ΚΑΤΑ ΤΙΜΑΡΧΟΥ

οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας γραφὴ καὶ δίκη καὶ εὔθυναι διαφέρουσιν ἀλλήλων. δίκη μὲν γὰρ ἰδιωτικὸν πρᾶγμά ἐστι, γραφὴ δὲ δημόσιον. καὶ τῇ μὲν ὅλοις τοῖς νόμοις ὥρισται ἡ καταδίκη, τῇ δὲ γραφῇ τιμᾶται τὸ δικαστήριον ὁπόσον τι βούλοιτο. δηλοῖ δὲ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου τὴν διαφοράν. ἤδη μέντοι συγχέουσιν ὥστε ἐπιμίσγειν. εὔθυναι δέ, ὅταν πρεσβευτὴν ἢ ἄρχοντά τις κρίνῃ. εὔθυναι δʼ εἰσὶ καὶ αἱ κατὰ τῶν ἀρξάντων ἢ δημόσιόν τι διοικησάντων ἀποτιθέμεναι γραφαί. ἦσαν δʼ ἐπὶ τούτων ᾑρημένοι λογισταὶ δέκα τὸν ἀριθμόν. ἐνίοτε μέντοι καὶ εἰσαγγελίας κατὰ τῶν εὐθυνομένων ὑπετίθεντο. ἐκ τούτου δὲ δῆλον, ὅτι πρῶτον ἔγραψε τὸν κατὰ Τιμάρχου λόγον.

Διαφέρει γραφὴ εὐθύνης, καθὸ ἡ μὲν γραφὴ περὶ μόνων ἐστὶν ἐγγράφων, ὅταν τις κατηγορῆται ὡς παράνομον γράψας νόμον ἢ ψήφισμα ἤ τι τοιοῦτον, ἡ δὲ εὔθυνα ἀπολογία ἐστὶν ὑπὲρ ὧν κατεπιστεύθη παρὰ τῆς πόλεως, οἷον πρεσβείαν, στρατηγίαν καὶ τὰ τοιαῦτα.

Ἐπιεικείας συστατικὸν τὸ «οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας.» γραφὴ μὲν δημόσιον πρᾶγμα, δίκη δὲ ἰδιωτικόν, εὐθύνη δὲ ὅταν πρεσβευτὴν ἢ ἄρχοντά τις κρίνῃ. τὸ προοίμιον κατʼ ἐπιείκειαν ἀπολογίας, ἐκ προτάσεως, ἐκ κατασκευῆς, ἐξ ἀποδόσεως, ἥτις ἐστὶν ἀξίωσις, καὶ ἐκ βάσεως.

γραψάμενος ἢ κατηγορίαν ἀποθέσθαι.

ὃν δὲ τρόπον ὃν τρόπον οὗτος καταισχύνει τὴν πόλιν, οὐχ ὃν τρόπον συκοφαντεῖ αὐτόν. πάρεστι γὰρ κατηγορήσων, οὐκ ἀπολογησόμενος.

τῇ τε πόλει—ἐμαυτῷ δείνωσιν ἔχει πολλὴν καὶ αὔξησιν κατηγορίας ὁ ἐπιμερισμὸς τῶν πραγμάτων.

εἰδὼς τοῦτό ἐστι βʹ προοίμιον.

οἷς—ἀναγιγνώσκοντος ἀνάγκη προανεγνῶσθαι ἐφʼ οἷς πάρεστι κατηγορῆσαι λόγου χάριν.

ἐπήγγειλα ἑταιρήσεως ἦν γραφὴ καὶ δοκιμασία καὶ ἐπαγγελία. καὶ ταῦτα τῆς κατὰ ἡταιρηκότων κατηγορίας τὰ ὀνόματα. —προσεκαλεσάμην εἰς τὸ δοκιμασθῆναι, ἐδήλωσα, ὅτι ἐπὶ τοῦτο καλῶ. Αἰσχίνης δὲ ἐπήγγειλε δοκιμασίαν Τιμάρχῳ, ὅτι παρὰ τοὺς νόμους ἑταιρήσας δημηγορεῖ. δοκιμασία δέ ἐστι κυρίως ἐξέτασις περὶ ἀρχῆς.

τοῦ μὲν οὖν ἕτερον προοίμιον.

δημηγορεῖν ἤγουν ἐν βουλῇ καὶ ἐν δικαστηρίῳ. μὴ λέγειν ἐν βουλῇ μηδʼ ἐν δικαστηρίῳ, μηδʼ ἐκκλησίᾳ.

οὐ χαλεπὸν—ῥᾴδιον παραλογίζεται ἐνταῦθα λέγων τὸ σιωπᾶν ῥᾴδιον εἶναι ῥήτορι ὄντι Τιμάρχῳ.

μὴ συκοφαντεῖν φασὶν ὅτι διήχθρευσεν Αἰσχίνῃ ὁ Τίμαρχος, ἐπεὶ ἐδόκει ὁ Αἰσχίνης τὰ Φιλίππου φρονεῖν. καὶ γὰρ εἶχεν ἀγρὸν ὁ Αἰσχίνης ἐν Πύδνῃ τῆς Μακεδονίας. οἱ δὲ διὰ τὴν γραφὴν τὴν τῆς παραπρεσβείας, ἣν ἀπέθετο μετὰ Δημοσθένους κατʼ αὐτοῦ, ὃ καὶ μᾶλλον.

ἐλπίζω ἀντὶ τοῦ νομίζω.

τυραννίς οὐκ ὀρθῶς ὁ Αἰσχίνης τὴν τυραννίδα πολιτείαν ἐκάλεσεν. ἡ μὲν γὰρ πολιτεία ἐκ νόμων συνέστηκεν, ἐν δὲ τυραννίδι οὐκ εἰσὶ νόμοι, ἀλλὰ παρανομίαι. καὶ ἐκ τούτων δὲ δῆλον ὡς οὐδὲ ἤκουσε Πλάτωνος. οὗτος μὲν γάρ φησι τρεῖς εἶναι πολιτείας, Πλάτων δὲ καὶ δύο καὶ πέντε καὶ ἑπτά.

τῶν τυράννων σημείωσαι παρὰ τοῖς παλαιοῖς τυραννίδα τὴν βασιλείαν καλουμένην.

ἐν χειρῶν νόμῳ οὕτω λέγουσι τὸ διὰ μάχης ἐν χειρῶν νόμῳ. Καὶ φαμέν· ὁ δεῖνα ἐν χειρῶν νόμῳ ἐτελεύτα, οἷον ἐν αὐτῇ τῇ μάχῃ.

προσήκειν—νομίζω ἐπειδὴ πρεσβύτερος ὢν ὁ Τίμαρχος κρίνεται, φοβεῖ τοῦτο τὸν Αἰσχίνην. καί φησιν, ὅτι οὐ δεῖ ζητεῖν νῦν, ᾗπερ ἔχουσιν οἱ νόμοι, κελεύοντες αὐτὸν ἄτιμον εἶναι, ἀλλὰ δεῖ πάντας τὰ ἐκ τῶν νόμων πράττειν.

ὁ Σόλων Δράκοντος νεώτερός ἐστι κατὰ τὴν νομοθεσίαν ὁ Σόλων ἔτεσιν ρʹ· ὁ δὲ Δράκων ἔγραψε τοὺς φονικοὺς νόμους.

οἱ νομοθέται τοὺς μετὰ Σόλωνα λέγει, οὐχ ὡς αὐτοὶ ἐνομοθέτησαν, ἀλλʼ ὅτι μὴ ἔλυσαν. τῷ γὰρ μὴ λῦσαι δηλοῦσι συντιθέμενοι.

μειρακίων παῖδας τοὺς ἀνήβους, μείρακας τοὺς ἀρξαμένους ἡβᾶν, ἕως ἂν ἐκ τῶν ἐφήβων ἐξελθόντες ἐγγραφῶσιν εἰς ἄνδρας.

βούλομαι δὴ ἐντεῦθεν ἡ κατάστασις ἀναμεμιγμένη τοῖς ἀγῶσι. τοῦτο δὲ κατʼ ἐπαγγελίαν τὸ σχῆμα. ἔστι δὲ ἡ κατάστασις ἀναμεμιγμένη τοῖς ἀγῶσι διʼ αἰτίαν τοιαύτην· ἠπόρει γὰρ μαρτύρων ἐνταῦθα καὶ ὅπως λάθοι τοὺς δικαστάς.

εὐμαθεῖς εὐμαθὴς λόγος λέγεται ὁ εὔγνωστος καὶ εὐκόλως καταλαμβανόμενος. ὡς ἐνταῦθα καὶ παρὰ Σοφοκλεῖ· ὡς εὐμαθές μοι, κἂν ἄγνωστος ᾖς ὅμως, φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενί.

ἀπιέναι ἀναχωρεῖν.

σκότος αἰδὼς γὰρ ἐν ὀφθαλμοῖς, καὶ νὺξ ἀναίσχυντος.

εἰσφοιτῶντας—ἐγκυκλίων ἐκεῖ μὲν τίνας δεῖ φοιτᾶν, νῦν δὲ πῶς μετʼ ἀλλήλων εὑρίσκεσθαι. ἐν δὲ τοῖς χοροῖς τοῖς κυκλίοις μέσος ἵσταται αὐλητής.

ἀρχὴ δηλοῖ τοὺς σωφρονιστάς.

παιδαγωγῶν οἱ καλούμενοι παιδονόμοι.

Μουσείων κατὰ κοινοῦ τὸ «παρακελεύεται ὁ νομοθέτης». θέλει δὲ εἰπεῖν ὅτι ἀγαλμάτια ἦν, ὥσπερ καὶ ναϊσκάρια, ἐν τῷ ἐνδοτέρῳ οἴκῳ τῶν διδασκαλείων καὶ τῶν παλαιστρῶν, Μουσῶν καὶ Ἑρμοῦ καὶ Ἡρακλέους. ἐκεῖ δὲ ἔσω ἀπέκειτο ὕδωρ, ἵνα μή τις διψήσῃ τῶν παίδων. προσποιούμενοι δὲ διψῆν εἰσήρχοντο καὶ ἐκεῖσε ἔσω ἠχρειοῦντο μετʼ ἀλλήλων. ἐκέλευσεν οὖν ὁ νομοθέτης καὶ περὶ τούτου εἶναι ἐπιμέλειάν τινα.

Ἑρμαίων ἑορτὴ τοῦ Ἑρμοῦ ὡς ἐφόρου ὄντος τῶν ἀγώνων.

τῶν χορῶν τῶν ἐγκυκλίων ἐξ ἔθους Ἀθηναῖοι κατὰ φυλὰς ἵστασαν νʹ παίδων χορὸν ἢ ἀνδρῶν, ὥστε γενέσθαι δέκα χορούς, ἐπειδὴ καὶ δέκα φυλαί. διαγωνίζονται δʼ ἀλλήλοις διθυράμβῳ, φυλάττοντος τοῦ χορηγοῦντος ἑκάστῳ χορῷ τὰ ἐπιτήδεια. ὁ δʼ οὖν νικήσας χορὸς τρίποδα λαμβάνει, ὃν ἀνατίθησι τῷ Διονύσῳ. λέγονται δʼ οἱ διθύραμβοι χοροὶ κύκλιοι καὶ χορὸς κύκλιος.

τετταράκοντα ἔτη καὶ πῶς ὁ Δημοσθένης τριάκοντα ἔτη ἔχων ἐγένετο χορηγός; ἀπορίᾳ δηλονότι χορηγοῦ.

ἐκ γὰρ τοῦ ἀποδείξεις τοῦ γίγνεσθαι ἐν τῇ πόλει.

κατʼ αὐτοῦ οἱ μὲν ἐπάνω διορισμοὶ τοῦ νόμου ῥητά εἰσιν. εἶτα τὸ λοιπὸν τοῦ νόμου ἐάσας ἀφʼ ἑαυτοῦ φησι· κατʼ αὐτοῦ μὲν καὶ τὰ ἑξῆς.

ἐπάναγκες ἐξῆν γὰρ αὐτῷ, εἰ ἐβούλετο, τρέφειν τὸν πατέρα, μὴ βουλόμενον δὲ οὐκ ἠνάγκαζεν ὁ δῆμος.

ἡβήσαντι ἀντὶ τοῦ τελειωθέντι, εἰς ἄνδρας ἐγγραφέντι.

καὶ τἄλλα—νομιζόμενα σπένδειν, ἀπάρχεσθαι, τὰ ἠρία ἐπιτελεῖν.

ὄνησιν ἤγουν τὸ εὖ πάσχειν παρὰ τῶν παίδων.

τοῦ παιδὸς πῶς λέγει, κατʼ αὐτοῦ μὲν τοῦ παιδὸς οὐκ ἐᾷ γραφὴν εἶναι, ἐνταῦθα δὲ ὅτι ἀφαιρεῖ αὐτοῦ τὴν παρρησίαν; ἀνάγκη γάρ, εἰ τολμῴη λέγειν, γράφεσθαι καὶ εὑρίσκεσθαι φύσει ἀντινομίαν ὅπερ οὐχ οἷόν τε. φαμὲν οὖν ὅτι ἡσυχάζοντα αὐτὸν οὐ γράφεται, ὥσπερ ἐπὶ τῶν ἑκουσίως ἡταιρηκότων, ἀλλὰ λέγειν βιαζόμενον. εἰ γὰρ θέλει λέγειν, κωλύει ὁ νόμος.

τίμημα ἐπέθηκεν τῇ τῆς ὕβρεως γραφῇ ὁ νόμος ἐπέθηκε τίμημα οὐχ ὡρισμένον τι, ἀλλʼ ὅ τι ἂν τὸ δικαστήριον ἢ εἰς χρήματα ἢ εἰς τὴν ἄλλην ἐπιτιμίαν καταδικάσῃ.

οἱ θεσμοθέται ἄλλα μὲν ποιοῦσι κοινῇ, ἰδίᾳ δέ, πότε δεῖ δικάζειν τὰ δικαστήρια καὶ τὰς εἰσαγγελίας εἰσάγειν εἰς τὸν δῆμον, καὶ τὰς χειροτονίας καὶ τὰς προβολὰς εἰσάγουσι καὶ τὰς τῶν παρανόμων γραφὰς καὶ ἕτερα.

ἐγγραφῇ—γραμματεῖον τὴν ἐφημερίδα λέγει τὴν δημοσίαν, εἰς ἣν ἐνεγράφοντο οἱ τελειωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν καὶ τῶν λήξεων ἄρχειν. Ἄλλως. ἤγουν ἐπειδὰν γένηται ἐννόμου ἡλικίας. ὁ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφεὶς ἤδη τὰ πατρῷα παρελάμβανεν. ἡ δὲ πατρῴα οὐσία καὶ λῆξις ἐκαλεῖτο. ἦσαν δὲ ἓξ, οἳ τοὺς μὴ ἐκκλησιάζοντας ἐζημίουν καὶ τοὺς ἐκκλησιάζοντας ἐξήταζον. ὡσανεὶ ἔλεγεν· ὅταν γένωνται τῆς ἐννόμου ἡλικίας. ἐνεγράφοντο δὲ ἀπὸ ἐτῶν ιηʹ, καὶ δύο ἔτη εἰς τοὺς ἐφήβους ἐτέλουν καὶ ἐφύλαττον περὶ τὴν πόλιν τὰ φρούρια ἀπὸ εἴκοσι δὲ ἐτῶν ἐπολέμουν. ἐκλήθη δὲ τὸ ληξιαρχικὸν ἀπὸ τῆς λήξεως, ὅ ἐστι τῆς οὐσίας, τοῦ κλήρου, καθώσπερ ἐξουσίαν ἐλάμβανε αὐτὸς ὁ ἐγγραφεὶς τῶν πατρῴων, εἰ ἦν ὑπὸ ἐπιτρόπους. ἢ ἀπὸ τοῦ τοὺς ἐν αὐτῷ γραφομένους ἄρχειν τῆς λήξεως, ὅπερ ἐστὶ τοῦ κλήρου. ἐγράφοντο δὲ ἐνταῦθα οἱ τέλειοι γενόμενοι καὶ δυνάμενοι τὰ κοινὰ διοικεῖν. Ἄλλως. εἰς ὃ ἀνεγράφοντο οἱ τῆς νομίμου πολιτείας καὶ ἡλικίας γενόμενοι, οἷς ἐξῆν οἰκονομεῖν τὰ πατρῷα. καὶ ἦν τὰ γραμματεῖα ταῦτα παρὰ τοῖς δημόταις, ἔνθα ἀνεγράφοντο οἱ ἐκ παίδων γενόμενοι μειρακίσκοι, ἴσως ὅτι ἔξεστι τούτοις λαγχάνειν τινὰς ἀρχὰς ὡς ἤδη νοοῦσιν.

καὶ τοὺς νόμους εἰδῇ τοὺς τῆς πόλεως περισπωμένως ἀναγνωστέον ἀντὶ τοῦ γνῷ καὶ μάθῃ.

αὐτῷ Τιμάρχῳ ὡσανεὶ ἔλεγεν, ἀλλʼ ἤδη αὐτῷ τῷ ἡταιρηκότι, ὄνομα τῆς ἀσελγείας ποιούμενος Τίμαρχον. τοῦτο δὲ τὸ σχῆμα καλεῖται παρʼ ὑπόνοιαν.

στεφανηφόρος ἀρχὴ αὕτη ἐν Ἀθήναις σεμνὴ καὶ στεφανηφοροῦσα. οἱ γὰρ ἐννέα ἄρχοντες στέφανον ἐφόρουν μυρρίνης. ἦσαν δὲ ἄρχων, βασιλεύς, πολέμαρχος καὶ θεσμοθέται ἕξ. οὗτοι δὲ οἱ ἐννέα ἄρχοντες μετὰ τὸ ἐξελθεῖν ἐκ τῆς ἀρχῆς Ἀρεοπαγῖται γίνονται.

ἱεράσασθαι οὐ παντὶ τῷ βουλομένῳ ἐξῆν ἱερᾶσθαι, ἀλλὰ τῷ ἐκ γένους καταγομένῳ ἱερατικοῦ. οὕτω δὲ καὶ τὸ μηδὲ κηρυκευσάτω.

συνδικησάτω ἀντὶ τοῦ μὴ γενέσθω ἐκ τοῦ μεγάλου δικαστηρίου, τῆς ἡλικίας, ὅτε ὁ δῆμος δικάζει.

κηρυκευσάτω ἄξιον ἀπορεῖν. τὸ γὰρ τῶν Κηρύκων γένος πρόσθεν ἦν ἱερόν. καὶ οὕτω λέγονται κήρυκες περὶ τὰ μυστήρια τὰ τῶν θεῶν ὄντες. δεῖ δὲ λέγειν ὅτι τῷ ἐκ τοῦ γένους ἀπαγορεύει κηρυκεύειν, ἄν τι πάθῃ. Ἄλλως. κηρύκων ἐστὶν ἐν Ἀθήναις γένη τέσσαρα, πρῶτον τὸ τῶν πανάγνων τῶν ἐν τοῖς μυστηρίοις, οἵ εἰσιν ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ καὶ Πανδρόσου τῆς Κέκροπος, δεύτερον τὸ τῶν περὶ τοὺς ἀγῶνας, τρίτον τὸ τῶν περὶ τὰς πομπάς, τέταρτον τὸ τῶν περὶ τὰς ἀγορὰς καὶ τὰ ὤνια. μὴ κηρυκευσάτω οὖν, μὴ ἐπὶ κηρυκείαν ἀποστελλέσθω. νῦν οὐ περὶ τῶν κατὰ γένος Κηρύκων λέγει, ἀλλʼ ἐπὶ τῶν κατὰ πόλεμον πεμπομένων πρὸς τοὺς πολεμίους μετὰ κηρυκείων περὶ σπονδῶν καὶ εἰρήνης. ἐπέμποντο δὲ ἐκ πάντων Ἀθηναίων. μηδʼ ἐπὶ τοιαύτην οὖν, φησί, διακονίαν πεμπέσθω ὁ ἡταιρηκώς.

πρεσβεύσαντας κρινέτω ἐπειδὴ ἀπέθετο μετὰ Δημοσθένους Τίμαρχος τὴν κατʼ Αἰσχίνου τῆς παραπρεσβείας γραφήν.

συκοφαντείτω μισθωθεὶς τοῦτο ἔξωθεν αὐτὸς πρὸς τὸν Τίμαρχον, ἤτοι ὡς αὐτὸς πρεσβεύσας καὶ συκοφαντηθείς, ἢ ὡς ἑτέρου τοῦτο παθόντος ὑπὸ Τιμάρχου. Ἄλλως. ἆρα οὖν τοῖς μὴ ἡταιρηκόσιν ὁ νόμος συκοφαντεῖν λέγει; οὔκ, ἀλλὰ τοῦτο λαμβάνει ἐκ τοῦ μείζονος ἀτόπου. εἰ γὰρ νόμιμόν σε οὐκ ἐᾷ πράττειν, πολλῷ μᾶλλον παράνομον.

γραφὰς ἑταιρήσεως—ἐπέθηκεν αὐτὸς ὁ νομοθέτης δηλονότι.

ἀνέγνω ὁ γραμματεὺς ἀνεγίγνωσκε.

τὸ καθάρσιον ἐπεὶ ἔθος ἦν τοιοῦτο. εἰσήρχετό τις ὁ λεγόμενος περιστίαρχος, ὁ περικαθαίρων τὴν ἐκκλησίαν διὰ χοίρου ἐπεσφαγμένου καὶ ἄλλων τινῶν, καὶ τὰ καθάρσια λαβὼν ἔρριπτεν εἰς τὴν θάλατταν. ὃ καὶ ὁ ποιητὴς εἶπεν· οἱ δʼ ἀπελυμήναντο καὶ εἰς ἅλα λύματʼ ἔβαλλον. εἶτα εἰσήρχετο ὁ κῆρυξ, ὃς θυμιατεύσας πρότερον καὶ αὐτὸς τὴν ἐκκλησίαν ὕστερον ἐβόα· «τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων Ἀθηναίων;» εἶτα εἰ μέν τις ἐβούλετο τούτων λέγειν, ἀνίστατο· εἰ δὲ ἐπὶ πολὺ βοῶντος οὐδεὶς ὑπήκουσε, δευτέρᾳ φωνῇ ἐβόα· «τίς ἀγορεύειν βούλεται τῶν πάντων Ἀθηναίων;» ἐκέχρητο δὲ ὁ περιστίαρχος χοίρῳ καὶ τοῖς τοιούτοις ἀκαθάρτοις, διὰ τούτων τοὺς ἀκαθάρτους δαίμονας καὶ τὰ πνεύματα τὰ πολλάκις ἐνοχλοῦντα ταῖς διανοίαις τῶν ἀνθρώπων, ὥστε πολλάκις ἄλλως βουλεύεσθαι, ἕλκων πρὸς τὰ θύματα καὶ ὥσπερ ἀποχωρίζων τῆς ἐκκλησίας, ἵνα καθαρῶς βουλεύσωνται. ὁ δὲ κῆρυξ διὰ θυμιαμάτων ἐπικαλῶν τὰ θεῖα εἷλκε τοῖς ὁμοίοις τὰ ὅμοια, ἵνα διὰ τῆς τούτων παρουσίας ἀγαθόν τι ἔχωσιν οἱ Ἀθηναῖοι βουλεύεσθαι. οἷον χοῖρον ἐσφαγμένον, διʼ οὗ ἐκάθηραν τὴν ἐκκλησίαν. ὁ λεγόμενος περιστίαρχος ἱερεῖον λαβὼν τούτῳ καθαίρει τὴν ἐκκλησίαν. Τοῦτο λέγεται κάθαρμα καὶ καθάρσιον. Ἀριστοφάνης Ἀχαρνεῦσι· Πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος. ἔθος δὲ ἦν καθαίρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα μικροῖς χοιριδίοις, ἃ καθάρσια ἐκάλουν. καὶ προσηγορεύοντο οἱ περικαθαίροντες περιστίαρχοι. τὸ δὲ καθάρσιον ἦν χοῖρος ἐσφαγμένος, διʼ οὗ ἐκάθηραν τὴν ἐκκλησίαν.

προέδρους πρόεδροί εἰσιν οἱ ἐν τῇ ἐκκλησίᾳ προκαθήμενοι.

ἱερῶν—κηρύκων ὅτι τὰ ἱερὰ πρῶτον εἰσεκάλουν, οὐκοῦν πρῶτον περὶ ἱερῶν καὶ περὶ κηρύκων· καὶ γὰρ οὗτοι ἱεροί· εἶτα πρέσβεων καὶ τῶν ἄλλων ὁσίων. ὅσια δέ ἐστι τὰ μὴ ἱερά. ὥστε πρῶτον τὰ ἱερά, δεύτερον δημόσια, τρίτον ἰδιωτικά.

ὁσίων ὅσια καλεῖ τὰ δημόσια.

πάντες οὐχ ὅτι πάντες ἔλεγον, ἀλλʼ οἱ βουλόμενοι.

τόλμα τόλμα φησὶ τὸ θρασέως τι ἢ τολμηρῶς εἰπεῖν. ἐπειδὴ δὲ οἱ πρεσβύτεροι ὡς ἔμπειροι πραγμάτων εὐλαβοῦντο συμβουλεύειν, μὴ ἀποτυχίας γενομένης κριθῶσι, διὰ τοῦτο αὐτοὺς ὁ νόμος καλεῖ, ἵνα ἐξ ἀνάγκης ἀναστάντες δημηγορήσωσιν. ἀλλὰ καὶ τοὺς ἄλλους καλεῖ, φησίν. ἐκείνους μὲν οὖν ἀορίστως, τούτους δὲ ὡρισμένως.

τοὺς νεωτέρους εἰ γὰρ ἡ πόλις αὐτοὺς τιμῶσα πρώτους καλεῖ, καὶ οἱ νέοι αὐτοὺς τιμήσουσιν.

ἐὰν διαγενώμεθα ἐὰν διασωθῶμεν μέχρι γήρως, ἐὰν ἀφικώμεθα εἰς τὸ γῆρας.

τὴν ἀνόμοιον κατὰ τὸ γένος τῆς κακίας καὶ τῆς ἀρετῆς, οὐ γὰρ δήπου τῆς δικαιοσύνης καὶ τῆς ἑταιρήσεως.

ὅτι πάντες τὸ πάντες νῦν ἐπὶ τοῦ οἱ πολλοί.

Σόλωνος εἰκόνα ἀνετέθη ἡ Σόλωνος εἰκὼν οὐκ ἐπὶ τῷ ἐν κόσμῳ λέγειν, ὥς φησιν Αἰσχίνης, ἀλλʼ ἐπειδὴ οὕτω τὰ ἐλεγεῖα ἀπήγγειλε. Δημοσθένης μέντοι νεωστί φησι πρὸ πεντήκοντα ἐτῶν ἀνατεθεῖσθαι ταύτην τὴν εἰκόνα. λέγεται δὲ Κλέων ὁ δημαγωγὸς παραβὰς τὸ ἐξ ἔθους σχῆμα περιζωσάμενος δημηγορῆσαι.

οὐκ ἀπελαύνει ταῦτα προσαγωγά ἐστι πρὸς τοὺς δικαστὰς ἰδιώτας ὄντας.

τέχνην τοῖς Ἀθηναίοις ἐνομίζετο τέχνην τινὰ ἐπιτηδεύειν. οὐχ οὕτως τοῖς Λακεδαιμονίοις· τούτοις γὰρ αἰσχρὸν ἦν καὶ δουλοπρεπές.

πολλάκις ἐπερωτᾷ διὰ τοῦ καλεῖν τὴν ἐξουσίαν δηλῶν.

δοκιμασία ἐπιγραφὴ τοῦ νόμου τοῦτο ἦν.

τὰ ὅπλα μὴ τίθεσαι τὸ τίθεσθαι λέγεται καὶ ἐπὶ τοῦ ἀποτίθεσθαι τὰ ὅπλα καὶ ἐπὶ τοῦ περιτίθεσθαι καὶ ἐνδύεσθαι, ὡς ἔγνωμεν ἐν τοῖς Θουκυδιδείοις ἐν τῇ βʹ … ἐνταῦθα δὲ ἐπὶ τοῦ περιτίθεσθαι λέγει.

εἰ πεπορνευμένος ἐστὶν ὁ πολλάκις ἁμαρτὼν εἰς τὸ ἑαυτοῦ σῶμα, ἡταιρηκὼς δὲ ὁ προσάπαξ.

οἰκήσαντα ἀντὶ τοῦ διοικήσαντα, ὡς καὶ παρʼ Ἰσοκράτει «οἴκει τὸν πατρῷον οἶκον» ἀντὶ τοῦ διοίκει.

κακῶς ἰδιωτικῶς. τὸ κακῶς οὐ πρὸς τὸν τρόπον κεῖται· τοῦτο γὰρ ἄτοπον· ἀλλὰ πρὸς τὸν λόγον, πρὸς τὴν φράσιν, πρὸς τὴν συνθήκην τοῦ λόγου. ἁπλῶς δὲ ἀντὶ τοῦ μονοτρόπως ἢ ἰδιωτικῶς καὶ οὐ κατὰ τέχνην ῥητορικήν. καὶ Θουκυδίδης· «εἰ μὲν ἁπλῇ παρασκευῇ πορευσόμεθα», ἤγουν μονοτρόπῳ καὶ μιᾷ.

καταγελάστως ἀσελγῶς.

ἐπαγγειλάτω πάλιν περιφραστικῶς λέγει, τὴν ἐπαγγελίαν κατηγορείτω. ἐπαγγελία δέ ἐστιν ὄνομα δίκης κατὰ τῶν ἡταιρηκότων.

ὑμεῖς νόμον ἡ σύνταξις· ὑμεῖς δὲ προσέθεσθε καινὸν νόμον, καθʼ ἑκάστην ἐκκλησίαν ἀποκληροῦν. τὰ δὲ ἄλλα διὰ μέσου.

προσέθεσθε ἤγουν προσενομοθετήσατε.

μετὰ—παγκράτιον ψεύδεται· οὐ γὰρ διὰ Τίμαρχον. παλαιότερος γὰρ ἦν.

ἀνεκτοὶ οὓς δύναταί τις φέρειν καὶ ἀνέχεσθαι. τιμωρουμένους γὰρ αὐτοὺς καὶ μηκέτι ἐνοχλοῦντας τῷ βήματι δυνάμεθα φέρειν.

γεγραμμένοι εἰσὶ τοῦτʼ ἔστιν ἐγράψαντο.

ὥσπερ ὑπεθέμην οὕτω γὰρ ἐπηγγείλατο, πρῶτον περὶ τῶν νόμων ἐρεῖν, εἶτα ἐξετάσαι τοὺς τρόπους τοῦ Τιμάρχου.

δέομαι δὲ ὑμῶν τὸ σχῆμα προδιόρθωσις. εἰώθασι δὲ χρῆσθαι αὐτῷ, ὅταν μέλλωσιν ἀναγγέλλειν τι, πρὸς ὃ δυσκόλως διάκεινται οἱ ἀκούοντες. τὸ δʼ αὐτὸ καὶ μετὰ τὰ πράγματα λεχθὲν ἐπιδιόρθωσις καλεῖται. πληρώσας τὸ νόμιμον ζήτημα, τῷ τῆς παραγραφῆς εἰσβάλλει εἰς τὸ στοχαστικόν, εἰ ἡταίρησεν.

εἰπεῖν ὡς αὐτὸς βούλεται ἀντὶ τοῦ σωφρόνως.

εὐλαβήσομαι φυλάξομαι.

τῶν τριάκοντα οἱ λʹ τύραννοι διὰ Λακεδαιμονίων κατασταθέντες καὶ τὴν πάτριον πολιτείαν τῶν Ἀθηναίων καταλύσαντες ἐλυμήναντο τοὺς Δράκοντος καὶ Σόλωνος νόμους. ἀπολαβὼν οὖν ὁ δῆμος τὴν ἐλευθερίαν εἵλετο πολίτας κʹ τοὺς ζητήσοντας καὶ ἀναγράψοντας τοὺς διεφθαρμένους τῶν νόμων. καὶ ἐψηφίσαντο καινοὺς νόμους εἰσφέρειν ἀντὶ τῶν ἀπολωλότων ἐπʼ ἄρχοντος Εὐκλείδου, ὃς πρῶτος ἦρξε μετὰ τοὺς τριάκοντα. πολλὰ μέντοι καὶ δεινὰ ἔπραξαν οἱ λʹ. τόν τε γὰρ δῆμον ἐξέβαλον καὶ τῶν ἐπιφανῶν τοὺς μὲν ἐβασάνισαν, τοὺς δὲ ἐφυγάδευσαν ἀφελόμενοι τὴν οὐσίαν αὐτῶν, τοὺς δὲ ἀπέκτειναν ἀκρίτους, ὡς μὲν ἔνιοί φασιν, φʹ καὶ αʹ, ὡς δὲ Λυσίας ἐν τῷ κατὰ ... δοκιμασίας ἐπιλόγῳ, δισχιλίους φʹ. γεγόνασι μέντοι πλείους αἱρέσει τῶν πεντήκοντα. οἵ τε γὰρ ἐν ἄστει δικασταὶ τριάκοντα ἦσαν καὶ ἐκ τῶν πλουσίων τριάκοντα ᾑρέθησαν ὀβολοστάται, ὅ ἐστι δανεισταὶ ἐπὶ ὀβολῷ τὴν μνᾶν δανείζοντες. δεῖγμα δὲ τῆς τῶν λʹ πολιτείας καὶ τόδε ἐστίν. Κριτίου γὰρ ἑνὸς τῶν λʹ ἀποθανόντος ἐπέστησαν τῷ μνήματι Ὀλιγαρχίαν δᾷδα κατέχουσαν καὶ ὑφάπτουσαν Δημοκρατίαν καὶ ἐπέγραψαν τάδε· μνῆμα τόδʼ ἔστʼ ἀνδρῶν ἀγαθῶν, οἳ τὸν κατάρατον δῆμον Ἀθηναίων ὀλίγον χρόνον ὕβριος ἔσχον. οὕτω μέντοι ἐμίσησεν ὁ δῆμος τοὺς λʹ ὥστε καὶ πρὸς τὴν ὀνομασίαν τοῦ ἀριθμοῦ δυσχεραίνειν. ἄρξαντος οὖν Εὐκλείδου μετὰ τὴν τῶν λʹ κατάλυσιν τὰ πρὸς αὐτῶν πραχθέντα ἄκυρα εἶναι ἐψηφίσαντο οἱ Ἀθηναῖοι. —Ἄλλως. οἱ λʹ τύραννοι μετὰ τὸν Πελοποννησιακὸν πόλεμον γενόμενοι Ἀθήνησιν ἐπειδὴ καθῃρέθησαν, Θρασυβούλου τοῦ ἀπὸ Φυλῆς ἀγωνισαμένου, ψήφισμα ἐτέθη ἀμνησικακεῖν τῶν ὑπαρξάντων ἐπʼ αὐτῶν. ὥσπερ οὖν τὰ ἐπὶ τούτων ἀνεξέταστα ἐγένετο, οὕτω καὶ τὰ ἔτι παιδὶ πραχθέντα Τιμάρχῳ παρίημι, φησίν.

πρὸ Εὐκλείδου Εὔμηλος ὁ Περιπατητικὸς ἐν τῷ τρίτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας φησὶ Νικομένη τινὰ ψήφισμα θέσθαι μηδένα τῶν μετʼ Εὐκλείδην ἄρχοντα μετέχειν τῆς πόλεως, ἂν μὴ ἄμφω τοὺς γονέας ἀστοὺς ἐπιδείξηται, τοὺς δὲ πρὸ Εὐκλείδου ἀνεξετάστως ἀφεῖσθαι.

ἢ εἴ τις ἄλλη ὡς εἴ τις ἔγραψε τοὺς ἀπὸ τοῦδε τοῦ ἄρχοντος ἐν τῷ δημοσίῳ ἄρξαντας εἰσπράττεσθαι.

προθεσμία καταχρηστικῶς ἀντὶ τοῦ χρόνος.

οὗτος γὰρ ἐντεῦθεν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους.

ἐχρήσαντο τῷ σώματι προσυπακουστέον τὸ ἅπαξ.

δαιμονίως ἀντὶ τοῦ μεγάλως.

κιθαρῳδοὺς ἢ κιθαριστὰς κιθαριστὴς ὁ τῇ κιθάρᾳ μόνῃ διὰ χειρῶν κεχρημένος, κιθαρῳδὸς δὲ λέγεται ὁ μετὰ τῆς κιθάρας καὶ τῇ ᾠδῇ χρώμενος. διαφέρει κιθαρῳδός καὶ κιθαριστής τῷ τὸν μὲν κιθαριστὴν κεχρῆσθαι τῇ κιθάρᾳ μόνον, τὸν δὲ κιθαρῳδὸν μετὰ τῶν χειρῶν καὶ τῇ φωνῇ· διὸ καὶ κιθαρῳδὸς λέγεται. παρὰ τὸ κεχρῆσθαι τῇ κιθάρᾳ σὺν τῇ ᾠδῇ. κιθαρῳδὸς ὁ καὶ ᾄδων καλῶς, κιθαριστὴς δὲ ὁ χωρὶς ᾠδῆς.

ἀνέστησεν ὡς νῦν λέγομεν ἀνεκάθισεν. καὶ Δημοσθένης ἀνέστησεν αὐτὴν ἀπὸ τῆς καλῆς ἐργασίας.

βδελυρὸν ἀκάθαρτον, μισητόν.

οὐδενὸς—μετρίων ἵνα μή τις οἰήσεται διʼ ἔνδειαν αὐτὸν πεπορνεῦσθαι, ὅπερ συγγνώμης ἦν.

ὡραῖος ὢν πάντα μετὰ αὐξήσεως ὁ ῥήτωρ.

ἦν μὲν Δ. ἄλλο ἀπʼ ἀρχῆς μέχρι τέλους.

Διονυσίων Διονύσια ἑορτὴ Ἀθήνησιν Διονύσῳ ἤγετο, τὰ μὲν κατʼ ἀγροὺς μηνὸς Ποσειδεῶνος, τὰ δὲ Λήναια μηνὸς Ληναιῶνος, τὰ δʼ ἐν ἄστει μηνὸς Ἐλαφηβολιῶνος. Διονυσιάδες δὲ ἐν Σπάρτῃ παρθένοι, αἱ ἐν τοῖς Διονυσίοις δρόμον ἀγωνιζόμεναι.

ὁ τοιοῦτον ἀνειληφὼς πάλιν ὁ τοῦτον ἀνακαθίσας.

ᾗ δὴ ἀντὶ τοῦ διʼ ἃ δή.

ἐπειδὴ—ἐσμὲν ἔνθα χρεία ἐστὶν ἀποδείξεως διὰ μαρτυριῶν.

γέγραφα γράφουσι μαρτυρίας οἱ βουλόμενοι μάρτυρας παρασχέσθαι προκλητικὰς αὐτῶν, οἷον «τὸν δεῖνα τόδε πραχθὲν ἀκριβῶς γινώσκοντα ἀξιῶ μαρτυρεῖν τοῖς δικασταῖς». ἂν μὲν οὖν μὴ ὑπακούσῃ τῇ μαρτυρίᾳ, ἀλλὰ θελήσῃ ἔκκλητος γενέσθαι, ὀφείλει δραχμὰς χιλίας· ἐὰν δὲ ὑπακούσῃ, ἤτοι ἀληθῇ φησιν εἶναι, ἤ, εἴπερ ἀμφίλεκτα, ἐξόμνυται οὐκ εἰδέναι τὰ ἀξιούμενα.

αὐτὸ μὲν γὰρ τοὔνομα οὐ γὰρ ἀπῄτει αὐτὸν μαρτυρεῖν εἰ παρʼ αὐτῷ ἡταίρηκεν, ἀλλʼ εἰ μετʼ αὐτοῦ διέτριβεν. καὶ τί τοῦτο ἤμελλε συνοίσειν περὶ τὴν ἀπόδειξιν; λέγομεν οὖν ὅτι ὑποπτευομένου τοῦ Μισγόλα ἤρκει τοῦτο εἰπεῖν, ὅτι μετʼ ἐμοῦ διέτριβεν.

οὐκ ἐγγράφω ὅτι ἔγραφέ τις αὐτὸ τὸ πρᾶγμα, λέγων ὅτι μαρτυρεῖ μοι ὅδε. καὶ ἐδείκνυεν αὐτὸ τῷ μάρτυρι λέγων ὅτι μαρτυρεῖς τόδε. εἶτα εἰ μὲν ἔλεγεν ὅτι ναί, ἔγραφεν αὐτὸς ὁ μάρτυς ὅτι ναὶ μαρτυρῶ· εἰ δὲ μή, οὐδὲν ἔγραφεν.

ἐκκλητευθῆναι κλητεύεσθαι δὲ τὸ καλεῖσθαι εἰς μαρτυρίαν. ὑπὸ τοῦ κήρυκος κληθῆναι. τῶν ἐγκαταλιπόντων τὴν μαρτυρίαν τὰ ὀνόματα ἐν τῷ δήμῳ ἐκηρύσσετο, καὶ τοῦτο ἐκαλεῖτο ἐκκλητευθῆναι. Ἄλλως. εἰς κρίσιν ἀχθῆναι ἢ ἐπάναγκες μαρτυρῆσαι. κλήτορες δὲ οἱ μάρτυρες. τὸ οὖν ἐκκλητευθῆναί ἐστιν ἔξω τοῦ μαρτυρῆσαι, καὶ ἔκκλητος ὁ θελήσας ὀφλεῖν ἐπὶ τῷ μὴ μαρτυρῆσαι.

χιλίας ἐὰν μὴ ὑπακούσῃ πρὸς τὴν μαρτυρίαν, ὡς τούτου ἐπιτιμίου ὡρισμένου τοῖς μὴ ὑπακούσασιν.

ἐξόμνυσθαι μεθʼ ὅρκου ἀρνεῖσθαι.

ἑταίροις κιναίδοις.

εἰς ἑαυτὸν ἐξαμαρτήσεται διὰ τὴν ἐπιορκίαν δηλονότι.

οὐδὲν αὐτῷ ἔσται πλέον τουτέστιν οὐδὲν ὀνήσεται τῆς ἀρνήσεως ἐνόρκου καὶ τῆς ἐπιορκίας. οὐδὲν αὐτὸν ὠφελήσει ἡ ἐξόμνυσις.

πρᾶγμα τὸ ἑτέραν μαρτυρίαν ἐπιζητεῖν.

τοὺς ἐμαυτοῦ φίλους ἐπειδὴ αἱ παρὰ τῶν φίλων μαρτυρίαι οὐκ εἰσὶν ἀξιόπιστοι· πολλάκις γὰρ ὑπʼ εὐνοίας κινούμενοι, ἵνα τοῖς φίλοις βοηθήσωσι, καὶ ψευδομαρτυροῦσιν.

βούλομαι προειπεῖν τοῦ λυποῦντος ἀναίρεσις. λυπεῖ γὰρ Αἰσχίνην τὸ μὴ φαίνεσθαι πρεσβύτερον τὸν Μισγόλαν. φοβεῖται γὰρ μὴ διὰ τοῦτο δόξῃ ψευδὴς εἶναι ἡ φήμη.

προφερεῖς οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι. προφερής ἐστιν ὁ μὲν χρόνῳ νεώτερος, τῇ δὲ ὄψει δοκῶν πρεσβύτερος. ἀλλὰ καὶ τῶν ἀμώμων, ὦ Αἰσχίνη, ἔσθʼ ὅτε ὁ μῶμος ἅπτεται. προπόλιοι, προβεβηκότες ἐν τῷ εἴδει. προφερὴς ὁ νέος μὲν ὤν, πρεσβύτερος δὲ φαινόμενος. τὸ δʼ ἐναντίον σκληφρός, ὃς πρεσβύτερος ὢν νέος δοκεῖ. οὕτω καὶ Πλάτων ταῖς λέξεσιν ἐχρήσατο. «ἦν γὰρ» φησὶν «ὁ μὲν προφερής, ὁ δὲ σκληφρός» περὶ τινῶν δύο διηγούμενος. δῆλον δὲ καὶ ὡς οὐ καλῶς τῷ προφερεῖς ὁ Αἰσχίνης ἐχρήσατο, προσθεὶς τῷ νέοι ὄντες καὶ τὸ πρεσβύτεροι· ἤρκει γὰρ μόνον τὸ προφερεῖς πάντα δηλῶσαι.

οὐκ ἂν ὤκνησα αὐτὸν οὐκ ἂν ηὐλαβήθην αὐτόν.

παρρησιάζεται σαφῶς λέγει.

αὐτῷ—τούτῳ τῷ ἡταιρηκέναι πρὸς ἕνα.

τοὺς ἀγρίους ἀντὶ τοῦ μὴ ὀνομάζων τοὺς προσάπαξ αὐτῷ χρησαμένους. ἀγρίους δέ φησι τοὺς σφόδρα κιναιδοποιούς. τοὺς μὴ ἐν τῷ ἄστει, ἀλλʼ ἐν ἀγρῷ διατρίβοντας. τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ καὶ χαλεποὺς παιδεραστάς. ἐπονομάζονται δὲ καὶ Τρίβαλλοι καὶ Κένταυροι.

Κηδωνίδην οὗτοι παιδερασταί, ἐπωνυμίας ἔχοντες ἄγριοι καὶ Τριβαλλοὶ καὶ Κένταυροι.

μόνον ἡταιρηκὼς διαφορὰν εἶπεν ἡταιρηκότος πρὸς πόρνον. τὸν μὲν οὖν ὑφʼ ἑνὸς καταισχυνθέντα ἡταιρηκέναι φησί, τὸν δὲ ὑπὸ πολλῶν πεπορνεῦσθαι.

εἰκῇ εὐνοίᾳ.

τῇ τε δαπάνῃ ἀπεῖπε ἐπειδὴ βούλεται αὐτὸν καὶ τὰ πατρῷα κατεδηδοκότα ἐπιδεῖξαι, θαυμαστῶς πάνυ τοῦτο προοικονομεῖ λέγων αὐτὸν πολυτελῆ εἶναι.

μετὰ τοῦτον ἄλλο ἀπʼ ἀρχῆς μέχρι τέλους.

Σάμῳ εἰς Σάμον κληρούχους ἔπεμψαν Ἀθηναῖοι ἐπʼ ἄρχοντος Ἀθήνησι Νικοφήμου.

ὡς γὰρ ἀπηλλάγη ἄλλο ἀπʼ ἀρχῆς μέχρι τέλους.

κυβείῳ κυβεῖον λέγεται ὁ τόπος ἔνθα συνέρχονται οἱ κυβεύοντες, ὃ νῦν καλοῦσί τινες ταβλιστήριον.

τηλία ἡ τηλία σανὶς ἡ κυβευτική. ἦν καὶ σανίς, ἐν ᾗ οἱ ὀρτυγοτρόφοι τοὺς ὄρτυγας συνέβαλλον. τηλία σανίδιόν τι περιπεφραγμένον πάντοθεν, εἰς ὃ ἐνέβαλλον ἢ ἀλεκτρυόνας ἢ ὄρτυγας μάχεσθαι. καὶ τὸν ὑπερπηδῶντα αὐτῶν τὰ περιφράγματα ἔλεγον ἡττᾶσθαι. ἰδίως δὲ εἶπεν κυβεῖον· οὐ γὰρ οὕτως ἐκάλουν, ἀλλὰ σκιραφεῖον. —ἢ τηλία ἐστὶν ἐφʼ ἧς τὰ ἄλευρα ἐκάθαιρον. ἐχρῶντο δʼ αὐτῇ οἱ κυβεύοντες καὶ πρὸς τὸ βάλλειν τοὺς κύβους, καὶ πρὸς τὸ συμβάλλειν τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυόνας. ἢ σήλιόν ἐστιν ἡ τηλία, ἐφʼ οὗ μάττεται τὰ ἄλευρα.

ὑπὸ δὲ ἄλλο ἀπʼ ἀρχῆς μέχρι τέλους.

περὶ οὗ πάλαι οὐχ ἁπλῶς διαβάλλει τοῦτον τὸν Ἡγήσανδρον ὁ Αἰσχίνης, ἀλλʼ ἐπειδὴ ἀδελφός ἐστιν Ἡγησίππου τοῦ μισοφιλίππου.

Τιμομάχῳ τοῦ Τιμομάχου τούτου τοῦ στρατηγοῦ Ἀθηναῖοι θάνατον κατέγνωσαν καὶ ἀνῃρέθη.

ἀπολελαυκὼς πολλὰ ἀφῃρημένος αὐτοῦ διὰ τὴν ἐκείνου δειλότητα καὶ μωρίαν.

εὐηθείας διότι λέγων κεχορηγηκέναι αὐτῷ τῷ στρατηγῷ πολλά, ὀλίγα δὲ δοὺς τὰ πολλὰ ἐκέρδαινεν καὶ ἐχλεύαζεν αὐτὸν ὡς μωρόν.

τῆς συμφορᾶς αἰτίαν γὰρ ἔσχεν ὡς προδοὺς Κότυϊ τὴν Χερρόνησον. κατεγνώσθη δὲ θανάτου. οὕτως ὁ Ἀπολλώνιος.

ἀφθονίᾳ ἤγουν τῇ εὐπορίᾳ τοῦ ἀργυρίου.

δεινὴ ἡ ἀκακία μεγάλη. ἀντὶ τοῦ φαύλη. ἀκακία ἁπλότης. εὐπιστία εὐχέρεια εἰς τὸ πείθεσθαι.

αὐτῶν τούτων ἢ τῶν μισθωσαμένων ἢ ἀντὶ τοῦ διὰ ταῦτα.

ὅτι—ἠνώχλει ἀντὶ τοῦ ἐπειδὴ δὲ αὐτοῖς ἠνώχλει.

ἀστραγάλους—διασείστους εἶδος ἀστραγάλων οὕτως ὑπὸ τῶν κυβευτῶν ὀνομαζομένων. πολλάκις τινὲς κώδωνας ἀργυροῦς ἢ χαλκοῦς ἐξῆπτον ἔνδον αὐτῶν, ἵνα ἀφιέμενοι ἦχόν τινα ἀποτελῶσι καὶ τέρψιν ἐν τῇ παιδιᾷ. οὗτοι οὖν ἐλέγοντο διάσειστοι. φιμοὺς δὲ ἀλλαχοῦ μὲν σημαίνει εἰς οὓς ἐμβάλλονται αἱ ψῆφοι, ἐνταῦθα δὲ ἃ νῦν καλοῦσιν οἱ κυβευταὶ πυργία. φιμοὶ οἱ καλούμενοι κημοί, εἰς οὓς ἐνεβάλλοντο οἱ ἀστράγαλοι.

τὰς—πληγὰς ἢ τὰς ἀπολλύναι δυναμένας καὶ ἐξ ἀνθρώπων ποιούσας ἢ ἃς οὐ γινώσκουσιν οἱ ἄνθρωποι ἢ ἃς εἰκὸς ἀνθρώπους παρασχεῖν ἢ ὅσαι εἰσὶν ἐν ἀνθρώποις ἢ ὅσας ἄνθρωποι πλήττουσιν.

ἀνακηρυχθῇ ἤγουν περιβόητος γένηται.

ἐπῄει ἐπήρχετο, σύνεγγυς ἦν. γίνονται δὲ ἐκκλησίαι τρεῖς τοῦ μηνὸς αἱ λεγόμεναι κύριαι, ἃς ἐκ τῶν νόμων ἔχουσιν ἀναγκαίως τελεῖν. ἐπὰν δὲ αἰφνίδιόν τι προσπέσῃ, ἐκκλησιάζουσι μέν, καλεῖται δὲ σύγκλητος, εἰ δʼ ἄρα καὶ ἐκκλησία, οὐ κυρία. ἐπειδὴ δὲ εἶπεν εἰς πᾶσαν τὴν πόλιν, ἐπήνεγκε τὸ ἐπῄει δὲ ἐκκλησία. εἰκὸς γὰρ ἦν πολλῶν ἐρχομένων καταφανὲς γενέσθαι.

παροινία κυρίως ἐχρήσατο τῇ λέξει, εἶπε γὰρ ὅτι μεθυσθέντες.

ἀργαλέος χαλεπός, δυσειδής.

ὑπογενειάζων ἁπτόμενος τῶν γενείων καὶ ἱκετεύων.

λήξεις—ἐποιήσαντο ἤγουν ἔλαχον δίκην ἀλλήλοις. παρὰ τὸ λαγχάνειν. ἐλάγχανον ἀλλήλοις δικάσοντες. καλοῦνται δὲ πάντες οὗτοι προκληθέντες. δικῶν δὲ λήξεις ἐποιήσαντο ἀντὶ τοῦ ἔλαχον ἀλλήλοις δίκην.

Ἡγησάνδρου καὶ τὸν Ἡγήσανδρον διαβάλλει ὡς ἡταιρηκότα παρὰ Διοπείθει.

ἐν ἡλικίᾳ ὅτι ἐξαιρέτως εἰώθεσαν οἱ ἀρχαῖοι ἡλικίαν τὴν νεότητα καλεῖν.

Ἀριστοφῶντι κεκωμῴδηται ὁ Ἀριστοφῶν ὡς ὑπὲρ Χάρητος μισθοῦ λέγων καὶ ὡς παρανόμων γραφὴν πεφευγὼς καὶ ὡς στρατηγήσας ἐν Κέῳ καὶ διὰ φιλοχρηματίαν πολλὰ κακὰ ἐργασάμενος τοὺς ἐνοικοῦντας, ἐφʼ ᾧ γραφεὶς ὑπὸ Ὑπερείδου παρανόμων ἑάλω. φησὶ δʼ αὐτὸν Ὑπερείδης καὶ Ἄρδηττον ἐπικληθῆναι διὰ τὸ πολλάκις αὐτόθι ἐπιωρκηκέναι. ἐπεβίωσε μέντοι ὁ Ἀριστοφῶν ρʹ ἔτη παρὰ μῆνας θʹ.

πρὶν αὐτῷ ἐπειδὴ ὁ Ἡγήσανδρος ἐδημηγόρει ἀντιπολιτευόμενος Ἀριστοφῶντι, τέως αὐτῷ ὁ Ἀριστοφῶν ἠπειλήσατο ἐπαγγελίαν ἑταιρήσεως, ὅ ἐστι δοκιμασίαν, ἥν, φησίν, ἐγὼ κρίνω Τιμάρχῳ. Ἄλλως. τοῦτό φησιν, ὅτι ὁ Ἡγήσανδρος Ἀριστοφῶντι ἀντεπολιτεύετο, τοῦ δὲ Ἀριστοφῶντος ἀπειλήσαντος αὐτὸν ἐπαγγέλλειν ἐπαύσατο. ὁ Ἀριστοφῶν τῷ Ἡγησάνδρῳ.

Κρωβύλος ἀδελφὸς ἦν οὗτος Ἡγησάνδρου οὕτως ἐπωνομασμένος διὰ τὴν πανουργίαν. Ἡγήσιππος γὰρ κυρίως ἐκαλεῖτο. Κρωβύλον καλεῖ τὸν ἀδελφὸν τοῦ Ἡγησάνδρου τὸν Ἡγήσιππον τὸν μισοφίλιππον, καθὸ αὐτὸς ἤλειφε τὴν κεφαλὴν καὶ ἐφιλοκάλει τὰς τρίχας. Κρωβύλος γάρ ἐστιν εἶδος ἐμπλέγματος πρῴην γενομένου παρὰ τοῖς παλαιοῖς τῶν Ἀθηναίων, ὡς ἔγνωμεν ἐν τοῖς Θουκυδιδείοις

τοὔψον ὅ ἐστιν ἐν τῇ ἀγορᾷ, ἔνθα τὰ ὄψα, οἱονεὶ πάντα τὰ ἐδέσματα πιπράσκεται. ἀπὸ γὰρ τῶν πιπρασκομένων ἔν τινι τόπῳ ἐκάλουν οἱ Ἀθηναῖοι τὸν τόπον.

κώμοις κῶμος ἡ μετʼ οἴνου ᾠδή.

ἀπομεῖται καὶ ἐπιορκήσει ἀπορήσειεν ἄν τις πῶς ὁ Αἰσχίνης γράφων τὰς μαρτυρίας τῶν συνειδότων Τιμάρχῳ πεπορνευμένῳ καὶ μέντοι καὶ χρησαμένων αὐτῷ προλέγει περὶ αὐτῶν ὅτι ἀρνήσονται ταῦτα. τοῦτο μὲν γὰρ ὅσον ἀπὸ τοῦ εἰκότος. Αἰσχίνου κατηγορία ἐστίν, εἰ ἃ μὴ σύνοιδε τοῖς μάρτυσιν ὁμολογήσασιν ἄν, τούτων ἐκεῖνος τὰς μαρτυρίας διʼ αὐτῶν τῶν ἀρνουμένων παρέχεται. καταψευδομαρτυρίας γὰρ ἂν κριθείη, ἥντινα ταύτην ὁ αὐτὸς ῥήτωρ Αἰσχίνης ἐξηγεῖται ἐν ἄλλῳ λόγῳ. φαμὲν οὖν πρὸς τοῦτο, ὅτι εἰκὸς ἦν τὸν Αἰσχίνην γράφειν μὲν τὰς μαρτυρίας τῶν συνασελγούντων τῷ Τιμάρχῳ θαρροῦντα τῷ πάντας Ἀθηναίους ταῦτα γινώσκειν καὶ νομίζοντα ὡς εἴπερ ἐκεῖνοι πρὸς ἄρνησιν χωρήσειαν, διὰ τῶν ἄλλων ἁπάντων Ἀθηναίων τῶν εἰδότων τὰ περὶ τούτων ἐλέγξειν αὐτοὺς ψευδομένους, μὴ διʼ ἄλλων δὲ ἔξω τῆς αἰτίας ταύτας παρέχεσθαι, ἵνα φανῶσιν ἀξιοπιστότεραι αἱ παρὰ τῶν πραξάντων· ἀρνήσεσθαι δὲ προλέγειν αὐτοὺς διὰ τοῦτο, ὅτι οὐδεὶς ἑκών ποτε ὅπερ ἐξήμαρτεν ὁμολογεῖ.

οὐκ ἠγνόουν ὅτι ἀξιοῦσί τινες μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ, ἀλλʼ εὔηθες πάσχουσι· μερικὰς γὰρ πανταχοῦ ποιεῖν ἔξεστιν, ὥσπερ καὶ ἐφʼ ἑκάστου κεφαλαίου ἐπιλογιζόμεθα. ἄλλως τε οὐδαμοῦ κάλλιον εἶχεν ἐκβαλεῖν αὐτοῦ τὴν συνηγορίαν ἢ ἐν τῷ περὶ αὐτοῦ λόγῳ, ἔτι μεμνημένων τῶν δικαστῶν. ἃ γὰρ ἐκεῖ ἐδεῖτο εἰπεῖν πρὸς τὴν διαβολήν, ταῦτα ἐνταῦθα εἶπεν ἀγωνιζόμενος.

γιγνώσκων ἀντὶ τοῦ ποτὲ χρώμενος αὐτῷ αἰσχρῶς. οὗτος ἐραστὴς ἐγένετο Ἡγησάνδρου. μέμνηται δʼ αὐτοῦ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου

ἐθορυβήσατε ἄδηλον πότερον νῦν κατεκέκλητο πρὸς τὴν μαρτυρίαν ὁ Λεωδάμας, ὥστε ἀχθεσθέντας τοὺς δικαστὰς τῷ ὀνόματι θορυβῆσαι, ἢ ὁ Ἀριστοφῶν ἀνέγνω μαρτυρίαν Λεωδάμαντος κρίνων τὸν Ἡγήσανδρον ἑταιρείας. εἰκὸς γὰρ ἦν κεκρίσθαι αὐτόν. καὶ γὰρ προείρηκεν ὅτι ἐπολιτεύετο πρὶν αὐτὸν δοκιμάσειν ἠπείλησεν ὁ Ἀριστοφῶν.

σαφέστερον ἀντὶ τοῦ ἀναιδέστερον καὶ αἰσχρότερον.

ποιεῖσθαι ἀντὶ τοῦ πεπονθέναι.

βδελυρίας ἀναισχυντίας εἰς αὐτὸ τὸ ἀσελγαίνειν. εἴρηται δὲ ὡς παρὰ τὴν βδέλλαν τὸ ζωΰφιον, ὅπερ ἐστὶν ἀναιδέστατον καὶ δυσαπόσπαστον.

ἀπολογούμενον οἱονεὶ ἀπολυόμενον ὑπὲρ τῶν αἰσχρῶν πράξεων ὧν ἔπραξεν.

ὑπερήφανα μεγάλα.

ἐπιστρεφῶς ἀντὶ τοῦ συνεστραμμένως τῇ φωνῇ, ἵνα μὴ ἐλεγχθῶσιν ἀπὸ τῆς φωνῆς ὄντες κίναιδοι καὶ χαύνως διαλεγόμενοι. ἢ ἀντὶ τοῦ σπουδαίως.

ἀδελφὸς Ἡγησάνδρου ἀδελφὸς ἦν Κρωβύλος. ἐκαλεῖτο δὲ οὐ μόνον Κρωβύλος, ἀλλὰ καὶ Ἡγήσιππος καὶ ἐκωμῳδήθη ὡς αἰσχρὸς τὴν ὄψιν καὶ περὶ τὰ Φωκικὰ ἡμαρτηκώς.

ἀξιοῦσι δέ με ἐντεῦθεν ἐλέγχων ἀπαίτησις. ἔλειψε δὲ τὸ παραγραφικόν, ὅτι ὁ λόγος ὅλος παραγραφή ἐστιν.

ἀλλʼ εἰ πέπρακται καὶ γὰρ ἐκεῖ οὐ τὸν εἰσελθόντα εἶδεν ὁ θεασάμενος, ἀλλʼ ἐφʼ ᾧ εἰσῆλθεν.

ἐπεὶ πρὸς θεῶν θαυμασίως ἀποστραφείς.

μειράκιον νέον ἀντὶ τοῦ οὐκ ἀκριβῶς βούπαιδα, ἀλλʼ ἔτι μικρόν.

τὴν ὄψιν τὸ εἶδος.

ἀσύμβολον οὐκ εἰσενεγκὼν συμβολήν, οὐ συμβαλὼν ἔρανον. μὴ παρέχων σύμβολον καὶ ἔρανον, ἀλλʼ ἄλλου συμβάλλοντος δαπανῶν. ἀσύμβολος οὖν ὁ ἑτέροις συνεστιώμενος δίχα συμβόλου καὶ ἐράνου τινός.

μετὰ χεῖρας ἔχετε ἀντὶ τοῦ ὧν νῦν τὴν μνήμην ἔχετε.

διαψηφίσεις αἱ δοκιμασίαι. διαψήφισις δέ ἐστιν, ὁπηνίκα στάσεως δημοτικῆς γενομένης συνέρχονται ἅπαντες οἱ ἐκ τῶν δήμων καὶ σκοποῦσι τίς τε ἐστὶ πολίτης καὶ τίς ξένος. καὶ ἐὰν εὕρωσι ξένον, τοῦτον διώκουσιν, ὡς ἐξ αὐτοῦ γενομένης τῆς στάσεως. ἔλεγον δὲ ἐκ πολίτου μὴ γενέσθαι τι τοιοῦτον. Δημόφιλος δέ τις εἰσηγήσατο διαψηφίσεις τῶν ἀστῶν ἐν τοῖς δήμοις, ὥστε τοὺς δημότας περὶ ἑκάστου τῶν ἀναγραφομένων διδόναι ψῆφον ὅτι ἐστὶν ἀστός, μηδενὸς κατηγοροῦντος μηδὲ ἀπολογουμένου, ἀλλʼ ἐκ τῆς συνιστορήσεως, καὶ ἴσχυον αἱ διαψηφίσεις τῶν δημοτῶν.

ψῆφον δέδωκε περὶ γὰρ ἑκάστου ψῆφος ἐδίδοτο τοῖς δημόταις· ὡσεὶ ἔλεγε δοκιμασίαν ἔδωκεν. ἢ ἀντὶ τοῦ δέδωκεν ἑαυτὸν εἰς τὸ ἑτέρους ὑπὲρ αὐτοῦ ψηφίσασθαι.

οὐ μετὸν ἀμετάσχετον.

φέρε δὴ πρὸς τοῦ Διὸς ἐπιμονὴ τὸ σχῆμα.

τετρυπημένη καταδικάζουσα. τοῦτο κακοήθως εἶπεν ἐπὶ τοῦ Τιμάρχου, καὶ ἔστι κακέμφατον. τετρυπημένη δὲ ψῆφος ἦν ἡ καταδικάζουσα, πλήρης δὲ ἡ ἀπολύουσα. τετρυπημένη οὖν οἱονεὶ καταψηφιζομένη. ἔγνωμεν γὰρ πολλάκις, ὡς ὅτι ποτὲ μὲν ἐψηφίζοντο οἱ δικασταὶ διὰ λευκῆς καὶ μελαίνης ψήφου· καὶ ἦν ἡ μὲν μέλαινα ἡ καταψηφιζομένη, ἡ δὲ λευκὴ ἡ σώζουσα· ποτὲ δὲ διὰ τετρυπημένης καὶ ἀτρήτου, καὶ κατέκρινον μὲν διὰ τῆς τετρυπημένης, ἔσωζον δὲ διὰ τῆς ἀτρήτου. διαψήφισίς ἐστι τὸ τοὺς δημότας περὶ ἑκάστου τῶν ἀναγραφομένων διδόναι ψῆφον κατὰ δοκιμασίαν τινὰ εἰ αὐτῷ ὑπάρχον μετέχειν τῆς πόλεως. τοῦτο ἀντιστρέφει καὶ δύναται λέγεσθαι καὶ ὡσείπερ· λάβε ἔξωθεν τὸ ἐρρίφθω, ἵνʼ ᾖ πάνυ οἰκεῖον τῇ συντάξει, καὶ σύνταξον οὕτως· ὅτῳ δοκεῖ πεπορνεῦσθαι τὸν Τίμαρχον ἐρρίφθω παρʼ ἐκείνου ἡ τετρυπημένη ψῆφος καὶ αὖ πάλιν ὅτῳ μὴ δοκεῖ ἐρρίφθω ἡ πλήρης.

ἐβούλευε ὅτε οὗτος ἐβούλευεν, εἴ ποθʼ ἡ βουλὴ ἀθροισθείη.

ἀπήγετο ἀντὶ τοῦ ἥρπασται.

πρόσοδον ποιουμένης προσιούσης τῷ δήμῳ.

οἰκήσεων οἰκήσεις τινὲς ἦσαν περὶ τὴν Πνύκα ἔρημοι καὶ καταπεπτωκυῖαι. ταύτας συνεβούλευσεν ὁ Τίμαρχος κτισθῆναι, οἱ δʼ ἐξ Ἀρείου πάγου ἀντιλέγουσιν. Πνὺξ δὲ πετρώδης ἐστὶ τόπος, ἔνθα ἐκκλησιάζουσιν, ἐν ἐρήμῳ τόπῳ κείμενος. ὠνομάσθη δὲ Πνὺξ παρὰ τὸ πεπυκνῶσθαι ταῖς οἰκήσεσιν. κατέτεμε γὰρ αὐτὴν εἰς οἰκίας τοῖς ἡλιασταῖς. ἦν δὲ πάγος ὑψηλός, λόφος καλούμενος Πνύξ.

τὸ εἰσήγημα τὸ ψήφισμα.

εἰ Τίμαρχος ἀπίθανον ὡς ὁ Αὐτόλυκος ἐμπειρότερον τῆς βουλῆς ἔφη τὸν Τίμαρχον.

τοιαύτην τινὰ συγγνώμην ὁ Αὐτόλυκος συγγνώμην ἔφη Τιμάρχῳ ἔχειν· οὗτος γὰρ ἴσως ᾠήθη μικρὸν ὑμᾶς ἀναλώσειν ἐν τῇ ἐρημίᾳ οἰκοδομουμένους. ὁ γὰρ λόγος ἦν περὶ τῆς Πνυκός. λέγουσι δὲ ἡσυχίαν τὴν ἐρημίαν.

ἡσυχίᾳ ἡσυχίαν ἐκάλουν τὴν ἐρημίαν. Ἀσπάσιος δὲ τὴν ἀπραγμοσύνην ᾠήθη δηλοῦσθαι.

πάλιν οἱ ὑποπτεύοντες πόρνον τὸν Τίμαρχον ἐθορύβησαν. τὰ γὰρ ὀνόματα κακόσχολα πρὸς τὸν ἐπὶ τούτοις διαβαλλόμενον.

ὑπολαβόντες ὑποτυχόντες, ἀποκρινάμενοι.

ἄτοπον ἄτοπον τὸ μέγα καὶ θαυμαστὸν παρὰ Πλάτωνι.

βοᾶτε χρόνος ἀντὶ χρόνου· ἀντὶ τοῦ ἐβοήσατε.

ἐμνήσθην ἀντὶ τοῦ ἐπλήρωσα ταῦτα λέγων.

πολιτευμάτων ὅταν τις εἰσηγήσηται τῷ δήμῳ τι συμφέρον, τοῦτο πολίτευμα τοῦ εἰσενεγκόντος καλεῖται. καὶ λέγουσιν· ὁ δεῖνα τόδε ἐπολιτεύσατο.

ᾐτιάσατο ἀντὶ τοῦ κατηγόρησεν. ἀπὸ κοινοῦ τὸ ᾐτιάσατο. ἔστι δὲ ἀντὶ τοῦ κατηγόρησεν.

συνδεκάζειν ἤγουν δώροις συνδιαφθείρειν. συνδεκασταὶ ἐλέγοντο, οἵτινες συνερχόμενοι ἅμα εἴτε τῶν βουλευτῶν εἴτε τῶν δικαστῶν τὴν αὐτὴν ψῆφον ἐτίθεσαν περὶ τῶν κρινομένων. οἷον παρεφέρετό τις ἄδικόν τι ποιήσας πρᾶγμα, οἱ δὲ δέκα ἐκεῖνοι ὄντες συνδεκασταί, οἵτινες καὶ συγκαθισταὶ ἐκαλοῦντο κέρδους χάριν τὴν ὑπὲρ αὐτοῦ ἐτίθεσαν ψῆφον. οὗτοι δὲ ἐλεγχόμενοι ἐπὶ τούτῳ τῷ πράγματι θανάτῳ ἐζημιοῦντο. —Ἄλλως. συνδεκάζειν συνδωροδοκεῖν. κυρίως δὲ τὸ ἀναπείθειν δώροις δικάζειν. συνδεκάζειν τὴν ἐκκλησίαν οἷόν τινας συνδωροδοκῆσαι.

ἐδέκαζε δεκάσαι ἐστὶ τὸ διαφθεῖραί τινας χρήμασι παραδικάσαι ἤ τι τοιοῦτον ποιῆσαι. ἐδέκαζεν οὖν διέφθειρεν ἀργυρίῳ τοὺς δικαστάς. ἤρξατο δὲ τοῦ τοιούτου πρῶτος Ἄνυτος. ὠνομάσθη δὲ τὸ δεκάζειν ἀπὸ τοῦ δέκα συνισταμένους μισθαρνεῖν ἐν πόλει.

ἐκεῖνοι μὲν συγγνώμην αὐτοῖς πορίζεται πάνυ δεινῶς. ἐπειδὴ γὰρ ἥλωσαν ἐκεῖνοι καὶ ταῦτα συγγνώμης ὄντες ἄξιοι, πόσης τιμωρίας ἄξιος Τίμαρχος, ὃς ἥμαρτεν ὑπʼ οὐδενὸς τούτων κρατούμενος.

ἐκκλήτῳ ὡς νῦν λέγομεν τὸ ἔκκλητον δοῦναι, ὅταν εἷς τῶν δικαζομένων ὑπονοῇ τὸν δικαστὴν παραδικάζειν διʼ ἔχθραν αὐτοῦ ἢ φιλίαν τοῦ ἀντιδίκου καὶ ἕνεκεν τούτου ἐκκαλῆται ἕτερον δικαστήριον κοινὸν ἀμφοτέροις. παρατηρητέον ὅτι τῷ μὲν ὀνόματι κέχρηνται οἱ παλαιοὶ τῆς ἐκκλήτου, οὐκέτι μέντοι καὶ τῷ ῥήματι, ὥς φασιν οἱ Ἀττικισταί. Ἄλλως. ἀλλοτρίᾳ, εἰς ἣν ἐξεκέκλητο ὁ κριθησόμενος. Ἄλλως. ἐκκλήτῳ παρὰ τὸ ἐκεῖ καλεῖσθαι ἐπὶ κρίσει. οἷον εἰ Ῥόδιόν τις Ἀθήνησιν ᾐτιάσατο, εἶτα ἐκλήθη Ἀθήναζε δικασόμενος.

ἐσπουδακέναι ἀντὶ τοῦ σπουδάζειν. οἱ γὰρ παρακείμενοι οἰκείως ἔχουσιν ἀντὶ ἐνεστώτων λαμβάνεσθαι. πολλὴ δὲ ἡ τοιαύτη χρῆσις παρὰ τοῖς Ἀττικοῖς.

ἄριστα μὲν εἰδὼς πῶς φησι τὸν μάρτυρα ταῖς μεγίσταις ὑποπίπτειν τιμωρίαις; λέγομεν ὡς οὐδεὶς ἔσται μάρτυς ἐπὶ τοιαύτης πράξεως· λάθρα γὰρ πράττεται. οὐκοῦν μάρτυς ἂν εἴη ὁ τὴν πρᾶξιν ἐργασάμενος. ἀλλʼ ἐὰν μαρτυρῇ, κολάζεται ὡς τὸν Ἀθηναῖον καταισχύνων.

τῷ ἀκριβεστάτῳ συνεδρίῳ τοῦτο τὸ συνέδριον εὐδοκίμει ἐν τῇ πόλει.

εὖ πάνυ ἀντὶ τοῦ μετὰ δεινότητος καὶ καλῆς φράσεως.

οἱ μὲν γὰρ ἐν τῷ οἱ παρὰ τὸν καιρὸν τῆς κρίσεως λόγοι λεγόμενοι ἕνεκα τοῦ πεῖσαι ὑμᾶς καὶ ἀπατῆσαι ἐνίοτε λέγονται· οἱ δὲ πρὸ τῆς κρίσεως λόγοι ἀληθεῖς, οὓς οὐχ ὁ κατήγορος συνέθηκεν, ἀλλʼ ἡ τῆς πράξεως ἀλήθεια.

λογογράφος Δημοσθένην λέγει. οὐκ ἦν δὲ ἀστεῖον τὸ λογογραφεῖν οὐδὲ τὸ συνηγορεῖν μισθοῦ.

ἀπολογίαν ἀντίθεσιν. ἐνταῦθα ἡ πιθανὴ ἀπολογία.

ἀνδρὸς ἵνα δύνηται πιπράσκειν τὰ κτήματα.

τερατευόμενος τέρας τι καὶ παράδοξον λέγει με ἐπαγγέλλειν.

ἐπικλήρου ὅτι ἐπίκληρόν τινα συγγενῆ πρὸς γάμον ἔλαβεν ὁ Ἡγήσανδρος πλουσίαν. νόμος γὰρ ἦν ὁ κελεύων τὸν ἐγγυτέρω τῶν ἄλλων συγγενῶν ὑπάρχοντα εἰς συγγένειαν αὐτῇ τῇ ἐπικλήρῳ γαμεῖν αὐτήν. ἐπίκληρος δὲ γυνὴ καλεῖται, ἣν ὁ πατὴρ μέλλων τελευτᾶν καταλιμπάνει τινὶ πρὸς γάμον, λέγων ὅτι τῷδε αὐτὴν θέλω δοῦναι.

κατεκεκύβευτο καὶ κατωψοφάγητο ἤγουν εἰς κύβους ἐδαπανήθη καὶ εἰς ὀψώνια ἀνηλώθη.

ἔξωρος ἔξω τῆς ἡλικίας. ὑπερεβεβήκει τὴν ὥραν, τουτέστι τὴν ἀκμὴν τῆς ἡλικίας, ἀνὴρ ἤδη ἐγεγόνει.

ἀνόσιος τὸ ἀνόσιος θηλυκῶς συνέταξε.

τὸ πλέον τὸν παρέχοντα αὐτῷ πλείονα.

εὑρίσκοντος ἀντὶ τοῦ εὑρισκομένου.

τῆς πόλεως τῆς ἀκροπόλεως λέγει. τὸ γὰρ παλαιὸν ἡ ἀκρόπολις Ἀθηνῶν ἐκαλεῖτο πόλις.

ἐσχατιὰν ἐσχατιαί εἰσι τόποι ἔσχατοι τῆς χώρας περατούμενοι ἢ εἰς ὄρη ἢ εἰς θάλασσαν. τὰ ἐπὶ τοῖς τέρμασι δὲ τῶν δήμων ἔσχατα κείμενα χωρία ἐσχατιαὶ ἐκαλοῦντο. Ἄλλως. ἐν τοῖς χωρίοις ἐναπολαμβάνονται ὄρη ἢ ἄκρα κατὰ τὴν Ἀττικήν. παρʼ αὐτὰ δὲ ψιλοὶ τόποι εἰσίν, αἳ ἐσχατιαὶ καλοῦνται. τινὲς δὲ ἐργάζονται αὐτούς.

Σφηττοῖ Σφηττὸς δὲ δῆμος ὄπισθεν τῆς ἀκροπόλεως.

ὁ δʼ ἡγεμὼν ὁ τῶν δημιουργῶν χοροδιδάσκαλος καὶ ὑφηγητὴς καὶ οἷον ἄρχων, ὁ τὰ ἔργα ἐκλαμβάνων.

ἀμόργινα τὴν λινοκαλάμην ἀμοργίδα λέγουσιν. ἔνιοι δὲ ἀμόργινα πάντα τὰ λεπτὰ ὑφάσματα, ἁλουργὰ δὲ τὰ εὐανθῆ διὰ τὴν βαφήν. λεπτὰ δὲ λεπτοϋφῆ. ἔπιπλα δὲ σκεύη περισσά, ἃ νῦν καλοῦμεν οἰκόσκευα. ἀμόργη εἶδος ξύλου ποιοῦν ἔρια, ὥσπερ ἐστὶ τὸ ἐριόξυλον. τινὲς δὲ λέγουσι τὸ ἐν τοῖς καλάμοις ὥσπερ ἔριον εὑρισκόμενον. ἐσθῆτα δὲ ποιῆσαι ἀπὸ τούτων ἐστὶ δυσχερές, καθὸ λεπτότατόν τί ἐστιν, ὡς ὑμήν. κατὰ τοῦτο δὲ καὶ πολύτιμα.

ποικιλτὴν ὃν λέγομεν πλουμάριον.

ὁ χοροδιδάσκαλος ὁ τοῦ χοροῦ ὑφηγητής.

ἐξηγριωμένον ἀντὶ τοῦ χέρσον γενόμενον.

ἀπέδωκε ἤγουν χρεωστῶν ἔδωκε.

Κηφισίῳ ὄνομα δήμου.

ἀργυρείοις τὸ ἀργυρεῖον τῆς Ἀττικῆς τόπος. ἔνθα ἀργυρωρυχεῖα ἦν, ἃ λέγουσιν ἀργυρεῖα. ἐπὶ Θρασύλλῳ δὲ Ἀττικῶς ἀντὶ τοῦ πρὸς τῷ Θρασύλλου μνήματι. ἦν δὲ πρὸς αὐτῷ μέταλλα ἀργυρίου.

Ἀμφιτροπῆσιν ὄνομα δήμου.

τὴν νόσον τὴν πήρωσιν.

συνταξάμενος φανερόν τι συνθέμενος παρέχειν αὐτῷ.

ἀδυνάτοις κατὰ μῆνα ἐκ τοῦ δημοσίου δίδοται τοῖς ἀδυνάτοις πολίταις μισθός. ἀδυνάτους δὲ πάντας λέγουσι τοὺς ὁπωσδηποτοῦν ἠχρειωμένους πρὸς ἐπικουρίαν ἑαυτῶν. Ἄλλως. τοῖς ἀδυνάτοις τοῖς σώμασιν ἐχορηγεῖτο ἑκάστης ἡμέρας ἐκ τοῦ δημοσίου εἰς τροφὴν τριώβολον.

μισθοφοροῦντα ἀντὶ τοῦ μισθὸν δεχόμενον ἐν τῷ καταλόγῳ τῶν λελωβημένων καὶ ἀδυνάτων. νόμος γὰρ ἦν Σόλωνος ὁ κελεύων τοὺς τοιούτους ἐκ τῶν δημοσίων τρέφεσθαι.

ἀπολειφθέντος οἷον ἔτυχεν αὐτὸν μὴ παραγενέσθαι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔνθα δοκιμάζονται οἱ τρεφόμενοι ἐκ τῶν δημοσίων ὡς ἀδύνατοι.

ἱκετηρίαν ἱκετηρία ἐστὶ θαλλὸς ἐλαίας ἐρίῳ ἀνεστεμμένος. ὃν κατεῖχον ταῖς χερσὶν οἱ ἱκέται καὶ δεόμενοι τινῶν.

πρυτανείας οἱ πρυτάνεις συνάγουσι τὴν βουλὴν ὁσημέραι, πλὴν ἂν ἀφετός τις ᾖ, τὸν δὲ δῆμον τετράκις ἑκάστης πρυτανείας, καὶ προγράφουσιν πρὸ βουλῆς καὶ πρὸ ἐκκλησίας ὑπὲρ ὧν δεῖ χρηματίζειν. ἡ μὲν κυρία, ἐν ᾗ τὰς ἀρχὰς ἐπιχειροτονοῦσιν οἳ καλῶς ἄρχουσιν, ἢ ἀποχειροτονοῦσιν· ἐν ᾗ καὶ τὰς εἰσαγγελίας ὁ βουλόμενος εἰσαγγέλλει καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγινώσκουσι οἱ πρὸς ταῖς δίκαις, καὶ τὰς λήξεις τῶν κλήρων. ἡ δὲ δευτέρα ἐκκλησία ἀνεῖται τοῖς βουλομένοις ἱκετηρίας θεμένοις λέγειν ἀδεῶς περί τε τῶν ἰδίων καὶ τῶν δημοσίων. ἡ δὲ τρίτη κήρυξι καὶ πρεσβείας ἀξιοῖ χρηματίζειν, οὓς δεῖ πρότερον τοῖς πρυτανεῦσιν ἀποδοῦναι τὰ γράμματα. ἡ δὲ τετάρτη περὶ ἱερῶν καὶ ὁσίων. ἐπειδὴ δέκα ἦσαν πρυτανεῖαι, ἑκάστης δὲ τούτων πεντήκοντα βουλευταί, ἄνδρες πεντακόσιοι πρυτανεύουσιν, ἕκαστος μῆνα καὶ ἡμέρας ἕξ, ἕως τὸ ἔτος περιέλθοι εἰς τὰς δέκα φυλάς. ὁ δὴ χρόνος, ὃν ἄρχει ἡ μία φυλή, πρυτανεία καλεῖται. καὶ μετροῦσι κοινότερον οὐ πρὸς μῆνας ἀλλὰ πρὸς πρυτανείας τούς τε μισθοὺς καὶ τόκους καὶ ἐνοίκια.

ἀλλʼ ἴσως—εἴποι ἡ μετάθεσις τῆς αἰτίας.

τ. χωρίου τοῦ Ἀλωπεκῆσι οἰκίας τινὸς δηλονότι.

λαχὼν ἀπὸ κλήρου, χειροτονηθεὶς δὲ ἀπὸ δοκιμασίας.

λογιστὴς λογισταὶ κρίνουσι τοὺς ἄρξαντας καὶ ὑπευθύνους ὄντας.

Ἄνδρῳ τῶν Κυκλάδων νήσων μία Ἄνδρος.

μνῶν ἡ μνᾶ ἐστι μέγιστον τῶν τοῦ ταλάντου μερῶν, ὡς εἰς ξʹ μνᾶς κατακερματίσαι λύσαντα τὸ τάλαντον. ἦν δὲ ἡ μνᾶ σταθμοῦ τε ὁμοῦ καὶ νομίσματος ὄνομα, ὥσπερ καὶ τὸ τάλαντον. ὁ μέντοι ὀβολὸς ὀκτὼ χαλκοῦς εἶχεν.

ἐπʼ ἐννέα ὡσανεὶ ἔλεγεν ἐπὶ μιᾷ καὶ ἡμισείᾳ ἑκατοστῇ, εἴ γε οἱ ἓξ ὀβολοὶ ποιοῦσι μίαν δραχμήν, ἥτις δραχμὴ ἑκατοστή ἐστι τῆς μνᾶς.

ἐκμαρτυρῆσαι ἐν ἄλλῳ μὲν τόπῳ σημαίνει τὸ μαρτυρῆσαι περὶ ἀπόντος τινὸς ἀποδήμου, ἐνταῦθα δὲ τὸ ἐκφῆναι τὴν αὑτοῦ συμφορὰν διὰ τῆς μαρτυρίας.

ὠνητὴς οἷον πολέμιός τις βουλόμενος αὐτὴν ἀγοράσαι. πάντως γὰρ ἂν αὐτὴν εὐθὺς οὗτος ἐπώλει. ὡς ἐπιβαλομένου τοῦ Τιμάρχου ὠνήσασθαι παρὰ τῆς πόλεως φόρον, ὥστε αὐτὸς προκαταθέμενος ἐκλέξαι ἐπιπλεύσας, ἔπειτα σφαλέντος τῷ βουλεύματι.

Νικοφήμου οὗτος ἦρξε πρὸ Θεμιστοκλέους, ἐφʼ οὗ βουλεῦσαι τὸν Τίμαρχον. ἦν δʼ ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος καὶ Ἡγήσανδρος τῆς θεοῦ ταμίας. καὶ κοινῇ διέκλεπτον τοῦ δημοσίου χιλίας δραχμάς, ὥς φησιν ὁ ῥήτωρ.

πρὸς μικρὸν μέρος ὅ ἐστι πρὸς τὸ ἀποδοθὲν ὕδωρ.

ἐγγυτάτω τῆς αἰτίας διὰ τὸ ἐπιφέρειν· κλέπτουσι τῆς πόλεως ἀνὴρ καὶ γυνή.

οὗτος ἀναφορική ἐστιν ἡ ἐπιδεικτικὴ ὡς τοῦ Ἡγησάνδρου συνηγοροῦντος νῦν τῷ Τιμάρχῳ.

Ἀχερδούσιος ἀπὸ δήμου.

ἐκφυλλοφορήσασα ἀντὶ τοῦ διὰ φύλλων αὐτοῦ καταψηφίσηται. διὰ φύλλων γὰρ οἱ βουλευταὶ ἐψηφίζοντο ἐν τῇ πρώτῃ δοκιμασίᾳ, ἐν δὲ τῇ δευτέρᾳ ψήφοις. δεύτερον γὰρ ἐβουλεύοντο περὶ τοῦ αὐτοῦ. Ἄλλως. οἱ βουλευταὶ φύλλοις ἐχρῶντο ἐν ταῖς δοκιμασίαις. καὶ τὰς ἀρχὰς δὲ ἐνίας φύλλοις ἐκληροῦντο, πρότερον κυάμοις κληρουμένας. Ἄλλως. μὴ ἄρα τὴν τῶν ψήφων ἀθρόαν ἐπιφορὰν πρὸς τὸ ἐκβαλεῖν ἐκφυλλοφορίαν εἴρηκε παρὰ τὴν τῶν φύλλων φοράν.

δωρεὰν τὸν στέφανον. στεφανοῦται ἡ βουλὴ κατʼ ἔτος, ὅτε καλῶς ἄρχει. ταύτῃ οὖν ἀξιῶ τὴν δωρεὰν δοῦναι.

ἐν τῇ ψήφῳ οἷον ἐν τῇ βʹ δοκιμασίᾳ.

κατεδέξατο ὥστε τῇ μὲν τῶν φύλλων ἐπιβολῇ ἐκβαλεῖν, ψήφου δὲ περιενεχθείσης καταδέξασθαι.

μὴ περιποιήσητε πάλιν Ἀττικῶς ἐπερίττευσεν ἡ μὴ ἀπαγόρευσις ἐνταῦθα.

Ἐρετρίᾳ Ἐρέτρια πόλις τῆς Εὐβοίας. ὅλη δὲ Εὔβοια ὑπʼ Ἀθηναίοις ἦν. ἐξεταστὴς δὲ τῶν Ἀθηναίων ἐκεῖθι ξένων.

τιμήματος ἀντὶ τοῦ περὶ τῆς καταδίκης λοιπὸν παρεκάλει, ἧττον παθεῖν τῆς ἀξίας.

τριάκοντα μνῶν τὸ ἥμισυ τοῦ ταλάντου. ὀβολός. δραχμὴ ἓξ ὀβολοί. μνᾶ ρʹ δραχμαί. τάλαντον ξʹ μναῖ.

διαψηφίσεσι οἷον ταῖς δοκιμασίαις τῶν πολιτῶν, τίνες ἀληθῶς πολῖταί εἰσι γνήσιοι, καὶ τίνες παρεγγεγραμμένοι. ἔλαβε δὲ ἵνα συκοφαντήσῃ τὸν Φιλωτάδην, ὅτι οὐ πολίτης.

ἀποψηφίσασθαι ἀντὶ τοῦ ἐκβαλεῖν τοῦ εἶναι αὐτὸν πολίτην καὶ ἀποδοκιμάσαι. ἀντὶ τοῦ μὴ ψηφίσασθαι πολίτην.

τοὺς ὁρκίους Ἀπόλλωνα πατρῷον καὶ Δήμητραν καὶ Δία, ὥς φησι Δείναρχος ὁ ῥήτωρ.

εἴκοσι μνᾶς τὸ αὐτό ἐστιν αἱ κʹ μναῖ ταῖς δισχιλίαις δραχμαῖς, εἴ γε ἡ μνᾶ ἔχει ἑκατὸν δραχμάς.

συνθηκῶν ἅπερ αὐτὸς ἔγραψε καὶ δέδωκε τούτοις τοῖς δοῦσιν αὐτῷ χρήματα συνθέμενος αὐτοῖς, ὅτι καθυφίημι τὸν ἀγῶνα.

προδιήγησις οἷον ὥστε προδιηγήσασθαι ὑμῖν ἅπερ μέλλει λέγειν ὁ Δημοσθένης. περὶ αὐτοῦ γὰρ αἰνίττεται. τέχνας δὲ ἐνταῦθα λέγει τὰς πανουργίας.

οὐκ ἐλαχίστους δὲ τῶν ψεῦδος.

ὁ γὰρ περιττὸς ἐν τοῖς λόγοις οἷον ὁ ἀκριβὴς καὶ περίεργος. ἢ ὁ πολὺς κατὰ σοφίαν, ἵνʼ ᾖ κατʼ εἰρωνείαν. ἢ ὁ ἁπλοῦς ὢν ἐν τῇ πόλει. ἢ οἷον περιττὰ τῆς προκειμένης ὑποθέσεως ἀεὶ ἐξευρίσκων πρὸς τὸ παραλογίζεσθαι, οἷον ὡς ἐν τῷ ηʹ τῶν Φιλιππικῶν οὔσης τῆς ὑποθέσεως περὶ τοῦ σῶσαι τὸν Διοπείθην αὐτὸς ἄλλην τινὰ προσεξεῦρε λέγων περὶ Χερσονήσου εἶναι τὸν φόβον. καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους, οὔσης περὶ Χαριδήμου, αὐτὸς ἀνεπλάσατο τὴν Χερρόνησον.

πωλεῖ ἀντὶ τοῦ μισθοῖ τοῖς τελώναις, ἵνʼ αὐτοὶ ἀπαιτήσωσι τοὺς κιναίδους. καὶ πριαμένους πάλιν ἀντὶ τοῦ μισθουμένους παρὰ τῆς πόλεως.

ἀντιγράψασθαι πρότερον γὰρ κατηγόρησεν ὁ Τίμαρχος Αἰσχίνου παραπρεσβείας. ἀντὶ τοῦ ἀντικατηγορῆσαι, ἐπεὶ πρῶτος κατηγόρησεν ὁ Τίμαρχος Αἰσχίνου παραπρεσβείας.

ἐκλέξαντος ἀπαιτήσαντος.

ἀπολογίας—παραχωρησάτω τουτέστι μὴ χρησάσθω ταύτῃ τῇ ἀπολογίᾳ οἷον τὸ ἀπαιτεῖν ἡμᾶς αἰσχρὰς τοιαύτας ἀποδείξεις.

τόλμησον ὁ τοιοῦτος, φησίν, ἄνθρωπος μὴ ἐπερωτάτω ἡμᾶς ἀκριβῶς τοὺς τόπους ὅπου ἐπορνεύετο εἰ δυνάμεθα ἀποδεῖξαι, ἀλλὰ ἁπλῶς περὶ αὐτοῦ τοῦ πράγματος ἀπολογείσθω καὶ δεικνύτω ὅτι οὐδὲ ὅλως ἐστὶ πόρνος. αἰσχρὸν γὰρ τὸν τοιοῦτον ὑπὲρ ἡμῶν πρεσβείας εἰς τοὺς Ἕλληνας ἀποστέλλοντα περὶ τῶν τόπων ἀλλὰ μὴ περὶ τοῦ πράγματος ὅλου ἀγωνίζεσθαι. οὐκοῦν οὐδενὶ ἂν λόγῳ ἄλλῳ ἀπολογήσαιτο πρὸς ταῦτα οὗτος ἢ ὃν ἐγὼ λέγω. εἶτα ἀποστροφὴ πρὸς ἐκεῖνον καὶ τὰ ἑξῆς.

ἐναπολογήσασθαι ἡ ἐν πρόθεσις ἐπερίσσευσε κατʼ Ἀττικὴν συνήθειαν.

ἥκω τὸ ἥκω ἀντὶ τοῦ ἔρχομαι καὶ ἀντὶ τοῦ ἦλθον.

παραιτησόμενος συγγνώμην αἰτήσων, ὡς ὢν τοιοῦτος.

ἐπωνωμίας προσηγορίας.

οἰκήματα ὅτι οὐκ ἀπὸ τῶν ἐργαστηρίων τοῖς ἀνθρώποις, ἀλλʼ ἀπὸ τῶν ἀνδρῶν τοῖς τόποις αἱ ἐπικλήσεις.

ἥξει ἐπίλογοί εἰσιν ἐντεῦθεν. ὅτι ἐπίλογοί εἰσιν ἐντεῦθεν. ἐξαγώνια γάρ ἐστιν ἃ μέλλει λέγειν. σοφιστοῦ δὲ λέγει ἐνταῦθα τοῦ σοφιζομένου τὴν ἀλήθειαν. πολλὰ γὰρ σημαίνει τοὔνομα.

Κολωνῷ δύο εἰσὶ Κολωνοὶ δῆμοι τῆς Ἀττικῆς. καὶ ἐν τῷ μὲν ἐργάται ἦσαν καὶ ἐκέκλητο ἐργατικός, ὁ δὲ ἕτερος ἵππιος. ἄδηλον οὖν ἐν ὁποτέρῳ Κολωνῷ. ἐν δὲ τῷ ἐργατικῷ οἱ ἀγοραῖοι καὶ οἱ μισθαρνοῦντες ἦσαν.

Ἀνδοκίδου Ἀνδοκίδης περὶ τῶν μυστηρίων· καὶ διὰ ταῦτα ὁ Ἑρμῆς, ὃν ὁρᾶτε πάντες, ὁ παρὰ τὴν πατρῴαν οἰκίαν τὴν ἡμετέραν, ὃν ἡ Αἰγηὶς ἀνέθηκεν, οὐ περιεκόπη μόνος τῶν Ἑρμῶν. παρὰ τὴν Ἀνδοκίδου οἰκίαν εὕρηται Ἑρμῆς. γέγονε δʼ ἐπίσημος Ἀνδοκίδης, καὶ ἀπʼ αὐτοῦ ἐλέχθη Ἀνδοκίδου Ἑρμῆς. διὰ δὲ τὸ πλησίον εἶναι τῆς Ἀνδοκίδου οἰκίας, διὰ τοῦτο αὐτοῦ ὠνομάσθη.

παραφέρει παράγει.

ἰδίας διατριβὰς ἰδιωτικὰς συντυχίας. —Βάταλος δὲ ὁ κίναιδος λέγεται. Βάταλος δέ τις γέγονεν ἀνὴρ αὐλητὴς ἡταιρηκώς. ἢ οὖν ἐκ τούτου Βάταλος ὁ Δημοσθένης ἐκαλεῖτο, καθότι μεγάλα καθίσματα εἶχεν, ἢ ἐκ τοῦ βαταλίζεσθαι, οἱονεὶ τύπτεσθαι.

γελοῖος γελοῖος ὁ γελωτοποιός, προπαροξυτόνως δὲ ὁ καταγέλαστος.

εἰ μὴ ἔξωθεν λάβε· οὐδαμῶς οὖν χρὴ Τίμαρχον ὑπὸ μόνης φήμης ἑταιρήσεως κρίνεσθαι, εἰ μὴ καὶ ἐμὲ καὶ τὰ ἑξῆς.

Βάταλον Αἰσχίνης περὶ παραπρεσβείας· ἐν παιδὶ μὲν γὰρ ὢν ἐκλήθη διʼ αἰσχρουργίαν τινὰ ἢ κιναιδίαν Βάταλος. καταπύγωνα καὶ μαλακόν. ὠνομάσθαι δέ φασιν οἱ μὲν ἀπὸ Βατάλου αὐλητοῦ μαλακοῦ, οἱ δὲ ἀπὸ ποιητοῦ κατεαγότα κρούματα γράφοντος. διόπερ καὶ Δημοσθένη διὰ μαλακίαν οὕτως ὀνομασθῆναι. λελοιδόρηνται γὰρ αὐτῷ πάντες εἰς μαλακίαν. εἰσὶ δʼ οἳ βάταλον προσηγόρευον τὸν πρωκτόν· καὶ Δημοσθένην ἐκ μεταφορᾶς διὰ μαλακίαν βάταλον ἐκάλεσαν. αὐτὸς μέντοι ὁ Αἰσχίνης φησὶν ὡς Δημοσθένης ἔλεγεν ὡς ὑποκοριζομένη παιδίον αὐτὸν ὄντα ἡ τιτθὴ οὕτως ἐκάλεσεν. καὶ νῦν δὲ οἱ αὐληταὶ ὑποπόδιον διπλοῦν ὑπὸ τὸν δεξιὸν πόδα ἔχοντες, ὅταν αὐλῶσι, κατακρούουσιν ἅμα τῷ ποδὶ τὸ ὑποπόδιον, τὸν ῥυθμὸν τὸν αὐτὸν συναποδιδόντες, ὃ καλοῦσι βάταλον. δοκεῖ δέ μοι λελέχθαι Βάταλος παρὰ τὸ Εὐπόλιδος σκῶμμα· ἐκεῖνος γὰρ τὸ τῶν Βατάλων ὄνομα κεῖσθαι τοῖς αἰσχροῖς καὶ τὸν πρωκτὸν βάταλον ὑπʼ αὐτῶν καλεῖσθαι.

τιτθῆς τιτθὴ ἡ τροφὸς, τήθη ἡ μάμμη, τηθὶς ἡ θεία.

πλανᾶται περιέρχεται.

Φήμης Ἀθήνησίν ἐστι βωμὸς Φήμης. Ἄλλως. Κίμωνος ἐν Παμφυλίᾳ νικήσαντος ναυμαχίαν καὶ πεζομαχίαν αὐθημερὸν ἔγνωσαν Ἀθηναῖοι, ὡς ὕστερον αὐτοῦ διὰ γραμμάτων τὴν νίκην σημήναντος· ὅθεν πρῶτον καὶ βωμὸν τῇ Φήμῃ ὡς θεῷ ἀνιδρύσαντο.

ἐπισκήψασθαι οἱονεὶ ἐξενεγκεῖν ψῆφον.

κομψὰ ἀντὶ τοῦ τὰ τρυφερὰ καὶ μαλακὰ καὶ πολυτελῆ.

χιτωνίσκους οἱονεὶ κολοβίωνας γυναικοπρεπεῖς. χλανίσκια δὲ τρίβωνας.

ὑπτιάζων γαυριῶν καὶ ὑπερηφανευόμενος.

κατασκοπούμενος ὅπερ συμβαίνει τοῖς ἀλαζόσιν.

τὴν ὅλην ἔνστασιν οἱονεὶ αὐτὴν τὴν ὅλην ὑπόθεσιν καὶ τὴν αἰτίαν τοῦ λόγου.

παραφέρων παράγων.

συμφορὰν οἷον τιμωρίαν προξενοῦσαν τοῖς κεκτημένοις.

ἐκ τοῦ πράγματος ἐκ τοῦ μάχεσθαι πρὸς τοὺς ἀντεραστάς.

ἀδιαφθόρως ἤγουν ἀδωροδοκήτως, πρὸς ἀντιδιαστολὴν τοῦ λαβεῖν χρήματα διʼ αἰσχρότητα.

ἐπαρθέντα ἀντὶ τοῦ ἀναπεισθέντα.

ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι. Ἄλλως. τὸ ἐξ ἐλαίου ἀλείφειν τὸ σῶμα ὅπερ εἰώθασι ποιεῖν οἱ γυμναζόμενοι. ἀντὶ τοῦ ἐλαίῳ ἀλείφειν τὸ σῶμα. Ἄλλως. ξηροτριβεῖσθαι μὲν πρότερον, ἀλείφεσθαι δὲ ὕστερον, ὡς ἀσκητῶν ἴδιον ὄν. Ἄλλως. ξηροτριβεῖσθαι· ὃ καὶ ἔτι νῦν γίνεται. ταῖς χερσὶ γάρ τινες ἔλαιον λαμβάνοντες εὐτόνως τρίβονται καὶ σχηματίζονται τὸ σῶμα γαύρως. τάχα οὖν διὰ τοῦτο οὐκ ἐπέτρεψε τοῖς δούλοις.

τούτῳ αὐτῷ κατʼ ἀμφιβολίαν ἀπὸ τοῦ ἐναντίου. οἷον διὰ τὴν ἐναντιότητα.

δημοσίᾳ οἱ δημόσιοι δοῦλοι ἦσαν ταύτην τὴν πρᾶξιν ἐγχειρούμενοι.

σωφρονίζει πῶς σωφρονίζει; τῷ μὴ διδόναι ἄδειαν αὐτῷ διαλέγεσθαι τῷ παιδί.

εἴτε ἔρωτα εἴτε ἔρως εἴτε τρόπος δέον εἰπεῖν. πρὸς τὸ προσειπεῖν τὴν αἰτιατικὴν ἐποίησεν.

ἐπειδὴ δὲ ἐνταῦθα συγκρούει αὐτὸν τοῖς δικασταῖς.

λέξομεν—ἡμεῖς πληθυντικῶς εἶπε, δέον ἑνικῶς. ἀδιάφορον κατὰ παλαιὰν συνήθειαν. φιλόσοφον δέ φησι τὸν Ὅμηρον διὰ τὸ παντοδαπὸν τῆς ὠφελείας τῆς ποιήσεως αὐτοῦ. φανερὸν δὲ ὅτι ἐκ παλαιοῦ φιλόσοφοι ἐλέγοντο οἱ ποιηταί. κοινοποιεῖ ἑαυτὸν τοῖς δικασταῖς εἰς πλείω καταφορὰν ἐκείνου

εἰ συμπέμψειεν—Τροίαν ἐμοὶ δοκεῖ λέγειν· εἰ συμπέρσειεν αὐτῷ τὴν Τροίαν.

Ὀπόεντα ἰωνικῇ ἐκτάσει τὴν Ὀπόεντα, ἤτοι τὴν Ὀποῦντα· κλίνεται δὲ ἡ Ὀποῦς, τῆς Ὀποῦντος.

ἐρεύθειν φοινίζειν τῷ αἵματι.

εἶμʼ τὸ εἶμι ἀντὶ τοῦ πορεύσομαί ἐστιν· εἰ γὰρ καὶ ἐνεστὼς εἶναι δοκεῖ, ἀλλὰ σημασίαν ἔχει μέλλοντος.

τεύχεα καὶ κεφαλὴν ἤγουν αὐτὸν τὸν Ἕκτορα· ἀπὸ μέρους τὸ πᾶν, ὥσπερ ἀλλαχοῦ λέγεται· εὗρε βίην δʼ Ὀδυσσῆος ἀντὶ τοῦ αὐτὸν τὸν Ὀδυσσέα.

εὐηγενέων ἤγουν τῶν καλὰ γένη ἐχόντων.

ἐνδυκέως ἤγουν ἐπιμελῶς.

Περιθοίδην δῆμος Περιθοίδης.

Τιμαρχώδεις τοῦτο Παρμένων ὁ κωμικὸς ἔσκωψεν εἰς Τίμαρχον τοῦτον τὸν ῥήτορα. ἦν δὲ καὶ ἕτερος Τίμαρχος Τισίου μὲν υἱὸς τοῦ Ῥαμνουσίου, Ἰφικράτους δὲ ἀδελφιδοῦς τοῦ στρατηγοῦ.

ἐν Κολλυτῷ ἑνὶ τῶν δήμων.

κατʼ αὐτῶν ἀντὶ τοῦ περὶ αὐτῶν, ὥσπερ καὶ ἐν τοῖς Φιλιππικοῖς «ὅπερ ἐστὶ μέγιστον καθʼ ὑμῶν ἐγκώμιον» ἀντὶ τοῦ περὶ ὑμῶν.

ὧν ἥκιστα ὧν ἐλάχιστα, ἀντὶ τοῦ ὧν οὐδὲ ὅλως μοι μέλει. Ἄλλως. τοὺς πολλοὺς παρήσω τῶν αἰσχρῶν, φεύγων τὰς ἀπεχθείας αὐτῶν, ἐκείνων δὲ ἐξ αὐτῶν μνησθήσομαι, ὧν οὐδέν μοι μέλει. τοῦτο δὲ εἶπεν ἴσως διὰ τοὺς πλουσίους, δεδιὼς αὐτῶν τὸ δυνατόν.

ἐδυσχέραινεν ἐμίσει.

τίς γὰρ ὑμῶν πικρὸν καὶ δριμύ.

παρήδρευεν ἑκάστῳ ἄρχοντι συναιρεῖται πάρεδρος πρὸς τὸ φυλάττειν τὰ πράγματα.

οὐκοῦν μὴ ὡς τῶν δικαστῶν ἀποκριναμένων· εἰς τοὺς πεπορνευμένους, οὕτως ἀπήντησεν.

συμμορίαν τὴν τῶν ἡταιρηκότων τάξιν.

αὐτομολήσῃς μεταφορὰ ἀπὸ τῶν ἐν τῇ συμμαχίᾳ ἢ πολέμῳ τοὺς ἰδίους λιπόντων καὶ προδόντων καὶ πρὸς ἀντιπάλους ἐλθόντων. τοῦτο γὰρ λέγεται κυρίως αὐτομολεῖν.

ὅπως ἂν εἴτε κατὰ γραμματεῖον πεποίηκεν εἴτε μή.

ἀπέστη τῆς—φιλοτιμίας ὅ ἐστιν ἐν δευτέρῳ ἔθετο τὰ τῆς δόξης καὶ ἀρετῆς.

ἐπίτιμον ἔντιμον, ἔνδοξον.

ὁ τὴν ἡλικίαν προλαβὼν ἀντὶ τοῦ ὁ πρεσβύτερος. καὶ γὰρ ἐπὶ πολὺ τῶν νεωτέρων ἑαυτῶν ἐρῶσιν ἄνθρωποι.

τὸν τοιοῦτον τὸν μισθωθέντα ἐπὶ τῷ ἑταιρεῖν.

ὁ μισθούμενος ἀντὶ τοῦ ὁ μισθωσάμενος.

ἐπωβελίαν ἐπωβελία ἐπίτιμόν ἐστι τὸ ἕκτον μέρος τοῦ τιμήματος, ὃ ἐπράττοντο οἱ γραψάμενοί τινας καὶ μὴ ἑλόντες, αὐτοῖς τοῖς γραφεῖσιν. οἱονεὶ τὸ ἕκτον μέρος τῆς καταδίκης, ὃ ἐδίδου μὴ ἀποδείξας ὁ κατήγορος περὶ χρέους ἐνάγων, ὁ δὲ παρανόμων κατηγορῶν μὴ ἀποδεικνὺς τὰς χιλίας προσώφειλεν. ἐπωβελία οὖν τὸ ἕκτον μέρος τοῦ τιμήματος, ὃ προσώφειλεν ὁ ἁλούς. ἐνομοθέτησε δὲ τοῦτο ὁ Ἀρχῖνος ἐγγράψας τῷ νόμῳ τὰ μὲν πρυτανεῖα εἶναι τοῖς δικασταῖς παρὰ τοῦ ἁλόντος, ὅ ἐστιν ἐπιδέκατον τοῦ τιμήματος, τὴν δὲ ἐπωβελίαν τῷ δημοσίῳ παρὰ τοῦ μὴ ἑλόντος. Ἄλλως. ἐπωβελία τοῦ τιμήματος τῆς δίκης ἐστὶ κατὰ δραχμὴν ὀβολὸς ἢ ὁποσονοῦν. τοῦτο ἐπωβελία λέγεται, ἣν τῷ δικαστηρίῳ δίδωσιν ὁ ὀφλών.

σοφὸς ὁ πανοῦργος καὶ δόλιος καὶ πολυμήχανος καὶ δεινός. οὐ πολλὴ ὀργή.

στεφανοῖ ἀντὶ τοῦ μέλλεις στεφανοῦσθαι. ὁ γὰρ εἰς ἀρχὴν καθιστάμενος ἐστεφανοῦτο. ἢ θύων.

χρὴ ποιεῖν οἷον τοῖς ἐλευθέροις.

παρεμβολαὶ παρεμβολὴ ἡ τῶν ὁμοίων παρένθεσις. μεταφορὰ ἀπὸ τῶν στρατηγικῶν καὶ πολεμικῶν.

πολὺς πολλὴν τοῦ Φιλίππου μνείαν ποιήσει. ἢ οὕτω· πολὺν περὶ Φιλίππου ποιήσει λόγον.

ἀντικρούσεις πρὸς ἕτερον παῖδα οἷον πρὸς κῶλά τινα καὶ ᾄσματα.

τὴν τῶν λόγων εὐφημίαν ἐπειδὴ ὑπισχνεῖται ἡμῖν ἀγαθὰ ποιήσειν πολλά, ὡς δῆλον ἐκ τούτου, ὅτι οὔπω ἦν γεγενημένη ἡ τρίτη πρεσβείᾳ οὐδὲ κατασκαφέντες οἱ Φωκεῖς. μετὰ γὰρ τὴν δευτέραν πρεσβείαν εὐθὺς ἐγένετο ἡ κατηγορία ὑπὸ Τιμάρχου καὶ Δημοσθένους κατʼ Αἰσχίνου ὡς παραπρεσβεύσαντος. ὡς ὑπεσχημένου τινὰς ὑποσχέσεις τοῖς Ἀθηναίοις τοῦ Φιλίππου χρηστάς.

μέγα φρονοῦσα ἀντὶ τοῦ πλέον ζητοῦσα τοῦ δέοντος φρονεῖν.

διεχείριζε διῴκει.

Ἀρίσταρχος περὶ τούτου πολὺς λόγος ἐν τῷ κατὰ Μειδίου λόγῳ. τούτου Δημοσθένης ἑταῖρος ἦν. φασὶ δʼ ὡς λαβὼν παρʼ αὐτοῦ φεύγοντος ἐπὶ φόνῳ παρακαταθήκην τρία τάλαντα, ταῦτα ἀπεστέρησεν. δύο δὲ φόνους ἔδρασεν ὁ Ἀρίσταρχος, πρότερον μὲν Νικόδημον, αὖθις δὲ Εὔβουλον ἀνελών.

εἰς τὴν φιλανθρωπίαν εἰς τὸ προσποιεῖσθαι αὐτοῦ εἶναι φίλος.

κατάλογον ῥητόρων ὑπʼ αὐτοῦ γεγενημένων.

φεύγει καθὸ ἐφόνευσε τὸν Νικόδημον.

προλαβών ἀντὶ τοῦ ἁρπάξας, καθὸ φεύγων κατέλειψεν αὐτῷ τρία τάλαντα, ὥστε ἀπαιτῆσαι χρεωστούμενα καὶ πέμψαι αὐτῷ ἐν τῇ φυγῇ. καὶ οὐκ ἔπεμψεν.

Νικόδημος κατὰ τοῦ κοινοῦ τὸ ἐξ ὧν.

ἔπειθʼ ὑμεῖς Σωκράτην ψεῦδος.

Κριτίαν Κριτίας Σωκρατικὸς ἀνὴρ εἷς τῶν λʹ.

ἑταίρους ἐξαιτήσεται ἀντὶ τοῦ φίλους σώσει.

ἰσηγορίας ἰσολογίας. ὡς ἐν δημοκρατίᾳ ἔχων ἰσηγορίαν ἠναντιοῦτο οὕτω κακῶς πολιτευομένῳ.

ἐργολαβῶν οἱονεὶ περιττὰ ποιῶν καὶ οἱονεὶ διὰ τούτων τῶν ῥημάτων ὥσπερ προξενῶν ἑαυτῷ πλείονας μαθητάς.

ἀντὶ τοῦ κέρδη περιποιούμενος οἱ γὰρ μαθηταὶ αὐτοῦ μισθοὺς αὐτῷ διδόασιν. ἐφʼ ὑμᾶς δὲ ἀντὶ τοῦ καθʼ ὑμῶν.

παρεμβάλλων ἀντὶ τοῦ φαυλίζων.

διατριβὴν ἀντὶ τοῦ πρόφασιν τοῦ ἔχειν πολλοὺς μαθητάς.

προαισθάνεσθαι πάνυ δεινῶς. ἐπειδὴ γὰρ ἀμάρτυρός ἐστιν ὁ ἀγών, διὰ τοῦτό φησι τὸ προαισθάνεσθαι.

τῆς πόλεως ἤγουν τῶν νόμων.

ἐπιπλήξεις ἤγουν ὀβελισμούς.

ἐφʼ ἑτέρων πραγμάτων δηλονότι.

οὐδὲ παρʼ ἑτέρου τουτέστι παρʼ οὐδετέρου.

καλὸν δʼ ἐστὶ τοῦτο καλεῖται ἐπιδιόρθωσις. φοβηθεὶς γὰρ τὸ εἰπεῖν ἀλλʼ οὐ Λακεδαιμόνιοι, χείρους γὰρ αὐτοὺς ἐκείνων ἐποίει, λύει τὸ ἀντιπῖπτον καί φησι· δέχομαι τὸ κέρδος οὐ διακρίνων τὸ πόθεν.

γερόντων ἕνα λέγει τῶν εἴκοσι ὀκτώ.

ἀρχήν καθὸ ἡ γερόντων ἀρχὴ ἐλέγετο γερουσία.

καθιστᾶσι τοῦτο πρὸς τὸν Τίμαρχον εἶπεν. ἐπειδὴ γὰρ εἶπε γέροντας, ἦν δὲ καὶ ὁ Τίμαρχος γέρων, διὰ τοῦτό φησι· καθιστᾶσι δὲ αὐτούς.

ὑποδεδειλιακότων ὑποδεδειλιακότας καλεῖ τοὺς κακῶς ζήσαντας, καθὸ ἐν δέει οὗτοι ζῶσιν ὑποπτεύοντες ἀεὶ τιμωρίαν.

χαλεποὶ οὕτω, φησίν, ἐλυποῦντο ἐπὶ τῷ θεωρεῖν τινας αἰσχύνης ἄξια τῆς πόλεως πραττομένους.

ἀνὴρ εἷς τῶν πολιτῶν Ἱππομένης ἀπὸ Κόδρου καταγόμενος. ἡ δὲ θυγάτηρ Λειμωνίς. οὕτω Καλλίμαχος.

ἡλικίαν πάλιν τὴν νεότητα λέγει ἡλικίαν.

ἐγκατῳκοδόμησεν ἀντὶ τοῦ ἐν οἰκήματί τινι ἀπέφραξεν. Ἱππομένης γὰρ τὸ μὲν γένος τῶν Κοδριδῶν, βασιλεὺς δὲ Ἀθηναίων, λαβὼν ἐπὶ τῇ θυγατρὶ μοιχὸν τοῦτον μὲν αἰκισάμενος ἀπέκτεινε, τὴν δὲ θυγατέρα καθεῖρξεν ἐν οἰκήματι μεθʼ ἵππου. ὁ δὲ λιμώττων κατέφαγε τὴν ἄνθρωπον, καὶ ὕστερον καὶ αὐτὸς ὑπὸ λιμοῦ ἀπώλετο. καλεῖται δʼ ἔτι καὶ νῦν ὁ τόπος ἐν ᾧ καθείρχθησαν Παρʼ ἵππον καὶ κόραν.

παρʼ ἵππον καὶ κόραν ἴσως ἐκαλεῖτο ἱπποκόρειον.

ἀρχαίως κοσμίως.

δημοτελῆ τὰ δημόσια. ἦσαν γὰρ καὶ ἰδιωτικὰ ἐν τοῖς οἴκοις τοῖς ἰδίοις, ὧν οὐκ ἀπείργοντο.

ἀνάπηρον βεβλαμμένην ποιῆσαι. ἐπίτασιν δὲ σημαίνει ἡ ἀνά. Ὁ μέλος τι βλαβείς, τυχὸν ἢ ὀφθαλμὸν ἢ χεῖρα ἢ πόδα ἀποβαλὼν ἤ τι τοιοῦτο.

ὀκνούντων ἢ ἀλευομένων.

ὅταν οἱ τὴν—ὅταν οἱ δικασταὶ προσκέωνται τοῖς πόρνοις καὶ ἐν αἰσχύνῃ ζῶσιν.

θαυμάζω ἀντὶ τοῦ καταγιγνώσκω, καθὰ πρὸς γενικὴν φέρεται.

ταῖς Σεμναῖς τρεῖς ἦσαν, ὧν τὰς μὲν δύο τὰς ἑκατέρωθεν Σκόπας ὁ Πάριος πεποίηκεν ἐκ τῆς λυχνίτου λίθου, τὴν δὲ μέσην Κάλαμις. οἱ δὲ Ἀρεοπαγῖται τρεῖς που τοῦ μηνὸς ἡμέρας τὰς φονικὰς δίκας ἐδίκαζον ἑκάστῃ τῶν θεῶν μίαν ἡμέραν ἀπονέμοντες. ἦν δὲ τὰ πεμπόμενα αὐταῖς ἱερὰ πόπανα καὶ γάλα ἐν ἄγγεσι κεραμείοις. φασὶ μέντοι αὐτὰς οἱ μὲν Γῆς εἶναι καὶ Σκότους, οἱ δὲ Σκότους καὶ Εὐωνύμης, ἣν καὶ Γῆν ὀνομάζεσθαι. κληθῆναι δὲ Εὐμενίδας ἐπιηρέστερον πρῶτον Ἐρινύας καλουμένας.

ἐπιγραφομένων ἐγράφετο γὰρ ἐν τοῖς ψηφίσμασιν, ὁ δεῖνα εἶπεν, Αἰσχίνης ἢ Τίμαρχος ἤ τις ἕτερος.

ὁ γὰρ περὶ τῶν—ὁ γὰρ ὑπεριδὼν τοὺς νόμους τοὺς κειμένους περὶ τῶν μεγίστων πραγμάτων καὶ τὴν σωφροσύνην ὥσπερ ἐν ἕξει τινὶ γίνεται τοῦ ἀδικεῖν, καὶ τὰ ἑξῆς.

ἀνατετροφότας ἀπὸ τοῦ ἀνατρέπω. καὶ Ἀριστοφάνης «τὰς δʼ ἐμβάδας πῇ τέτροφας, ἀνόητε σύ;» ἤγουν ἔρριψας, ἀπώλεσας.

μηδὲν ἱκανὸν ἡγεῖσθαι ἀντὶ τοῦ μηδενὶ ἀρκεῖσθαι διὰ τὴν ἀσωτίαν.

ἐπακτροκέλητα κέλης καὶ ἐπακτρὶς εἴδη πλοίων εἰσίν. καὶ ἐξ αὐτῶν σύνθετον ἐπακτροκέλης, λῃστρικὸν πλοῖον. Ἄλλως. πλοιάριον λῃστρικόν. εἴρηται δὲ οὕτω παρὰ τὸν κέλητα, ὅπερ ἐστὶν εἶδος πλοίου μικροῦ, ὡς ἔγνωμεν ἐν τῇ αʹ Θουκυδίδου καὶ τὴν ἐπακτρίδα ἥτις ἐστὶ πάλιν εἶδος πλοίου μᾶλλον λῃστρικοῦ.

ἐπαρεῖ ἐρεθίσει, προτρέψεται.

ὁ καιρὸς οἱονεὶ τὸ μὴ γενέσθαι πολλοὺς τοιούτους.

ἀποσκήψατε τὴν ὀργὴν συνεσβάλλετε. ἤγουν δίκην κεραυνοῦ ἐνεπέσετε καὶ οἱονεὶ ἐξαγάγετε τὴν ὁρμήν. οἷον ἐγκατασκήψατε καὶ ἐξαγάγετε τὴν ὁρμήν.

βοηθείαις ταῖς ἐπὶ τῶν δικαστηρίων δυνάμεσι.

τινες οἱ πάσχοντες δηλονότι.

ἐξαμαρτάνωσιν ἀντὶ τοῦ πάσχωσιν αἰσχρῶς. ὑποκατιὼν γὰρ καὶ περὶ τῶν ποιούντων λέγει.

ὁ νόμος ἀληθὲς τοῦτο· φησὶ γὰρ καὶ Λυκοῦργος δοκιμάζεσθαι δεῖν οὐ πάντας ἐπὶ τῷ ἑταιρῆσαι, ἀλλὰ τοὺς πολιτευομένους ῥήτορας καὶ τὰ ψηφίσματα γράφοντας.

τοὺς δὲ τῶν νέων ἰδοὺ ἐνταῦθα περὶ τῶν ποιούντων λέγει. ἡ δὲ σύνταξις οὕτως ἔχει· τοὺς δὲ τῶν νέων θηρευτὰς, ὅσαι ἐξ αὐτῶν ῥᾳδίως τούτῳ τῷ νοσήματι ἁλίσκονται, αὐτοὺς κελεύετε τρέπεσθαι εἰς τοὺς μετοίκους. καθʼ ὑπόθεσιν δὲ ὁ λόγος, ὡσανεὶ ἔλεγεν· εἰ δεῖ συγχωρεῖν τοῦτο ὅλως γίνεσθαι, εἰς τοὺς μετοίκους, ἀλλὰ μὴ εἰς τοὺς πολίτας. τὸ δὲ ἁλίσκονται ἀντὶ τοῦ εὐχερεῖς εἰσιν εἰς τὸ ἐρᾶν.

εἰ οὖν βουλήσεσθε κ. τ. λ. λείπει ταῦτα ἔν τινι τῶν ἀντιγράφων.