας· ἢ ἀπὸ τοῦ ἄω τὸ πνέω, οἱ τοῖς ἀνέμοις καταπνεόμενοι, ἢ ἀπὸ τοῦ ἀΐω τὸ ἀκούω· κωλύει γὰρ καὶ ἐπιπροσθεῖ ὁ ἀπὸ τῶν κυμάτων ἦχος καὶ τῶν ἀνέμων ἀκούεσθαι τὴν τῶν λόγων φωνήν. κατάγουσι· καταφέρουσι σύροντες, καθέλκουσιν.

Ἰλύϊ· τῇ ἄμμῳ. κείμενος· ἀμετακίνητος. αὕτως· οὕτως, ὡς εἴπομεν.

Ἀσπασίως· περιχαρῶς. ἤλυξε· ἔφυγεν. ἕρκιον ὄλεθρον· τοῦ λίνου τὸ περίφραγμα· γράφεται ἄρκυν ὀλέθρου. ἄρκυν· ἕρκος, βρόχον, δίκτυον.

Τεχνάζει· μηχανᾶται, ποιεῖ.

Φράσσηται· νοήσῃ. προπεσών· ἐμπεσὼν, πρὸς τό. ὁ δέ· οὗτος, ὁ μορμύλος, οἱ μὲν ἀσπαλιεῖς. δύεται· εἰσέρχεται, ἔχει τὴν ἀναφοράν.

Τυπείς· κρουσθεὶς, βληθεὶς, ἀντὶ τοῦ κρατηθείς. εὐκαμπέος· καμπύλου. αἰχμῇ· σιδήρῳ.

Ὑψόσʼ· εἰς ὕψος. ἀναθρώσκων· ἀναπηδῶν. ἀζηχές· ἀμετάκλιτον, διόλου, ἀδιασπάστως, διηνεκῶς, συνεχῶς, γενναίως, σφοδρῶς, πρὸς τρία ἀζηχὲς ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἵζω τὸ κάθημαι, ὁ μὴ καθήμενος καὶ ἀργῶν, ἀλλὰ διανιστάμενος καὶ σπεύδων, ἢ τὸ διηνεκὲς καὶ συνεχὲς, καὶ τροπῇ τοῦ δ εἰς ζ καὶ τοῦ ε εἰς η ἐκβληθέντος τοῦ ι, οἱονεὶ τὸ μὴ ἔχον διέχειαν ἢ διάλειψιν καὶ διάλειμμα. Ἀζηχὲς διηνεκὲς, ἀδιεχὲς, καὶ τροπῇ τοῦ δ εἰς ζ καὶ τοῦ ε εἰς η, ἐκβληθέντος καὶ τοῦ ι γίνεται ἀζηχὲς, ἤως συνεχὲς καὶ μὴ ἔχον τι διέχειάν τινα καὶ διάλειμμα· ἰστέον ὅτι ἐναντία ἐστὶ τὸ συνεχὲς καὶ τὸ διεχὲς, ὅτι τὸ ἀδιεχὲς ἶσόν ἐστι τῷ συνεχεῖ, ὡς ἀναιρετικὸν τοῦ διεχοῦς, ὅθεν ἀδιχὲς λέγεται τὸ συνεχές. ἐρείδει· ἐμβάλλει, ἀντὶ τοῦ γενναίως ἐπερείδει τὴν κεφαλὴν τῷ ἀγκίστρῳ πρὸς τὸ εὐρυνθῆναι τὴν πληγὴν καὶ ἐξελθεῖν τὸ ἄγκιστρον· ὡσαύτως καὶ οἱ ὄρκυνοι.

Βεβιημένος· βιαζόμενος, ἐπιθυμῶν. ὄφρα· ὅπως. ἕλκος· πληγὴ, τὸ τραῦμα τὸ ἀπὸ τοῦ ἀγκίστρου γινόμενον· σημείωσαι γὰρ ὅτι οὐ μόνον τὸ ὑγρὸν πῦον λέγεται ἕλκος, ἀλλὰ καὶ τὸ τραῦμα αὐτὸ παρὰ τὸ ἕλκειν ἔνθεν καὶ ἔνθεν.

Εὐρύτερον· ἡ ὀπὴ καὶ τὸ τραῦμα.

Μεγακήτεες· οἱ μεγάλοι καὶ κητώδεις. ἐφράσσαντο· ἐμηχανήσαντο.

Ἁρπάξωσι· λάβωσι, δάκωσιν. γένυν· στόμα. γναμπτοῖο· ἐπικαμποῦς. σιδήρου· ἀγκίστρου. γναπτοῖο δόλοιο· τὸ ἄγκιστρον.

Ῥίμφα· εὐθύς. τιταινόμενοι· συρόμενοι, ἐξαπλούμενοι. νεάτην· ἐσχάτην· γράφεται καὶ πυμάτην. βύσσαν· βυθόν. ἵενται· πορεύονται, ἔρχονται.

Βιαζόμενοι· σύροντες, βιάζοντες. θηρητῆρος· ἁλιέως, ἀγρευτῆρος. ἀνύσωσιν· φθάσωσι, καταντήσωσιν, ἔλθωσιν.

Πέδον· γῆν. κάρη· τὴν κεφαλήν. θείνοντες· κρούοντες. οὖδας· ἔδαφος.

Ὠτειλήν· τὸ τραῦμα. ἔῤῥηξαν· ἔσχισαν, ἐπλάτυναν. ἀποπτύουσι· ἀποῤῥίπτουσιν, ἐκβάλλουσιν, ἀποδιώκουσιν. ἀκωκήν· σίδηρον, τὸ ἄγκιστρον, τὸ βέλος, τὸ ὀξὺ τοῦ ἀγκίστρου· παρὰ τὸ ἀκὴ γίνεται κατʼ ἀναδιπλασιασμὸν ἀκωκὴ ὡς ἔδω ἐδωδή· τὰ διὰ τοῦ ωκη ὑπὲρ μίαν συλλαβὴν ὀξύνονται.

Καθέτοισι· ἀγκίστροις, μολύβδοις, μεγάλοις ἀγκίστροις, ταῖς ὁρμιαῖς. πελώριοι· μεγάλοι. ἀμφιχάνωσιν· κρατηθῶσι, χανόντες δέξωνται.

Οἷα· ὁποῖά εἰσιν εἴδη ἰχθύων. πέλει· ὑπάρχει· μεσεμβόλημα.

Πλατύ· μέγα. βαλόντες· ῥίψαντες.

Ἀθρόοι· ὁμοῦ. μόγον· κακοπάθειαν· μόγος κυρίως ἐπὶ τῆς γυναικείας γέννας· χαλεπὴ γὰρ καὶ βαρεῖα λίαν ἡ κακοπάθεια τῆς γυναικὸς, ὅταν τίκτῃ. ἔθηκαν· ἐποίησαν.

Ἐξώλισθον ἀπʼ ἀγκίστροιο· ἐξέπεσον ἐκ τοῦ ἀγκίστρου. λυθέντες· γράφεται πεσόντες.

Λαιψηραί· ταχεῖαι. ἀλώπεκες· ἀλώπηξ ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶ· ἀπατηλὸν γὰρ τὸ ζῶον. ἔχωνται· κρατῶνται, φέρωνται, κρατηθῶσιν.

Ἄνω· πρὸς τὴν ὁρμιάν. φθάνουσι· γράφεται σπεύδουσιν. ὑποφθαδόν· προληπτικῶς, συντόμως, προλαβοῦσαι, προφθάνουσαι. αἶψα· μετʼ ἔριδος καὶ κατὰ σπουδήν.

Διέτμαγον· ἔκοψαν, διέκοψαν.

Καυλόν· σίδηρον, ἢ περίβολον μολύβδου, μακρὸν σίδηρον, ὁ στενοεπιμήκης μόλιβδος. δολιχώτερον· δολιχὸν ἀντὶ ἁπλοῦ. ἄλγος· εἰς. ἄλγος ὀδόντων· εἰς πόνον τῶν ὀδόντων. ἄρκος ὀδόντων· ὡς ἀμυντήριον, ἀποσόβησιν. ἄλγος· γράφεται ἕρκος.

Ναί· ἴσως. σφέτερον νόον· κατὰ τὴν ἰδίαν τάξιν τὴν πανουργίαν οὐκ ἀφίησιν. ἀπολείπει· ἐᾷ.

Πληγῇ ἀνιάζουσα· ἐν τῇ τρώσει τοῦ ἀγκίστρου κατεχομένη, λυπουμένη ὑπὸ τοῦ ἕλκους. τιταινομένη· ἡ νάρκη θλιβομένη, ἀνιωμένη, ἐξαπλουμένη, πληττομένη.

Προσπτύσεται· προσάπτει, προσεγγίζει, προσάπτει, τὰς λαγόνας ταῖς ὁρμιαῖς ἀναντιᾷ, ἵνα νάρκην τῷ ἁλιεῖ ποιήσῃ, ταῖς ὁρμιαῖς τοὺς λαγόνας προσάπτεται καὶ συντρίβει, καὶ ἀγκαλίζεται.

Ἱππείης· διὰ, ἢ τῆς ὁρμιᾶς.

Δεξιτερήν· δεξιὰν χεῖρα, χείραν. ἔσκηψε· ἐνέπεσεν, εἰσῆλθεν. ἄλγος· ἡ νάρκωσις. φερώνυμον ἄλγος· τὴν νάρκωσιν, ἀπὸ τῆς νάρκης τοῦ ἰχθύος λεγόμενον φερωνύμως· τὸ γὰρ ὄνομα αὐτῆς ναρκᾷν δεινῶς τοὺς ἁλιέας ποιεῖ.

Ἐκ παλάμης· τοῦ ἁλιέως. πέσεν· γράφεται φύγεν. ὅπλα· τὰ ὄργανα.

Τοίη· τοιαύτη· ἐπιλογικόν. κρύσταλλος· ψυχρότης, περίψυξις καὶ ἀκινησία, ἢ ψύχρωσις καὶ νάρκωσις. ἐνίζηται· ἐγκάθηται, κάθηται.

Δολοφροσύνῃσιν· ἀπάταις. μέλονται· φροντίδα ἔχουσιν, ὑπόκεινται, στοιχοῦσιν.

Ἐν μήκωσι· ταῖς κεφαλαῖς· μήκωνας ἐκάλεσε τὰ κύτη καὶ θύλακας τῶν γαστέρων, ἤτοι τὰς κεφαλάς. θορός· ὑγρότης τις, ἰχὼρ, κυρίως τὸ σπέρμα, νῦν καὶ τὴν ὑγρότητα.

Κυάνεος· μέλας. δνοφερώτερος· σκοτεινότερος, μελανώτερος, μελάντερον. ἀχλύος· σκότους, μελανίας.

Φάρμακον· εἰς, βοήθημα, πρὸς τὸ σημαινόμενον. ἀπροτίοπτον· ἀθεώρητον, ἀθέατον, ἀνέλπιστον, ἀφανὲς, σκοτεινόν. ἄλκαρ· βοήθημα, βοήθεια ἀποτρεπτικὴ βλάβης.

Ἐκείνου· τοῦ θοροῦ.

Ὀρφναίας· διὰ, σκοτεινὰς, μέλαινας· ὀρφνὴ ἡ νὺξ παρὰ τὸ τὴν ὅρασιν φαίνειν ἀντιφραστικῶς, ἢ παρὰ τὸ ἐρέφω τὸ στεγάζω· ὡς στέγος γὰρ ἐπίκειται τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς. ὀρφνὴ ἡ νὺξ παρὰ τὸ μὴ φαίνειν τὴν ὅρασιν, ἢ παρὰ τὸ ἐρέφω τὸ στεγάζω· ὡς στέγος γὰρ ἐπίκειται τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων, ἀφʼ ἧς ἔλαβεν ἀρσίως τὴν μέλαιναν τῆς σηπίας ῥανίδα. ῥαθάμιγγας· πυκνότητας, ῥανίδας. ἀνήμεσαν· ἐξέρασαν, ἔχυσαν, ἀνέδωκαν.

Πέριξ· κύκλῳ. ἐμίηνε· ἔβαψεν. ἠμάλδυνε· ἐσκότισεν, ἠφάνισεν, ἐτυμολογεῖται δὲ παρὰ τὸ μαίρω τὸ λάμπω, μαρῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαρῶ τὸ ἀμαυρῶ καὶ ἀφανίζω, καὶ τροπῇ τοῦ ρ εἰς λ ἀμαλῶ, καὶ ἀμαλδῶ πλεονασμῷ τοῦ δ· ἢ ἀπὸ τοῦ ὁμαλὸς ὁμαλύνω, ὡς κακὸς κακύνω, καὶ τροπῇ τοῦ ο εἰς α καὶ πλεονασμῷ τοῦ δ ἀμαλδύνω. μαίρω μέλλων μαρῶ τὸ λάμπω, ὅθεν ἀμαρῶ τὸ ἀφανίζω, καὶ τροπῇ τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ δ ἀμαλδῶ καὶ ἀμαλδύνω· ἢ οὕτως· ὁμαλὸς ὁμαλύνω καὶ ἀμαλδύνω ἐνθέσει τοῦ δ τὸ στενοποιῶ καὶ ἀνατρέπω.

Ἰχὼρ ἀχλυόεις· ὁ σκοτεινοειδὴς μολυσμός. ἀχλυόεις· σκοτεινός. ἀνὰ δʼ ἔτραπε· ἀνέτρεψε δὲ, περιεκάλυψεν. ὀπωπήν· θέαν, θεωρίαν.

Αἰθαλόεντος· σκοτεινοῦ. ἄφαρ· εὐθέως, ταχέως. πόροιο· θαλάσσης.

Φῶτα· ἄνδρα. εἴποθι· τύχῃ, ἐάν που ᾖ, ἐάν που. φέρτερον· ἰσχυρότερον.

Τεχνάζουσι· μηχανῶνται. ἠερόφοιτα· ἀέρι πετόμενα· τὰς τευθίδας φησὶν ἠερόφοιτα γένεθλα, ὡς ἐν τῷ ἀέρι φοιτῶντα· πέτανται γὰρ καὶ διὰ τοῦ ἀέρος φέρονται, ὡς ὑπόπτερα, τευθίδες δʼ εἰσὶ τὰ κοινῶς λεγόμενα καλαμάρια.

Ὑπερευθής· ὑπόπυῤῥος, κόκκινος, ὑπέρυθρος· ἔρευθος γὰρ τὸ χρῶμα.

Ἐντρέφεται· ἔγκειται. ἐντύνονται· κατασκευάζουσιν.

Τοίοις μέν· ἐπίλογος τὸ σχῆμα καὶ ἀποθετικόν.

Πυκινῇσιν· ποικίλαις. ἐπιφροσύναις· συνέσεσι, μηχαναῖς.

Ἠλιβάτοισι· τοῖς ὑψηλοῖς καὶ ἀπροσβάτοις.

Ἐρύουσιν· ἀγρεύουσι, κρατοῦσιν. σφίσιν· τοῖς πελαγίοις. νόημα· μηχάνημα.

Ποικίλον· πανοῦργον, συνετόν. ἤδη· ποτέ. ἐπέσπασεν· ἔλαβεν αὐτούς. κρομύοισι· κρομμυδίοις.

Γυμνοῖς· ἄνευ δελέατος. πελαγόστροφον· τὸν εἰς τὰ πελάγη διάγοντα· διαφέρει πελαγόστροφος καὶ πελαγοστρόφος· πελαγόστροφος γὰρ ὁ ἀναστρεφόμενος εἰς τὰ πελάγη, ἐκεῖνος δʼ ὁ στρέφων τὰ πελάγη.

Ἁλιερκέος· πεφραγμένης ἁλὶ, τῆς ὑπὸ θαλάσσης, τῆς ὑπὸ τῆς θαλάσσης κλειομένης, τῆς οὔσης ἕρκος τῇ ἁλὶ, τῆς ὑφʼ ἁλὸς πεφραγμένης καὶ περικλειομένης, ἀπὸ τοῦ ἃλς ἁλὸς καὶ τοῦ ἕρκος τὸ περίφραγμα.

Τοῖσι δʼ· τούτοις. ὀξύτερος· φρονιμώτερος, ταχύτερος. αὐτῶν· τῶν ἰχθύων τῶν παρʼ αἰγιαλῶν.

Βαιοί· οἱ μικροί· εἴσι γὰρ καὶ καρίδες μεγάλαι. ἐρύονται· ἀγρεύονται, ἑλκύονται.

Τευθίδος· καλαμαρίου. θυσάνοις· πτεροῖς, πλεκτάναις ἀντὶ δελέατος, πλοκάμοις, κυρίως οἱ κροσσοὶ, ταῖς πλοκαμίσι τῆς τευθίδος· κέχρηνται γὰρ αὐτῆς ἀντὶ δελέατος καὶ κατὰ τῶν μικρῶν ἰχθύων, καὶ ὅσοι τὸ ἀλλήλων περιλείχουσι σῶμα ὡς τροφήν εἰσιν οὗτοι. τευθίδος ἢ θυσάνοις· γράφεται πολυπόδων θυσάνοις. ἀμφιχανόντες· ἀμφιπεσόντες.

Ὀλίγαισι· μικραῖς. ἅπτοις· προσβάλῃ.

Ἑλμῖσι· σκώληξιν. ὅττι· ἄλλο. παρείη· παρατύχοι.

Ἰχθυόεν· ἕλκον ἰχθῦς. βαιούς· μικρούς· ἐνταῦθα τίσιν ἰχθύσιν οἱ μεγάλοι ἀγρεύονται, καὶ ὅσοι τὸ ἀλλήλων σῶμα περιλείχουσι πρὸς τροφήν. εἴσιν οὗτοι· ὁ θύννος ἀγρεύεται κορακίνῳ, λάβραξ καρίδι, φάγροι χάννοις, συνόδοντες βωξὶν, ἴουλοι ἱππούροις, ὀρφοὶ δὲ τρίγλῃ, κιῤῥίδι πέρκη, χρύσοφρυς μαινίδι, καὶ πολύποδι μύραινα. ἐπὶ μείζονας· κατὰ μειζόνων ἰχθύων. ὁπλίζοιο· ὅπλιζε, τίθει.

Δείπνοις· βρώμασι, ταῖς τροφαῖς. μαργῶντες· μαινόμενοι, λαιμαργοῦντες. ἐπισπεύδουσιν· ἐπαγωνίζονται. ὄλεθρον· ἢ τὸν ἴδιον, ἢ τῶν ἄλλων.

Ἦ γάρ· γνώμη. ἦ· ὄντως. σιφλόν· λαίμαργον, ἔμψογον καὶ λαίμαργον, ἐπίψογον, τυφλόν. ὑγρὰ θεόντων· πῶς, ἀδολεσχίᾳ.

Θύννον· τίς τίνος ἰχθύος ἐπιθυμεῖ; ἄγει· ἀγρεύει. καρίς· ἄγει.

Πιαλέη· λιπαρὰ, ἢ πιαίνουσα τὸν λάβρακα, πίων. χάννος· γράφεται χάννοιο. δέλετρον· δέλεαρ.

Συνόδοντι· ἰχθύϊ ἔχοντι πυκνοὺς ὀδόντας, πυκνοὺς ὀδόντας ἔχοντι· εἶδος γὰρ καὶ ὁ συνόδους ἰχθύος.

Ἔπεφνεν· ἐφόνευσεν. ἔσπασεν· ἔλαβεν, ἤγουν ἤγρευσεν. κιῤῥίδα· ἰχθὺς καὶ οὗτος, εἶδος ἰχθύος.

Μαινίδι· σμαρίδι. ἀνιγραί· λεπταὶ, ἀνιαραὶ, λυπηραὶ καὶ γλίσχραι.

Μετά· οἷς. ἐπειγόμεναι· σπουδάζουσαι.

Ὅσοι τε· καὶ ἄλλοι. περίμετρον· μέγα, κυκλοτερὲς, περιττὸν κατὰ μέτρον, μέγα καὶ ὑπὲρ μέτρον.

Κάλλιχθυς· ὁ ἱερὸς λεγόμενος, ἱερὸς ἰχθύς. ἰαίνεται· εὐφραίνεται.

Ὄρκυνος· θηρεύεται. ἀνθίῃ· σημείωσαι, ὅτι καὶ ἀνθεὺς καὶ ἀνθὴ λέγεται. ὁπλίζοιο· καὶ δέλεαρ ὅπλιζε.

Πείροις· σούβλιζε, ἔμβαλε, κρατήσεις ἢ ἐμβαλεῖς.

Ἄλλῳ δʼ· ἐπʼ ἄλλῳ δέ. ἀλλοίην γενεήν· ἄλλο γένος ἰχθύος.

Κρέσσονι χειροτέρην· τῷ ἰσχυροτέρῳ τὴν ἀσθενεστέραν.

Λίχνος· ἄπληστος· γράφεται ὄλεθρος.

Ὡς οὐδὲν λιμοῖο· γνώμη, γνωμικὸν, θαυμαστικόν. λιμοῖο· πείνας ἢ κυνωδοῦς ὀρέξεως· λιμὸς ἡ λεγομένη κυνώδης ὄρεξις. βαρείης· λαιμάργου, ἀπλήστου. βαρείης· κακῶν, λαίμαργον καὶ βάρος ἐμποιούσης ζώῳ παντὶ, ἐπίκειμαι τῶν ἀνθρώπων.

Κρατέει· βασιλεύει. ἀπηνής· χαλεπὴ, ἀγρία.

Συνέστιος· σύνοικος. δασμῶν· φόρων, πλεονεκτημάτων, μερισμῶν, φόβου, τέλους, μερισμῶν, τῶν καθʼ ἑκάστην ἡμέραν διδομένων αὐτῇ τροφῶν.

Ληθομένη· ἐπιλανθανομένη, ἀγνοοῦσα. παρασφήλασα· ἀπατήσασα, παρατρέψασα, ἀποπλανήσασα. νόοιο· ἀπὸ, τοῦ ἰδίου λογισμοῦ.

Ἄτην· βλάβην. ἀνέηκε· ἐνέβαλεν. αἴσχεσιν· ταῖς ὕβρεσι, καὶ ἀτιμίαις. ἐγκατέδησε· συνέκλεισεν, ἐδέσμησεν.

Γαστήρ· γνώμη. ἀνάσσει· βασιλεύει.

Ἠερίῃς· ταῖς πτηνοῖς. τὸ δὲ πλέον· κατʼ ἐξοχήν.

Μόρος· θάνατος. γαστήρ· ἡ λαίμαργος.

Ἀνθιέων· ἀνθιῶν ὡς κοχλιῶν, καὶ ἰωνικῶς ἀνθιέων. περίφρονα· συνετήν. πεύθεο· μάνθανε, ἄκουε, μάθε.

Ἐρικυδέος· τῆς ἄγαν ἐνδόξου. ἐντύνονται· παρασκευάζουσι, κατασκευάζουσιν.

Ἐνναετῆρες· κάτοικοι. πάτρης· οἱ κάτοικοι τῆς ἐν Κιλικίᾳ ἀκτῆς· Κίλιξ γὰρ τὸ γένος Ὀππιανός· παράκειται δὲ τῇ Κιλικίᾳ ἡ Λυκία, Σαρπηδὼν δὲ Λύκιος, ἀκτὴν Σαρπηδόνος τὴν Λυκίαν φησίν· Λύκιος γὰρ ὁ ὁμηρικὸς Σαρπηδὼν, ὑπέρκειται δὲ τῆς τοιαύτης Λυκίας ἡ Κιλικία, τὸ ἔθνος τοῦ Ὀππιανοῦ, ἔνθα καὶ τέμενος Ἑρμοῦ. ὑπέρ· ὑπεράνω.

Ναυσίκλυτον· ἔνδοξον ταῖς ναυσὶ, τὸ ἐν νηυσὶ περίφημον, ἢ τὸ φημιζόμενον, καὶ ἐξάκουστον, ἢ εἰς ὃ αἱ νῆες κλύζονται, βρέχονται, ἢ κατὰ πολὺ φέρονται.

Κωρύκιον· ἱερὸν τοῦ Ἑρμοῦ. ναίουσι· κατοικοῦσιν. ἀμφιρύτην· τὴν ἀμφοτέρωθεν περιῤῥεομένην. Ἐλεοῦσαν· πόλιν, νῆσόν τινα, ὄνομα νήσου, νῆσος τῆς Κιλικίας.

Κείνας· τῶν ἀνθιέων. τεκμαίρεται· ζητεῖ, καταστοχάζεται, σημειοῦται, στοχάζεται.

Ἴδρις· εἰδήμων, ἐπιστήμων. οἵῃσιν ὕπʼ· ὑφʼ αἷς. οἵῃσιν ἔπʼ· καὶ ἐν οἵῃσι πέτραις. αὐλίζονται· οἰκοῦσιν.

Ἀντροφυεῖς· σπηλαιώδεις, τοῖς ἔχουσι σπήλαιον. κευθμῶσι· κοιλώμασι, βαθυτάτοις τόποις, λάκκοις. διαῤῥωγάδας· ἐσχισμένας. θαμέεσσι· ἐν, πυκνοῖς.

Δουρί· τῇ νηῒ, ἢ κώπῃ, πλοίῳ. ἀναπλώσας· ἀναπλεύσας, ὁ ἁλιεύς. πινάκων· διὰ τῶν σανίδων, ξύλων, κωπῶν. ἐριηχέα· μεγαλόηχα, ἄγαν ἠχητικόν.

Δοῦπον· κτύπον. ἐπικροτέων· κτυπῶν, κρούων, ἠχῶν. πατάγῳ· ἐπὶ τῷ κτύπῳ. ἐπιτέρπονται· χαίρουσιν. ἔθνη· γράφεται ἦτορ. ἦτορ ἀνθιέων· περιφραστικῶς, οἱ ἀνθεῖς.

Τῷ· διὸ, διὰ τοῦτο. καί τις· γράφεται καὶ πού τις. ἀνέδραμεν· ἀνῆλθεν. λίμνης· θαλάσσης, καταχρηστικῶς λίμνην τὴν θάλασσαν λέγει.

Παπταίνων· ἐπιτηρῶν. ἄκατον· τὴν νῆα. τῷ δʼ· τῷ ἀνθιεῖ.

Πέρκας· ἰχθύας, εἶδος ἰχθύος. ἵησιν· πέμπει, δίδωσιν. κορακίνους· ἰχθῦς.

Ἀσπαλιεύς· ἀπὸ τοῦ ἀσπάζεσθαι τὴν ἅλα, ἢ τὴν τῆς ἁλὸς τέχνην. ὀρέγων· διδούς. ξεινήϊα· φιλοτιμήματα.

Αὐτάρ· δέ. κεχαρημένος· χαίρων. εἰλαπινάζει· θοινεῖ, ἐσθίει, εὐωχεῖται.

Δαῖτα· εὐωχίαν. σαίνει· εὐφραίνει, κολακεύει, ὅτι ἥρπασε τὸ δέλεαρ. δολόφρονα· πανοῦργον.

Ὡς δὲ φιλοξείνοιο· παραβολὴ, παράδειγμα· λείπει τὸ ὅταν· ὡς δʼ ὅταν τις ξενισθῇ περιπλούσιος γενναῖος ἢ φρόνιμος· τοῦτο γὰρ δηλοῖ τὸ κλεινὸς, ἢ ἐν ἔργοις χειρὸς, ἢ χειρὶ σοφὸς, ἢ σοφίᾳ νοός. μετʼ· ἐν. οἰκία· δόμους, οἰκήματα. κέλσῃ· καταλύσει. κέλσοι· πλησιάζοι. κέλσει· πλησιάσει.

Κλεινός· ἔνδοξος. ἤ· κλεινός. ἔργμασιν· ἔργοις, πράξεσιν, κρατήμασι καὶ δωρήμασιν. ἠὲ νόοιο· ἢ νοός. νόοιο· φρονήσει, φρόνιμος.

Ἀσπασίως· ἀσμένως. εἶδεν ἐφέστιον· ἢ ἐδεξιώσατο. ἐφέστιον· ὑπὸ τῇ οἰκίᾳ. δώροις· χαρίσμασιν.

Εἰλαπίναις· εὐωχίαις. φιλοφροσύναις· φιλοτιμίαις, ἀγάπαις.

Κρητῆρος· κρατὴρ εἶδος ποτηρίου μεγάλου, ἐν ᾧ εἴσιν ἄλλα ποτήρια ἐμβεβλημένα μικρά. ἀμοιβαίοις· ἀλλεπαλλήλοις, διαδεκτικοῖς, τοῖς ἐξ ἀμοιβῆς καὶ δεξιώσεως γινομένοις, ἀντὶ τοῦ κατὰ διαδοχὴν ἑκατέρου ἀντιδιδόντος καὶ ἀντιπίνοντος ἢ προπίνοντος τῷ ἑτέρῳ, τοῦ τʼ οἰκοδεσπότου καὶ τοῦ φίλου. δεπάεσσι· ποτηρίοις.

Κεχαρημένος· χαίρων. ἐλπωρῇσι· ἐλπίσιν· ἐλπωρὴ γὰρ ἐλπίς.

Μειδιάα· γελᾷ, χαίρεται. νέοις· ἀμοιβαίοις. ἐπιτέρπεται· εὐφραίνεται.

Ὑπημάτιος· διʼ ὅλης ἡμέρας, καθʼ ἑκάστην ἡμέραν.

Στέλλεται· πλέει, πορεύεται, ἀγρεύεται. ἀνίησιν· ἀφίησιν.

Δεῖπνα· τροφάς. φέρων· διδούς. ἀμφαγέρονται· κύκλῳ συνέπονται, περισυνάγονται, συναθροίζονται.

Δαιτυμόνες· οἱ ἐσθίοντες, εὐωχηταί. χῶρον· ἐκεῖνον, κατὰ τὸν τόπον, καθʼ ὃν δεξιοῦται ταῖς τροφαῖς αὐτοὺς ὁ ἁλιεύς. κλητῆρος· καλέως, καλεστοῦ. ἄγοντος· καλοῦντος.

Πλεόνεσσιν· πλείοσιν, πλείοσιν ἀνθιεῦσι, καὶ πλείοσιν οὖσι τοῖς ἰχθύσι καὶ συντόμοις εἰς τὸ λαβεῖν τροφάς. ἑτοιμοτέροις· προθυμοτέροις, πρὸς τὸ φαγεῖν, τοῖς πλησίον οὖσι πρὸς τὸ φαγεῖν, ἑτοίμοις οὖσιν εἰς τὸ φαγεῖν. παρίσχει· παρέχει, δίδωσιν, ἐνδίδωσιν.

Φορβὴν ἁρπαλέην· τροφὴν ἄσμενον. ἁρπαλέην· ἁρπακτικήν. ἄλλα κέλευθα· ἄλλαι ὁδοί.

Κευθμῶνες· κρυπτῆρες τόποι. ἐνὶ φρεσίν· εἴσι δῆτα.

Αὐτοῦ· ἐκεῖ, ἐπίῤῥημα τοπικόν. δηθύνουσιν· διατρίβουσιν. ἅτε· παραβολή. σταθμοῖσι· μάνδραις, μανδρίοις, σηκοῖς· σταθμὸς πολυσήμαντόν ἐστιν· σταθμὸς γὰρ ὁ ζυγὸς, σταθμὸς ἡ ἡμερήσιος ὁδὸς, τὸ παρὰ πολλῶν καλούμενον ὑποσταθμὸς, καὶ ἡ ἔπαυλις τῶν ζώων, ὁ δὲ νοῦς· καθάπερ τὰ πρόβατα χειμῶνος ἐν τοῖς σταθμοῖς αὐλίζονται καὶ κατασκηνοῦσι καὶ ἀπαναπαύονται· ἀπὸ τούτου καὶ τὰ ἱπποστάσια καὶ βουστάσια. νομήων· βοσκῶν.

Πώεα· ποίμνια. αὐλίζονται· κατασκηνοῦσι, συναθροίζονται.

Ὀλίγον· πρὸς ὀλίγον. σηκοῖο· μάνδρας, σταθμοῦ. λιλαιόμενα· ἐπιθυμοῦντα. προνέεσθαι· προπορεύεσθαι, ἐξέρχεσθαι. προνέμεσθαι· ἐξελθεῖν.

Ἀειρομένην· αἰρομένην, φερομένην, κουφιζομένην, κινουμένην.

Σπερχομένην· ἐπειγομένην· γράφεται στελλομένην· πορευομένην.

Καγχαλόωντες· χαίροντες. δινεύοντες· συστρεφόμενοι.

Ἱμερόεν· ἐπιθυμητόν. τιθήνῃ· τῇ τροφῷ, ἢ τῷ πλοίῳ, τῇ τρεφούσῃ αὐτὴν νηΐ.

Ὡς δʼ ὁπότʼ· παραβολὴ, παράδειγμα. ἀπτήνεσσι· ἀπτέροις, ἀπτερώτοις, τοῖς μὴ δυναμένοις πτῆναι καὶ πετάσαι. βόσιν· τροφήν. ὀρταλίχοισι· πωλίοις, νεοττοῖς, νεογνοῖς, νεοσσίοις.

Μήτηρ εἰαρινή· ἡ χελιδὼν, ἡ κατὰ τὸ ἔαρ ἐπιδημοῦσά τε καὶ τεκνοποιοῦσα. ὄρνις· χελιδὼν, ὅτι αὕτη πρῶτον προαγγέλλει τὸ ἔαρ ἐλθοῦσα, καὶ οἱονεὶ ἄγλωσσος βοῶσα· ἰδοὺ ἔαρ, ζεφύρου δὲ τοῦ ἔαρος· ὁ γὰρ ζέφυρος τότε πνέει κατὰ τὸ ἔαρ, φέρων τὰ πρὸς ζωὴν ἐπιτήδεια. εἰαρινοῦ ζεφύρου· τοῦ ἔαρος, ἐν ᾧ πνέουσιν οἱ ζέφυροι.

Ἁπαλόν· νεαροχές. τρύζοντες· λαλοῦντες, τρυρίζοντες, καὶ βοῶντες. καλιῇ· τῇ φωλεᾷ.

Γηθόσυνοι· χαίροντες.

Ἀναπτύσσουσιν· ἀνοίγουσιν. λέληκεν· ἠχεῖ.

Λίγα· ὀξέως. κλάζουσι· βοῶσι, κλαίουσι, λαλοῦσιν· κλαγγὴ γὰρ ποιὰ φωνὴ ἐπὶ γεράνων κυρίως καὶ ἁρμάτων λεγομένη· καὶ Ὅμηρος «ἔγκλαγξαν δʼ ἄρʼ ὀϊστοί,» ὥσπερ καὶ φλοῖσβος ἐπὶ θαλάσσης, καὶ τὸ σίζειν ἐπὶ τηγάνου πεποιημέναι φωναί.

Θρεπτῆρος· τοῦ παρέχοντος τὴν τροφὴν, ἁλιέως. ἐναντίον· κατὰ πρόσωπον.

Γηθόσυνοι· εὐφρόσυνοι. χαίρουσι· γράφεται θρώσκουσιν. θρώσκουσι· πηδῶσιν. χοροιτύπον· χορευτικὸν, τὸν ὑπὸ χοροῦ κτυπούμενον.

Βρώμῃσιν· βρώσεσιν. ἐπασσυτέραισι· πυκναῖς. ἐπασσυτέρῃσι· συναθροιζομένοις μία μεθʼ ἑτέρην, πυκνοτέραις. λιπαίνων· πιαίνων, τρέφων.

Ἐπιψαύει· κολακεύει, ἅπτεται αὐτῶν. τιταίνων· ἐξαπλῶν.

Πρηΰνει· πρᾷον ποιεῖ. ἄφαρ· εὐθέως. ἠΰτʼ ἄνακτι· καθὰ δεσπότῃ.

Πείθονται· εὐπειθοῦσιν. μύωπι· δακτύλῳ, τῇ ὁρμῇ τοῦ δακτύλου, κινήσει τοῦ δακτύλου τοῦ μετὰ ἀντίχειρα κινοῦντος ἰχθύας, ὡς ὁ μύωψ κινεῖ τἄλλα ζῶα· μύωψ ὁ μικρὸς δάκτυλος.

Ῥίμφα· εὐθέως, εὐκόλως. νηὸς ὄπισθεν· ἐν τῇ πρύμνῃ.

Πρόσω· ἔμπροσθεν ἐν πρώρᾳ. τότε· ποτέ. σχεδὸν ἠπείροιο· πλησίον γῆς.

Ὄψεαι· θεάσεις. ἠΰτε· καθά· θεάσῃ γὰρ τοὺς ἀνθιεῖς ὥσπερ παῖδας ἐν ταῖς παλαίστραις ὧδε κἀκεῖσε ὁρμῶντας καὶ στρεφομένους τῇ φρονήσει τοῦ παιδαγωγοῦντος καὶ ἐπιτάττοντος αὐτοῖς ἀνδρὸς, ὅπου ἂν αὐτοὺς κελεύσῃ ὁ θεωρητής.

Ἐπιφροσύνῃσι· φρονήσεσι, διδασκαλίας. παλαισμοσύνης· παλαίστρας.

Τῇ καὶ τῇ· ὧδε καὶ ὧδε. θύνοντας· ὁρμῶντας. ἐπίσκοπος· ἐπιτηρητὴς, ὁ ἐπιτηρητὴς τῆς παλαίστρας.

Κομιδῆς· καὶ ἐπιμελείας. μέληται· γένηται.

Δή ῥα· ἀληθῶς. ἀναψάμενος· δήσας, κρατήσας. λαιῇ· ἀριστερᾷ.

Ἕζεται· κάθηται. ἀγκίστρου βέλος· περιφραστικῶς τὴν ὀξύτητα. κρατερόν· ἰσχυρόν. θοόν· ὀξὺ, ταχύ.

Ὁπλίζει· καθιστᾷ, καὶ ἑτοιμάζει. τοὺς μέν· τοὺς ἀνθιεῖς. ἀπέτραπε· ἐδίωξεν, ἐδίωκεν. χειρὶ κελεύων· διὰ τῆς χειρὸς προτρέπων.

Ὁμῶς· ὁμοίως. ἑλών· λαβών. ἔῤῥιψε· ἔβαλλεν.

Δύνουσιν· ὑποχωροῦσιν.

Τῶν δʼ· ἀπὸ τούτων. μοῦνον· αἰολικῶς. ἀπόκριτον· ἀποκεχωρισμένον, τὸν κρείττονα, διακεχωρισμένον.

Δύσμορον· ἐλεεινόν. ὑστατίοισι· ἐσχάτοις, ὑστερινοῖς. κεχαρμένον· χαίροντα, εὐφραινόμενον.

Ὤρεξεν· ἔδωκεν. ὑπεὶρ ἁλός· σχῆμα συντομίας.

Καρπαλίμως· ἰσχυρῶς, συντόμως, ταχέως ἀπὸ τοῦ τὴν κάραν πάλλειν. ἔσπασεν· ἔλαβεν. ἀμφοτέρῃσι· ταῖς χερσὶ δηλονότι.

Θερμός· σπουδαῖος, εὐκίνητος, ἐντρεχὴς, ἀνδρεῖος, διάπειρος καὶ ταχὺς εἰς τὸ εὐμηχάνως καὶ δεξιῶς ἀναλαβεῖν τοιαύτην ἄγραν· οὐδὲ γὰρ δεῖ μόνον τῷ τοιούτῳ φρονήσεως καὶ συντομίας πρὸς ταῦτα, ἀλλὰ καί τινος ἰσχύος καὶ οἰκονομικῆς ἐπιτηδειότητος, ὥστε καὶ τοὺς ἄλλους λαθεῖν ἀνθιεῖς ἐπὶ τῇ τοῦ ἑνὸς ἄγρᾳ, ἐπεὶ ὅλως, εἰ αἴσθοιντο τοῦ παθόντος, μὴ μόνον οὐκ ἂν ῥᾳδίως ὑποστραφεῖεν, ἀλλὰ καὶ αὐτὸν τὸν τόπον μισήσειαν· οὕτως ἐστὶν ὑπόδειλος ὁ ἀνθιεύς. ὀξεῖαν· σύντομον, ταχυτάτην. ἐπίκλοπον· πανοῦργον.

Χορόν· πλῆθος. ἴδωνται· καὶ ἴδωσιν.

Σμαραγῆς· κτύπου, ἤχου. ἀΐωσι· ἀκούσωσιν, ἀκούωσιν. δυσαγρέος· τοῦ κακῶς ἀγρευθέντος.

Οἱ· τῷ χορῷ τῶν ἀνθιέων, τῷ ἁλιεῖ. τόσα· πολλά. παρέσσεται· παρυπάρξει. ἵκοιντο· ἔλθοι.

Ὑποτροπάδην· ὀπίσω, ἐξ ἐπιστροφῆς, ὑποστρέψαντες ἔλθωσιν. ἀπὸ δʼ ἔπτυσαν· ἀπεστράφησαν. ἐχθήραντες· μισήσαντες.

Κομιδήν· ἐπιμέλειαν, τροφήν. χῶρον· τόπον. ὀλέθριον· φθαρτικόν. τις· ἄς. εἴη· ἔστω.

Ἴφθιμος· ἰσχυρός. βιησάμενος· κατισχύσας. ἀνέλκοι· ἀνελκέτω.

Δεύτερος ἄλλος· ἕτερος ἁλιεύς. ἐφαπτέσθω· συνεπιλαμβανέσθω, κρατείσθω, συναντιλαμβανέτω. καμάτοιο· τοῦ κόπου.

Ὧδε· οὕτως. φρονέοντες· νοοῦντες.

Πιανθέντες· λιπανθέντες, τραφέντες, βρώμασιν. ἐοικότα· πρέποντα, ὁμοῖα. ἐοικότως· πρεπόντως. πιαίνουσι· τοὺς τροφεῖς, ἤως τοὺς ἁλιεῖς εὐφραίνουσι, λιπαίνουσι τὸν ἀγρευτῆρα, εὐφραίνουσι τῷ ἁλιεῖ.

Εὖτʼ ἐθέλῃσθα· ἡνίκα ἐθέλῃς, ὅταν θέλῃς· διὰ παντὸς ἐξέσται σοὶ οὕτως τυγχάνειν ἄγρας τοιαύτης. παρέσσεται· ἔσεται, ὑπάρξει, γενήσεται. εὔστοχος· ἐπιτυχὴς, ἔξοχος, εὐτυχής.

Ἄλλοι· ἁλιεῖς· ἕτεροι δʼ ἁλιεῖς ἄλλως ἀγρεύουσιν ἀνθιεῖς, ὅσοι μάλιστα ἰσχυροὶ καὶ ἐνδύναμοι τὸ σῶμα· καὶ ἄλλος γὰρ τρόπος ἐστὶ τῆς ἄγρας τῶν τοιούτων ἰχθύων, οὔτε φιλοξενίαν ἔχων, οὔτε δόσιν τροφῆς καὶ συνηθείας, ὡς εἰρήκαμεν. ἰφθίμῳ· ἰσχυρᾷ. βίῃ· δυνάμει. γυίων· μελῶν· γράφεται χειρῶν.

Πειθόμενοι· θαῤῥοῦντες. ἆθλον· ἀγῶνα.

Οὐ φιλίην· φιλοξενίαν. οὔτε φιλίαν πρὸς αὐτοὺς ἐξασκοῦντες, οὔτʼ εἰς τροφὰς ἐνεργοῦντες, οὔτε φιλίας τρόπον ἐπιδεικνύμενοι πρὸς αὐτοὺς, οὔτε περὶ τροφὰς αὐτῶν ἔχοντες καὶ ἐνεργοῦντες. πονεύμενοι· ποιοῦντες, ἐνεργοῦντες. ἀκωκή· ἀκμὴν, ὀξύτητα.

Ἠνορέῃ· δυνάμει. βιόωνται· καταπονοῦνται, βιάζονται.

Χαλκοῦ· ἐκ. τετυγμένον· ἐσκευασμένον.

Γλωχῖνες· ἀγγίδες, γλῶσσαι, γωνίαι, ἐξοχαί. ἄγουσιν· ἐξέχουσι, κρατοῦσιν.

Ἀμφίδυμοι· διπλαῖ, διπλοῖ, δύο πρότονες. ἢ δύο πώγωνες καὶ ἀκίδες τοῦ ἀγκίστρου εἰσὶν ἀφʼ ἑκατέρου μέρους, ὧν τὸ σχοινίον ἀποδέουσιν. πεῖσμα· σχοινίον. λινόστροφον· ἐκ λίνου πεπλεγμένον.

Διήλασαν· ἔβαλον. ἐπερόνησαν. εἰσέβαλον.

Θῆκε· ἐνέβαλεν.

Βρίθοντι· βαροῦντι.

Ἀγκλίνει· ἀνατείνει.

Θώμιγξ· σχοινίον, ὁ σχοῖνος, ἔστω δηλονότι. κρατερή· ἰσχυρά. εὔπλοκος· καλόπλοκος, ὑπαρχέτω. ὅτε δοῦπον· κτύπον γὰρ ἐξεπίτηδες τῶν ἁλιέων ἐν ἀκάτῳ ποιούντων, ἀκούσαντες οἱ ἀνθιεῖς ἀνέρχονται κάτωθεν ἄνω.

Ἀναθρέξωσι· ἀναπηδήσωσιν, ἀναδράμωσι, πηδήσωσιν.

Ἄλλοις· τῶν ναυτῶν, τῶν ἁλιέων, ἀπὸ τῶν κοινῶν τοῦ πλοιαρίου. μέλεται κώπης πόνος διὰ φροντίδος ἐστὶ κωπηλατεῖν. αὐτὰρ ὅγʼ ἄκρης ἐκ πρύμνης· ὁ δʼ ἐν τῇ πρύμνῃ.

Δόλον ἀγκύλον· τὸ ἐπικαμπὲς ἄγκιστρον. ἄγκιστρον γράφεται ἀγκύλον· σκολιόν.

Ἦκʼ· ἡσύχως. ἀναδινεύων· συστρέφων. ἕπονται· τῷ ἀγκίστρῳ· οἱ δʼ ἀνθιεῖς, πεμφθέντος τοῦ ἀγκίστρου μετὰ τοῦ δελέατος εἰς τὴν θάλασσαν, ἕπονται, νομίζοντες ζῶντα λάβρακα θεωρεῖν, καὶ σπεύδοντες ἀλλήλους παραδραμεῖν καὶ φαγεῖν τὸν λάβρακα ἐν τῷ προλαβεῖν· εἴποι τις ἂν ἰδὼν αὐτοὺς τρέχοντας ἐπὶ πολέμιον ἄνδρα φεύγοντα φέρεσθαι, φιλονεικοῦντας, τίς ἄρα προλαβὼν ἕλῃ αὐτὸν, καὶ οὕτω νικήσῃ λαβὼν τὸν ἀντίπαλον.

Νηΐ τε· καὶ τῷ πλοίῳ. φεύγοντι· ζῶντι, τῷ λάβρακι.

Μετά· εἰς. παραφθαδόν· συντόμως, προλαβόντως,

Δήϊον· πολεμικὸν, πολέμιον.

Ἐλαφρίζειν· ἐφορμεῖν. γοῦνά τʼ ἐλαφρίζειν· τρέχειν, κούφως κινεῖν φεύγοντες, συντόμως κινεῖν. πεφοβημένον· φεύγοντα. νίκης· τοῦ λάβρακος.

Ἐσθλῆς· ἀγαθῆς. ἔξοχον· διαφορώτερον, καὶ λιπαρὰ, μέγαν. ἴδηται· προσέξει· ὁ δʼ ἁλιεὺς ὃν ἂν ἴδῃ λιπαρώτερον καὶ εὐμεγεθέστερον τῶν ἀνθιέων, ἐκείνῳ παρέχει τὸ δέλεαρ.

Τῷ δαῖτα παρέσχεθεν· τούτῳ τὴν τροφὴν ἔδωκεν.

Δῶρα δύσδωρα· τὰ κακὰ καὶ ὀλέθρια δῶρα. μετέδραμεν· ἦλθεν, ἔφυγεν. μετέλαβεν· γράφεται μετεδρύμαν.

Ἀλκήν· δύναμιν. ἀμφοτέρων· τοῦ ἀνθιέως καὶ τοῦ κυνηγοῦ. θηήσεαι· θαυμάσῃς, θαυμάσῃ. ἄεθλος· ἀγών.

Μαρναμένων· μαχομένων. ἀνδρός τε· ἁλιέως ἕλκοντος κατὰ παράλειψιν.

Τοῦ μὲν γάρ· τοῦ ἁλιέως. μέτωπα· διὰ τὸ μέγεθος.

Αὐχένιοί τε· τὰ ἐξ αὐχένος μέχρι τῶν ἀστραγάλων διήκοντα νεῦρα. τένοντες· νεῦρα ἐξηπλωμένα ἀπὸ τραχήλου μέχρι τῶν ταρσῶν, τὰ ἀπὸ κεφαλῆς μέχρι ποδῶν διήκοντα νεῦρα, νῦν δὲ τὰ περὶ τὰ σφυρὰ λέγει νεῦρα, ἃ καὶ ὄπισθεν ἐξίστανται.

Ἠνορέῃ· δυνάμει. τανύονται· ὀγκοῦνται.

Ἀσχαλόων· βαρυνόμενος.

Ἕλκων αὖ ἐρύοντα· σύρων εἰς τοὐπίσω τὸν ἕλκοντα αὐτόν. βιώμενος· βιαζόμενος. δῦναι· εἰσελθεῖν.

Ἄσχετα μαιμώων· ἀσχέτως προθυμούμενος. κέκλεται· καλεῖ, καὶ προσκαλεῖται.

Ἐμπίπτειν· σφοδρῶς ἐλαύνειν, σπουδαιότερον ἐλαύνειν, κωπηλατεῖν. ἐλάτῃσι· κώπαις. διωκομένης· ἐλαυνομένης, τρεχούσης. ἀκάτοιο· νηός.

Ἔμπαλιν· εἰς τοὐπίσω· ὁ ἁλιεὺς ἀπὸ πρύμνης ἐπὶ πρώραν ἐφέλκεται ὅλος τῇ ὁρμῇ καὶ τῷ τινάγματι τοῦ ἐμπαγέντος τῷ ἀγκίστρῳ ἰχθύος. ὅλος· ὁ ἁλιεύς· γράφεται καὶ ἁλός· κατά.

Κλάζει· ἀδυνατεῖ, ἠχεῖ, ἐξ ἀσθενείας τρύζει, τουτέστι τρύζει, τείνεται, ἢ ποτὲ μὲν χαυνοῦται τῇ ἑλκύσει καὶ ἐνδόσει τοῦ ἰχθύος, ποτὲ δὲ τινάσσεται καὶ ταράσσεται. χειρὸς δʼ ἀπολείβεται· ἀπὸ δὲ χειρὸς τοῦ ἁλιέως στάζει.

Πριομένης· συρομένης, σχιζομένης. βαρύν· χαλεπόν. μεθίησιν· ἀφίησι, καταλείπει.

Ὡς δέ· παραβολὴ, παράδειγμα. ὑπέρβιοι· ἰσχυροί. ἀλκήν· κατά.

Ἅμματʼ· σχοινία. τιταινόμενοι· ἕλκοντες. βιόωνται· βιάζονται.

Ἑλκῦσαι· ἀλλήλους. ὀπισθοφόροις· ὀπισθορμήτοις, ὀπισθοτέραις· γράφεται ὀπισθοφόρος. ἐρύοντες· κωλύοντες.

Δηρόν· ἐπὶ πολύ.

Ἐμμενέως· ἰσχυρῶς, ἐπιμόνως, προθύμως. ἐρύονται· ἕλκονται.

Νεῖκος· φιλονεικία. ὄρωρε· κεκίνηται ἀπὸ τοῦ ὀρίνω τὸ διεγείρω. ὄρωρε ἀπὸ τοῦ ὄρω τὸ διεγείρω.

Ἀπαΐξαι· ἀφορμίσαι. ἑλκέμεν· ἕλκειν τὸν ἰχθύν. ἱμείροντος· ἐπιθυμοῦντος.

Οὐ μέν μιν λείπουσιν· οὐ καταλιμπάνουσι τὸν ἁλόντα. ἐν ἄλγεσιν· ἐν πόνοις ὄντα. ἄλλος ὅμιλος· τῶν ἀνθιέων.

Ἐθέλουσιν· προθυμοῦνται. ἀμυνέμεν· ἀμύνειν, βοηθεῖν.

Νῶτα βίῃ· τοῖς νώτοις ἑαυτῶν ἐρείδοντες, συσφίγγουσιν αὐτὸν ἑλκόμενον κατέχοντες καὶ ἀνθέλκοντες τὴν ναῦν, εἴπως τῷ βάρει τῶν πολλῶν καὶ τῇ ἀνθελκύσει τῆς βίας ἢ τὸ ἄγκιστρον ἢ ὁ σχοῖνος ἀποῤῥαγῇ. χρίμπτουσι· πλησιάζουσιν, ἐμβάλλουσι, προσβάλλουσιν. ἐμπίπτουσιν· προσπίπτουσιν.

Ἄφρονες· προσαναφώνησις τὸ σχῆμα. ἐνόησαν· συνεῖδον, ἐνθυμήθησαν. τείροντες· βλάπτοντες, ἢ βοηθοῦντες.

Θώμιγγα· σχοῖνον, σχοινίον. λιλαιόμενοι· προθυμούμενοι, ἐπιθυμοῦντες.

Ῥῆξαι· κόψαι. ἀμηχανόωσι· ἀδυνατοῦσιν, ἐν ἀπορίᾳ εἰσὶ ποιῆσαι τοῦτο. ἄνοπλον· μὴ ἔχον ὀδόντας, νωδὸν, ἐπεὶ οὐκ ἔχουσιν ὀδόντας ὀξεῖς.

Καμάτῳ· κόπῳ. ἕλκεσι· τραύμασιν. μοχθίζοντα· κακοπαθοῦντα.

Πυκναῖς εἰρεσίῃσι· τῇ πυκνῇ κωπηλασίᾳ. εἰρεσίῃσι· κωπηλασίαις. ἔσπασεν· ἔλαγεν. ἀνήρ· ἁλιεύς.

Οἱ· αὐτῷ, ἁλιεῖ, τῷ ἰχθύι. τυτθόν· ὀλίγον, μικρόν. ὑπείξεται· ἐνδώσει, ὑποταγῇ, ἐνδώσεται, ὑπενδώσει. οὐ· οὐδαμῶς.

Ἑλκύσει· ἀγρεύσει. ὑπερφίαλον· μέγα, παμμέγεθες.

Πολλάκι· πολλάκις ὑπὸ τὴν ῥάχιν αὐτοῦ τὴν ὀξεῖαν ὑπερπηδήσας ἔκοψε τὴν σχοῖνον δακών. ὀξύπρωρον· τὸ ὑπὲρ τὴν ῥάχιν ὀξύπρωρον, ἢ ὀξύπορον ἀντὶ τοῦ ὀξέως προϊοῦσαν καὶ ἀναδεδεμένην ῥάχιν· ἢ ὀξύπρωρον τὴν ἐμπροσθίαν παρὰ τὸ προορᾷν· καὶ πρώρα γὰρ οὕτω λέγεται ἀπὸ τοῦ προϊέναι καὶ προορᾶν, πρώιρά τις οὖσα, καὶ πρώρα. ἔτμαγε· ἔκοψε τὴν ὁρμιὰν μετὰ τῆς ὀξυπόρου ῥάχεως, μεταφορικῶς δʼ ἀπὸ τῆς πρώρης εἴρηται, ὀξείας οὔσης καὶ αὐτῆς. δάψας· δακὼν, πλησιάσας.

Ἀπὸ δʼ ἤϊξε· ἀφώρμησεν, ἀπέφυγεν, ἔφυγεν, ὑπεχώρησεν. κενόν· ἄγρας. ἀγρευτῆρα· ἁλιέα.

Σθένος· δύναμιν. γενέθλη· ἡ γενεά.

Ὅσσαι· ὁπόσοι. δέμας· κατά.

Πλάζονται· ὁδεύουσι, διατρίβουσι τῇ ἁλὶ, ἀναστρέφονται ἐν τῇ θαλάσσῃ. τοίοις· τοιούτοις, σθεναροῖς δηλονότι. βραχίοσι· δυνάμεσιν. ἀγρώσσονται· ἀγρεύονται.

Ἄλλους· τῶν ἀνθιέων. βρώμῃσι· βρώσεσιν. εἰλαπίναισι· εὐωχίαις. δολώσας· δελεάσας.

Ἀγρώσσει· ἀγρεύει. ἀγαθὸς δέ τοι ἔσσεται· ἀγαθὸς γίνεται εἰς τὸ ἀγρεύεσθαι τῷ ἁλιεῖ οὕτω ποιοῦντι κάνθαρος, δύο δʼ εἴδη κανθάρων, τὸ μὲν ἓν, ὃ καλοῦσιν οἱ πολλοὶ τριχαῖος, τὸ δʼ ἕτερον γομφαρίοις ὅμοιον. τοι· τῷ ἁλιεῖ.

Λεπρῇσι· τραχείαις. μέμηλε· οἰκεῖ, ἐνδιατρίβει.

Κύρτον· ζωγρεῖον, κλωβίον. πλέξαιο· πλέξεις. περίδρομον· κυκλοτερῆ, στρογγύλον. ὅττι· λίαν. μέγιστον γράφεται τάχιστα.

Τεύχων· κατασκευάζων. σπάρτοισιν· βρούλλοις, ἀπὸ σπαρτίων. σπάρτῃσιν· καννάβῃ, οἷς χρῶνται ἐν ἅλωνι γεωργοὶ πρὸς τὸ σαίρειν καὶ φιλοκαλεῖν, ἃ πολλὰ ἐν Ἰβηρίᾳ· φυτὸν γὰρ ἡ σπάρτη χρήσιμον εἰς κείγου πλοκήν. γράφεται δὲ καὶ σπάρτος παρὰ τῷ ποιητῇ ἐν Ἰλ β ρλε· σπάρτοι δὲ λέλυνται. εἰς δὲ κύρτων πλοκὴν ἔτι χρησιμώτερον ἡ σπάρτη· εἰ δὲ μὴ, ἔστω λύγος, κλάδος τις ἁπαλὸς καὶ ἀῤῥαγὴς, καὶ ἀπαρτίζων τὸν κύρτον. Ἰβήρισι· Ἰβηρίδων, ἰσχυροῖς. λύγοισι· βεργίοις, ἁπαλοῖς βεργίοις, τοῖς βρύλλοις.

Ῥάβδους· ἀντὶ στημόνων. ἀμφιβαλών· πέριξ αὐτοῦ. λευρή· πλαγία, στενὴ, ὁμαλή.

Γαστήρ· ὁ κόλπος, τὸ βάθος. εὐρυχανής· πλατεῖα. ἐνείης· ἐμβάλλοις, βάλε.

Ὀπταλέους· ὀπτούς. κνίσσῃ· ὀσμῇ.

Ἐντύνας· εὐτρεπίσοις, κατασκευάσας.

Δόχμιον· πλάγιον. ἀγκλίνοις· κλίνον, ἐπίθες, τὸ εὐκτικὸν ἀντὶ προστακτικοῦ. ὕφαλον· κρυπτὸν, τὸ κεκρυμμένον. λόχον· δόλον. ὀδμή· εὐωδία.

Ἵξεται· ἐλεύσεται, παραγίνεται.

Θαρσαλέος· θαῤῥῶν, ὁρμητικῶς. πρώτην ὁδόν· κατά.

Δαισάμενος· φαγών. παλίνορσος· ὀπισθόρμητος. παλίνδρομος· ὀπισθόδρομος. ἀνέδραμεν· ἀνεχώρησεν.

Κυρτεύς· ὁ κύρτους ἔχων. νεοτερπέα· τὴν ἐπὶ βραχὺ τέρπουσαν, τὴν νεωστὶ καὶ πρὸς ὀλίγον τέρπουσαν αὐτοὺς τροφὴν, ἢ νεοτερπέα τὴν νέαν ἔχουσαν τέρψιν καὶ ἡδονήν.

Ἐντίθεται· ἐμβάλλει.

Σύνδορπον· ὁμοδίαιτον, σύντροφον, σύνδειπνον. ἑταῖρον· φίλον.

Ἀτρομέοντες· ἀφοβοῦντες, ἄφοβοι ὄντες.

Πρόπαν ἦμαρ· διʼ ὅλης ἡμέρας. ἐνήμενοι· ἐγκαθήμενοι, καθήμενοι.

Ὡς δʼ· παραβολὴ, παράδειγμα. ὀρφανικοῖο· ὀρφανοῦ, ἀντὶ ἁπλοῦ τὸ κτητικόν. μετʼ· κατά. ἠϊθέοιο· ἄζυγος νέου, παρθενικοῦ.

Σαοφροσύνῃσι· σωφροσύνης, εὐταξίας. μεμηλότες· φροντίζοντες, φροντίδα ἔχοντες. ἥλικες· συνομήλικοι.

Κλητοί· καλεστοί. αὐτόμολοι· αὐθόρμητοι, αὐτοκάλεστοι, καὶ ἑκουσίως ἐρχόμενοι, τινὲς μὲν καλεστοὶ, τινὲς δʼ αὐτοκάλεστοι. πανημαδόν· διʼ ὅλης ἡμέρας. ἀγερέθονται· ἀθροίζονται. ἠγερέθονται· συναθροίζονται.

Κτῆσιν· περιουσίαν, οἰκεῖα. κείροντες· ἐσθίοντες, δαπανῶντες. ἀσημάντοιο· ἀφυλάκτου, τοῦ μὴ φυλακὴν ἔχοντος, ἀμετρήτου. δόμοιο· οἴκου.

Οἷα· ὁποῖα. ἀνίησι· ἐνδίδωσιν, ἀναπείθει, δίδωσι ποιεῖν δηλονότι. χαλίφρονας· μωροὺς, τοὺς κεχαλασμένους τὴν φρόνησιν, ματαιόφρονας· χάλις ὁ οἶνος παρὰ τὸ χαλᾷν τὴν ἶνα. ἄκριτος· ἀσύνετος, μὴ διακρίνουσα τὸ καλόν. ἥβη· ἡλικία.

Κακοφροσύνῃσι· ταῖς κακοβουλίαις.

Ἀγρομένοισι· ἀθροιζομένοις. παρασχεδόν· πλησίον. ἵσταται· ἐπέρχεται.

Εὐλιπέες· λιπαροὶ, πιμελώδεις. τελέθωσι· γένωνται. ὑπαρχέτω.

Ἀραρώς· ἁρμόσας, ὁρμήσας. ἕρκεϊ· κύρτῳ. πεπτηῶτας· ἡπλωμένους, συστελλομένους, πεσόντας.

Ὑστάτιον· καὶ τελευταῖον. κνώσσοντας· κοιμωμένους, καρηβαριῶντας, ἀνοηταίνοντας. ἀνείρυσεν· εἵλκυσεν.

Φρασάμενοι· νοήσαντες. σπεύδουσι· γράφεται σπαίρουσιν. σπαίρουσι· κινοῦνται, κινοῦσιν. ἐκδῦναι· ἐξελθεῖν. μεμάασι· προθυμοῦνται.

Νήπιοι· ἀνόητοι, μωροί· νήπιος ὁ ἀνόητος ἀπὸ τοῦ ἄπο εἶναι νοῦ. νήπιον τὸ βέλεφος ἀπὸ τοῦ νοῦν ἤπιον ἔχειν. ὁμῶς· τῷ πρώτῳ καιρῷ. εὔοικον· καλῶς οἰκούμενον.

Ἄδμωσι· συακίοις, κατὰ τῶν ἀδμώνων· ἄδμωνες εἶδος ἰχθύος τῶν λεγομένων συακίων. ὀπωρινόν· θερινὸν, ποτέ. ὁπλίζονται· κατασκευάζουσιν.

Οἰσυϊνόν· ἤγουν ἐξ ἰτέας, ἀπὸ τοῦ ἠσίνου δένδρου πεπλεγμένον· οἰσύα εἶδος φυτοῦ σχοινώδους, καὶ γίνεται ἀπὸ τοῦ οἴω οἴσω τὸ κομίζω· εὐμετακόμιστον γάρ ἐστι καὶ εὐλύγιστον τὸ φυτόν. οἰσυϊνόν· εἶδος φυτοῦ εὐλύγιστον. ὁρμίζονται· ἐλλιμενίζουσι, προσρίπτουσιν.

Νέρθεν· κάτωθεν, ὑποκάτωθεν. ἀναψάμενοι· κρεμάσαντες, ἀναδήσαντες τρητὸν λίθον κάτωθεν προσδεσμοῦσι τοῦ κύρτου, ἵνα διὰ τὸ βάρος μὴ σαλεύηται ὑπὸ τῶν κυμάτων· οἱ μὲν γὰρ λίθοι δεσμούμενοι τοῖς τοιούτοις κάτω συνέχουσιν, οἱ δὲ φελλοὶ ἄνω φέρουσιν. τρητόν· τρυπητὸν, καὶ τετρυπημένον. εὐναστῆρα· στηρικτὴν, δεσμευτὴν, δεσμῶτα, καὶ κοιμηστήρια.

Ὀχμάζουσιν· ἀναβαστάζουσι, κινοῦσι, βαστῶσι, κρατοῦσιν, ἀνέχουσι, βαστάζονται. δόλον· κύλον. ἐν δέ οἱ· ἐν αὐτῷ δὲ, τῷ κύρτῳ.

Ἀκταίους· αἰγιαλώτας, παραθαλασσίους, ἀπὸ τῆς ἀκτῆς. διερούς· γλίσχρους, μυξώδεις, διύγρους. κάχληκας· λίθους θαλασσίους, βώλους. ἱεῖσι· βάλλουσι, πέμπουσιν, ἐμβάλλουσιν.

Διαινομένοισι· βρεχομένοις. περιτρέφεται· γίνεται, αὐξάνεται. γλαγόεσσα· γαλακτώδης, ἀφρώδης, λευκή.

Μύξα· ἀφρὸς, λίπος, ἀφρώδης. ἵμερος· ἐπιθυμία. ἕλκει· ἐπάγεται.

Λίχνον· λαίμαργον.

Προῤῥέοντες· τρέχοντες. ἐπιπροθέοντες· περικυκλοῦντες, προτρέχοντες.

Ἄδμωνες· διώκουσι τὰ μικρὰ φαγεῖν καὶ ἀγρεύονται. μυχοῖο· γράφεται καὶ κοίλοιο.

Ἐπί σφισιν· κατά.

Ἐλδόμενοι· ἐπιθυμοῦντες. τοὺς δʼ οὐχ ἕλον· οἱ ἄδμωες τοῖς μικροῖς ἐπελθόντες αὐτοὺς μὲν ὅπως οὐχ εἷλον διὰ τῶν ὠπῶν τοῦ κύρτου διολισθήσαντας, αὐτοὶ δὲ περιέπεσον καὶ ἄλλοις βλάβην ἐθέλοντες αὐτοὶ μᾶλλον ἀπώλοντο. τοὺς δʼ οὐχ ἶδον· γράφεται καὶ κίχον. ὑπόλισθον· ἔπεσον, ἐξέφυγον.

Ἱέμενοι· προθυμούμενοι. ἔχουσι· δύνανται.

Αὖτις· πάλιν. ὑπεκδῦναι· ὑπεξελθεῖν. πλεκτὸν λόχον· τοῦ κύρτου. ἑτέροισι· ἄλλοις.

Πήματα· βλάβην· πῆμα ἡ βλάβη. πορσύνοντες· παρέχοντες. ἐπί σφισιν· καθʼ ἑαυτῶν. ὄλεθρον· ἀπώλειαν.

Ὡς δέ τις· παραβολή· οἱ κυνηγοὶ βόθρον ὀρύσσοντες ἱστῶσιν ἐν αὐτῷ ξύλον μηχανητὸν, ἄνωθεν μὲν ἔχον λίθον, ὑποκάτω δʼ ἔριφον, ἢ κύνα· ἐλθόντος δὲ τοῦ θηρὸς καὶ ἐπιπηδῶντος τῷ βόθρῳ, ἀναστρέφεται τὸ ξύλον διὰ τῆς ἐν αὐτῷ μηχανῆς καὶ φέρει τὸν μὲν ἔριφον ἄνω, τὸν δὲ λίθον κάτω, καὶ οὕτως ἀγρεύεται ὁ θήρ. ξυλόχοισιν· τόποις ξύλους ἔχουσιν. ὀρέστερος· ὀρείφοιτος, ὀρεινὸς, ὀρειφοίτης, ἐν ὄρει διάγων. ἀγροιώτης· ἀγρὸν οἰκῶν, κυνηγός.

Θηρί· παρδάλει· θῆρα κυρίως τὸν λέοντα λέγουσιν, ἐνταῦθα δὲ καὶ τὴν πάρδαλιν διὰ τὸ ἄγριον καὶ μιαιφόνον. λέγονται καὶ τὰ ἄλλα ζῶα θῆρες, καὶ τὰ κήτη δʼ αὐτὰ τῆς θαλάσσης, ὡς καὶ ὁ «ὑμνῳδὸς εἰναλίη θήρ». ἤρτυνεν· ηὐτρέπισεν. ἐκατεδίκασεν. ἀπηνέϊ· χαλεπῷ, ἀσυμπαθεῖ, σκληρῷ.

Δῆσε· ἔδησεν· βάλλουσι γὰρ ἐν τῇ πάγῃ κάτωθεν ἢ κύνα, ἢ ἔριφον, ἀκούων δὲ λέων ἢ πάρδαλις τῆς φωνῆς τοῦ τοιούτου ζώου μακρόθεν ἔρχεται λαφύξων αὐτό· ἐπὰν δὲ τῆς πάγης ἔνδον γένηται τὸ θηρίον, πίπτει μὲν διὰ μηχανῆς τὸ ξύλον ἐπὶ τὰ ἄνω φέρον τὸν ἔριφον ἢ τὸν κύνα, τὸ δὲ θηρίον ἁλίσκεται. μήδεα· αἰδοῖα.

Ἠχήεις· ἠχητικός. ὀρυμαγδός· ἦχος, βοὴ, φωνή. ἀπόπροθι· μακρόθεν, μακρὰν, ἔμπροσθεν. μυρομένοιο· κλαίοντος, θρηνοῦντος· γράφεται τειρομένοιο· δαμαζομένου.

Ἔρχεται· ἀκούεται. ἀμφὶ δέ οἱ· περὶ δὲ τῷ κυνὶ, πανταχοῦ. στένεται· ἠχεῖ, ἠχεῖται, ἀντηχεῖ. δρίος· δάσος ἢ ὄρος, ἢ δρυμών· δρίος ὁ σύμφυτος τόπος, ἢ τὸ ὄρος, ἀπὸ τῶν ἐκεῖσε δρυῶν καὶ δρυμῶν· ἀπὸ τούτου καλεῖται τὸ δάσος. ἀΐουσα· ἀκούουσα.

Ἰάνθη· εὐφράνθη, ηὐφράνθη. ἔσσυται· γράφεται καὶ ἔδραμεν. ἴχνος· κατὰ τό. ἀϋτῆς· βοῆς, τῆς φωνῆς.

Μαιομένη· ζητοῦσα. τάχα· ταχέως. ἷξε· ἦλθεν, ὥρμησεν. ἔθορε· ἔσω ἐπήδησεν. τὸν μέν· τὸν κύνα.

Κρυπτὸς δόλος· ἡ πάγη. βόθρῳ· λάκκῳ,

Εἱλεῖται· συστρέφεται. δαιτός· τροφῆς.

Φόβου· φυγῆς. ὑπέκδυσις· ὑπεξέλευσις, φυγὴ, ἐξέλευσις. ἑτοίμη· πρόχειρος, δυνατή.

Δειλοί· δείλαιοι.

Πότμον· θάνατον. ἐφωρμήσαντο· ἔλαβον, ἐπεσπάσαντο, ἐσώρμησαν. ἄϊδος· ᾅδου. ἕρκος· φραγμόν.

Τις· ἁλιεύς. θρίσσῃσιν· ἰχθύες.

Φράσατʼ· ἐνόησεν. ὀπωρινήν· θερινὴν, κατὰ τὴν, εὐχερῆ καὶ ἡδεῖαν. λαρινόν· τὸ λεγόμενον κύλας, εἶδος ἰχθύος· γράφεται λάειμον.

Τραχούρων· τρίχων. κύρτον μὲν ὑπὸ σπάρτισιν· βρουλίαν ἰβηρικὴν διὰ σπάρτων. ὑπὸ σπάρτῃσιν· ὑπὸ σπάρτων καὶ σχοινίων. ὑφήνας· κατασκευάσας, πλέξας.

Εὐπαγέως· στερεῶς. ἐπιστημόνως. φρυκτῶν· κεκαυμένων, πεφρυγμένων.

Μυδαλέην· διάβροχον, βεβρεγμένην, τῷ οἴνῳ. κούρης· τῆς Μυρσίνης τῆς θυγατρὸς τοῦ Θείαντος.

Δάκρυον· τὴν λιβανωτὸν λέγει· σημείωσαι. Θειαντίδος· θυγατρὸς Θείαντος, δάκρυόν φησι τῆς Θειαντίδος κόρης ὀπὸν φυτὸν ἐν Περσίδι γινόμενον· τοῦτο γὰρ εὐῶδες καὶ τοῦτο τοῖς κύρτοις οἱ ἁλιεῖς χρίουσι, σμίγοντες τοῖς φρυκτοῖς ὀρόβοις. δάκρυόν φησι τῆς Θειάντιδος κόρης τῆς Μυῤῥίνης, ἥτις ἐρασθεῖσα τοῦ πατρὸς Θείαντος εὐπρεποῦς ὄντος· ἡ τροφὸς συνεκοίμησε ταύτην τῷ πατρὶ, εἰσάγουσα κατὰ τὴν νύκτα, ὡς ξένην γυναῖκα, γνοὺς δʼ ὁ πατὴρ κατεδίωξε αὐτὴν τὴν θυγατέρα ἐπὶ τῷ φονεῦσαι, ἐλεήσας δʼ αὐτὴν ὁ Ζεὺς ἐποίησε χάναι τὴν γῆν καὶ δέξασθαι αὐτὴν, καὶ ἐκ τοῦ τόπου ἀνῆλθε φυτὸν καὶ τοῦ χρόνου φθάσαντος τοῦ τοκετοῦ ἔτεκε τὸν Ἄδωνιν· ὁ γοῦν ὀπὸς ἤτοι τὸ δάκρυον τοῦ φυτοῦ εὐῶδές ἐστι, καὶ τοῦτο τοῖς κύρτοις οἱ ἁλιεῖς χρίουσιν. Μέμνηται τῆς ἱστορίας ὁ Λυκόφρων λέγων Μύῤῥας ἐρυμνὸν ἄστυ τῆς μογοστόκου. ἱστοροῦσι τοῦτον τὸν μῦθον ἐν Πέρσαις γενέσθαι· τούτου γοῦν τοῦ φυτοῦ τὸν ὀπὸν ἢ τὸ δάκρυον χρίουσιν οἱ ἁλιεῖς τοῖς κύρτοις· εὐῶδες γὰρ λίαν.

Ἐρασσαμένην· ἐρασθεῖσαν. δυσμήχανον· καὶ εὐπόρητον. ἀνύσσαι· πρᾶξαι.

Φιλότητα· μίξιν. χολωσαμένης· ὀργισθείσης, τῷ πατρί.

Ἐῤῥίζωσεν· ἀνέδωκεν, καὶ μετέβαλεν.

Αἶσα· τύχη, μοῖρα. γοάει· θρηνεῖ, Μύῤῥα. ὀλοφύρεται· θρηνεῖ· ὀλοφύρω ὁμοίως θρηνῶ.

Δευομένη· βρεχομένη. λέκτρου· κοίτης.

Θεῖον ὀπόν· τὸν λιβανωτὸν, τὸ δάκρυον. ἐνορμίζει· ἐμβάλλει. ῥοθίοισιν· ῥεύμασιν.

Αἶψα· ταχέως. ἐπέδραμε· ἐπῆλθεν. λειριόεσσα· ἡδεῖα, εὐώδης, εὔοσμος.

Κικλήσκουσʼ· προσκαλουμένη. πολυειδέας· πολλάς. φέρονται· ἕλκονται.

Πνοιῇ νηδυμίῃ· τῇ ἡδυτάτῃ εὐωδίᾳ, πνοῇ ἡδυτάτῃ. νηδυμίῃ· γλυκείᾳ. δεδονημένοι· κεκινημένοι. ὦκα· ταχέως.

Πίμπλαται· γέμει. ἀγρευτῆρι· ἁλιεῖ. εὔθηρον· καλήν. ἀμοιβήν· χάριν. ἀμοιβὴν εὔθηρον· τῆς γλυκύτητος τὸ σχῆμα· περιτίθησι γὰρ ὁ ποιητὴς ὥσπερ τῷ ἀψύχῳ κύρτῳ ἦθος, εἰπὼν, ὅτι φέρει ὁ κύρτος τῷ ἁλιεῖ ἀντάμειψιν, ἀντὶ τῆς μάζης ἀνταπόδοσιν, οὓς ἐναπέκλεισεν ἰχθύας δηλονότι, ἄγραν καλήν.

Ἰκμαλέοις· διύγροις, ἀνθηροῖς. φύκεσσι· βρύοις. μάλιστα· κατὰ πολύ.

Τέρπονται· χαίρουσιν. ἀγρώσσονται· ἀγρεύονται. ἐδωδῇ· τροφῇ. βίῳ.

Πλώοι· πλεέτω. πλώει· πλέει· πρό τινων ἡμερῶν ὁ ἁλιεὺς πλέει εἰς ἕνα τόπον φύκια ἔχοντα, οἷς ὑποτίθησι λίθους περιπληθεῖς, οὕστινας μετὰ ταῦτα τοῖς κύρτοις ἐντίθησι κεκαλυμμένους καὶ ἐντετυλιγμένους τοῖς βρύοις, ὧν συνήθεις γίνονται αἱ σάλπαι ἐφʼ ἡμέραις τισίν.

Μετʼ οἴδμασι· ἐν θαλάσσῃ. λᾶας· λίθους. ἵησι· πέμπει.

Χερμάδας· λίθους χειροπληθεῖς. ἁψάμενος· ἀναδήσας, πέμψας, προσεγγίσας. φύκια· βρύα. τηλεθόωντα· θάλλοντα.

Πέμπτη· πεμπταία. ἠριγένεια· ἡ ἡμέρα ἀπὸ τοῦ ἦρ, ἡ πρωΐα, πρωϊνὴ ὥρα καὶ ἡμέρα, κυρίως ἡ πρωΐα καὶ τὸ τῆς πρωΐας κατάδημα.

Ἀγρόμεναι κεῖνον πόρον· περὶ τὸν τόπον ἐκεῖνον, ἔνθα οἱ ἁλιεῖς τοὺς φυκιώδεις λίθους ἐπιφρίττουσιν.

Τῆμος· τότε, αὐτίκα. ἐπεντύνει· εὐτρεπίζει, κατασκευάζει.

Εἰλυμένους· κεκρυμμένους, ἐντετυλιγμένους. ποίας· βοτάνας.

Στομίοισιν· τοῖς κύρτου. ἐδήσατο· προσέδησε, περιέδησεν. τῇσι· ἐν αἷς. γάννυνται· χαίρουσιν.

Ἠΐχθησαν· εἰσήλθοσαν, ὡρμήθησαν, ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ.

Ῥίμφα· ἡσύχως, εὐκόλως. μεταπλώσας· διαπλεύσας, καὶ ὕστερον πλεύσας. ἄνυται· ἀνύεται, τελειοῦται.

Ἀσμαράγοις· ἀκτύποις, ἡσύχοις.

Σιγὴ γάρ· ἐν πάσαις ταῖς θήραις τῶν ἰχθύων ὠφελιμός ἐστιν ἡ σιγὴ, ἐπὶ πλέον δὲ τῶν σαλπῶν. ὠφέλιμος· χρήσιμος. ἔπλετο· ὑπάρχει. θήραις· ἄγραις.

Ἔξοχα· πλέον.

Πτοιαλέον· ἐπίφοβον, περίφοβον, δειλόν. τοῖσι δέ· τοῖς ἁλιεῦσιν. πτοίη· φόβος. πτοίῃ· φόβῳ. δύσθηρον· δύσκολον εἰς θήραν, κακοθήρατον, δυσάγρευτον. ἔθηκαν· ἐποίησαν.

Τινα· ἰχθὺν δηλονότι. χερειοτέρῃσιν· χείροσιν.

Τέρπεσθαι· χαίρειν. ἄσιν· ῥύπον, ἰλὺν, ἀχρηστίαν ῥυπώδη. κε κίχῃσι· ἂν καταλάβῃ, λάβῃ, ἰωνικῶς, καταλάβωσιν.

Φέρβεται· τρέφεται. ἱμείρει· ἐπιθυμεῖ. δυσαέος· δυσόσμου, δυσοσμητικῆς, δυσώδους, κακῶς πνεούσης. ἔξοχα· πλέον. δαιτός· εὐωχίας.

Ἐκπάγλως· λίαν, ἐξόχως. ἐπιτέρπεται· ἐπιχαίρει. ἀνδρομέοισι· ἀνθρωπίνοις.

Πυθομένοις· σηπομένοις, σεσημμένοις, τοῖς ὄζουσιν, ἤως δυσώδεσιν. ἕλῃ· φονεύσῃ. στονόεσσα· ἡ πολλῶν στεναγμῶν αἰτία.

Τῷ· διὸ, διὰ τοῦτο. μιν· αὐτὴν τὴν τρίγλαν. δελέεσσιν· δελέασι, δελεάσμασιν. ἀποπνέουσι· γράφεται ἀποπτύστοισιν. ἀποπτύστοισιν· βδελυκτοῖς, μυσαροῖς. ἀϋτμήν· κατά. ἀϋτμῇ· ὀδμῇ· διὸ καὶ τρίγλην θηρεύουσιν ἁλιεῖς δελεάμασι κρεάτων σηπομένων ζώων, καὶ μάλιστα τῶν δυσώδη πνοὴν ἐχόντων καὶ ὅσα προσόζουσιν.

Ἕλκουσιν· ἀγρεύοσιν· διὰ τοῦτο δελεάζεται ὑπὸ τῶν νεκρῶν δελεάτων. πνέει· ἔχει, πέμπει. ἄημα· ὀσμὴν, νεῦμα.

Σύεσσι· χοίροις. τετύχθαι· κατεσκευάσθαι, κατασκευάσαι.

Ἤθεα· διατριβάς. φυρομένοισιν· μολυνομένοις, κινουμένοις, κυλιομένοις, συμπεπλεγμένοις.

Διάκριτοι· διακεχωρισμένοι ἐκ τῶν ἄλλων.

Ἀριστεύουσʼ· πρωτεύουσι, διαφέρουσι λαιμαργίᾳ, ὑπερνικῶσιν.

Ἀποίσεαι· λάβῃς, ἀποίσεις, ἀγρεύσεις, ἀπενέγκῃς, ἀποκρεμήσῃς.

Ῥηϊδίως· εὐκόλως. ἀπαφῶν· ἀπατῶν, ἀπατήσας. λινοεργέϊ κόλπῳ· δικτύῳ, σαγήνῃ.

Ἠδὲ σαοφρονέων· καὶ σωφρονῶν, καὶ φρόνιμος· γράφεται οὐ σαοφρονέων, ἀλλὰ μωραίνων, ὅτι ἐν ταραχῇ τῆς θαλάσσης κινεῖται· γαλήνης δʼ οὔσης κεῖται καὶ οὐ λογίζεται περιπατῶν ταραττομένης τῆς θαλάσσης, ἢ ὅτι ὑπʼ ἀνδρὸς ἢ ὑφʼ ἑτέρου ἰχθύος φθαρήσεται· διὸ ἁμαρτάνει τοῦ σκοποῦ. λίχνη· ἐπιθυμητὴ, λαίμαργος, ἄπληστος.

Θυμήρης· ἐπιθυμητή.

Κέκλιται· κεῖται. ἀναδύεται· ἀνέρχεται, ἀνέχεται.

Κυμαίνουσα· ταραττομένη. περισπέρχῃσι· ταράσσεται, κατεπείγεται, βιάζεται, ἐπείγεται.

Λάβρων· ἰσχυρῶν, σφοδρῶν.

Διαΐσσουσιν· διατρέχουσι, διέρχονται, ὁρμῶσιν.

Πεφρικότες· φοβούμενοι.

Νεάτην· ἐσχάτην. κρηπῖδα· γῆν, βάσιν, θεμέλιον. φόβῳ· ὑπὸ τοῦ φόβου. δύνουσι· ὑπεισέρχονται.

Οἱ δέ· οἱ μελάνουροι. πολυφλοίσβους· πολυταράχους. ἐφέπουσι· διέρχονται, ἐπέρχονται, ἔρχονται.

Ἐμπελάουσιν· πλησιάζουσιν. ἀλήμονες· πλανώμενοι, πλανῆται, πεπλανημένοι. εἰ· εἴ πως. ἐδητύν· βρῶσιν.

Κοπτομένη· διεγειρομένη, πληττομένη, βρασσομένη, τυπτομένη, ταραζομένη. ὑπαὶ ῥιπῇσι· τοῦ ἀνέμου, ὑπὸ ταῖς ὁρμαῖς τῶν ἀνέμων.

Νήπιοι· μωροί. πινυτώτεροι· φρονιμώτεροι, εἰσὶν, ὑπάρχουσιν.

Ἀλευομένους· φεύγοντας, κρυπτομένους, ἐκφεύγοντας. ἕλον· ἔλαβον.

Χειμερίη· χειματική. πλημμυρίς· ταραχή. κῦμα· ὅταν ἡ πλημμυρὶς ἀμφιτρίτης χειμερία οὖσα ταραχθῇ. ζέει· βράζει, ἀναβράζει. ἀμφιτρίτης· θαλάσσης.

Προὔχουσαν· προβλήτιδα, προέχουσαν, ὑψηλήν. ἁλιηγέα· ἁλὶ κυκλουμένην, τὴν ἁλὶ περιαγομένην, ἀμφίαλον, ὑπὸ θαλάσσης κυκλουμένην, ἢ τὴν ἡγουμένην ἐν θαλάσσῃ καὶ ἐξέχουσαν, ὑπὸ τῆς θαλάσσης κατακλυζομένας πέτρας.

Ὀξύτατον· πως, δυνατώτατον. τόθι· ὅπου. σπιλάδεσσι· πέτραις. μέμυκεν· ἠχεῖ.

Εἴδατα· βρώματα, εἶδαρ εἴδατος. ἀγνυμένοισι· συντριβομένοις, κλωμένοις, κοπτομένοις. ἐπισπείρει· ἐπιβάλλει, σκορπίζει.

Δήμητρι· ἄρτῳ, σίτῳ, ἀλεύρῳ, τῷ σίτῳ καθʼ Ἡσίοδον καὶ τοὺς λοιποὺς ποιητὰς, ἀφʼ οὗ καὶ δημήτριος καρπὸς ὁ σῖτος. πεφυρμένον· μεμιγμένον.

Ἀσπασίην· εὐάρεστον. ἀσπάσιοι· μετὰ χαρᾶς. θρώσκουσιν· πηδῶσιν, ἐπέρχονται. ἐπειγόμενοι· σπεύδοντες.

Παρέωσιν· ὑπάρχουσι, παρυπάρχουσιν. βόλον· τὸ δίκτυον, εἰς τὸ ἄγκιστρον, εἰς τὴν ἄκραν τῆς ἄγρας· βόλος γὰρ ὁ τόπος τῆς ἄγρας, βόλος τὸ ἄγκιστρον, βόλος τὸ δίκτυον, καὶ ἡ δρόσος τοῦ οὐρανοῦ.

Αὐτός· ὁ ἁλιεύς. τρέπεται· τρέπει. λοξόν· πλάγιον. δέμας· σῶμα.

Τάρβος· φόβον, ἵνα μὴ φοβηθῶσιν οἱ ἰχθύες. ἐνείη· ἐμβάλοι.

Δόναξ· κάλαμος. μετά· ἐν.

Κούφης· ἐλαφρᾶς, λεπτῆς, μικρᾶς. τριχός· ἀπό. ἄπλοκος· ἄκλωστος. αὕτως· οὕτως, ἁπλῶς, ἀπεριέργως.

Ἀναπλέκεται· δεσμεῖται, κρέμαται. θαμέεσσι· πυκνοῖς.

Ἐπέθηκε· ἐνέβαλεν. δέλετρον· δέλεαρ, ἤως ψωμὸν καὶ τυρόν. ἧκε· ἔπεμψεν.

Κυκώμενον· κινούμενον, ταρασσόμενον.

Ἐπιθρώσκουσιν· ἐπιπηδῶσιν. ὄλεθρον· τὴν ἑαυτῶν ἀπώλειαν.

Εὔκηλον· ἥσυχον, ἀργήν· ὑπογράφει τὸν ἁλιέα, πῶς ἁλιεὺς τοὺς μελανούρους· μὴ γινώσκων γὰρ ἐκ τῆς ζάλης καὶ τοῦ πολλοῦ σάλου τῶν κυμάτων, εἰ ἔλαβον τὰ ἄγκιστρα, συχνῶς ἀναφέρει, ἀποπειρώμενος αὐτῶν καὶ βουλόμενος γνῶναι, εἰ ἔχουσί τι· οὐδὲ γὰρ ὁρᾷν αὐτὰ ὑπὸ τοῦ χειμῶνος δύναται.

Κενά· τὰ ἄγκιστρα. εἶεν· ὑπάρχοιεν.

Βρασσομένης· ταρασσομένης, ἀναγκαζούσης. ἐπιφράσσαιτο· διανοήσαιτο, ἐννοήσει, ἐπισκέψαιτο, ἐπινοήσει.

Οὖν· ἄρα. τις· ἰχθύς. ἐνίσχεται· κατέχεται, κρατεῖ. καί· μιν. αὕτως· κακῶς, μάτην.

Ἀνακλονέουσιν· ἀναταράσσουσι τὰ ἄγκιστρα, ταράσσουσιν.

Ῥίμφα· εὐκόλως. ἐξείρυσσε· ἔξω εἵλκυσεν, ἐξείλκυσεν. πάρος· πρὸ τοῦ. δόλον· ἀντὶ τοῦ νόησιν. φρεσί· μελανούροις, συνεκδοχικῶς. θέσθαι· λαβείη, ποιῆσαι.

Φόβον· φυγήν. ἠπεδανοῖσιν· ἀσθενέσιν. οὐτιδανοῖσιν· οὐδαμινοῖς. ἐνιπλῆξαι· ἐμβαλεῖν μετʼ ἐκπλήξεως, ἐμβάλλειν, ἐμπελάσαι.

Πανεπίκλοπον· πανφρόνιμον.

Λίχνον· λαίμαργον.

Ἤπαφον· ἠπάτησαν. περί· ἐν. ἕσαντες· περιβαλόντες, ἐνδύσαντες, πέμψαντες, ἐμβαλόντες, σκεπάσαντες.

Εἶδαρ· βρῶμα. δήμητρι· ἄρτῳ.

Πηκτοῖσι δώροισι· τυρῷ, τυροῖς, τῷ πεπηγμένῳ τυρῷ. ἐφυρήσαντο· συνεζύμωσαν καὶ ἀνέμιξαν, ἔμιξαν. ποίην· βοτάνην.

Τοῖσιν· τοῖς εἰρημένοις. μίνθην· καλαμίνθην· Μίνθη θυγάτηρ Κωκυτοῦ ἦν· τοῦ Ἀϊδωνέως ἐρῶντος τῆς Περσεφόνης καὶ μέλλοντος αὐτὴν λαμβάνειν εἰς ᾅδου, ἐκείνη διεβεβαιοῦτο βελτίους εἶναι, καὶ εἰ ἔλθοι, διώκειν αὐτήν· ἡ Δημήτηρ αὐτὴν καταπατήσασα μετέβαλεν αὐτὴν ἐπὶ τὴν κακὴν βοτάνην ταύτην. κούρην· Περσεφόνην.

Ὑπουδαίην· καταχθονίαν. ἔμμεναι· εἶναι· αἰολικόν. Κωκυτίδα· τοῦ Κωκυτοῦ θυγατέρα. ἐν ᾅδου.

Κλίνατο· εὐνάσθη, ἐκλίθη, ἔκλινεν, ἔθηκεν. εὐνήν· κοίτην. Ἀϊδωνέος· Ἅιδου.

Αἰτναίοιο πάγοιο· τῆς Αἴτνης ὄρους.

Μιν· τὴν Μίνθην. κλάζουσαν· ἠχοῦσαν, λοιδοροῦσαν. ὑπερφιάλοις· ἐπῃρμένοις. ἐπέεσσι· λόγοις.

Μαργαίνουσαν· μαινομένην, μανίης λέγουσαν, τῷ ζήλῳ μαινομένη καὶ ἄτακτα ἢ ἄδικα ὀργιζομένη ἡ Δημήτηρ ἠφάνισεν αὐτὴν, τύπτουσα τοῖς πεδίλοις. ἀτάσθαλα· μωρὰ, τὰ κακὰ, ἐν ταῖς ἄταις θάλλων. μηνίσασα· ὀργισθεῖσα.

Δημήτηρ· ἡ μήτηρ τῆς Περσεφόνης. ἀμάθυνεν· ἠφάνισεν. ἐπεμβαίνουσα· τύπτουσα. πεδίλοις· ποσίν.

Φῆ· ἔφη ἡ Μίνθη. ἀγαυοτέρη· λαμπροτέρα. φυήν· τὴν ἡλικίαν.

Κυανώπιδος· εὐμόρφου, καὶ τῆς εὐοφθάλμου.

Εὔξατο· ἐκαυχήσατο. νοστήσειν· ἐλθεῖν, ὑποστρέψειν, ἐπιστραφῆναι. τὴν δέ· τὴν Περσεφόνην· ἐκαυχήσατο ἡ Μίνθη, πρὸς ἑαυτὴν μὲν τελέως μεταχωρῆσαι τὸν Ἅιδην καὶ τὴν ἑαυτῆς ἀσπάσασθαι πλέον ἕνωσιν, τὴν Περσεφόνην δʼ ὡς ἄχρηστον ἀποδιῶξαι μελάθρων, ὑπεριδόντα ἐκείνης.

Ἐξελάσειν· ἀποδιώξειν. πέλεν· ὑπῆρχεν. θόρεν· ἐπῆλθεν.

Ποίη· βοτάνη. οὐτιδανή· μικρά. ἐπώνυμος· τῆς Μίνθης, ἡ καλαμίνθη. ἔκθορε· ἐξῆλθεν.

Τήν· ἢ τὴν καλαμίνθην, ἢ τὸν ἡδύοσμον συμφυράσαντες ἢ ἀναμίξαντες τῷ τυρῷ καὶ τῷ ψωμῷ ἐνέβαλον ὡς δέλεαρ τοῖς ἀγκίστροις. ἐνιφυρήσαντες· συζυμώσαντες, ἐμμίξαντες, μίξαντες ταύτην τῷ τυρῷ καὶ τῷ ψωμῷ.

Οὐ μετὰ δηρόν· μετʼ οὐ πολύ. ἷξεν· κατέλαβεν, ὑπεχώρησεν, ἐφώρασεν. ἀϋτμή· ὀσμὴ, εὐωδία.

Ἀντιάσας· ἐπελθών. ἀποσταδόν· ἀπὸ διαστήματος, ἱστάμενος πόῤῥω, πόῤῥωθεν.

Ὑπʼ ὀφθαλμοῖς· ὁρέα· γράφεται ὑπʼ ὀφθαλμοῖσιν ὁρᾷ, ἤως δοκεῖ. ἴκελος· ὅμοιος, παραβολή. ἀνδρί· ἀνθρώπῳ.

Τριόδοισι· τριπλαῖς ὁδοῖς. πολυτρίπτοισι· πλατείαις, πεπατημένοις, πολυοδεύτοις, πολὺ τετριμμέναις ἀπὸ τοῦ πολὺ καὶ τοῦ τρίφος ἡ ὁδὸς, ταῖς κατὰ πολὺ τετριμμέναις καὶ πολυβαδίστοις λεωφόροις, ἢ τριοδίοις, ἢ τετραδίοις. κυρήσας· ἐντυχὼν, περιτυχὼν, νοήσας.

Ἐφορμαίνων· διαλογιζόμενος, διανοούμενος, ὁρῶν.

Ἐπιβάλλεται· βούλεται, λογίζεται, ὁρμᾷ. ἀτραπόν· γράφεται εἰς ὁδόν.

Παπταίνει· ἐπιτηρεῖ, περισκοπεῖ· παπταίνει ἐτυμολογεῖται ἀπὸ τοῦ τὰ φάη πεταννύειν, οἱονεὶ φαπεταίνω, καὶ παπταίνω. ἑκάτερθε· ἔνθεν κἀκεῖθεν. νόος δέ οἱ ἠΰτε κῦμα· ὁ νοῦς δʼ αὐτοῦ ταράσσεται ὥσπερ κῦμα.

Εἱλεῖται· συστρέφεται, ταράσσεται. ὀψέ· καὶ μόλις. ὠρέξατο· ἐπελάβετο, ἥψατο.

Παναίολα· ποικίλα. μερμηρίζει· διανοεῖται, μερίζεται καὶ φροντίζει, βουλεύεται.

Θυμός· ἡ ψυχή. ὀϊομένῳ· διαλογιζομένῳ, ὑπονοοῦντι, ὑπολαμβάνοντι. ἀπήμονα· ἀβλαβῆ.

Ὀψέ· βραδέως. ὦρσε· ἐκίνησεν, αἰολικόν, διήγειρεν. ἤγαγεν· ἔφερεν. ἐγγύθι· πλησίον. πότμου· θανάτου.

Αὖτις· πάλιν. τρέσας· φοβησάμενος, φοβηθεὶς, ἀποφοβηθείς. ἀνεχάσσατο· ἀνεχώρησεν, ἀνέβλεψεν, ὑπεχώρησεν.

Εἷλε· ἔλαβεν. ψαύοντα· πλησιάζοντα, προσεγγίζοντα. ἔμπαλιν· εἰς τοὐπίσω. ἔτραπε· μετέστρεψεν.

Ὡς δʼ ὅτε· παραβολή. νηπίαχος· νέα. κούρη· παρθένος. κούρη πάϊς· τὸ μὲν ἀντὶ τοῦ παρθένος, τὸ δʼ ὡς κοινόν. ἐούσης· λειπούσης.

Βρώμης· βρώσεως. λελιημένη· ἐπιθυμοῦσά τινος βρώματος. ἠέ τευ ἄλλου· ἤ τινος ἄλλου ὑποστῆναι ἢ λαχεῖν.

Ψαῦσαι· ἅψασθαι. τρομέει· φοβεῖται. χόλον· ὀργήν. ἀναδῦναι· ἀποσχέσθαι, ἀναχωρῆσαι, καταλεῖψαι, καὶ ὑποχωρῆσαι.

Ἐλδομένη· ἐπιθυμοῦσα. τέτληκεν· ὑπέμεινεν, ὑπομένει, καρτερεῖ. ἐφερπύζουσα λάθρη· κρύφα βαδίζουσα, ἐρχομένη.

Αὖτις· εἰς τοὐπίσω. ἀνατρέπεται· ὑποστρέφει, ἀναχωρεῖ. θάρσος· θάῤῥος· θάῤῥος καὶ θράσος διαφέρει· θάρσος μὲν γὰρ ἡ κατὰ λόγον ὁρμὴ καὶ τόλμη, θράσος δʼ ἡ ἄλογος ὁρμὴ καὶ ἀπαιδευσία.

Ἐμπίπτει· ἐμβάλλει, ἐπέρχεται.

Παπταίνοντα· ἐπιτηροῦντα, περιβλέποντα. ποτί· ἐν. τέτανται· ἐξήπλωνται.

Ὅγʼ· ὁ κεστρεύς. ἐπεμβαίνων· ἐμπίπτων, καὶ πλησιάζων. ἀνελίσσεται· ἀνθυποστρέφει, ἀνακόπτεται, ἀναστρέφεται. ἤπιος· ἥσυχος, πρᾳός.

Θαρσήσας· θάῤῥος λαβών. ἑτοίμως· προχείρως.

Ψαῦσε· ἥψατο, οὐκ ἐκράτησεν. βορῆς· τροφῆς. πάρος· πρῶτον, πρότερον. μάστιξε· προσέγγισεν. ἐγείρων· κινῶν.

Μήπου· γράφεται μή οἱ. οἱ· αὐτῷ. θέρμετʼ· θερμαίνεται, ζῇ. ἀϋτμή· πνοή.

Ζωοῦ· ζῶντος· γνώμη. ἀπώμοτον· ἀσύνηθες, μισητὸν, ἀπηγορευμένον, ἀμέτοχον. πάσασθαι· φαγεῖν.

Διακνίζει· κατακόπτει, δαγκάνει.

Περιξύων· παραψαύων. χαλκῷ· ἀγκίστρῳ.

Πεῖρεν· ἐσούβλισεν, ἐκέντησεν. ἀνακρούων· ἀνελκύων. ἐέργων· κωλύων.

Ἀναγκαίῃσι· βίαις.

Ἂν δʼ ἔρυσε· ἀνείλκυσεν, εἵλκυσεν. σπαίροντα· ψυχοραγογοῦντα. κάββαλεν· κατέβαλεν. ἐχθρήν· ἰχθύν.

Ὀλοοῖσι· ὀλεθρίοις. παρήπαφον· ἠπάτησαν.

Ἴσος· ὅμοιος.

Κατεντύνουσιν· εὐτρεπίζουσι, κατασκευάζουσιν.

Τὸ μέν· ἄγκιστρον. ἄκλοπον· ἀδολίευτον. ᾐώρηται· κρέμαται, ἐκκρέμαται.

Μηρίνθου· διά· μήρινθος σχοῖνος ......... ἀκάχμενον· ἐστομωμένον, ἠκονημένον.

Τριπάλαιστον· τριῶν παλαιστῶν μέτρον· ἀνώτερον τοῦ ἀγκίστρου ἐπὶ τρεῖς παλαιστὰς τὸ δέλεαρ βάλλεται, ἐστὶ δὲ παλαιστὸν μέτρον τῶν δʹ δακτύλων συσφιγχθέντων ἐν παλάμῃ, ὁ δὲ νοῦς, ὅτι ἄνωθεν τοῦ ἀγκίστρου ὅσον τριῶν παλαιστῶν μέτρον ἀναδοῦσι δέλεαρ ἰχθὺν ἕνα τῶν λευκῶν ἐμπείρως· οὐ γὰρ ἐμβάλλουσι τὸ δέλεαρ αὐτοῖς ἀγκίστροις ἐπὶ τῇ ἄγρᾳ τῶν ξιφιῶν, ὡς καὶ ἐπὶ τοῖς ἄλλοις πᾶσιν ἰχθύσιν. ἀναψάμενοι· ἀναδήσαντες. καθύπερθε· ὑπεράνω.

Μαλθακόν· τῶν καθαρῶν μὴ ἐχόντων λεπίδας. ἀργεννῶν· λευκῶν. χείλεος ἄκρου· κατὰ τοῦ χείλεος ἄκρου.

Ἐπισταμένως· ἐπιστημόνως, εὐτέχνως. θοῦρος ὁρμητικός. ἵκηται· ἔλθῃ.

Δαιτρεύει· καταμερίζει, κόπτει, κατακόπτει. δέμας· σῶμα. ἄορι· σπάθῃ. λάβρῳ· μανικῷ.

Δαϊζομένοιο· κοπτομένου. καταῤῥεῖ· κατέρχεται. καταῤῥέει· καταπίπτει, κατακόπτει. ἅψεα· μέλη. δεσμοῦ· ἀπὸ τοῦ.

Αὐταῖς δʼ ἀγκίστροιο· σὺν αὐταῖς ταῖς γενύεσσι τοῦ ἀγκίστρου, ἐν αὐταῖς τοῦ ἀγκίστρου ταῖς γενύεσσι περιστρέφεται τὸ δέλεαρ. περιστρέφεται· κυκλοτερῶς περιειλεῖται.

Αὐτάρ· δέ. δεδάηκεν· ἔμαθεν, ἐπιστημόνως ἔγνω. γναμπτὸν δόλον· γράφεται ἑὸν μόρον. ἑὸν μόρον· τὸν ἴδιον θάνατον. βαρεῖαν· περὶ τὴν βαρεῖαν.

Δαῖτα· τροφήν. ἀγρευτός· κρατητός. ἀνέρος· ἁλιέως. ἀλκῇ· δυνάμει.

Ἐπὶ ξιφίῃ· κατὰ ξιφίου. ὁπλίζονται· τεχνῶνται, μηχανῶνται.

Ἔξοχα· ἐξαιρέτως. Τυρσηνόν· Σικελόν. ἀγρώσσουσιν· ἀγρεύουσιν, οἵτινες κατὰ τὸ Τυρσηνικὸν πέλαγος ἁλιεύουσι καὶ περὶ τὴν καλουμένην Μασσαλίαν πόλιν καὶ τοὺς Κελτούς.

Ἱερήν· μεγάλην.

Κεῖθι· ἐκεῖ. ἔκπαγλοι· θαυμαστοὶ, καταπληκτοί. οὐδὲν ὁμοῖοι· διὰ τὸ ὑπερβάλλον μέγεθος.

Ἄπλατοι· ἀπροσπέλαστοι ἀπὸ τοῦ α τοῦ κατὰ πολὺ καὶ τοῦ πελάω, οἱ μεγάλην πλεῦσιν ἔχοντες. ἐννεμέθονται· ἐντρέφονται.

Οἱ δʼ· οἱ ἁλιεῖς. ἀκάτους· νῆας. ἐϊσκομένους· ὁμοίους, προσομοιουμένους, ὁμοιουμένους. ξιφίῃσιν· ξιφίαις, τοῖς· οἱ ἁλιεῖς κατασκευάσαντες ἀκάτιον ὅμοιον τῷ τοῦ ξιφίου εἴδει κατά τε τὴν ἐπιμήκη ῥῖνα καὶ τὰ ἄλλα, ἔτι δὲ καὶ φάσγανα ἢ ξίφη τῷ τοῦ ξιφίου κατὰ τοῦ ξιφίου καὶ τῆς ἄγρας αὐτοῦ οὕτως φέρονται.

Δέμας· καὶ τὸ σῶμα. ἰχθυόεν· ὅμοιον τῷ ξιφίᾳ. φάσγανα· ξίφη. τεχνήσαντες· κατασκευάσαντες.

Ἀντίον· ἐναντίον ξιφίου. ἰθύνουσιν· ὁρμῶσιν. ἀναδύεται· ἀναβάλλεται.

Ἐλπόμενος· λογιζόμενος. ἐϋσέλμους· εὐκαθέδρους.

Ἑτέρους· συνήθεις, φίλους.

Κυκλώσονται· περικλείσωσι. ἐφράσαθʼ· ἐνόησεν.

Αἰχμῇ· ξίφει ἀγκίστρου. τριγλώχινι· τρεῖς γλώσσας. πεπαρμένος· ἀπὸ τοῦ πείρω, σεσουβλισμένος, κεκεντημένος. ἀλκή· δύναμις.

Φεύγειν· εἰς τό. ἱεμένῳ· προθυμουμένῳ. ἀναγκαίη· ἔστιν εἰς αὐτόν. δαμῆναι· δαμασθῆναι.

Νηός· πλοίου. ἀμυνόμενος· μαχόμενος, τιμωρούμενος, ἀντιπαρατασσόμενος. κενεῶνα· βάθος, πλευρὰν, τὸ πλάγος.

Φασγάνῳ· τῷ περὶ στόματι αὐτοῦ ξίφει. ἀντετόρησε· ἐτρύπησεν, ἀντερύπησεν. διαμπερές· διόλου, διὰ παντός. ἄλκιμος· ἰσχυρός.

Οἱ δέ· οἱ ναῦται. θοῶς· ταχέως. βουπλῆγος· πελέκυος. τυπῇσιν· τύψεσι, ταῖς πληγαῖς.

Γενύων· ἐξ αὐτῶν, τοῦ στόματος. ἤραξαν· κατέκοψαν, ἔκοψαν. ξίφος· τοῦ ξιφίου.

Ἕλκεϊ· τραύματι, τρώματι, νώτῳ. γόμφος· τὸ ξίφος, ῥίν. ἄρηρεν· ἥρμοσεν, ἡρμόσθη. ὀρφανός· ἐστερημένος. ἀλκῆς· ἀπὸ τῆς ῥινός.

Ὡς· καθὰ, παραβολή. δυσμενέεσσι· πολίταις, ἐχθροῖς ἀνθρώποις. τεύχοντες· ποιοῦντες, ἄλλοι. ἄρηος· πολέμου.

Ἱέμενοι· προθυμούμενοι. ἄστεος· πόλεως. ἱκέσθαι· ἐλθεῖν, παραγενέσθαι.

Ἔντεα· ὅπλα. συλήσαντες· αἵματος ἀφελόμενοι. ἀρηϊφάτων ἀπὸ νεκρῶν· τῶν ἐν πολέμῳ φονευθέντων, φονευθέντων διʼ ἄρεα, πολεμοφονεύτων.

Αὐτοί· οἱ πολέμιοι. θωρήξαντο· ὡπλίσαντο, ἡρματώθησαν. ἄγχι· μέχρι.

Οἱ δʼ· πολῖται. ἐπειγομένοις· βιαζομένοις, διωκομένοις.

Ἀγκλίνουσι· ἀνοίγουσιν, ἀνακλίνουσιν. θύρετρα· θύρας. οὐ γήθησαν· οὐκ ἐχάρησαν ὡς ἑταίροις. ἑταίροις· ἐπὶ, ἐν φίλοις.

Ἤπαφε· ἠπάτησεν.

Μετʼ· ἐν. ἀγκοίνῃσι· ἀγκίαις. λίνοιο· δικτύου.

Κυκλωθείς· περικλεισθείς. μέγα νήπιος· ὁ κατὰ πολὺ ἀνόητος. ἀφροσύνῃσιν· μωρίαις.

Ὄλλυται· φθείρεται. θρώσκει· πηδᾷ. ὑπεκδῦναι· ἐξελθεῖν, ὑπεξελθεῖν τοῦ δικτύου. μενεαίνων· προθυμούμενος, προθυμῶν· τὸ μενεαίνω σημαίνει τρία, τὸ λειποψυχῶ, ὡς τό κτεινόμενος μενέαινε· καὶ τὸ ὀργίζομαι, ὡς τό νήπιοι οἳ Ζηνὶ μενεαίνομεν. καὶ τό προθυμοῦμαι, ὡς τό μενέαινε κῦδος ἀρέσθαι.

Τρομέων· φοβούμενος. πλεκτὸν δόλον· δίκτυον. αὖτις· πάλιν.

Χάζεται· ὑποχωρεῖ. ὅπλον· ξίφος. ἐνὶ φρεσίν· ἔρχεται. ἄρηρεν· ἡρμοσμένον ἐστὶν, ἁρμόζει.

Γενύων· τοῦ στόματος. δειλός· ὑπότρομος. μένει· ὑπάρχει. κεκαφηότι· ἠσθενεκότι, καταξήρῳ, δεινῷ, ἐκπεπνευμένῳ.

Ἐξερύσωσιν· ἐξελκύσωσιν. ἐπʼ ἠϊόνας· ἐπʼ αἰγιαλούς. ἔνθα· ἐνταῦθα. δούροις· ξύλοις.

Ἐπασσυτέροισι· πυκνοτέροις. καταΐγδην· ὁρμητικῶς, συνεχῶς. ἐλάοντες· ἐλαύνοντες, συντρίβοντες.

Κρᾶτα· κεφαλήν. συνηλλοίησαν· συνέτριψαν, συνέθλασαν. ὄλλυται· φθείρεται. πότμῳ· γράφεται θυμῷ. θυμῷ· μωρίᾳ.

Ἀφροσύνη ἀγνωσία. σκόμβρον· σκόμβρος ὁ σκαιὸς εἰς βρῶσιν· κακόχυμος γὰρ τὸ ζῶον. ἕλε· ἔλαβεν, ἐφόνευσεν. πίονα· λιπαρόν.

Ῥαφίδας· βελονίδας. φῦλα συνοδόντων· περίφρασις. πολυσπερέων· διεσπαρμένων. συνοδόντων· γένος ἰχθύος.

Λεύσσοντες· βλέποντες. ἐν ἕρκεϊ· δικτύων. πεπτηῶτας· περιπεσόντας, πεσόντας.

Ἄλλους· σκόμβρους. ἠράσαντο· ἐπεθύμησαν. λίνου· τοῦ δικτύου. πολυωπόν· πολυόμματον, πολυτρύπητον, πολλὰς ὠπὰς ἔχον.

Εἰσδῦναι· εἰσελθεῖν. εἰσορόωντας· εἰς αὐτὸν βλέποντας.

Τερπωλή· τέρψις. ἀπειρήτοισιν· ἀπείροις, ἀνοήτοις.

Λεύσσοντες· βλέποντες. ἀναιθομένοιο· ἀναπτομένου, καιομένου.

Μαρμαρυγήν· λαμπηδόνα, αἴγλην. ἰαινόμενοι· εὐφραινόμενοι.

Ψαῦσαι· ἅψασθαι. ἱμείρουσι· ἐπιθυμοῦσιν. ὀρέγουσι· ἐκτείνουσιν, ἐντείνουσιν.

Νηπιέην· ἄφρονα, μωρὰν, νηπιώδη. ἀνάρσιον· ὀλέθριον, μισητὸν, ἐχθρόν. ἐξεφάνη· ἐγνώσθη.

Ἱμείρουσι· ἐπιθυμοῦσιν. ἀνοστήτοιο· ἀνυποστρόφου. λόχοιο· δικτύου.

Ἐσπεσέειν· εἰσελθεῖν. κευθμῶνα· τὸ βάθος. ἤντησαν· ἔτυχον, ἀπέλαυσαν. ἔρωτος· ἐπιθυμίας.

Ἔνθʼ· τότε, ἐντὸς τοῦ δικτΰου. κέλσαντες· δραμόντες, ἐντυχόντες, ἐμπεσόντες. εὐρυτέροισι· πλατυτέροις. λόχοισιν· βρόχοις.

Ἔκθορον· ἐξέθορον. οἱ δʼ· οἱ ἄλλοι δέ. ἐρχθέντες· κρατηθέντες, ἐμπλακέντες.

Πικρόν· ἐλεεινόν. ἀνέτλησαν· ὑπέμειναν, ὑπὸ τῶν βρόχων αὐτῶν κρατοῦνται. σφιγκτόν· πεπνιγμένον, πνικτόν. ἐξανύσαντες· πληρώσαντες.

Ἠϊόνεσσι· ἐν ταῖς. καθελκομένοιο· κατασυρομένου. λίνοιο· δικτύου.

Ἀμφοτέρωθεν· ἀπὸ τῶν δύο μερῶν. ἀρηρότας· ἡρμοσμένους, ἐνηρμοσμένους τοῖς βρόχοις. γόμφους· ἥλους.

Φρονέοντας· προθυμοῦντας, ἐπιχειροῦντας. ἄρκυν·

Ἤδη· ἄρτι. μεμαῶτας· προθυμουμένους. ὑπεκδῦναι· ὑπεξελθεῖν. κακότητα· τὴν φθοράν.

Ἰκμαλέοισιν· διύγροις. ἐνισχομένους· κεκρατημένους.

Ἀεθλεύουσιν· κακοπαθοῦσιν.

Ἀφροσύνῃ· ἀγνωσίᾳ. ἵμερος· ἐπιθυμία.

Ἐμπίπτει· ἔγκειται, ἐπέρχεται. λίνου· δικτύου. λαγόνεσσι· ἐν, τοῖς βάθεσιν. μιγῆναι· εἰσελθεῖν, ἐμπεσεῖν.

Κείνοισιν· ἔστι δυνατὸν, ἔστι προθυμία, ἐπιθυμία ἔστιν. ὑπόβρυχα· ὑπὸ τὸν βρόχον τοῦ δικτύου. γαστέρος· τοῦ δικτύου.

Ἐνδύνειν· ὑπάρχει εἰσέρχεσθαι. σκολιοῖσι· ἐπικαμπέσι. ἐπαΐσσουσιν· ἐφορμῶσιν, ὁρμῶσιν.

Μηδόμενοι· βουλευόμενοι, ζητοῦντες, βουλεύοντες. μηδόμεναι· ζητοῦσαι. πόρον· διάβασιν. ἄρκιον· ἀρκοῦντα, ἀρκετὸν, κρείττονα.

Ὑγρόν· κατά. ἐρειδομένοις· προθύμοις. τέταται· ἐξήπλωται, πήγνυται. μῆχος· μηχανὴ, μηχάνημα.

Ἐκφυγέειν· τὸν λίνον. περιστομίῳ· τῷ τοῦ στόματος, τῷ περὶ τὸ στόμα. μογέοντες· κακοπαθοῦντες, ταλαιπωροῦσαι.

Ἐκπροφύγωσι· ἐκφύγωσιν.

Ἐπιστρωφῶσι· στρέφονται, ἐπιστρέφονται. λίνῳ· δικτύῳ. ἐπιμηνίουσαι· ἐπιμαινόμεναι, μνησικακοῦσαι, ὀργιζόμεναι.

Δάγματʼ· δήγματα, τρώματα, ὀδόντας. ἐπιπρίουσι· ἐπιβάλλουσιν· γράφεται ἐνιπείρουσι· κεντοῦσιν. τὸ δέ· τὸ λίνον. δύεται· ὑπεισέρχεται.

Ἴσχει· κρατεῖται, κατέχει. ἐμμενέως· στερεῶς, ἰσχυρῶς.

Αὐτάρ· δέ. ἴσοι· ὅμοιοι, ὅμοιοι ταῖς τάξεσι τῶν ἀνδρῶν οὕτως περιπατοῦσιν. στείχουσι· πορεύονται. λόχοισι· συντάξεσιν ἀνδρῶν.

Κεκριμένοι· κεχωρισμένοι. ἐφείη· ἐπιπέμψοι, ἔμβαλε, πέμψεν.

Ἀποτροπάδην· εἰς τοὐπίσω τρεπόμενοι, φεύγοντες, φευκτικῶς, διακεχωρισμένως. λοξόν· πλάγιον, στρεβλόν. φάος· τὸ βλέμμα.

Ἐπικλίνουσι· ἐπιβάλλουσιν.

Τις· αὐτῶν. προθορῶν· προπηδήσας ἢ προδραμών. ἑτέρης· μιᾶς. ἑτέρης στιχός· ἀπʼ ἄλλης τάξεως.

Τις· ἕτερος, τῶν ἄλλων.

Ἐπέλασσε· ἐπλησίασεν.

Δαιτί· τῷ δελέατι. γεγηθότες· χαίροντες. ἰαίνονται· εὐφραίνονται.

Ὑποφθαδόν· συντόμως, δρομαίως, ἐριστικῶς.

Ἁλούς· ἀγρευθεὶς, κρατηθείς· ἀθύρμασι· παιδιαῖς, παιγνίοις. καγχαλόωντες· χαίροντες.

Ὠκεανοῖο· ἢ τῶν Γαδείρων. στείχουσι ἔρχονται.

Μετά· εἰς. λύσσαν· συνουσίαν, τὴν πύρωσιν. οἰστρήσωσι· ἐπιθυμήσωσι, κινηθῶσι, μανῶσιν. γάμοιο· ἀπὸ τοῦ.

Ἀγρώσσουσιν· ἀγρεύουσιν, ἀγρεύονται ὑπὸ τῶν Ἰβήρων. κομόωντες· θάλλοντες, ἐπαιρόμενοι. βίῃ κομόωντες· ἰσχυροί.

Δεύτερα· κατὰ δεύτερον λόγον. Ἠριδανοῖο ποταμοῦ.

Φωκαίης τε παλαίφατοι· ἔποικοι γὰρ τῶν Φωκέων οἱ Κελτοί. παλαίφατοι· παλαιοί· ἀρχαῖοι γὰρ οἱ Φωκεῖς. ἐνναετῆρες· κάτοικοι.

Τὸ τρίτον· ἐκ τρίτου. Τρινακρίδι νήσῳ· Σικελίᾳ· Τρινακρία ἡ Σικελία, κατὰ σχῆμα τρίγωνον κειμένη καὶ τρεῖς γωνίας καὶ ἄκρας ἔχουσα, ὧν ἑκάστη πόλιν ἔχει παρʼ ἑαυτῇ.

Ἐνναέται· κάτοικοι. πόντου· πελάγους. Τυρσηνοῖο· Τυρσηνικοῦ.

Ἔνθεν· ἀπὸ τούτου τοῦ πόντου, ἐκ τούτου. ἀπειρεσίοις· πολλοῖς. ἄλλος· θύννος.

Σκίδνανται· σκεδάννυνται, σκορπίζονται. ἐνιπλήθουσι· πληροῦσιν.

Ἔκπαγλος· ἔξοχος, θαυμαστή. μεθίσταται· ἐγγίνεται. ἰχθυβόλοισιν· ἁλιεῦσιν.

Πάμπρωτον· ἐν πρώτοις, πρότερον. ἐπεφράσσαντο· ἐπενόησαν.

Ἐπηρεφέεσσιν· ὑψηλαῖς, πυκναῖς, ἐσκεπασμέναις, δασέσι, δασυτάταις.

Αἴθρῃ· εὐδίᾳ.

Σκεπανοῖς κευθμῶσιν· σκεπάσμασι, κατασκόποις, ἐσκεπασμένοις. ἐναίσιμα· καλὰ, δίκαια, ἐπαινετὰ, ἁρμόδια.

Ἔνθʼ· τότε. ὑψικόλωνον· ὑψηλὴν σκοπιὰν, ὑψηλὸν ξύλον, ὑψηλὸν ὄρος.

Ἴδρις· ἐπιστήμων, ἔμπειρος. κιούσας· ἐρχομένας, παραγινομένας, τρεχούσας.

Τεκμαίρεται· στοχάζεται, σημειοῦται. αἵ τε καὶ ὅσσαι· ποῖαι καὶ πόσαι, τίνες τε καὶ πόσαι.

Πιφαύσκει· φανεροποιεῖ. ἑτάροισι· τοῖς κοινωνοῖς καὶ φίλοις, συντεχνίταις, συντρόφοις.

Προβέβηκεν· προΐστανται, προέρχεται, προέρχονται. πυλωροί· εἴσοδοι, μεγάλαι.

Ἐν δέ· σὺν τούτοις. μύχατοι· βαθύτατοι, τελευταῖοι.

Θοῶς· ταχέως. σεύονται· ὁρμῶσιν. ἐπί· κατά. στίχας· συντάξεις.

Καταφυλαδόν· κατὰ γενεὰς, κατὰ τάξιν. οἱ μέν· τῶν θύννων.

Ὁπλότεροι· νεώτεροι. τοὶ δʼ· τινές. γεραίτεροι· γηραιότεροι. οἱ δʼ ἐνὶ μέσσῃ· μεσήλικες.

Ὥρῃ· ἡλικίᾳ. ἀπειρέσιοι· ἄπειροι. λίνων· δικτύων. ῥέουσιν· εἰσέρχονται.

Ἱμείρουσι· θέλουσιν οἱ ἁλιεῖς. ἱμείρωσι· ἐπιθυμῶσιν. ἀνέχηται· κατάξει· ἡ λῆξις τὸ πλῆθος δικτύου. ἀνέληται· καταλείπεται, λάχῃ.

Ἀφνειή· πλουσία. ἔξοχος· μεγάλη, πολλή. ἵσταται· ἐστίν.