ΚΑΤΑ ΚΤΗΣΙΦΩΝΤΟΣ
τὴν μὲν παρασκευὴν ὅτι οὐ δεῖ μεταφορικοῖς ὀνόμασι κεχρῆσθαι ἐν τοῖς προοιμίοις. πῶς οὖν Αἰσχίνης ἐχρήσατο παράταξιν εἰπὼν καὶ παρασκευήν; τὴν τῶν παρακεκλημένων σπουδήν. παρασκευὴν δὲ εἶπεν ὡς καθʼ ἑαυτοῦ γινομένην, δέησιν δὲ ὡς πρὸς τοὺς δικαστάς. φησὶ γάρ, ἐμοὶ μὲν ἀπειλοῦσιν, ὑμῶν δὲ δέονται.
τὴν παράταξιν ἀντὶ τοῦ σύνταξιν καὶ παρακλήτων καὶ συναγωνιστῶν σπουδήν. δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ νόημα ἐν τῷ τῆς παραπρεσβείας, εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως· «ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε». καὶ τὰ ἑξῆς.
τὰ μέτρια καὶ τὰ συνήθη μέτρια τὰ προσήκοντα, τὰ καθήκοντα· συνήθη δὲ τὸ ἐξ ἴσου ἀκροᾶσθαι καὶ μηδὲν παρὰ τὸ δίκαιόν τινι χαρίζεσθαι. Ἄλλως. ἀντὶ τοῦ τὰ δίκαια· συνήθη δὲ τὰ εἰθισμένα τῇ δημοκρατίᾳ, ὅ ἐστι τὰ ἴσα.
τὴν βουλὴν τοὺς πεντακοσίους πρὸς διαστολὴν τῆς Ἀρειοπαγιτικῆς βουλῆς, ἥτις ἦν ἀδιάδοχος.
τῷ πρεσβυτάτῳ τῷ ὑπὲρ πεντήκοντα ἔτη.
οὐκ ἐκ τοῦ δικαιοτάτου ἑκάστη φυλὴ κατὰ μῆνα ἐπρυτάνευε, καὶ ταύτης τινὲς ἦσαν πρόεδροι, καὶ τούτων πρῶτος ὁ ἐπιστάτης, ὃς πρῶτος ἐπεψήφιζεν. ἦσαν δὲ οὗτοι κληρωτοί. φησὶν οὖν ὅτι οὐ κληρωτοὶ ἦσαν οἱ ἐπιψηφίσαντες οὐδὲ νομίμως εἰληχότες προεδρεύειν, ἀλλὰ κατασκευαστοὶ καὶ ἐγκάθετοι σπουδασταί. εἰκὸς δὲ πανουργεῖσθαι περὶ τὰς διακληρώσεις τινάς, καὶ ὑπωνεῖσθαι τοὺς κλήρους, καὶ ἄλλως πως πραγματεύεσθαι πρὸς τὸ δοκεῖν εἰληχέναι. ἐγίνοντο γάρ τινες, ὡς εἴπομεν, κληρωτοὶ ἐξ ὅλου τοῦ δήμου πρόεδροι. οὗτοι δὲ μετὰ τῆς προεδρευούσης φυλῆς ἐκάθηντο καὶ ἐπεψήφιζον τὰ δοκοῦντα τῇ ὅλῃ βουλῇ.
ὄντως οἱονεὶ ἀληθῶς καὶ οὐ κεκακουργημένως. λάχῃ δὲ κληρούμενος ἀντὶ τοῦ ἀπὸ κλήρου σχῇ τὴν ἐξουσίαν τοῦ προεδρεύειν.
τὸ κάλλιστον τοῦτο δὲ ὡς δημοτικὸν ἐπαινεῖ. ἔστι δὲ προσαγωγὸν τῶν δικαστῶν, εἰ μὴ τοὺς πλουσίους καλεῖ, ἀλλὰ τὸν βουλόμενον.
οἱ πρόεδροι πρόεδροι ἐλέγοντο οἱ δέκα ἄνδρες οἱ καθʼ ἑκάστην πρυτανείαν τὰ τῆς ἐκκλησίας διοικοῦντες. οὕτω δὲ ἐκαλοῦντο, ὅτι τῶν ἄλλων ἁπάντων προήδρευον. ἦσαν δὲ πρυτανεῖαι δέκα, ὅσαι καὶ Ἀθηναίων φυλαί, εἶχε δὲ ἑκάστη φυλὴ πρυτάνεις πεντήκοντα, οἳ τὰ ὅλα διῴκουν ἡμέρας τριάκοντα πέντε. οὗτοι δὲ διῃροῦντο εἰς δεκαδαρχίας πέντε τῶν προέδρων λεγομένων, οἳ ἡμέρας ἑπτὰ διῴκουν τὰ πολιτικά, καὶ προήδρευον κατὰ μέρος. καὶ οὕτω τρεῖς ἦσαν τῆς διοικήσεως ἄμοιροι. ὁ δὲ μίαν ἡμέραν τὰ ὅλα διοικῶν ἄρχων ἐφήμερος καὶ ἐπιστάτης ἐκαλεῖτο. ἔγνωμεν καὶ τοῦτο ἐν τοῖς Δημοσθενικοῖς, ὅτι ἑκάστη τῶν δέκα φυλῶν τριάκοντα ἐξ ἡμέρας διῴκει τὴν πόλιν, καὶ αὐτὴ εἶχε τὴν προεδρίαν τῶν ἄλλων. πάλιν δὲ καὶ αὐτῆς τῆς προεδρευούσης φυλῆς ἦσάν τινες τιμιώτεροι, οἱ πρόεδροι, οἵτινες διʼ ἑαυτῶν διῴκουν ἐν αὐταῖς ταῖς ἡμέραις πάντα τὰ καθήκοντα τῇ αὑτῶν φυλῇ.
τὸ δέκατον μέρος δέκα γὰρ ἦσαν φυλαὶ καθεσταμέναι Ἀθήνησιν ἀπὸ τῆς Κλεισθένους πολιτείας, εἰς ἃς ἅπαντες ἦσαν Ἀθηναίων διανενεμημένοι. ἔοικε δὲ ἡ βουλὴ πόλις εἶναι μικρά· ἔστι γὰρ ἐκ τῶν δέκα φυλῶν καὶ ὅλη ἡ πόλις. τὸ γὰρ δέκατον μέρος ταύτης δέκατον μέρος ἐστὶ τῆς πόλεως.
τοιούτων, ὁποίους τὸ ἐπαχθὲς ἔφυγεν, ἵνα μὴ λυπήσῃ.
τυραννίς τυράννους ἔλεγον καὶ τοὺς βασιλεῖς.
ὀλιγαρχία ταύτην τινὲς ἀριστοκρατίαν λέγουσιν.
τῶν ἐφεστηκότων τῶν προεστώτων.
παρρησίας ὅ ἐστιν ἐλευθερίας.
δίκαιον ἀντὶ τοῦ δικαίωμα.
περὶ μὲν— ἡ προκατασκευή.
ἐλπίζω ἀντὶ τοῦ νομίζω.
ἐν γὰρ τοῖς— ἡ κατάστασις.
προσόδους οἷον τὸ θεωρικόν.
προσλαμβάνοντες ἀντὶ τοῦ φίλους κτώμενοι.
εὐθύναις εὔθυναι αἱ τῶν δικαιωμάτων ἐξετάσεις. οἱ ἀπολογισμοί.
τῶν ἀρχόντων τῶν λογιστῶν. λογισταὶ δὲ ὄνομα ἀρχῆς. δέκα δὲ τὸν ἀριθμὸν ἄνδρες ἦσαν, παρʼ οἷς οἱ πρεσβεύσαντες ἤ τι δημόσιον διοικήσαντες ἤ τινα ἀρχὴν ἄρξαντες ἐδίδοσαν τὰς εὐθύνας. εὔθυναι δὲ αἱ τῶν διῳκημένων ἐν ταῖς ἀρχαῖς δοκιμασίαι καὶ ἐξετάσεις καὶ ἀπολογισμοί.
τὰς εὐθύνας ὠφληκὼς ὥσπερ λέγομεν εὐθύνας δέδωκεν, ἐὰν μὴ ἄμεμπτος εὑρεθῇ, οὕτω καὶ ὠφληκώς, ἐὰν ἀδικήσας ὀφθῇ.
κατιδὼν ἀρχὴ τοῦ νομίμου κεφαλαίου.
τοὺς ὑπευθύνους τοὺς μήπω λόγον τῶν διῳκημένων ἀποδεδωκότας.
προβάλλονται προκάλυμμα ποιοῦνται τῆς αἰσχύνης.
τὸ μέτριος εἶπε πρὸς τὸ ἀναιδεῖς, ὅπερ οὐ λέγει μὲν φανερῶς, διὰ δὲ τοῦ εἰπεῖν «Κτησιφῶν δὲ ὑπερπηδήσας» παραδηλοῖ. ἔχει δὲ οὕτω· τῶν τὰ παράνομα περὶ τοῦ στεφανοῦν τοὺς ὑπευθύνους γραφόντων οἱ μέν εἰσι μέτριοι προσγράφοντες καὶ τοῦτο· ὅτι ἐπειδὰν τὰς εὐθύνας δῷ, οἱ δὲ ἀναιδεῖς, οἷος ὁ Κτησιφῶν, ὑπερπηδῶντες καὶ τὸν νόμον τὸν ἀπαγορεύοντα καὶ τὴν πρόφασιν, ἤγουν τὸ προσγράψαι· ἐπειδὰν δῷ τὰς εὐθύνας, κελεύοντες δὲ ἁπλῶς στεφανοῦν τοῦτον, κἂν οἱῳδήτινι νόμῳ ὑπεύθυνος τύχοι ὤν.
προσγράφουσι τὸ προσγράψαι ἐπειδάν τις εὐθύνας δῷ.
λόγον ἀντὶ τοῦ ἀπολογίαν, ὡς καὶ ἐν τοῖς Φιλιππικοῖς ὁ Δημοσθένης· «οὐδὲ λόγος οὐδὲ σκῆψις».
Κτησιφῶν δὲ εἰπὼν οἱ μὲν μέτριοί εἰσιν, ἔδει ἐπενεγκεῖν οἱ δὲ ἀναιδεῖς, ὧν ἐστι Κτησιφῶν. ὁ δὲ οὐχ οὕτως ἐποίησεν, ἀλλʼ «οἱ μὲν φύσει μέτριοι, Κτησιφῶν δέ, ὦ Ἀθηναῖοι, ὑπερπηδήσας τὸν νόμον» καὶ τὰ ἑξῆς.
ὑπερπηδήσας ὑπερβάς.
μεταξὺ Δημοσθένην ἄρχοντα ἀντὶ τοῦ ἐν αὐτῷ τῷ καιρῷ τῆς ἀρχῆς, ἢ μεταξὺ τοῦ χρόνου τοῦ εἶναι αὐτὸν ὑπεύθυνον. Ἄλλως. οἷον κατὰ μέσον ἄρχοντα, μεσοῦντα τῆς ἀρχῆς.
ἕτερον οὐδένα προεῖπε τῶν ἀδικούντων λόγον. πῶς οὖν φησι καὶ ἕτερον;
ἀρχὰς τρεῖς εἰσιν Ἀθήνησιν ἀρχαί, αἵ τε κληρωταί, καὶ ἃς ὁ δῆμος ἐν ἀρχαιρεσίαις χειροτονεῖ, αἵ τε κατὰ καιροὺς φυλακαὶ καὶ τειχῶν ἐπισκευῆς καὶ ὅσα τοιαῦτα. αἱροῦνται δὲ ταύτας καὶ φυλαὶ καὶ δῆμοι. τὸν γὰρ Δημοσθένην καὶ τειχοποιὸν εἵλετο Πανδιονὶς φυλή. τούτων δὴ τῶν τριῶν τὰς τελευταίας ἴσως φησὶ καλοῦσιν ἐπιστασίας καὶ πραγματείας, ὧν μίαν ὁ Δημοσθένης ἔπραττε. δείκνυσιν οὖν κατὰ τοὺς νόμους ἀρχὰς αὐτὰς λεγομένας καὶ συμπάσας τὰς ὑπὲρ μῆνα ἐπιστασίας.
ἀποκληροῦσιν ἀντὶ τοῦ διὰ κλήρου αὐτοῖς παρέχουσι τὴν ἀρχὴν ἐν τῷ Θησείῳ, ἴσως τῶν θεσμοθετῶν ἀεὶ χειροτονούντων εὐτελεῖς τινας διοικήσεις, ὡς πρὸς τιμὴν τοῦ Θησέως τοῦ οἰκιστοῦ, οὗτινος τὰ ὀστᾶ ἐκεῖ ἔκειτο. νόμος δʼ ἦν τοὺς ἀποφυγόντας τῶν οἰκετῶν εἰς τὸ τοῦ Θησέως τέμενος ἀτιμωρήτους εἶναι. οἱ δὲ θεσμοθέται τῶν ἐννέα ἀρχόντων εἰσί, τὸν ἀριθμὸν ὄντες ἕξ. διαλλάσσουσι δʼ αὐτῶν οἱ καλούμενοι νομοφύλακες.
Θησείῳ δύο Θησεῖα ἐν τῇ πόλει· … ὃ ἦν αὐτοῦ κενοτάφιον ποιήσαντες καὶ ἔξω τῆς πόλεως, ὃ ἔκτισεν αὐτῷ Κίμων, ὅτε κατήνεγκεν αὐτοῦ ἀπὸ Σκύρου τὰ ὀστᾶ. ἔφυγε δὲ διὰ τὸν Ἱππολύτου θάνατον, ὑπὸ Λύκου κατηγορηθείς.
ἐν ἀρχαιρεσίαις ἀρχαιρεσίαι ἐκαλοῦντο αἱ ἡμέραι ἐν αἷς οἱ ἄρχοντες ἐπεχειροτονοῦντο. —ὡρισμένας τινὰς κατʼ ἐνιαυτόν, παρὰ τὸ τὰς ἀρχὰς ἐν αὐταῖς αἱρεῖσθαι, ὅ ἐστι χειροτονεῖν.
ἐν ᾧ ὑπερβὰς τὰς χειροτονητάς φησιν ἀρχὰς καὶ τοὺς ἐπιστάτας καὶ τούσδε καὶ τούσδε οὐ διακονεῖν, ἀλλʼ ἄρχειν δοκιμασθέντας.
ἡγεμονίας δικαστηρίων οἷον ἐξουσίαν τοῦ καταδικάζειν τοὺς ὑπαιτίους. ἄρχοντες ἕκαστοι εἰσῆγόν τινας δίκας εἰς τὸ δικαστήριον. ἐκαλεῖτο δὲ τοῦτο ἡγεμονίαν δικαστηρίου. Ἄλλως. αἱ ἀρχαί, αἳ λαμβάνουσιν ἡγεμονίαν δικαστηρίου. τί δʼ ἔστι τοῦτο; ὑπάρχει τις βασιλεύς, θεσμοθέτης, τειχοποιός, λογιστής. οὗτοι τοὺς ὑφʼ αὑτοὺς ἐκκληροῦντες δικαστήριον εἰσάγουσιν εἰς τοῦτο, οἷον ὁ λογιστὴς τοὺς ἄρχοντας κληρώσας δικαστήριον, οὗ προέστη τε καὶ εἰσάγει· καὶ πάλιν ὁ θεσμοθέτης. διὸ καὶ παρʼ Ἀριστοφάνει δικαστής φησιν· ὁ θεσμοθέτης. ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω.
οὐ διακονεῖν ἀντὶ τοῦ οὐ διακόνους τούτους οἶδεν ὁ νομοθέτης. οὐχ ὅτι ἐν τῷ νόμῳ γέγραπται μὴ διακόνους εἶναι, ἀλλὰ τοῦ νόμου λέγοντος τούσδε καὶ τούσδε ἄρχειν δοκιμασθέντας ὑπολαβών φησιν οὐ διακονεῖν, ἀλλʼ ἄρχειν δοκιμασθέντας.
ἐπειδὴ ὃ λέγει τοιοῦτόν ἐστιν· ἐπειδὴ οἱ ἀποκληρούμενοι δοκιμάζονται, οὐκοῦν πολὺ πλέον δεῖ δοκιμάζειν καὶ τοὺς χειροτονητούς.
εὐθύνας τὰς κατὰ τῶν ἀρξάντων ἢ δημόσιόν τι διοικησάντων ἀρχάς.
τὸν γραμματέα γραμματέα λέγει τὸν εἰωθότα ἐν τῷ κοινῷ τὰ τοῦ δήμου γράμματα ἀναγινώσκειν.
τοὺς λογιστὰς λογιστὴς ἑκάστης φυλῆς εἷς. γραμματέα δὲ ἕκαστοι εἶχον. λέγει οὖν νῦν τὸν τῶν λογιστῶν. Ἄλλως. ἄρχοντες ἦσαν δέκα ᾑρημένοι καλούμενοι λογισταί, οἷς λόγον οἱ ὑπεύθυνοι τῶν διαχειρισθέντων ἐδίδοσαν. καὶ ἐδίκαζον αὐτοὶ τὰς εὐθύνας.
πρὸς δὲ Δημοσθενικῶς προδιαβάλλει τὴν ἀντίθεσιν, μετὰ ἤθους δέ. ἔστι δὲ κατὰ ῥητὸν καὶ διάνοιαν. φησὶ γὰρ ὁ Αἰσχίνης ὅτι ὑπεύθυνος εἶ· τειχοποιὸς γὰρ εἶ. ὁ δὲ Δημοσθένης τειχοποιὸς εἶναι συντρέχει, τὸ δὲ τὰ γὰρ ἴδια ἀνάλωσα διάνοια τοῦ ῥητοῦ ἐστι, καὶ ἀμφισβητεῖται, ποῖα ἀνάλωσε, τὰ ἴδια ἢ τὰ κοινά.
τηλικαύτῃ ἐν γὰρ τῇ μεγάλῃ ἐνδέχεται καὶ λαθεῖν.
ὁπωσοῦν διʼ ἥντινα πρόφασιν, ὁποία ποτʼ ἂν ᾖ.
παραδόξων τῶν παρὰ τὴν δόξαν, περὶ ὧν οὐκ ἄν τις προσδοκήσειεν οὐδʼ ὑπολάβοι.
γένη γένη οὐ τὰς συγγενείας καλεῖ, ἀλλὰ ταῦτα ὧν οἱ μετέχοντες γεννῆται καὶ ὁμογάλακτες καλοῦνται. εἰσὶ δὲ ὥσπερ πατριαί τινες, ἱερωσυνῶν κοινωνίας ἔχουσαι.
Εὐμολπίδας Εὐμόλπου ἀπογόνους. ἐγένετο δὲ Εὔμολπος Μουσαίου υἱὸς ἢ μαθητής, τοῦ τὰ μυστήρια εὑρηκότος. οἱ Εὐμολπίδαι γένος εἰσὶν ἀπὸ Εὐμόλπου. οὗτοι εἰσιν οἱ μυοῦντες· ἐκ τούτων γίνεται δᾳδοῦχος, ἱεροφάντης. οἱ δὲ Κήρυκες καὶ αὐτοί εἰσι τῶν περὶ τὰ μυστήρια. καὶ τοῦτο δὲ τὸ γένος ἀπό τινος ὀνομαστικῶς λεχθέντος Κήρυκος. Ἄλλως. γένη καὶ πατριαί τινες διάσημοι, ἀφʼ ὧν Ἀθήνησιν ἱεροφάνται μὲν τῆς Δήμητρος ἀπὸ Εὐμολπιδῶν, δᾳδοῦχοι δʼ ἀπὸ Κηρύκων.
ἐγένετο μὲν οὖν πρῶτος ἱεροφάντης Εὔμολπος, Κηρύκων δὲ τέσσαρα γένη, πρῶτον μὲν οἱ παναγεῖς ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ καὶ Πανδρόσου τῆς Κέκροπος, δεύτερον οἱ κατὰ τὸν ἀγῶνα, τρίτον οἱ περὶ τὰς τελετὰς ἀπὸ τῶν Εὐμολιδῶν γένους, τέταρτον οἱ κατὰ τὴν ἀγορὰν καὶ τὰ ὤνια.
διαχειρίσαντας τοῦτο καθʼ ὑπόκρισιν προενήνεκται. ἀποτείνεται γὰρ πρὸς τὸν Δημοσθένην ὡς αὐτὸν κεκλοφότα ἐκ τῶν δημοσίων καὶ ἱκανῶς σεμνυνόμενον ἐπὶ τοῦ ἀναλωκέναι ἐκ τῶν ἰδίων.
στεφανωθήσεται τὸ τοιοῦτο σχῆμα ἐπερώτησις φαίνεται, ὅταν τις αὐτὸς ἐπερωτᾷ ἑαυτὸν καὶ ἀποκρίνηται. τοῦτο δὲ ὁτὲ μὲν γίγνεται διηγηματικόν, ὁτὲ δὲ μιμητικόν. διηγηματικὸν μὲν οὕτως· ἴσος δή τις ὑπολαβών φησιν· οὐκ ἄρα στεφανωθήσεται, μιμητικὸν δέ, ὅταν μηδὲν προειπὼν ἀπʼ αὐτοῦ τοῦ ἐρωτήματος εἰσβάλῃ, ὡς νῦν πρὸς τὸ ἐρώτημα ἀπεφήνατο.
οὐδὲ γὰρ πάτριον— δηλοῖ διότι οὐκ ἔστι πάτριον στεφανοῦσθαι τὴν βουλὴν πρὸ τῶν εὐθυνῶν.
ἐκποίητον τοῦτο διφορεῖται· ἐὰν μὲν γὰρ παρʼ ὄνομα ᾖ, προπαροξύνεται, ἐὰν δὲ παρὰ ῥῆμα, ὀξύνεται.
δέκα τάλαντα—εἰληφὼς οὐ λέγει ὅτι δέδωκεν ἡ πόλις εἰς ἀνάλωμά σοι δέκα τάλαντα· οὐ γὰρ ρ τάλαντα εἰς τὰ τείχη ἔμελλεν δαπανᾶν, ἀλλʼ αἰνίττεται ὅτι πολλὰ κλέψας ἐκ τῶν θεωρικῶν ὀλίγα ἡμῖν χαρίζῃ.
ἀλλʼ ὕστερος πολιτεύου μὴ μείζονα σαυτὸν ἄγειν τῆς ἀπὸ τῶν νόμων ἐξουσίας, ἀλλὰ ταπεινότερον.
τὴν ἐπὶ τῷ θεωρικῷ ἀρχὴν χρήματα θεωρικὰ Ἀθηναῖοι διενείμαντο πρῶτον δραχμὴν ἑκάστῳ Περικλέους εἰσηγησαμένου. ὕστερον καὶ πολλὰ ἅμα χρήματα διενείμαντο ἐπὶ τῇ τοῦ θεωρικοῦ προφάσει, τὰ μὲν Διοφάντου, τὰ δὲ Εὐβούλου διανέμοντος, τὰ δὲ χρήματα τὰ θεωρικὰ εἰς στρατιωτικὰ μεταβάλλειν ἔπεισε πρῶτος Δημοσθένης.
ἐκκλησίᾳ τρεῖς γὰρ ἐκκλησίαι κατὰ μῆνα ἐγένοντο.
πρῶτον μὲν τοίνυν—τῷ δήμῳ πρότερον μέν, φησίν, ἀντιγραφεύς τις ἦν τῷ δήμῳ τὰς προσόδους ἐκλογιζόμενος. οὐ περὶ Δημοσθένους λέγει ἀλλʼ ἔθος τι ὂν Ἀθήνησιν. Ἄλλως. οἷον τὰ ἴσα ἀπογράφων ὧν λαμβάνει παρὰ τῶν συντελεστῶν, καὶ παρέχων αὐτοῖς ὡς νῦν λέγομεν τὰς ἀποχάς, ὡς καὶ ἐν τῷ κατὰ Ἀνδροτίωνος ἔγνωμεν. ἀντιγραφεῖς δὲ διττοὶ ἦσαν, οἱ μὲν τῆς διοικήσεως, οἱ δὲ τῆς βουλῆς.
διὰ δὲ τὴν πρὸς Εὔβουλον γεν. πίστιν ἴσως Εὔβουλος ἐπὶ τῶν θεωρικῶν γενόμενος ἐπιστεύετο τὸ σύμπαν καὶ οἱ ἀπʼ αὐτοῦ λοιπόν, τέως Ἡγήμων τις τὸν περὶ τοῦ ἀντιγραφέως νόμον εἰσηγήσατο. Ἄλλως. τοῦτο ὡς ἀντιπῖπτον βούλεται λῦσαι. ἵνα γὰρ μὴ εἴπῃ ὁ Δημοσθένης ὅτι οὕτως εὔνους ἤμην τῇ πόλει, πολλάς μοι ἀρχὰς ἐπίστευσε, λύει λέγων ὅτι οὐ διὰ τὴν εὔνοιαν τὴν σήν, ἀλλʼ ἐπειδὴ ἔθος τοῦτο ἐγένετο ἀπὸ Εὐβούλου. οὗτος γὰρ πολιτευόμενος ἦρχε τῶν θεωρικῶν, καὶ διὰ τὴν εὔνοιαν αὐτοῦ καὶ ἄλλας διοικήσεις αὐτῷ ἐπίστευσεν οἷον καὶ τὴν τοῦ ἀντιγραφέως ἀρχήν. ἐκ τούτου λοιπὸν καὶ εἰς τοὺς ἀναξίους ἔδραμε τὸ ἔθος.
πρυτανείαν ἣ ἦν ἡμερῶν τριάκοντα πέντε, ὡς ἄνω εἴπομεν.
ἀποδεκτῶν ἀποδέκται ἦσαν οἱ δεχόμενοι τὰ χρήματα τῶν καταβολῶν, εἴ τις ἐχρεώστει τῷ δημοσίῳ ἀπὸ καταδίκης. ὁδοποιοὶ δὲ οἱ ἐπιμελούμενοι τῆς καθαρότητος τῶν ὁδῶν τῆς πόλεως. Ἄλλως. οὗτοί εἰσι ταμίαι εἰσφορὰς καὶ φόρους παραλαμβάνοντες. τὰς ἀρχὰς ἐξηγεῖται ἃς εἶχον οἷον τὰς λειτουργίας ἢ τὰ σκεύη ἀποδέχεσθαι, τὰ νεώρια ἐφορᾶν, τὰς ὁδοὺς ποιεῖν ἐκ τῶν χρημάτων ἀναλίσκοντες.
ἐπιβολὰς οἷον ζημίας καὶ πρόστιμα καὶ καταδίκας τοῖς ὑπʼ αὐτόν, ὅπερ ἐστὶν ἔργον τῆς ἀρχῆς. Ἄλλως. οἷον καὶ ἐζημίου χρήμασιν οἷς ἐβούλετο· τοῦτο δὲ ποιεῖν τοῖς ἄρχουσιν ἔξεστιν. Ἄλλως. ἐπιβολὴν λέγουσιν ἣν ἡ ἀρχὴ ζημίαν ἐπιτίθησιν, ἡνίκα ἐν τοῖς θεάτροις κηρύττει οἷον· ἐπιβάλλει ὁ ἄρχων τῷ δεῖνι ποιητῇ τοσόνδε, ἂν μὴ τὸν χορὸν εἰσάγῃ.
ἀγορὰν ποιῆσαι οἷον ἀθροῖσαι παρὰ τὸ ἐγείρειν ἐκκλησίαν.
ἱσταμένου καλῶς τὸ ἱσταμένου μηνός, ἐπειδή ἐστι καὶ δευτέρα φθίνοντος.
ἀντιδιαπλέκει οἷον ἄλλο ἀντʼ ἄλλου εἰσάγει. μὴ δυνάμενος γὰρ δεῖξαι ὅτι οὐκ ἦν ὑπεύθυνος, λέγει ὅτι ἀλλʼ οὐχ ὑπὸ τῆς πόλεως ἐχειροτονήθην, ἀλλʼ ὑπὸ τῆς φυλῆς μου. Ἄλλως. ἀντιτίθησι καὶ διαμάχεται μετὰ πανουργίας.
ὡς οὔτʼ—δήμου ἀντὶ τοῦ οὔτε κληρωτὸς ἐγένετο οὔτε αἱρετός.
τριττύες ὅ ἐστι τὸ τρίτον μέρος τῆς φυλῆς. πολλάκις γὰρ ἡ πᾶσα φυλὴ ὑπὲρ ἑαυτῆς ἕνα προεβάλλετο· πολλάκις δὲ καὶ ἓν ἕκαστον μέρος τῶν τριῶν τῆς φυλῆς ἕνα ὑπὲρ ἑκάστου μέρους. καὶ οἱ δῆμοι οἱ μερικοὶ οἷον ὥσπερ αἱ κῶμαι. τοῦτο δὲ εἶπεν, ὡς ὅτι οἱ δῆμοι ἐξ αὑτῶν αἱροῦνταί τινα, ἵνα ὑπὲρ τοῦ δήμου αὑτοῦ τοῦ μερικοῦ φροντίζῃ. Ἄλλως. τὰ τρία μέρη τῶν φυλῶν καὶ οἱ ἡγεμόνες τριττύαρχοι.
ὁ δὲ ῥήτωρ κατʼ εἰρωνείαν εἴρηται, μᾶλλον δὲ κατʼ ἀλήθειαν. βούλεται γὰρ αὐτὸν εἶναι ῥήτορα διὰ τὸ χρήσιμον αὑτοῦ, ἐπειδὴ λέγει, διὰ τί μὴ αὐτὸς ἀπολογεῖται ὑπὲρ ἑαυτοῦ, ἀλλὰ τὸν Δημοσθένην εἰς συνηγορίαν ἐκάλει;
τοὺς ἀντιδίκους διὰ τὸ μὴ ἔχειν αὐτοὺς ἀντιλέγειν πρὸς τὰ προειρημένα.
ὡς τοίνυν— ἐπλήρωσε τὸν νόμον τὸν κελεύοντα τοὺς ὑπευθύνους μὴ στεφανοῦν. ἄρχεται δὲ ἐντεῦθεν τοῦ ἑτέρου νόμου τοῦ κελεύοντος ὃν ἂν στεφανοῖ ὁ δῆμος μὴ ἐν τῷ θεάτρῳ ἀλλʼ ἐν τῇ ἐκκλησίᾳ ἀνακηρύττεσθαι.
διαρρήδην φανερῶς, διωρισμένως.
οὗτος ἐπὶ τὸ δεύτερον νόμιμον μεταβαίνει.
ἐργολαβεῖν ἵνα διὰ τοῦ ἐν τῷ θεάτρῳ στεφανοῦσθαι ἔχῃ ἑαυτῷ τοὺς παρέχοντας τὰ χρήματα, ὡς δυνατῷ καὶ τιμωμένῳ ἐν τῇ πόλει.
ἐν τῷ δήμῳ ἀντὶ τοῦ δήμου θεωρουμένου καὶ οὐχὶ ἐν τῷ θεάτρῳ ξένων παρόντων.
Πυκνὶ ὁ τόπος, ἐφʼ οὗ ἡ ἐκκλησία ᾠκοδόμητο, Πνὺξ ἐκαλεῖτο. ἦν δὲ τόπος ὑψηλὸς καὶ νεφώδης. Πνὺξ τόπου ὄνομα, ἐν ᾧ ὁ δῆμος ἐκκλησιάζων συνήγετο.
νόμον θέλει εἰπεῖν τὸν περὶ τῶν ξένων, ὅτι κελεύει ὁ νόμος τὸν ξενικὸν στέφανον ἐν τῷ θεάτρῳ ἀναγορεύεσθαι. τοῦτον γὰρ καλεῖ Διονυσιακόν. ὁ δὲ Δημοσθένης διακόψας τὸ ἥμισυ τοῦ νόμου τοῦ πολιτικοῦ τὸ ἥμισυ παρενέβαλε τὸ τῶν ξένων, ὡς ἔγνωμεν ἐκεῖσε ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, διὸ ἐπάγει μέρει τινὶ λέγων.
τῶν ἐπωνύμων τῶν δέκα λέγει, ἀφʼ ὧν αἱ φυλαὶ τὰς ὀνομασίας ἔχουσιν.
ἐπιγράψαντας οἱονεὶ ὑποβαλόντας.
διαχειροτονίαν οἱονεὶ διάσκεψιν.
νομοθέταις δηλονότι πρὸς τὸ κρίνειν.
ὁ ἕτερος τῶν νόμων ἀντὶ τοῦ ὁ διονυσιακὸς νόμος, ᾧ χρῆται Δημοσθένης.
οἱ νόμοι πάλιν πληθυντικῶς εἶπεν ἀντὶ ἑνικοῦ.
γιγνομένων—τραγῳδῶν ἀντὶ τοῦ ἀγωνιζομένων τῶν τραγικῶν.
ὑποκηρυξάμενοι ἀττικῶς ἀντὶ τοῦ κηρύξαντες. χαίρουσι γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τοῖς παθητικοῖς.
μάρτυρας—ποιούμενοι εἰρωνείας καὶ ἤθους μεστὸς ὁ λόγος.
ὃ δʼ ἦν ἐπιφθονώτατον λείπει, τοῦτο προσθήσω. εὑρημένοι δὲ ἀντὶ τοῦ ποιούμενοι. ἐπιφθονώτατον δὲ ἀντὶ τοῦ ἐπίμεμπτον. τοῦτό φησι· τινὲς ἐνταῦθα ἑαυτοῖς κατεσκεύαζον, προσποιούμενοι εἶναι πρόξενοι πόλεων τινῶν, ἵνα αὗται αἱ πόλεις πέμπωσιν αὐτοῖς στεφάνους.
ἀνδραγαθίας κακοήθως τοῦτο· δέον γὰρ εὐνοίας εἰπεῖν ἀνδραγαθίας εἶπεν ὡς τοῦ Δημοσθένους ἀνάνδρου ὄντος.
καταθέμενοι ἀντὶ τοῦ ὁμολογήσαντες.
ἀποδείξῃ ὁ νόμος.
ἐρανίζων οἱονεὶ συλλέγων.
ὅταν δὲ— ἐνταῦθα ἡ ἀπόδοσις ἐν σχήματι ἐπαναλήψεως, ἐπειδὴ διὰ πολλῶν ἦν ἠρτημένη ἄνωθεν ἀπὸ τοῦ ὅταν οὖν ἀποδείξῃ.
ὑποβάλλειν ἀποκρίνασθαι, ἀπαντᾶν λόγοις.
μὴ κηρύττεσθαι περιττεύει ἡ μία ἄρνησις.
ἔστι δὲ ὑπόλοιπον ἐπλήρωσε τὸν δεύτερον νόμον καὶ μεταβαίνει ἐπὶ τὸν τρίτον νόμον τὸν κελεύοντα ψευδῆ γράμματα μὴ τίθεσθαι ἐν τῷ Μητρῴῳ, ὃ καλοῦσι δίκαιον κεφάλαιον.
ἁπλοῦς ὅτι τριχῶς λέγεται τὸ ἁπλοῦν, ἢ ἐπὶ τοῦ ἀπανουργήτου, ἢ ἐπὶ τοῦ ἐρήμου, ἢ ἐπὶ τοῦ συντόμου. ἐνταῦθα οὖν ἁπλοῦν λέγει τὸ σύντομον, ὥσπερ Εὐριπίδης. ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ. ἐντεῦθεν δὲ μετέρχεται ἐπὶ τὸν τρίτον νόμον τὸν περὶ τῶν ψευδῶν γραμμάτων, οἷον ὅτι οὐ δεῖ ψευδῆ γράμματα ἀποκεῖσθαι ἐν τῷ Μητρῴῳ· τοιοῦτοι δὲ οἱ περὶ Δημοσθένους ἔπαινοι.
τοὐναντίον οὐκ ἔστι τοῦτο πρὸς τὸ πρὸ αὐτοῦ, ἀλλὰ πρὸς τὸ ἔτι ἀνώτερον. οὐ γὰρ λέγει ὅτι δεικτέον αὐτῷ, εἰ ἔξεστι ψευδῆ γράμματα ἀποθέσθαι, ἀλλʼ εἰ ἀληθεῖς οἱ περὶ αὐτοῦ τοῦ Δημοσθένους ἔπαινοι.
ὑμεῖς—κριταὶ ἴαμβος τρίμετρος.
ἐγὼ μὲν τὸ δίκαιον κεφάλαιον οὕτω διεῖλεν· εἴς τε τὰ ἴδια Δημοσθένει πραχθέντα καὶ εἰς τὰ δημόσια πεπολιτευμένα, ἀλλὰ τὰ μὲν ἴδια τῷ καθʼ ὑποσιώπησιν σχήματι μετέρχεται, τὰ δὲ δημόσια διαιρεῖ εἴς τε τοὺς πρὸ τῆς εἰρήνης χρόνους καὶ εἰς τὰ ἐν αὐτῇ τῇ εἰρήνῃ καὶ τὰ μετὰ τὴν κατάλυσιν τῆς εἰρήνης ἕως τῆς ἐν Χαιρωνείᾳ καὶ τὰ μετὰ Χαιρώνειαν ἕως τῆς εἰσαγωγῆς τῆς γραφῆς. πάλιν δὲ τοὺς χρόνους ὑποδιαιρεῖ.
τί γὰρ τῷ κατὰ παράλειψιν σχήματι κέχρηται.
τῆς κεφαλῆς ἐπιτομὴν λέγεται γὰρ ὡς Δημοσθένης ἐπιτέμνων τὴν κεφαλὴν ἑαυτοῦ ἐγράψατο τραύματος ἐκ προνοίας Δημομέλην τὸν Παιανιέα ἀνεψιὸν ἑαυτοῦ ὡς τραυματισθεὶς ὑπʼ αὐτοῦ καὶ λαβὼν ἀργύριον οὐχ εἷλε τὴν δίκην ἀλλὰ διελύσατο.
Κηφισοδότου οὗτος πολιορκήσας Ἀλωπεκόννησον, εἰσαγγελθεὶς διὰ τὴν συνθήκην τὴν πρὸς Χαρίδημον γενομένην καὶ καταψηφισθείς, πέντε ταλάντοις ἐζημιώθη. εἰσαγγελία δέ ἐστι κατηγορία διὰ τὰ ἀδίκως ἢ κακῶς πεπραγμένα. ἐπὶ ἄρχοντος Καλλιμήδους τῷ πρώτῳ ἔτει τῆς ἑκατοστῆς πέμπτης Ὀλυμπιάδος, ᾧ ἔτει Φίλιππος ἐβασίλευσε Μακεδονίας, Ἀθηναῖοι δύναμιν εἰς Ἑλλήσποντον ἐξέπεμψαν καὶ στρατηγὸν ἐπʼ αὐτῇ Κηφισόδοτον, ὃς ναυμαχήσας Λαμψακηνοὺς εἰσηγγέλθη ὡς προδεδωκὼς καὶ ἐθελοκακήσας καὶ διὰ κακίαν ἡττηθεὶς τὴν ναυμαχίαν καὶ κριθεὶς περὶ θανάτου τῆς μὲν θανατικῆς ζημίας ἀπελύθη, ἐζημιώθη δὲ ὑπὸ τοῦ δήμου ταλάντοις πέντε. ἐγένετο δὲ αὐτοῦ, ὥς φησιν Αἰσχίνης, κατήγορος ὁ Δημοσθένης συνεκπεπλευκὼς αὐτῷ τριήρχαρχος καὶ περιάγων ἐπὶ τριήρους καὶ συσσιτῶν καὶ συσπένδων διὰ τὸ πατρικῶς αὐτῷ φίλος εἶναι.
περιάγων δοκεῖ γὰρ τοῦτο ὥσπερ τιμή τις εἶναι τοῦ τριηράρχου ἐκείνου, οὗ ἂν ὁ στρατηγὸς ἐπιβῇ τῆς νεώς, καθʼ ὃ δοκεῖ τῶν ἄλλων τριηράρχων προκρίνειν τὴν ἐκείνου τριήρη ὡς καλῶς κατεσκευασμένην. οὐκ ἐμνήσθη δὲ τούτου ὁ Δημοσθένης ἐν τῷ κατʼ Ἀριστοκράτους, ἐπειδὴ μάλιστα μὲν οὐ διʼ ἑαυτοῦ λέγει ἐκεῖνον τὸν λόγον, ἀλλʼ Εὐθυκλῆς ἐστιν ὁ ἐκεῖσε λέγων, λαβὼν τὸν λόγον παρὰ Δημοσθένους· εἶτα οὐδὲ ἀναγκαῖον ἦν.
καὶ ταῦτα ἤδη— κατὰ κοινοῦ· ἐξετάζειν μακροτέρου λόγου ἔργον ἡγοῦμαι εἶναι καὶ τὰ ἑξῆς.
τὴν—καταχειροτονίαν ἵνα λέγῃ περὶ τῆς προβολῆς ἐκείνης.
προδιδοὺς ὑμᾶς λείπει, τούτῳ τῷ Δημοσθένει.
ἀρχαῖα δὲ καὶ λίαν ὁμολογούμενα πῶς τὰ αὐτὰ ἀρχαῖα καὶ ὁμολογούμενα; ὀφείλει γὰρ λήθην παθεῖν ὑπὸ τῆς παλαιότητος τοῦ χρόνου, ὅτι οὕτω φησὶ μεγάλα ἐστίν, ὅτι οὐδὲ ὁ χρόνος τὴν μνήμην αὐτῶν ἠδυνήθη ἀφελέσθαι. ὅτῳ δὲ ἀντὶ τοῦ ᾧτινι, τῷ Δημοσθένει.
ὦ Κτησιφῶν τὸ σχῆμα ἀποστροφή.
καὶ γὰρ πυνθάνομαι χαριέντως ὁ Αἰσχίνης, ὅτι διαιρῶν τὴν κατηγορίαν εἰς τοὺς τέσσαρας καιροὺς οὐχ ὡς αὐτὸς ταύτην ποιούμενος τὴν διαίρεσιν τῆς κατηγορίας ποιεῖται τὸν λόγον, ἀλλʼ ὡς τοῦ Δημοσθένους χρωμένου ταύτῃ τῇ τῶν καιρῶν διαιρέσει, ἵνα ὁ λόγος αὐτῷ ἀνεπίφθονος γένηται.
περὶ δὲ μετέρχεται ἐπὶ τὸ δίκαιον κεφάλαιον ἐντεῦθεν, πληρώσας τὸ νόμιμον. μερίζει δὲ τὸ δίκαιον εἰς τέσσαρας καιρούς, ὡς πολλάκις ἔγνωμεν.
τοῦτον δʼ ἀφορίζεται λέγει οἱονεὶ εἰς ἕνα χρόνον συνάπτει.
τῇ γενομένῃ εἰρήνῃ ἀντὶ τοῦ μέχρι τῆς γενομένης εἰρήνης, συλλαμβάνων καὶ αὐτὴν τὴν εἰρήνην.
ἐγκαλύπτωμαι τὸ πρόσωπον καλύπτω ὑπʼ αἰσχύνης. ἀντὶ τοῦ σκέπω ἐμαυτόν, ὡς ἀπορῶν δῆθεν. ἐκκαλύψειν δὲ ἀντὶ τοῦ γυμνώσειν με σκεπόμενον.
φιλανθρώπως διὰ τὸν Φίλιππον λέγει. εἰ γὰρ μὴ φιλανθρώπως ἡμῖν προσηνέχθη, τί ἐκώλυε κρατήσαντα ἐν Χαιρωνείᾳ πιθέσθαι τῇ πόλει;
τὴν προτέραν ἐκείνην εἰρήνην μετὰ γὰρ τὰ ἐν Χαιρωνείᾳ ἐποιήσαντο πάλιν εἰρήνην πρὸς Φίλιππον.
τὰς πρεσβείας Αἰσχίνου πείσαντος πρέσβεις ἐπὶ τὰς πόλεις Ἀθηναῖοι πεπόμφασι παρακαλοῦντας ἐπὶ Φίλιππον. τοῦτο Δημοσθένης ἐν μὲν τῷ περὶ παραπρεσβείας, ὁμολογεῖ καὶ παρεῖναι πρέσβεις τινάς φησιν, ἐν δὲ τῷ περὶ στεφάνου ἀρνεῖται ὡς τῶν δικαστῶν οὐ μεμνημένων τῷ πλέον ἢ δέκα ἔτη εἶναι τὰ ἐν μέσῳ. τὸ δὲ παρακαλοῦντες ἐπὶ Φίλιππον οὔπω δῆλον ἢ περὶ εἰρήνης ἢ πολέμου, ἀλλʼ ἵνα βουλεύσωνται πρότερον ἃ δεῖ ποιεῖν.
ἐπὶ Φίλιππον ἀντὶ τοῦ κατὰ Φιλίππου.
συστάντες ἀντὶ τοῦ φατριάσαντες ἐπὶ τὰ δημόσια ὑμῶν πράγματα.
εἰ δέ τισιν— τοῦτό ἐστι προδιόρθωσις. ἐπειδὴ γὰρ ὑπόληψιν ἔχουσιν οἱ πολλοὶ περὶ Δημοσθένους ὡς εὐνοϊκῶς πεπολίτευται, οὗτος δὲ τὴν ἐναντίαν δόξαν αὐτοῖς ἐμποιεῖν προαιρεῖται, εἰκότως προδιορθοῦται, ἵνα εὐπαράδεκτος αὐτοῦ ὁ λόγος γένηται.
ἐπὶ τοὺς λογισμοὺς ἐπὶ τὸ ἀπαιτῆσαι λόγον τῶν ἀναλωθέντων χρημάτων.
συγκεφαλαιωθῇ ἀντὶ τοῦ πλήρης ἀποδειχθῇ.
αἱρῇ ἐλέγχῃ. ἀντὶ τοῦ καταλάβῃ.
ἐπιλαχὼν ἐλάγχανον γὰρ ἄρχοντες καὶ σὺν αὐτοῖς ἄλλοι ὥσπερ δεύτεροι αὐτῶν, ἵνα εἷς αὐτῶν εἰ ἀπέθανεν ἐν τῷ μεταξὺ τῆς ἀρχῆς ἢ ἠρρώστησεν, ὁ δεύτερος ἀντʼ αὐτοῦ ἐγίγνετο ἄρχων. ἐκ παρασκευῆς δὲ πριάμενος οἷον ὑποφθείρας χρήμασι τοὺς προέδρους τῆς βουλῆς, ὥστε αὐτὸν βουλευτὴν ποιῆσαι. Ἄλλως. ὅταν κληρώσωνται βουλευταὶ ἢ δικασταί, εἶτά τινες ἐξομόσωνται, ἕτεροι ἐπικληροῦνται αὐτοῖς πρὸς τὸ τὸν ἀριθμὸν ἐκπλησθῆναι. τοῦτʼ ἂν εἴη τὸ ἐπιλαχεῖν, τὸ δὲ πρότερον λαχεῖν.
ἵνα εἰς ὑποδοχὴν— οἷον τὰ ἀρέσκοντα αὐτῷ. ἵνα ὁ μὲν εἰσηγοῖτο, ὁ δὲ συγχωροίη, ὁ μὲν γράφων, ὁ δὲ λέγων, ὅτι καλῶς ἔγραψεν.
ἐπράττετο οἱονεὶ ἐπραγματεύετο αὐτὸς ὁ Φίλιππος καὶ συνετίθετο.
ἐκ μεταβολῆς ἐν γὰρ τῇ πρώτῃ, φησί, πρεσβείᾳ ἐπῄνει αὐτούς, ὕστερον δὲ ἐν τῇ δευτέρᾳ διέβαλλεν ὡς προδότας.
εἴ τινες τῶν Ἑλλήνων.
τρίτον δὲ κατὰ κοινοῦ· ἐπράττετο.
παρηγγέλλετο ὁ Φίλιππος ἤτοι τῷ Κερσοβλέπτῃ παρήγγελλεν ὅτι ἐστράτευσεν ἐπʼ αὐτόν, ὥσπερ πολλοὶ προαγορεύουσι πολεμίοις, ἢ τοῖς ἑαυτοῦ συμμάχοις εὐτρεπίζεσθαι πρὸς τὸν Κερσοβλέπτου πόλεμον προσέταξεν.
ἀνεμέσητον ἄμεμπτον.
κατακοινωνήσαντες οἱονεὶ κοινωνήσαντες ἀλλήλοις κατὰ τῶν πραγμάτων τῶν τῆς πόλεως. ὅταν κοινῇ τινες λέγωνται· κατακοινωνῆσαι.
τοὺς καιροὺς οἱονεὶ τὰς εὐκαιρίας καὶ τὸ δύνασθαι διὰ τοῦ ἀναμεῖναι τοὺς ἄλλους Ἕλληνας ἐλθεῖν καὶ κοινωνῆσαι τῆς εἰρήνης.
προαγὼν ἐγίγνοντο πρὸ τῶν μεγάλων Διονυσίων ἡμέραις ὀλίγαις ἔμπροσθεν ἐν τῷ Ὠιδείῳ καλουμένῳ τῶν τραγῳδῶν ἀγὼν καὶ ἐπίδειξις ὧν μέλλουσι δραμάτων ἀγωνίζεσθαι ἐν τῷ θεάτρῳ, διʼ ὃ ἑτοίμως προαγὼν καλεῖται. εἰσίασι δὲ δίχα προσώπων οἱ ὑποκριταὶ γυμνοί.
ὃ πρότερον οὐδεὶς μέμνηται γενόμενον οἱονεὶ ἐκκλησίαν ἐν πανηγύρει.
νικᾷ Δημοσθένης δοκεῖ ἀπίθανον εἶναι, εἰ τοῦτο ἔγραψε Δημοσθένης. Ἄλλως. ἔοικε διὰ τὸ τάχος σπεύδειν τὴν εἰρήνην ποιήσασθαι. Ἄλλως. ἀντὶ τοῦ γράφει μηδενὸς αὐτῷ ἐναντιουμένου.
ἀνεγνώσθη δόγμα ἴσως ἄν τις ἀπορήσειε περὶ τῶν μήπω ἀφικομένων δόγματος. οὐκ ἦσαν δὲ οἱ Ἕλληνες πάντες σύμμαχοι αὐτῶν, οὐδὲ γὰρ ἔπεμπον πρὸς αὐτοὺς πρεσβευομένους, ἀλλά τινες πόλεις, ὧν σύνεδροι ἦσαν Ἀθήνησιν, οἳ ἐκφέρουσι τὸ δόγμα τοῦτο. ἦν γὰρ συνεδρία ἐν ταῖς προϊσταμέναις πόλεσι τῶν συμμάχων καὶ καθῆντο παραδείγματος ἕνεκα δύο ἐκ Βοιωτίας ἢ πλείους καὶ δύο ἐκ Πελοποννήσου καὶ κοινῇ γνώμῃ ἐπράττετο τὰ δέοντα.
ἀναγκαιοτέραν ἢ καλλίω τὰ συγκριτικὰ ἀντὶ τῶν ἀπολελυμένων εἴληπται. ἀντὶ τοῦ ἀναγκαίαν καὶ καλήν.
ἀπήντησαν—ἰασόμενοι ἀντὶ τοῦ προκατέλαβον ἰασόμενοι.
τῆς τριμήνου προθεσμίας ὑπακουστέον.
δόξαν ἀντὶ τοῦ δόκησιν, ὑπόληψιν. τὸ ἑξῆς οὕτως· ὡς ἔσται μὲν ἡ εἰρήνην, ἔσται δὲ κοινῇ—τὸ δὲ περὶ συμμαχίας μεταξύ—μετὰ δὲ τῶν Ἑλλήνων ἁπάντων διὰ τὴν τρίμηνον.
τὸ ῥῆμα ῥῆμα ἐνταῦθα καλεῖ οἷον τὴν ῥῆσιν αὐτὴν καὶ τὸ κῶλον, ὄνομα δὲ τὴν λέξιν, οἷον τὸ ἀπορρῆξαι.
ἐρήσεται ἐρωτήσει, ἐρωτᾶν μέλλει.
καθεζόμενος—παρασκευῆς τὸ κατάλληλον βουλευτὴς ὢν καθεζόμενος ἐκ παρασκευῆς τοῦτʼ ἔστιν· ἐπίτηδες εἰς τοῦτο καθίσας καὶ ἐξ ἐνέδρας ἐπὶ τὸ κακουργῆσαι.
Φιλοκράτης πάλιν τὸ αὐτὸ ἔγκλημα· τοῦ γὰρ Φιλοκράτει γεγραμμένου τὴν αἰτίαν Δημοσθένει περιτίθησιν.
παρεγγράψας οἱονεὶ ὑποβαλών.
τίς ἦν πάλιν κατὰ τοῦ αὐτοῦ.
αὐτομολοῦσιν οἱονεὶ τὰ τῶν πολεμίων φρονοῦσι καὶ μεταβάλλουσιν ἑαυτούς.
ἐπέδωκε αὐτά, φησί, τὰ δημόσια γράμματα ἐπέδωκε τῷ δήμῳ.
ἐνιαυτὸν ἐπειδὴ οἱ βουλευταὶ οἱ πεντακόσιοι ἐνιαύσιοι ἦσαν.
εἰς προεδρίαν ἀντὶ τοῦ εἰς ἐπιφανῆ καὶ διάσημον ἐν τῷ θεάτρῳ τόπον.
προσκεφάλαια ἐπὶ τῶν βάθρων, ἵνα μαλακῶς καθέζωνται, τὰ καλούμενα ὑπηρέσια.
φοινικίδας οἱονεὶ πυρρὰ παλλία. ἢ φοινικῆν ἐσθῆτα τοῖς κεφαλαίοις ἐπέβαλε καὶ περιεκάλυψεν αὐτά.
ἅμα τῇ ἡμέρᾳ ἅμα ὄρθρῳ πρὸ ἡλίου ἀνατολῆς ἦγεν αὐτούς, τιμὴν αὐτοῖς ταύτην νέμων τὸ ἡγεῖσθαι αὐτοῖς τῆς ὁδοῦ.
ζεύγη ὀρικὰ ἡμιόνων ὀχήματα τρία.
ἵνα δὲ— μὴ παρέκβασιν ποιήσωμαι μηδὲ τὰ ἔξωθεν τοῦ πράγματος λέγω.
Χαριδήμου οὗτός ἐστιν Ὠρείτης γένος, δημοποίητος Ἀθηναῖος, στρατηγὸς ὑπʼ Ἀθηναίων ᾑρημένος.
ἑβδόμην δʼ ἡμέραν οὕτως οἱ Ἀττικοί· θέλει δὲ εἰπεῖν ὅτι πρὸ ἓξ ἢ ἑπτὰ ἡμερῶν.
τὰ νομιζόμενα τὰ ἐπὶ τοῖς ἀποθανοῦσι νενομισμένα.
ἐβουθύτει ὡς χάριν ὁμολογῶν τοῖς θεοῖς ὑπὲρ τῆς πόλεως, ὅτι ἐτελεύτησεν ὁ Φίλιππος. ὁ δημηγορῶν δὲ Ἀθήνησιν ἐστεφανοῦτο καὶ ὅτε ἐπαύετο, παρεδίδου θατέρῳ καὶ ὁπότε εἴποι, ὀρθῶς ἐτιμᾶτο στέφεσθαι. ὁ δείλαιος δὲ ἀντὶ τοῦ ὁ κακοδαίμων, νῦν δὲ ἀντὶ τοῦ πονηρός.
ὁ γὰρ μισότεκνος— ῥητορικοὶ συλλογισμοί.
φυγὰς—γεγένηται εἰσαγγελθεὶς ἐπὶ τῷ ἀδικεῖν καὶ κριθεὶς καὶ καταδικασθεὶς φυγὰς ἐγένετο. οἱ γὰρ δοκοῦντες τὴν πόλιν ἀδικεῖν εἰσηγγέλλοντο ὑπὸ τῶν βουλομένων, καὶ ἔστιν ὄνομα δίκης ἡ εἰσαγγελία.
διαφερόντως ἀντὶ τοῦ μετὰ σπουδῆς καὶ ἐξαιρέτως.
παραδόξως παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ἀπροσδοκήτως ἢ ἀπίστως, παρὰ τὴν πάντων δόξαν. ἠλπίζετο γὰρ σώσειν, ὁ δὲ ἀπώλεσεν.
διενεχθῆναι περὶ ἀργυρίου καὶ δωροδοκίας εἰς ἀψυχίαν προεληλυθέναι.
μετὰ τῶν συμφύτων— οὕτω τὸ ἑξῆς· μετὰ τῶν συμφύτων αὐτῷ νοσημάτων, δειλίας, ζηλοτυπίας ἤδη τὰ μετὰ ταῦτα ἐβουλεύετο.
ὑπὲρ τῆς δωροδοκίας, ζηλοτυπίας οἱονεὶ ὑπὲρ τοῦ λαβεῖν αὐτοὺς χρήματα παρὰ Φιλίππου, καὶ φιλονεικεῖν ἑκατέρους περὶ τοῦ πλείονος πρὸς ἀλλήλους.
Ἁλόννησον Ἁλόννησος νῆσός ἐστι τῶν Ἀθηναίων ταύτην λῃσταὶ κατέλαβον· τούτους Φίλιππος ἀφελόμενος τὴν νῆσον ἐδίδου τοῖς Ἀθηναίοις αὐτὴν δωρεᾶς μέρει διʼ ἐπιστολῆς γράψας. Δημοσθένης δὲ ἀντεῖπε μὴ λαμβάνειν αὐτὴν ἐν δωρεᾶς μέρει συμβουλεύων, ἀλλʼ εἰ ἀποδίδωσιν ὡς αὑτῶν οὐσίαν οὕτω λαμβάνειν.
καὶ τὸ τελευταῖον— Ἀθηναῖοι ἐπὶ Πυθοδότου ἄρχοντος τῷ βʹ ἔτει τῆς ρθ ὀλυμπιάδος Φιλίππου βασιλεύοντος ἔτος ιη ὑποπτευομένης λυθήσεσθαι τῆς πρὸς Φίλιππον εἰρήνης ἔπεμψαν πολλαχοῦ γῆς Ἑλλάδος πρεσβείας περὶ συμμαχίας καὶ εἰς Θετταλίαν καὶ Μαγνησίαν τοὺς περὶ Ἀριστόδημον, ἀποστῆσαι αὐτοὺς βουλόμενοι ἀπὸ Φιλίππου, ἐγένοντο μὲν οὖν αὐτοῖς τότε σύμμαχοι Ἀχαιοὶ, Ἀρκάδες οἱ μετὰ Μαντινέων, Ἀργεῖοι, Μεγαλοπολῖται, Μεσσήνιοι. πόλεμος δʼ αὐτοῖς ἐγένετο τότε πρὸς Καρδιανούς, οἷς ἐβοήθησε Φίλιππος.
παρὰ γὰς τῆς εἰρήνης συνθήκας πρεσβεύσαντας ἐπειδὴ σύμμαχοι ἦσαν Θετταλοὶ καὶ Μάγνητες Φιλίππου καὶ ἐγέγραπτο ἐν ταῖς συνθήκαις μὴ ἀφιστάναι τοὺς ἀλλήλων συμμάχους. τεχνικῶς. οὖν τὸ κατὰ τοῦ δήμου ἔγκλημα. ὁ γὰρ δῆμος ἦν ὁ πέμψας τοὺς πρέσβεις καὶ στεφανώσας ἐπανήκοντας, αὐτὸς δʼ ἐπὶ τοὺς πρέσβεις καὶ Δημοσθένην μετήνεγκε φάσκων αὐτὸν ἐστεφανωκέναι αὐτοὺς ὡς αὐτοῦ γεγραφότος δηλονότι περὶ τοῦ στεφανωθῆναι τοὺς πρέσβεις ψήφισμα.
Μνησάρχου ὁ Μνήσαρχος ἦν Χαλκιδεὺς ἀπʼ Εὐβοίας τῶν ἐν τῇ Χαλκίδι διασήμων ἀνδρῶν. οἱ δὲ Χαλκιδεῖς ὑπʼ Ἀθηναίοις ὄντες ὕστερον ἀπέστησαν καὶ ἐστασίαζον πρὸς ἀλλήλους. ἦν δὲ τῆς ἑτέρας τῶν στάσεων ἡγεμὼν ὁ Μνήσαρχος καὶ κατὰ μὲν ἀρχὰς ἀντεδίκει τοῖς Ἀθηναίοις, ὕστερον δὲ αὐτοῖς προσίετο καὶ καταγωνισάμενος τοὺς ἀντιστασιώτας προσεποίησε τοῖς Ἀθηναίοις τὴν Χαλκίδα. οἱ δʼ υἱοὶ αὐτοῦ, Καλλίας καὶ Ταυροσθένης, μετὰ Κηφισοφῶντος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων δυνάμεως στρατεύσαντες ἐπʼ Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν ἐπὶ ἄρχοντος Ἀθήνησι Νικομάχου μηνὶ Σκιροφοριῶνι Φιλίππου βασιλεύοντος ἔτος ιθ. φησὶ δὲ Δημοσθένην νῦν τολμᾶν γράφειν ψηφίσματα Καλλίᾳ καὶ Ταυροσθένει, δηλονότι διὰ τὴν ἐπʼ Ὠρεὸν μετʼ Ἀθηναίων στρατείαν.
Ἀθηναίους εἶναι καὶ γὰρ τῇ ἀληθείᾳ πολίτας αὐτοὺς ἐποιήσαντο οἱ Ἀθηναῖοι διὰ τὸ τὴν Εὔβοιαν ποιήσασθαι ὑφʼ ἑαυτούς.
Θεμίσωνος Θεμίσων ἦν Ἐρετριέων τῶν ἐν Εὐβοίᾳ τύραννος. οὗτος Ἀθηναίων ἐχόντων Ὠρωπὸν καὶ εἰρήνης οὔσης καὶ σπονδῶν παρὰ τὰς συνθήκας καταλαμβάνει τὸν Ὠρωπόν. Ἀθηναῖοι δὲ ἐπιστρατεύσαντες ἐπολιόρκουν αὐτὸν ὄντα ἐν Ὠρωπῷ. ὕστερον συνέβησαν ἀμφότεροι καὶ αὐτοὶ καὶ ὁ τύραννος, ὥστε παρακαταθέσθαι Θηβαίοις τὸν Ὠρωπόν, ἕως ἂν περὶ αὐτοῦ διακριθῶσι. Θηβαῖοι δʼ ἐπὶ τούτοις λαβόντες τὴν παρακαταθήκην ἀμφοτέρους ἀπεστέρησαν. ἐγένετο δὲ ταῦτα ἄρχοντος Ἀθήνησι Πολυζήλου. ἔστι δὲ Ὠρωπὸς πόλις κειμένη ἐν τῇ ἠπείρῳ ἐν μεθορίοις τῆς Βοιωτίας καὶ τῆς Ἀττικῆς. Ἀθηναῖοι στρατεύσαντες εἰς Εὔβοιαν ἐνίκησάν τε αὐτοὺς καὶ ἐκβαλόντες ἐκ τῆς νήσου ἠλευθέρωσαν τὴν Εὔβοιαν.
ἀπέδοτε τοῖς Εὐβοεῦσιν
Πλουτάρχῳ ὁ Πλούταρχος ἦν Ἐρετριέων τύραννος. τούτῳ Κλείταρχος φυγὰς ὢν ἐξ Ἐρετρίας ἐπολέμει καὶ λαβὼν παρὰ Φαλαίκου τοῦ Φωκέων τυράννου δύναμιν ἐστράτευσεν ἐπὶ τὸν Πλούταρχον. τῷ δὲ Πλουτάρχῳ Ἀθηναῖοι ἐβοήθησαν Φωκίωνος στρατηγοῦντος καὶ γιγνομένης ἐν Ταμύναις μάχης ἐνίκων Ἀθηναῖοι Ἐρετριεῖς.
Ταμύνας Ταμύνη πόλις τῆς Εὐβοίας. Κοτύλαιον δὲ ὄρος ἐν Εὐβοίᾳ. χωρίον Εὐβοίας.
ὑπερεβάλλομεν ἀντὶ τοῦ παρηρχόμεθα.
Καλλίας οὗτός ἐστιν ὁ Καλλίας ὁ ποιήσας τὴν Εὔβοιαν γενέσθαι πάλιν ὑπὸ Ἀθηναίους, μετὰ τὸ ἐξελαθῆναι ἐξ αὐτῆς τῆς Εὐβοίας τοὺς περὶ τὸν Φιλιστίδην καὶ τὸν Κλείταρχον, ἐν τῷ χρόνῳ τοῦ δεκάτου λόγου τῶν Φιλιππικῶν. διὸ καὶ κακῶς αὐτοῦ μέμνηται ὁ Αἰσχίνης.
προσγελῶν οἱονεὶ προσεταιριζόμενος, ὃν τρόπον φαμὲν προσσαίνων.
τοὺς Φωκικοὺς ξένους διαβιβάσας οἱονεὶ συναγαγών τινας Φωκέων τῶν ἔτι σωζομένων πρὸς τὸ τυραννῆσαι τοὺς Εὐβοέας· τοῦτο δὲ ἔξωθεν ἔλαβε πρὸς διαβολήν. διαβιβάσας δὲ οὐ λέγει τοὺς Φωκέας, ἀλλὰ τὸ στρατόπεδον ὃ συνήγειρεν.
οἱ στρατιῶται—ἐγένοντο ἐπίτηδες αὐτοὺς ἐγκωμιάζει, ὅτι καὶ αὐτὸς μετʼ αὐτῶν ἐστρατεύσατο.
ἐκ παρατάξεως ἀντὶ τοῦ φανερῶς καὶ οὐ λάθρα.
συνάγων ἵνα δῆθεν εἰς ἓν συνέρχηται ἡ πᾶσα Εὔβοια καὶ ὑπακούῃ τοῖς Ἀθηναίοις.
ἐφʼ ὑμᾶς ἀντὶ τοῦ καθʼ ὑμῶν.
ὑπέβαλλεν ἀντὶ τοῦ τοὺς Θηβαίους ἐκολάκευεν.
τοῦ Εὐρίπου θέλει δὲ ὥσπερ διὰ τούτου δηλῶσαι ὅτι ἐμιμήσατο διὰ τοῦ τρόπου τὸ εὐμετάβλητον τοῦ Εὐρίπου, ὡς πλησίον αὐτοῦ οἰκῶν. ἔστι δὲ τὸ κῶλον χαριεντισμός. ἐπαινοῦσι δὲ τοῦτο τὸ κῶλον οἱ κριτικοί, λέγοντες σωφρόνως αὐτὸ πεφράσθαι καὶ οὐ κούφως. Ἄλλως. ὥσπερ πᾶς τόπος αὐχενειδὴς ἰσθμὸς καλεῖται, εἴτʼ ἐν θαλάττῃ, εἴτʼ ἐν γῇ ὑπάρχει, καλεῖται δὲ καὶ ὀνομαστικῶς ὁ ἐν Κορίνθῳ τῆς γῆς Ἰσθμός, οὕτω πᾶσα θάλαττα εὐρεῖα εὔριπος, ὀνομαστικῶς δὲ ἡ παρὰ τῇ Εὐβοίᾳ αὐτὴ θάλαττα καλεῖται Εὔριπος. οὗτος δὲ ἑπτάκις τῆς ἡμέρας στρέφεται, καθάπερ ἄλλοι τε πολλοὶ καὶ Διονύσιος ὁ Χαλκιδεὺς εἴρηκε. καλοῦσι δὲ παροιμιακῶς τοὺς τάχιστα μεταβαλλομένους τὴν γνώμην Εὐρίπους, παρʼ ὃν ᾤκει δὲ εἶπεν, ἐπειδὴ Εὐβοεὺς ὁ Καλλίας. ὁ δὲ Εὔριπος ὁτὲ μὲν ἐπὶ τάδε ῥεῖ, ὁτὲ δὲ ἐξ ἐπιστροφῆς ἐπὶ τάδε καὶ πάσχει τοῦτο τῆς ἡμέρας ἑπτάκις. Ἄλλως. ἡ Εὔβοια νῆσος κατά τινα τόπον τῇ Βοιωτίᾳ ἔγγιστα κεῖται σφόδρα, ὥστε στενότατον εἶναι τὸν μεταξὺ διάπλουν. ὁ τόπος οὗτος καλεῖται Εὔριπος, ἐφʼ οὗ δὴ κεῖσθαι δοκεῖ ἡ Χαλκίς. λέγεται δὲ ὁ Εὔριπος οὗτος μέγαν ἔχειν ῥοῦν καὶ πολλὰς τρέπεσθαι τροπὰς μεταβάλλοντος ἀεὶ τοῦ ῥοῦ. λέγεται γοῦν τῆς ἡμέρας ἑπτάκις τρέπεσθαι καὶ τῆς νυκτὸς ἑπτάκις.
εἰς μέσον πίπτει οὕτω λέγει ἐπὶ τῶν ἑκατέρωθεν μισουμένων, ὅτι μεταξὺ τῆς ἔχθρας τοῦδε καὶ τοῦδέ εἰσιν.
τὸν δολιχοδρομήσαντα εἶδός ἐστι δρόμου ὁ δόλιχος, ὡς ἐκ τῶν Πινδαρικῶν ἔστι μαθεῖν, ἴσως ἓν στάδιον ἐκτεταμένον εἰς τὸ δραμεῖν.
οὐδὲν γὰρ ἡ σύνταξις τοῦ κώλου ἐν ὑπερβατῷ οὕτως· οὐδὲν γὰρ ἦν ἐν μέσῳ, ἀλλʼ ὑπῆρχεν αὐτῷ ἢ φεύγειν ἢ τεθνάναι, εἰ μνησθεὶς ὁ δῆμος τῶν ἀδικημάτων αὐτοῦ μὴ προσδέξοιτο τὴν συμμαχίαν.
ἐπʼ αὐτὸν ἐπεστράτευον ἀντὶ τοῦ ἐπεστράτευον αὐτῷ.
ἔγραψε δʼ ἐν ἡ πᾶσα διάνοια τοιαύτη ἐστίν· ἔγραψε, φησί, βοηθεῖν ἡμᾶς τοῖς Χαλκιδεῦσιν. εἶτα ἵνα μὴ δόξῃ ἄτοπον λέγειν τὸ μόνον ἡμᾶς ἐκείνοις βοηθεῖν, μὴ μέντοι καὶ αὐτοὺς ἡμῖν, προσέθηκε δῆθεν εὐφημίας χάριν, ὥστε καὶ αὐτοὺς βοηθεῖν ἡμῖν κινδυνεύουσι, καὶ ἀντικατήλλαξε ῥῆμα ἔργῳ.
ῥῆμα ῥήματα λέγουσι καὶ τοὺς ὅλους λόγους· τὸ γὰρ καὶ Χαλκιδέας βοηθεῖν Ἀθηναίοις ὅλον οὐκ ἔστι ῥῆμα, ἀλλὰ παρὰ τὴν ῥῆσιν τὸ ὅλον ῥῆμά φησιν. εὐφημίας δʼ ἕνεκα τὸν Δημοσθένην προσθεῖναί φησιν τῷ ψηφίσματι Χαλκιδέας βοηθεῖν, ἄν τις ἴῃ ἐπʼ Ἀθηναίους, τούτῳ τῷ λόγῳ ἀντικαταλλαττόμενος τὴν πρὸς τοὺς Χαλκιδέας βοήθειαν καὶ ἀντὶ τοῦ ἔργῳ ἐκείνοις ἐπικουρῆσαι λόγῳ γράψας καὶ ἐκείνους Ἀθηναίοις.
αἰσχίστας πράξεις οἷον τὸ παραχωρῆσαι τοῖς Χαλκιδεῦσι τὸ συνεδρεύειν καὶ τοὺς φόρους.
προσβιβάζων ἐπαναγκάζων, βιαζόμενος ἢ διδάσκων. ὅτι ὁ διδασκόμενος προσάγεται κατανεῦσαι τῷ λεγομένῳ, φασὶ τὸ πείθειν προσβιβάζειν, ὁ δὲ μὴ πειθόμενος ἀφέστηκε καὶ οὐ προσελήλυθε τῷ δόγματι.
βοηθείας ὅτι δεῖ πρῶτον ἡμᾶς βοηθεῖν, εἶτα ἀπαιτεῖν κἀκείνους ἡμῖν τὴν ἴσην εἰσφέρειν.
συμμαχίας ὁ γὰρ Αἰσχίνης ἔλεγε μὴ βοηθεῖν δεῖν, ὃς ἂν μὴ πρότερον ἡμῖν βεβοηθηκὼς ᾖ, ὁ δὲ Δημοσθένης πρὸς τὸ ἔνδοξον, ὅτι οὐ δεῖ παραιτεῖσθαι τὸ συμμαχεῖν τοῖς μήπω συμμαχήσασιν, ἀλλὰ καὶ τῷ εὐεργετεῖν πρωτεύειν.
ἀνέστησαν ἀντὶ τοῦ μετέστησαν.
σύνταγμα οἱονεὶ πλῆθος χρημάτων. λέγεται δὲ καὶ ἀλλαχοῦ τὸ σύνταγμα καὶ ἐπὶ τοῦ τάγματος τῶν στρατιωτῶν. ὅθεν καὶ παρὰ Μενάνδρῳ ἀνέγνωμεν τὸ σύνταγμα τῆς ἀρχῆς. τὸ δὲ λεγόμενον περὶ βιβλίου παρά τινων οὐ λέγεται σύνταγμα παρὰ τοῖς ἀρχαίοις ἀλλὰ μᾶλλον σύγγραμμα.
πλήρωμα οἷον εἰς τροφὴν καὶ ναύτας.
πανσέληνον οἷον ἐν λʹ ἡμέραις ἀπὸ πανσελήνου εἰς πανσέληνον ἢ ἐν πανσελήνῳ ἥκειν, οἷα δήπου εἰκὸς ὡς οἰώνισμα τοῦτο ἀγαθὸν ποιουμένων.
κλέπτων ἀντὶ τοῦ ἀπατῶν ὑμᾶς διὰ τῶν πιθανῶν τούτων λόγων ἐν τῷ καὶ ὁρίζειν τὴν ἡμέραν καὶ ἄλλα τοιαῦτα.
παραλογιζόμενος τὴν ἀκοήν.
ἀπαγαγὼν οἷς εἶπε, φησί, μεγάλοις οὖσιν οὐκ εἴασεν ὑμᾶς συνείσεσθαι, ὅτι ἐπὶ μισθῷ ταῦτα ἐψεύδετο.
συστρέψας ἀντὶ τοῦ πάλιν στραφεὶς εἰς τὰ πρῶτα. λέγει δὲ εἰς τὰ κατὰ Καλλίαν καὶ Εὔβοιαν.
Καλλίᾳ οὐχ ὡς τοῦτο Δημοσθένους γράψαντος ἀλλʼ ὁ Αἰσχίνης φησὶν ὡς τοῦτο δυναμένου τοῦ ψηφίσματος.
οἵτινες δεήσονται τὸ ἀκόλουθον εἰπεῖν ἦν, ὥστε συμμαχῆσαι αὐτοὺς ἡμῖν. ὁ δὲ ἐπάγει παρʼ ὑπόνοιαν κατʼ εἰρωνείαν· ναί, ἵνα αὐτοὺς παρακαλέσωσι μὴ φέρειν ἔτι τοὺς φόρους ἡμῖν, ἀλλὰ τῷ Καλλίᾳ.
Κλειτάρχου ἐπὶ ἄρχοντος Νικομάχου Φιλίππου βασιλεύοντος ἔτος εἰκοστὸν Ἀθηναῖοι στρατεύσαντες εἰς Εὔβοιαν Φωκίωνος στρατηγοῦντος τόν τε τύραννον τῶν Ἐρετριέων Κλείταρχον ἀπέκτειναν καὶ τὴν πόλιν τοῖς Ἐρετριεῦσι παρέδωκαν καὶ δημοκρατίαν κατέστησαν.
δημοκρατουμένων ὅτι ἐδημοκρατεῖτο, καὶ φανερῶς ἔλαβε τὰ χρήματα ὁ Δημοσθένης. ἡ γὰρ Ἐρέτρια καὶ ἡ Χαλκὶς ὡς τυραννούμεναι λάθρα αὐτῷ παρέσχον.
ἐν τῷ πολέμῳ τῷ πρὸς Φίλιππον.
χαλκοῦ οὐδὲν ἀττικῶς ἀντὶ τοῦ οὐδενὸς χαλκοῦ· χαλκοῦ δέ· τῆς χαλκῆς εἰκόνος.
Καλλίου ὡς αὐτοῦ ἐγγυησαμένου.
ὑπέθεσαν ἀντὶ τοῦ ὑποθήκην ἔδωκαν τὰς προσόδους τῆς πόλεως τοῦ ταλάντου. οὐχ ἵνα λάβῃ αὐτὰς καὶ ἀναλώσῃ, ἀλλʼ ἵνα σχῇ αὐτὸς ὑποθήκην, ἕως οὗ λάβῃ τάλαντον.
τῆς μνᾶς ἀντὶ τοῦ καθʼ ἑκάστην μνᾶν. οὐκοῦν ξʹ μνᾶς εἶχε τὸ τάλαντον.
αἰσχύνη τοῦτό φησιν Ἀψίνης ἐπίζευξιν εἶναι, ἐπειδὴ ἑνικῷ ὀνόματι πολλὰ ἐπιφέρει ὀνόματα. εἰπὼν γὰρ τοῦτο τὸ ψήφισμα ἐπήγαγεν· αἰσχύνη, ἔλεγχος, κατηγορία.
ἀπώλεσε διότι ἐν αὐτῷ ἡττήθησαν ἐν Χαιρωνείᾳ.
οὐδαμῶς ἴσην διότι οὐκ ἐποίησε Θηβαίους ἐξ ἴσου τῶν Ἀθηναίων ἀναλῶσαι, ἀλλὰ τοὺς μὲν Ἀθηναίους τὸ δίμοιρον, τὸ δὲ ἄλλο τρίτον τοὺς Θηβαίους, ὡς ἔγνωμεν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου.
τὸ Κιρραῖον—πεδίον Κίρρα πόλις τῆς Φωκίδος, παρʼ ἧς Κιρραῖον ὀνομαζόμενον ἱερὸν τοῦ θεοῦ, ἐπάρατον καλούμενον. ἦν γὰρ ἀνειμένον τῷ θεῷ ἀργόν, ἀρὰς ποιησαμένων τῶν Ἀμφικτυόνων κατὰ τῶν ἐργαζομένων ποτὲ τὸ πεδίον τοῦτο. παρʼ αὐτῷ δὲ καὶ λιμὴν ὁ καλούμενος ἐπάρατος καὶ ἐξάγιστος.
ἐξάγιστος ὁ ἄγαν ἅγιος ἢ ὁ ἅγιος ὥσπερ ἐξάρατος παρὰ τὸ ἀραῖος. τὸ γὰρ ἄγος δασυνόμενον μὲν τὴν ἁγνείαν σημαίνει, ψιλούμενον δὲ τὸ μῖσος. ἐξάγιστος οὖν εἶπεν ὡς ἐν θαυμαστῷ. ἔστι γὰρ ἱερὸν τῶν θεῶν.
Κιρραῖοι Κιρραῖοι καὶ Κραγαλλίδαι ἔθνη Φωκικά.
ἐξημάρτανον γυναῖκας γὰρ ἥρπαζον καὶ ἐλῄστευον.
μαντείαν ἐμαντεύσατο ἀττικισμός ἐστιν ὡς τὸ ἀποδρὰς ᾤχετο.
ἀναιρεῖ χρησμῳδεῖ, δίδωσι χρησμόν· Πυθία δὲ ἡ πρόμαντις ἡ ἐν Δελφοῖς.
πάντʼ ἤματα τοῦτο ἐκ τοῦ χρησμοῦ. συγκαταπέπλεκται δὲ τῷ μέτρῳ διαλύσαντος τοῦ ῥήτορος τὸ μέτρον.
ἀναθεῖναι ἀνιερῶσαι. λέγει δὲ τὴν γῆν αὐτῶν. πρὸς γὰρ τοῦτο ὑπήντησεν, ἀλλʼ οὐχὶ πρὸς τοὺς ἄνδρας.
Ἀθηνᾷ Προνοίᾳ καὶ Αἰσχίνης καὶ Δημοσθένης ἐν τῷ κατʼ Ἀριστογείτονος ἡμαρτήκασι γράψαντες τὴν ἐν Δελφοῖς Ἀθηνᾶν Πρόνοιαν. τὸ δὲ ἁμάρτημα διὰ περιήχησιν ἐντόπιον ἱστορίας. τῆς γὰρ Ἀττικῆς ἐν δήμῳ τινὶ πεποίηται ἱερὸν Ἀθηνᾶς Προνοίας, Πυθοῖ δὲ ἀπὸ τοῦ πρὸ τοῦ νεὼ ἱδρῦσθαι ... ταύτης μέμνηται Ἡρόδοτος ἐν τῇ πρώτῃ … · τὸ δὲ Προνοίας Ὑπερίδης ἐν Δηλιακῷ συνιστορεῖ ὅτι ἐν τῇ Ἀττικῇ ἐστιν.
ἐπὶ πάσῃ ἀεργίᾳ ἐπὶ τῷ μηδένα τὴν χώραν ἐκείνην κατεργάζεσθαι.
ἐψηφίσαντο ἔοικε διὰ τοῦτο τὸ ψήφισμα κἀκεῖνο εἰπεῖν· μάλιστα μὲν, ὡς λέγεται, οἱ ὑμέτεροι πρόγονοι.
ὅρκον τὸν καλούμενον προστρόπαιον, ὅπερ ἐστὶ κατάρατον οἱονεὶ κακοδαίμονα εὔξαντο γενέσθαι τὸν παραβαίνοντα.
ἀρὰν οἱονεὶ κατάραν ἀπὸ τοῦ εἰς αὑτὸν καταρᾶσθαι τὸν ὀμνύοντα τραπῆναι τὴν ἐπιορκίαν, εἰ μὴ τόδε ποιήσει, ὅπερ ὤμοσε. καὶ περὶ τούτου δὲ ἤδη ἔγνωμεν ἐν οἷς ἔλεγε τὸν προστρόπαιον.
βοσκήματα οἷον μὴ γεννᾶσθαι πρόβατα ἐκ προβάτων ὁλόκληρα.
ἀγορῶν ἤτοι περισπαστέον, ἵνʼ ᾖ καὶ λόγου καὶ δικῶν· ἡ γὰρ ἀγορὰ λόγος, ἤτοι κατὰ τὸν πληθυντικόν· τὰς ἀγορὰς δικῶν ἀθροίσασιν καὶ δικῶν λόγους ποιησαμένοις. ἔσται οὖν ἐπαρώμενος δίκας γενέσθαι ἐν τῇ πόλει· ὅπου γὰρ πλεῖσται δίκαι, ἐνταῦθα πλεῖσται ἀδικίαι· ἡ γὰρ δίκη ἐπʼ ἀδικίας ἐστίν.
ὁσίως καθαρῶς, νομίμως, εὐσεβῶς.
δέξαιντο μὴ ἵλεω γένοιντο αὐτοῖς οἱ θεοὶ μηδὲ ἡδέως αὐτῶν τὰ θύματα παραδέξαιντο.
Μαντεῖα ὁ χρησμὸς τοῦτο ἔλεγεν, ὅτι τότε νικήσετε, ἐπειδὰν τὸ τέμενος ἐπικλύσῃ ἡ θάλασσα. ἀπεῖχε σταδίους ἑπτά.
Λοκροὶ οἱ Ἀμφισσεῖς πόλις τῆς Λοκρίδος Ἄμφισσα.
μᾶλλον δὲ ἐπειδὴ δῆμον κατὰ δήμου παροξύνειν οὐχ οἷός τε ἦν, διωρθώσατο, τοὺς γὰρ δυνατοὺς ὁ δῆμος μισεῖ.
ἐτείχισαν οὐχ ὅτι τεῖχος περιεβάλλοντο, ἀλλʼ ὅτι ἐμπόριον ἔκτισαν καὶ οἰκήματα τοῖς καταίρουσιν.
ἐξέλεγον ἀντὶ τοῦ ἀπῄτουν, ὡς καὶ ἐν τῷ κατὰ Τιμοκράτους, τοὺς ἐκλέγοντας τὰ τέλη.
πυλαγόρων πυλαγόραι ἦσαν οἱ ἐξ ἑκάστης πόλεως τῶν μετεχουσῶν τῆς ἀμφικτυονίας πεμπόμενοι εἰς τὸ συνέδριον τὸ τῶν Ἀμφικτυόνων, τὴν ψῆφον ἕκαστος τῆς πόλεως ἔχων εἰς τὸ τὴν γνώμην ἀποφήνασθαι. πυλαγόραι δʼ ἐκαλοῦντο, ἐπειδὴ ἐν Πύλαις, ἥ ἐστι πόλις πρὸς Δελφοῖς, συνηθροίζοντο· ἐκεῖ γὰρ ἦν τὸ βουλευτήριον τῶν Ἀμφικτυόνων. ἔπεμπον δὲ καὶ ἱερομνήμονα, τὸν θύσοντα ὑπὲρ τῆς πόλεως οὕτω καλούμενον. ἔπεμπον δὲ οἱ Ἀθηναῖοι ἱερομνήμονα μὲν ἕνα, πυλαγόρας δὲ τρεῖς.
χειροτονηθεὶς τέσσαρες ἐχειροτονοῦντο ἀφʼ ἑκάστης πόλεως, εἷς μὲν ἱερομνήμων καὶ ἀμφικτυὼν καλούμενος, ὃς ὑπὲρ τῆς πατρίδος ἔφερε τὴν ψῆφον, τρεῖς δὲ πυλαγόραι, οἵτινες ὑπὲρ τῆς πόλεως ἔλεγον, εἴ τι συμβαίη ἢ πρὸς ἐγκλήματα ἀπολογούμενοι ἢ ἑτέροις ἐγκαλοῦντες.
ὅτου ἂν προσάψηται οἵου δʼ ἂν ἅψηται πράγματος, ὡς δυσοιώνιστος ἀπώλεσεν αὐτό. ἅψηται δὲ λέγει ἀντὶ τοῦ ἐθελήσῃ αὐτοῦ προστῆναι καὶ ὑπὲρ αὐτοῦ εἰπεῖν.
Μειδίαν τὸν δόντα Δημοσθένει τοὺς κονδύλους.
ὑποπεπτωκότες οἱονεὶ κολακεύοντες.
πρὸς τὸν καινὸν νεὼν οὐ λέγει ὅτι δύο ναοὶ ἦσαν ἐν Δελφοῖς, ἀλλὰ τὸν αὐτὸν λέγει. καλεῖ δὲ αὐτὸν καινόν, καθὸ τὸν παλαιὸν ἐμπρησθέντα ἀνῳκοδόμησαν οἱ Ἀμφικτυόνες. πρὶν δὲ ἐξειργάσθαι φησὶν ἀντὶ τοῦ τελειωθῆναι τὸ ἔργον πᾶν τῆς οἰκοδομίας. λέγουσι δʼ ὅτι ἔμεινεν ἐπὶ πολὺν χρόνον ἀτελής, ἕως οὗ ὕστερον Νέρων, ὁ βασιλεὺς Ῥωμαίων, ἐπλήρωσεν αὐτόν, ἐκεῖσε παραγενόμενος.
ἐξειργάσθαι γρ. ἐξαρᾶσθαι, τουτέστι πρὶν τὰς ἀρὰς ἐπιτελέσαι, ἃς ἐν ταῖς ἱδρύσεσι τῶν νεῶν εἰώθεσαν ποιήσασθαι.
ἐξαράσασθαι ἀντὶ τοῦ πρὶν καθαρθῆναι ἅμα τῷ νικῆσαι τοὺς πολεμίους ἔτι μεμολυσμένους τῷ αἵματι, πρὶν τὰ ἐκθύματα θῦσαι.
καὶ αὐτὸν οὕτω προῃρημένον τοῦτο κεκρικότα ποιῆσαι, ἃ ἐκεῖνος ἠξίου παρὰ τὸ Ὁμηρικόν· τί με σπεύδοντα καὶ αὐτὸν ὀτρύνεις;
μεθεστηκότων ἤτοι μεταστάντων τοῦ εἰπεῖν ἢ ἤδη ἐξεληλυθότων ἐκ τῆς ἐκκλησίας. οἱονεὶ ἐκστάντων τοῦ δημηγορεῖν.
Φωκέων Φωκεῖς ἥρπασαν τὰ ἐν τῷ ἱερῷ χρήματα· Ἀθηναῖοι δὲ αὐτῶν σύμμαχοι· οὐκοῦν καὶ κοινωνοὶ τοῦ πταίσματος.
ὁ Κρωβύλος Ἡγήσιππον λέγει. οὗτος γὰρ ἐπεκαλεῖτο Κρωβύλος. τοῦτο δέ φησιν ὡς γράψαντος αὐτοῦ Ἀθηναίους συμμαχεῖν Φωκεῦσιν οὖσι τότε διαφόροις Θηβαίοις καί τισιν Ἀμφικτυόνων.
δυσχερῆ ἄτοπα, οὐ προσήκοντα.
παρωξύνθην ἐπεὶ πρᾷον βίον εἶχε, βούλεται δεῖξαι ἑαυτὸν γενναίως ἀντιλέγοντα, ἵνα μὴ ἀπιστοῖτο λέγων. παρωξύνθην, φησί, ὡς οὐδεπώποτε, ἀντὶ τοῦ· τί θαυμάζεις, ἄνθρωπε; ἐθαύμασα κἀγὼ παρὰ τὴν συνήθειαν ὀργισθείς.
κεραμεῖα εἰς τὴν μει ὁ τόνος. ἔστι γὰρ κτητικόν, ἀντὶ τοῦ οἰκίαι τινὲς ἔνθα κεραμεῖς εἰργάζοντο κεράμους. ἢ ἐκ κεράμου τοὺς τοίχους ἔχοντα ἢ κεραμίσιν εἰργασμένα.
αὔλια ἐπαύλεις.
τέλη πεπραχότας ἀντὶ τοῦ μισθώσαντας τὰ τέλη τοῦ λιμένος.
ἀφοσιῶ οἱονεὶ ἀπολογοῦμαι τοῖς θεοῖς ὑπὲρ τῆς πόλεως καὶ εἰς τὸ ὅσιον ἄγω τὴν πόλιν, ἀπολύων αὐτὴν τῆς θεῶν ὀργῆς. Ἄλλως. οἱονεὶ καθαρὰν ποιῶ καὶ ἄμεμπτον διὰ τὸν ὅρκον τὸν περιέχοντα, ὥστε μὴ περιιδεῖν τοὺς ἐργαζομένους αὐτήν, τὴν ἱερὰν γῆν.
τὰ κανᾶ ἑορτὴν παρʼ Ἀθηναίοις, ἐν ᾗ αἱ παρθένοι ἱερά τινα Δήμητρος ἐν κανοῖς ἤγουν ἐν κανισκίοις ἐβάσταζον ἐπὶ κεφαλῆς· ὅθεν κανηφόροι κέκληνται. οἱονεὶ εὐτρεπῆ ἤδη εἰσὶ τὰ κανίσκια τὰ πρὸς θυσίας. ἀντὶ τοῦ τὰ θύματα ἡτοίμασται τοῖς θεοῖς καὶ ἐπιτέθειται τὰ οὖλα καὶ θυμιάματα ἢ ἕτοιμά ἐστι τὰ κανᾶ προσενηνεγμένα τοῖς βωμοῖς οἷον παρέστηκεν εἰς τὸ ἐνάρξασθαι ἀπʼ αὐτῶν. πάντες δὲ κοινῇ οἱ Ἀμφικτυόνες χίλια πρόβατα ἱέρευον τῷ θεῷ.
ἐπὶ δίετες ἡβῶσι ἐπὶ δίετες ἡβῆσαι Δίδυμος λέγει τοὺς ἑκκαίδεκα ἔτη γενομένους. τὸ γὰρ ἡβῆσαι μέχρι τεσσαρωνκαίδεκα ἐτῶν ἐστιν. ἔφηβοι δὲ παρʼ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη δύο. ὅσοις μετὰ τὸ ἀνδρωθῆναι, τοῦτʼ ἔστιν ἡβῆσαι, δύο ἔτη παρελήλυθεν. Ἄλλως. πολλάκις ἔγνωμεν ὅτι ἀπὸ ὀκτωκαίδεκα ἐτῶν ἐνεγράφοντο εἰς τὸ ληξιαρχικὸν οἱ Ἀθηναῖοι, καὶ ἐφύλαττον δύο ἔτη τὰ πλησίον τῆς πόλεως, καὶ ἀπὸ εἴκοσιν ἐτῶν ἐξήρχοντο εἰς τοὺς ὑπερορίους πολέμους. οὐκοῦν τοὺς ἀπὸ ὀκτωκαίδεκα ἕως εἴκοσιν ἐτῶν ἡβῶντας λέγει, κοινὸν ποιῶν τὸν λόγον ἐπὶ πάντων τῶν Ἑλλήνων.
ἅμα τῇ ἡμέρᾳ αὔριον.
Κόττυφος Κόττυφος ἡγεμὼν τῶν Ἀμφικτυόνων· ἦν δὲ Φαρσάλιος· Φάρσαλος δὲ ἐστὶ Θετταλίας.
χρωμένους οἱονεὶ ὑπηρετοῦντας. τὰς μαντείας αἰτοῦντας τὰς παρὰ τοῦ θεοῦ ἢ τοὺς ἰδιώτας ἂν λέγοι, ὅσοι παρετύγχανον ὄντες ἐν τῷ ἱερῷ.
ψηφίζονται οἱ Ἀμφικτυόνες.
πρὸ τῆς ἐπιούσης Πυλαίας οἷον πρὸ μηνὸς τῆς Πυλαίας τῆς ἑξῆς. ἔγνωμεν γὰρ ἐν τοῖς Δημοσθενικοῖς ὅτι δὶς συνῄεσαν, ἅπαξ ἐν τῷ ἔαρι καὶ ἅπαξ ἐν τῷ φθινοπώρῳ. Πυλαία ἐκαλεῖτο ἡ εἰς Πύλας ἄφιξις τῶν Ἀμφικτυόνων. δύο δὲ ἑκάστου ἔτους ἐγίγνοντο σύνοδοι, ἀρχομένου ἦρος καὶ θέρους λήγοντος.
τὸ ψήφισμα οἷον τῶν Πυλαγόρων. ἔστι δὲ παραγραφικὸν ἀπὸ χρόνου· καὶ πῶς, εἴπερ διετάραξα τότε τὰ Ἑλληνικὰ συμβουλεύσας περὶ τῶν Λοκρῶν, μηδεὶς τῶν πολιτῶν μοι ἀντεῖπε τότε;
εὐσεβεῖν οἷον ἀμύνειν τῷ θεῷ.
ὑπὲρ τοῦ μεσεγγυήματος ἕνεκεν τῶν χρημάτων ὧν ὑπέσχοντο αὐτῷ παρασχεῖν, ἐὰν σώσῃ αὐτοὺς διʼ Ἀθηναίων, καὶ ἐν μέσῳ δεδώκασι ταῦτα τὰ χρήματα, ἵνα, ἐὰν ποιήσῃ, λάβῃ αὐτά. Ἄλλως. ἀντὶ τοῦ ἐν μεσιτείᾳ τεθέντος τοῦ ἀργυρίου.
μεταστησάμενοι οἱονεὶ ἐκβαλών· ἵνα διαφθείρῃ τοὺς βουλευτάς.
προσλαβὼν οἱονεὶ πείσας τινὰ εὐήθη βουλευτὴν γράψαι τοῦτο τὸ ψήφισμα.
τὸ δʼ αὐτὸ τοῦτο ὃν τρόπον ἠπάτησε τὸν βουλευτὴν καὶ τὴν ἐκκλησίαν εἰς τὸ ἐπιχειροτονῆσαι παρελογήσατο.
ἤδη ἐπαναστάσης ἀντέπιπτε· καὶ διὰ τί ἐν τῇ ἐκκλησίᾳ παρὼν οὐκ ἀντέλεγες; ὁ δέ φησιν, ὅτι ἔμελλεν ἡ ἐκκλησία ἀνίστασθαι. ὅ ἐστιν ἐγγὺς τοῦ ἀναστῆναι.
διαφειμένων οἱονεὶ διαλυθέντων καὶ ἀναχωρησάντων, ὡς καὶ Δημοσθένης φησί «τῆς βουλῆς δὲ ἀφειμένης» ἐν τῷ κατὰ Τιμοκράτους
μετέχειν δοκεῖ σολοικοφανὲς εἶναι. οὐδεὶς γὰρ λέγει πρὸς δοτικὴν μετέχω σοι, εἰ μὴ ἄρα πρὸς τὴν ἀντίλεξιν νοήσομεν τὸ κῶλον, οἷον πρὸς τὸ κοινωνεῖν. Ἄλλως. καὶ διὰ τί οὐκ ἀπῄεσαν, εἴ γε ὡς λίθοι ἔμελλον καθεδεῖσθαι. φαμὲν οὖν ὅτι, εἰ μέν τι ἦν ἐγκαλούμενον, ἀπελογοῦντο, ἄνευ δὲ τούτου ἡσύχαζον.
τὸ ἀληθὲς ἐρῶ ἀντὶ τοῦ τὸ ἥδιστον οὐκ ἐᾷ Δημοσθένης, ἵνα τὸ ἀληθὲς εἴπω.
μιᾶς πόλεως τὴν Θηβαίων πόλιν λέγει· κατεσκάπτετο γὰρ ὑπʼ Ἀλεξάνδρου. Θήβης, ἣν ἤδη κατέσκαψεν Ἀλέξανδρος.
τὸν Φαρσάλιον τοῦτον Δημοσθένης Ἀρκάδα φησὶν κακῶς· τὴν γὰρ ἡγεμονίαν Θετταλοὶ εἶχον.
ἐν ῥητῷ χρόνῳ ὡς ἂν εἰ ἔλεγεν· οὐκ εὐθὺς, ἀλλὰ προθεσμίαν τινὰ αὐτοῖς δόντες, ὅπερ ἦν πάλιν φιλανθρώπως αὐτοῖς χρήσασθαι.
φυλάξασθαι ἐξελθεῖν εἰς Χαιρώνειαν.
τοῖς μυστηρίοις μυστήρια δεῖ νοεῖν τὰ Κόρης καὶ Δήμητρος. ἡ δὲ τῶν μυστῶν τελευτὴ ἐπεξήγησίς ἐστι τοῦ προειρημένου. λέγει δὲ ἐκεῖνο τὸ τέρας, ὅτε κατελθόντων τῶν μυστῶν ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ καθαρθῆναι, ἥρπασαν ἕνα αὐτῶν τὸ κῆτος. πληθυντικῶς δὲ εἶπε, δέον ἑνικῶς. οἱ δὲ λέγουσιν ὅτι δύο κατέφαγεν.
Ἀμεινιάδης οὗτος μάντις ἦν Ἀθηναῖος.
ἀθύτων καὶ ἀκαλλιερήτων ἐκ παραλλήλου.
πρόδηλον κίνδυνον τὴν ἐν Χαιρωνείᾳ.
κρατουμένων τρεῖς μάχαι ἐγένοντο καὶ τὰς μὲν δύο ἐνίκων Ἀθηναῖοι· τῇ δὲ τρίτῃ οὐ γενομένων καλῶς τῶν ἱερῶν συμβάλλοντες ἡττήθησαν.
ὑπερωρίσθαι πεφυγαδεῦσθαι ὑπὲρ τοὺς ὅρους.
τοιγάρτοι καταδρομὴ μετὰ πνευμάτων συχνῶν.
ἀλλʼ εἰς παραδοξολογίαν— οἷον ὅτι οἱ Ἀθηναῖοι, τοσαῦτα διαπραξάμενοι καὶ πρὸς τὸν Πέρσην καὶ ἄλλους πολλούς, ὑπὸ Φιλίππου οὕτως ἡττήθησαν, ὥστε μὴ δυνηθῆναι ἀναλαβεῖν ἑαυτοὺς λοιπὸν ἔτι καὶ ἀνανῆψαι.
καὶ τοὺς αὐτοὺς— εἴη ἂν τοὺς Μακεδόνας ταύτῃ λέγων. τῆς τε γὰρ δόξης τοῦ δεσπόται εἶναι, ὡς Πέρσης, καὶ τῆς ἐπʼ αὐτοὺς ἡγεμονίας ἠξίωνται, τὸ ἐν Δελφοῖς ἱερὸν ἐλευθερώσαντες.
Θῆβαι παθητικὸς ὁ τῆς ἀναδιπλώσεως τρόπος. τὸ δὲ τοιοῦτον οὐκ ἔστι σολοικισμός, ἀλλὰ σχῆμα· Θῆβαι ἀνήρπασται.
μεθʼ ἡμέραν μίαν ἀντὶ τοῦ ἐν ἡμέρᾳ μιᾷ.
Λακεδαιμόνιοι Λακεδαιμόνιοι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς προσπολεμήσαντες τοῖς Μακεδόσι καὶ Κορράγῳ ὕστατα καὶ θαυμαστῶς διαγωνισάμενοι ἐλήφθησαν. ἦν δὲ ὁ στρατηγὸς Ἀλεξάνδρου Κόρραγος. ἐπέμφθησαν οὖν αὐτῶν ὅμηροι εἰς Μακεδονίαν καὶ οὗτοι ἧκον ὡς τὸν βασιλέα πεισόμενοι, ὅτι ἂν ἐκείνῳ δοκῇ. καίτοι τὸ πρῶτον ἐνίκων τὸν Κόρραγον.
ὁμηρεύσοντες ὁμήρους λέγουσι παῖδας καὶ γυναῖκας, ἃς ἀντιδιδόασιν οἱ διαπολεμοῦντες ἀλλήλοις.
μέλλουσιν—ἀναπέμπεσθαι εἰς τὴν Ἀσίαν ἐκπέμπεσθαι πρὸς Ἀλέξανδρον οἱ Λακεδαιμονίων ὅμηροι.
Φρυνώνδας οὗτος ἐπὶ πονηρίᾳ διαβεβοημένος ὑπῆρξεν. ὅθεν Ἀριστοφάνης πού φησιν· ὦ μιαρὲ καὶ Φρυνώνδα καὶ πονηρέ. Εὐρύβατοι δύο ἐγένοντο ἄμφω πονηροί, ἄπιστοι, πανοῦργοι. ὁ μὲν Εὐρύβατος Λυδός, ὁ δὲ Φρυνώνδας Ἀθηναῖος. ἑκάτερος δὲ ἐπὶ πονηρίᾳ διεβάλλετο.
ὦ γῆ καὶ θεοὶ καὶ δαίμονες διαστέλλουσι θεοὺς δαιμόνων. οἴονται γὰρ τοὺς ἀποθανόντας, τετυχηκότας δὲ θείας τιμῆς, δαίμονας εἶναι, ὀνομασθέντας, ὅτι ἐδάησαν καὶ ἐκάησαν, οἱ μέντοι πλείους τοὺς αὐτοὺς θεοὺς καὶ δαίμονας, ὥσπερ Ὅμηρος. ὁ δὲ Αἰσχίνης κεχώρικε. Ἄλλως. δαίμονάς φησι τὰς ἀγαθὰς ψυχὰς τῶν ἀνθρώπων, ὡς καὶ Ἡσίοδός φησιν.
Θρασύβουλος οὗτος διάσημος στρατηγὸς ἐν Ἑλλησπόντῳ καὶ ἄλλοις τόποις πολλοῖς, ἡγεμὼν τῆς ναυτικῆς δυνάμεως γενόμενος ἐν τοῖς ἐπάνω χρόνοις μετὰ τὰ Λευκτρικά. οὗτος στρατηγός.
Θράσων οὗτος Θηβαίων πρόξενος ἦν· εἰσὶ δὲ πρόξενοι οἱ ἐν ταῖς ἑαυτῶν πατρίσιν ἄλλων προνοοῦντες πόλεων.
Λεωδάμας ῥήτωρ διάσημος.
Ἀρχέδημος ῥήτωρ καὶ οὗτος.
ὁ Πήληξ ἀπὸ δήμου.
Ἀριστοφῶν δημαγωγὸς διάσημος.
ὁ Ἀζηνιεὺς Ἀζηνία δῆμος φυλῆς Ἱπποθοωντίδος.
Πύρρανδρος ῥήτωρ καὶ οὗτος.
ὁ Ἀναφλύστιος ἐκ φυλῆς Ἀντιοχίδος.
ἔτι καὶ νῦν ἐκ παραλλήλου.
τὸ δʼ αἴτιον θέλει εἰπεῖν, ἐπειδὴ ἀεὶ μηδίζουσιν ἢ φιλιππίζουσιν.
Βοιωτοῖς τοῖς ἐν Θήβαις οὐκ εἶπε βοηθεῖν Θηβαίοις, ἀλλʼ ἵνα λάθῃ, τῇ περιφράσει ἐχρήσατο.
ὡς τοὺς Βοιωτοὺς σχῆμά ἐστι κατʼ ἀντίπτωσιν, οὕτως· ὡς τῶν Βοιωτῶν, τῶν ἐν τοῖς ἔργοις ἀδικουμένων, ἀγαπησόντων τῶν ὀνομάτων τὴν σύνθεσιν, καὶ οὐχὶ γινωσκόντων ὅτι πανούργως ἔγραψεν, ὥστε ἀδικηθῆναι αὐτούς. οὐ γὰρ εἶπε Βοιωτοῖς μόνον, τῷ κοινῷ γένει, ἀλλὰ Βοιωτοῖς τοῖς ἐν Θήβαις.
παρὰ τὸν γενόμενον πόλεμον ἀντὶ τοῦ παραγινομένου.
εἰ χρὴ πάλιν ῥητορικὸν τὸ σχῆμα, ἀντὶ τοῦ ὥσπερ χρή. οὐ γὰρ ὡς ἀμφίβολον λέγει.
Δεύτερον δεῖ νοῆσαι τὸ δεύτερον ἐνταῦθα ἀντὶ τοῦ μετὰ ταῦτα, οἱονεὶ μετὰ τὸ γενέσθαι τὰ τρία τὰ προειρημένα. μετήνεγκε δὲ εἰς Θήβας, φησί, καθὸ αὐτοῖς παρέδωκε τὴν ἡγεμονίαν, ὡς εἶπεν ἀνωτέρω.
τὴν Καδμείαν ἡ ἀκρόπολις τῶν Θηβαίων Καδμεία καλεῖται.
πρεσβεύσειν—δοκῇ ἰστέον ὅτι ἄλλως τοῦτο εἰρηκότος τοῦ Δημοσθένους ὁ Αἰσχίνης ἐπὶ τὸ βιαιότερον ἐξήγαγεν. ὁ γὰρ Δημοσθένης εἶπε λάθρα ὑμῶν πρεσβεύων, ἵνα μὴ μαθὼν Φίλιππος πέμψῃ καὶ αὐτὸς πρέσβεις τοὺς ἀπαντήσοντας ἐκείνους. Ἄλλως. ὁ Δημοσθένης τοῦτο ἔλεγεν, ἵνα μὴ Φίλιππος μαθὼν ὅτι πρέσβεις πέμπομεν πέμψῃ τοὺς ἀντεροῦντας καὶ ἀντιπρεσβευσομένους· βούλομαι λάθρα ὑμῶν πρεσβεῦσαι. κακοήθης οὖν ὁ Αἰσχίνης.
διαδικασίαν κυρίως μὲν ἡ δίκη ἡ περὶ χρημάτων ἢ περὶ κτημάτων λέγεται διαδικασία. καταχρηστικῶς δὲ ἐνταῦθα δηλοῖ τὴν δοκιμασίαν. γράφειν δὲ ἀντὶ τοῦ ποιεῖσθαι. Ἄλλως. διαδικασία, ὅταν τις ἐπιτηδειότατον ἑαυτὸν ἀποδεικνύειν λέγῃ. ὁ οὖν Δημοσθένης, φησίν, εἰς τοῦτο ἠλαζονεύετο πρὸς τὸν στρατηγόν, ὥστε λέγειν τῷ βήματι πρὸς τὸν στρατηγὸν ἀγωνιεῖσθαι διαδικασίαν, ὡς κρεῖττον ἐπιδείξων τὸ βῆμα τοῦ στρατηγίου διὰ τὰς ἑαυτοῦ δημηγορίας, ὥστε ἀποφαίνεσθαι ἑαυτὸν τῶν στρατηγῶν κρείττονα.
μισθοφορῶν μισθὸν δεχόμενος ἐκ τῆς πόλεως ὑπὲρ τοῦ μισθώσασθαι ξένους καὶ διαδοῦναι αὐτοῖς χρήματα. Ἄλλως. μισθὸν λαμβάνων εἰς ξένους στρατιώτας κενῶν χωρῶν αἰτῶν ἀργύριον· εἰώθασι γὰρ οἱ τριήραρχοι αἰτεῖν κατὰ τρῆμα μισθὸν τοῦ ναύτου· ὅταν οὖν λάβωσιν, ἀποφράττουσι τὰ τρήματα. Ἀριστοφάνης. ἵνα μὴ ἁλῶ, τὰ τρήματα κλέπτων τῆς νεώς· μισθοφορεῖν δʼ ἐστὶ τοὺς μισθοὺς λαμβάνειν.
καὶ τοὺς μυρίους τὸ ἀκόλουθον οὕτως· καὶ τοὺς μυρίους ξένους ἐκμισθώσας Ἀμφισσεῦσι προσέμιξε φέρων τῇ πόλει ἀπαρασκεύῳ τὸν κίνδυνον. εἶτα ἡ αἰτία ἐν μέσῳ· ἀναρπασθέντων τῶν ξένων, περὶ ὧν ὁ λόγος, διʼ αὐτὸν ἀπὸ τῆς πόλεως καὶ προσχωρησάντων τοῖς Ἀμφισσεῦσιν. Ἄλλως. εἰσεφέρετο ξενικὸν Ἀθήναζε μυρίων ἀνδρῶν, συνεβούλευσε δὲ Δημοσθένης ἐκμισθῶσαι Ἀμφισσεῦσι πολεμουμένοις. ἁμαρτάνειν οὖν φησιν αὐτὸν τοῦ πολέμου ἀφελόμενον τὸ ξενικόν.
οὐδʼ ἀγνοοῦντος τὸ ὑπέρβατον· οὐδʼ ἀγνοοῦντος ὅτι περὶ τῶν ὑπαρχόντων.
ὅτι περὶ τῶν ὑπαρχόντων— ἀληθῶν.
Κλεοφῶντος οὗτός ἐστι ὁ λυροποιὸς ἐπικαλούμενος. ἐδημαγώγησε δὲ τὰ ἔσχατα τοῦ Πελοποννησιακοῦ πολέμου μετὰ τὴν ἐν Σικελίᾳ συμφοράν. ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ τυραννικώτερος ἐφαίνετο. τοῦτον οὖν, φησί, μιμεῖται Δημοσθένης τυραννῶν καὶ αὐθαδιζόμενος. Ἄλλως. νικήσαντος Ἀλκιβιάδου τοὺς Λακεδαιμονίους ἐβουλήθησαν Ἀθηναῖοι εἰρήνην ποιήσασθαι· Κλεοφῶν δὲ οὐκ εἴα, ἀλλʼ ἔφη· εἴ τις εἰρήνης γεννητὴς ἔσται, τῇ μαχαίρᾳ τεμεῖν αὐτοῦ τὴν κεφαλήν.
ἀνέστρεψαν ἀντὶ τοῦ ὑποστρέψαι ἐποίησαν.
γράφειν ἔφη ψήφισμα ἀντὶ τοῦ κατὰ Φιλίππου.
ἔνθα δὴ ταῦτα δεῖται ὑποκρίσεως καὶ φωνῆς ἐπιτεταμένης.
ἀθύτων οὔτε ἱερείων ποιηθέντων οὔτε θυμάτων ἱερῶν. καλοῦσι δὲ ἱερὰ τὰ σημεῖα, ἃ ἔτι καὶ νῦν λέγομεν· καλὰ τὰ ἱερὰ τῷ θυσαμένῳ.
ἀκαλλιερήτων ἱερὰ μέν ἐστι τὰ ἑκάστῳ θεῷ ἀποδεδειγμένα ἐν τοῖς κύρβεσι· θύματα δὲ τὰ λοιπὰ βοσκήματα. τὸ οὖν ἀθύτων καὶ ἀκαλλιερήτων τῶν ἱερῶν σημείων φησί.
ἐτόλμησε ἐκ τούτου μάλιστα κατάδηλόν ἐστιν ὅτι γνήσιος ἦν Δημοσθένους λόγος ὁ ἐπιτάφιος, ὃν εἶπεν ἐπὶ τοῖς ἐν Χαιρωνείᾳ τελευτήσασιν.
μνήμη τὸ μεμνῆσθαι ὡς ὅτι τοσούτων συμφορῶν αἴτιος ἐγένετο.
νομίσαθʼ ὁρᾶν τοῦτο καλεῖται εἰδωλοποιία.
μετὰ ταῦτα δοκεῖ ἐνταῦθα δηλοῦν ὅτι ὁ στεφανούμενος πρὸ τοῦ ἀγωνίσασθαι τοὺς τραγῳδοὺς ἐστεφανοῦτο. μετὰ γὰρ τὸν στέφανον ἠγωνίζοντο.
ἐκεῖνό γε ἀττικῶς εἶπε, δέον εἰπεῖν ἀναμνησθεὶς ἐκείνου, ὡς καὶ παρὰ τῷ ποιητῇ κεῖται ἐκεῖνο· μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε.
προστάταις ἀντὶ τοῦ τοῖς ῥήτορσιν.
νεανίσκους ἀντὶ τοῦ ἄνδρας γιγνομένους.
μέχρι μὲν ἥβης ἕως εἰς ἄνδρας ἐγγραφῶσι.
ἐπὶ τὰ ἑαυτῶν οἰκήματα.
εἰς προεδρίαν εἰς τὴν τοῦ θεάτρου προεδρίαν. προεδρίαν γὰρ εἶχον ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ θεάτρῳ. δηλονότι ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἵνα θεωρήσωσιν ἔν τινι τόπῳ τιμίῳ ἐν τῷ θεάτρῳ τοὺς τραγῳδοὺς καὶ τὰ ἄλλα. ἀντιστρόφως δὲ νοητέον, καλεῖ εἰς προεδρίαν καὶ οἴκαδε κελεύει οὕτως ἀναχωρεῖν.
μὴ τρόπαιον ἵστατε τοῦτο τὸ σχῆμα καλεῖται ὑποφωνητικόν.
ἀφʼ ὑμῶν οἷον ὡς ὅτι περιεγένετο ὑμῶν ὁ Δημοσθένης. τὸ δὲ ἀφʼ ὑμῶν ἀντὶ τοῦ καθʼ ὑμᾶς.
αἱρεῖτε ἀντὶ τοῦ χειρωθῆναι ποιεῖτε, ὡς καὶ παρὰ τῷ ποιητῇ· φῆ γὰρ ὅγʼ αἱρήσειν.
τὸ βασιλικὸν χρυσίον ὃ δέδωκε Δαρεῖος ὁ νεώτερος Δημοσθένει ὑπὲρ τοῦ πεῖσαι Θηβαίους, ἀνελόντας τὴν φρουράν, ἣν κατέλειψε κατʼ αὐτῶν ὁ Φίλιππος, ἀποστῆναι ἀπʼ Ἀλεξάνδρου, ἵνα δῆθεν ὀργισθεὶς ἐπιστρατεύσῃ κατʼ αὐτῶν, καὶ μετενέγκῃ ἑαυτὸν ἀπὸ τοῦ πρὸς αὐτὸν πολέμου ἐπὶ Θηβαίους. Ἄλλως. μαθὼν βασιλεὺς μέλλειν κατʼ αὐτοῦ στρατεύειν Ἀλέξανδρον πέμπει χρήματα Δημοσθένει, ἵνα αὐτὸν ἀσχολήσῃ περὶ τὴν Ἑλλάδα. τότε ὁ ῥήτωρ πείθει Θηβαίους καταφρονήσαντας τῆς ἐν τῇ Καδμείᾳ τοῦ Ἀλεξάνδρου φρουρᾶς ἀποστῆναι· ἀποστάντων δὲ μαθὼν Ἀλέξανδρος στρατεύσας κατʼ αὐτῶν ἐπόρθησε τὰς Θήβας πλὴν τῆς Πινδάρου οἰκίας.
νομίσατε ὑποτύπωσις, διʼ ἧς οἰκτρὸν θέαμα ἁλισκομένης πόλεως πρὸ ὀφθαλμῶν παρίστησιν. ταὐτὸ ποιεῖ Ὅμηρος Ἰλιάδος ιʹ.
ὀψὲ μεταμανθάνοντας ἀντὶ τοῦ διδασκομένους τῆς μὲν ἐλευθερίας ἐξίστασθαι, δουλεύειν δὲ ἑτοίμως καὶ ῥαδίως, αὐτὸ τοῦτο μανθάνοντας δουλεύειν.
ἐπισκήπτοντας προστάττοντας.
τὸν δαίμονα— τοῦτο ἐν τοῖς περὶ Χαιρώνειαν γέγονε, ὅτε, ὥς φησι Πυθέας, ἥττης γενομένης ἔφυγε ῥίψας τὰ ὅπλα. οὐδὲ τὸ ἐπίγραμμα, φησί, τῆς ἀσπίδος αἰσχυνθείς· ἐπεγέγραπτο γὰρ χρυσοῖς γράμμασιν· ἀγαθῇ τύχῃ.
ἄκων ἀπὸ ἀπειρίας λέγει ἢ ἀτυχίας.
καταγαγούσης ὡς ἂν εἰ ἔλεγε· κατελθὼν δʼ ὕστερον ἀπροσδοκήτως. οὐδὲ γὰρ προσεδόκα ζῆν τοιαῦτα εἰργασμένος εἰς τὴν πόλιν, ἀλλʼ ἀπολέσθαι παρʼ ὑμῖν, ἐρεθίσας ὑμᾶς ἐπὶ ἀκαίρους πολέμους.
ὑπότρομος μετὰ τὴν Θηβαίων κατασκαφὴν ἐξῄτησεν Ἀλέξανδρος τοὺς ῥήτορας. ὁ δὲ δῆμος ἔπεμψε Δημάδην παραιτησόμενον αὐτούς. ὁ δὲ τοῦτο εἰπὼν ἔπεισεν, ὅτι εἴασεν αὐτοὺς Ἀθήνησι ῥητορικῷ θανάτῳ ἀποθανεῖν.
τοὺς μὲν πρώτους χρόνους μετὰ τὴν φυγὴν τὴν ἐν Χαιρωνείᾳ καὶ κάθοδον.
Ναυσικλεῖ ὅπως τὸ ἐκείνου ὄνομα ἀντὶ τοῦ Δημοσθένους τάττοιτο. ἀντὶ δὲ τοῦ Δημοσθένους εἶπεν οὗτος. τοιοῦτον δὲ γίνεται ἐπὶ τῶν μισουμένων ἐν ταῖς πόλεσιν.
ἱερὰ— Ἀλέξανδρος ὁ Θετταλὸς ὁ Κλεοπάτρας τῆς Φιλίππου ἀνὴρ καὶ Παυσανίας Περδίκκα τοῦ Φιλίππου ὑπάρχοντες ἐζηλοτύπουν ἀλλήλοις καὶ δήποτε ὁ Ἀλέξανδρος προσποιησάμενος φιλοφρονεῖσθαι καλεῖ εἰς ἄριστον τὸν Παυσανίαν καὶ αὐτός τε αὐτῷ ἐχρήσατο καὶ τῶν ἱπποκόμων τινές. ὁ δὲ Παυσανίας ἀνήνεγκεν ἐς Φίλιππον, ἐπεὶ δὲ ἀμελοῦντα ἑώρα, μᾶλλον δὲ μὴ βουλόμενον λυπεῖν τὸν Ἀλέξανδρον, φυλάξας θύοντα ξίφει ἀνεῖλεν αὐτόν.
εἰς αἰτίαν οἱονεὶ κατηγορίαν, ἐπειδὴ ἡ βουλή, ἀναπεισθεῖσα παρʼ αὐτοῦ, ἔθυσε θεοῖς, χάριν ὁμολογοῦσα ὑπὲρ τοῦ Φιλίππου θανάτου. ἕνεκα τούτου Ἀθηναίοις ὕστερον ἐπιστέλλων Ἀλέξανδρος οὕτως ἔγραψεν «Ἀλέξανδρος τῷ μὲν δήμῳ χαίρειν, τῇ δὲ βουλῇ οὐδέν.» ἡ σύνταξις δέ· εἰς αἰτίαν δὲ τὴν βουλὴν κατέστησεν ὑπὲρ τῆς θυσίας τῶν εὐαγγελίων.
Μαργίτην Μαργίτην φησὶν ἄνθρωπον γεγονέναι, ὃς ἐτῶν πολλῶν γενόμενος οὐκ ᾔδη, ὅστις αὐτὸν ἔτεκεν, πότερον ὁ πατὴρ ἢ ἡ μήτηρ, τῇ δὲ γαμετῇ οὐκ ἐχρῆτο· δεδιέναι γὰρ ἔλεγε μὴ διαβάλλοι αὐτὸν πρὸς τὴν μητέρα. Μαργίτην οὖν ἀντὶ τοῦ μαινόμενον, μωρόν. ἀντὶ τοῦ μαινόμενον. τουτέστιν ἠλίθιον. Πλάτων Ἀλκιβιάδῃ περὶ Μαργίτου, ὃς μὲν ἐπίστατο πολλά, κακῶς δʼ ἠπίστατο πάντα.
τὰ σπλάγχνα φυλάττοντα ἀντὶ τοῦ ἀγαπῶντα ἐὰν ζήσῃ· παρὰ τὸ ἐν τοῖς σπλάγχνοις εἶναι ὥσπερ τὴν ζωὴν τοῦ ἀνθρώπου.
νεανίσκου Ἀλεξάνδρου λέγει τοῦ βασιλέως. οὕτως δὲ καὶ Πλούταρχος· δείσας γάρ, φησίν, τὴν ὀργὴν τοῦ Ἀλεξάνδρου ἀνέστρεψεν.
τοῦ Κιθαιρῶνος ὄρος Βοιωτίας.
οὔτʼ ἐν εἰρήνῃ Ὅμηρος· οὔτε ἐνὶ πτολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ.
οἱ παράλιοι οἱ τὴν παραλίαν οἰκοῦντες τῶν Ἀθηναίων, καὶ κατασκευάζοντες τὴν ναῦν τὴν Πάραλον, καὶ ἐν αὐτῇ πλέοντες. Ἄλλως. οἱ ἐν τῇ Παράλῳ πλέοντες ναῦται καὶ ἐπιβάται· αὕτη δʼ ἐστὶν ἱερὰ τριήρης ταχυναυτοῦσα ἐπὶ τὰς δημοσίας. ἅτε δὲ οἱ πλέοντες ἐν τῇ Παράλῳ, τοὺς πρέσβεις παράγοντες πρὸς Ἀλέξανδρον, ᾔδεσαν ἅπερ καὶ οἱ πρέσβεις.
Πλαταϊκὸς Θηβαίων ἀναγόντων Πλαταιέας κατέφυγόν τινες Ἀθήναζε.
ὑποτρέχει κολακευτικῶς μετέρχεται.
χρυσόκερων ὅταν ὑπέρ τινων καλῶν εὐχαριστήρια θεοῖς θύωσι, σφάττουσι βοῦν χρυσόκερων· ἐμὲ οὖν, φησίν, ὡς ἱερεῖον σφαγησόμενον διὰ τὰ γιγνόμενα περὶ τὸν Ἀλέξανδρον δεινά, ἅπερ τοῖς Ἀθηναίοις ἦν καλὰ, προσηγόρευε χρυσόκερων, ὡς δὲ ἱερευόμενον ὑπὲρ τῆς πόλεως· διὸ ἐπιφέρει καὶ κατεστέφθαι· στεφανοῦσι γὰρ τὰ ἱερεῖα. Ἄλλως. εἰώθασιν οἱ ταῦρον προσάγοντες πρὸς θυσίαν ἢ ἔλαφον ἤ τι τῶν κερατοφόρων ἔστιν ὅτε χρυσοῦν τὰ κέρατα καὶ στέφειν τὴν κεφαλὴν αὐτῶν, ὃ λέγει ὁ ποιητής· «χρυσὸν κέρασιν περιχεύας.» τὸ οὖν παρεπόμενον τοῖς μέλλουσι σφάττεσθαι, οἷον τὸ δειλιᾶν καὶ ἀγωνιᾶν, περὶ Αἰσχίνου ἔταξεν ὁ Δημοσθένης. διὰ τὴν ἀθυμίαν δῆθεν τὴν περὶ Ἀλεξάνδρου.
Λακεδαιμόνιοι οἱ μετὰ Λακεδαιμονίων μισθοφόροι.
Κόρραγον στρατηγὸς Ἀλεξάνδρου.
ἐπίδοξος προσδοκήσιμος.
ἔξω τῆς ἄρκτου— ἐν ὑπερβολῇ λέγει, ὃ λέγομεν αὐτοὶ ἐν Ὑπερβορέοις.
φορμορραφούμεθα ἀντὶ τοῦ συρράπτουσί τινες καθʼ ἡμῶν πράγματα, ἀπὸ τῆς φόρμου. φόρμος γὰρ λέγεται τὸ ψιαθῶδες πλέγμα, ὡς καὶ ὁ Θουκυδίδης φορμηδὸν λέγει.
ἐπὶ τὰ στενὰ ἐπὶ τὰ δυσχερῆ.
οἱονεὶ παραδοξολογήματα τερατώδη. τὰ ὑπὸ τῶν θαυματοποιῶν γενόμενα ἐπὶ θαυμασμῷ τῶν ὁρώντων· θαυματοποιοὶ δὲ οἱ ταῦτα εἰσάγοντες εἰς τὰ θέατρα, πετομένους τινὰς ἤ τι ἄλλο παράβολον.
ὁμολογῶ ὁμολογῶ τὰ Λακωνικὰ συναγεῖραι ἐπὶ Ἀλέξανδρον, οἷον ἀναπεῖσαι εἰς στάσιν. στάσις δὲ λέγεται, ὅταν εἰς ταὐτὸν τινὲς συνέλθωσι μαχόμενοι πρός τινας.
ναί, ἀλλὰ— ἐντεῦθεν παρέκβασις ἐξ ἀνθυποφορᾶς εἰσαχθεῖσα· δύο δὲ χρήσιμα αὐτῷ εἰσῆκται· τήν τε γὰρ δόξαν τοῦ Δημοσθένους ὅτι δημοτικός ἐστιν παρὰ τοῖς δικασταῖς προαναιρεῖ, ἔχει δὲ καὶ διατύπωσιν ὧν ὁ Δημοσθένης οὐκ ἔχει, δέον αὐτῷ προσεῖναι τῷ δημοτικῷ, ἃ καὶ πέντε ὄντα ἀπαριθμεῖται, τὴν αἰτίαν ἐφʼ ἑκάστῃ προστιθείς. δημοτικὸς δὲ ἀντὶ τοῦ χαίρων τῇ δημοκρατίᾳ.
ὁποτέρου—τοῦ λόγου μὴ ἐὰν δημοτικὸν αὑτὸν καλῇ.
ἀτυχίαν δυσγένειαν.
τὴν ἀσέλγειαν τὴν ἀσωτείαν καὶ τὸ πολλὰ εἰς αἰσχρὰς ἡδονὰς καταναλίσκειν.
τέταρτον τοῦτο Περικλῆς περὶ ἑαυτοῦ ἐν τῇ οἰκείᾳ δημηγορίᾳ
λογισμὸς οἷον ἡ ἐξέτασις.
ἐκ Κεραμέων δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος. ἀπὸ δήμου.
Νύμφαιον νεὼν Νυμφῶν. τόπος τῆς πόλεως ἐπὶ Πόντῳ· τοῦτον Ἀθηναίων ἐχόντων Γύλων Ἀθηναῖος προέδωκε τοῖς Βοσπόρου τυράννοις.
φυγὰς φυγὰς ἐγένετο καὶ ἔλαβε παρὰ τῶν τυράννων χωρίον ὃ ἐκαλεῖτο Κῆποι.
τὴν κρίσιν οἷον τὴν τιμωρίαν. ἐξῆν γὰρ φυγεῖν μετὰ τὴν πρώτην κρίσιν, εἰ καὶ θάνατός τινος κατεγνώσθη, ὡς ἔγνωμεν ἐν τῷ κατὰ Τιμοκράτους.
Σκύθιν ὡς ἀπʼ εὐθείας εἴρηται τοῦτο μᾶλλον βαρυτόνου· κακῶς δέ. τὰ γὰρ τοιαῦτα ἐθνικὰ ὀξύνεσθαι θέλει, ὡς Κολχίς, Περσίς, Σκυθίς. οὐκοῦν Σκυθίδα καὶ οὐ Σκύθιν, ὡς τὸ Κολχίδα, Περσίδα· τινὰ δὲ τῶν βιβλίων ἔχει κτητικῶς Σκυθικήν.
ἐπιχώριος οὐκ Ἀττικοῦ ἀνθρώπου τρόπον ἔχει οὐδὲ κακίαν Ἀττικήν, ἀλλʼ ἀλλόεθνον πονηρίαν ἔχει· τοῦτʼ ἔστι σφόδρα πονηρός ἐστιν ὡς μὴ Ἀττικὸς ὤν, ὡς καὶ ἐνδεεστέραν τῶν Ἀττικῶν πονηρίαν ἐχόντων.
λογογράφος δικολόγος, γράφων λόγους Κεραμεικούς· τὸ μέντοι γράφειν λόγους ἐνόμιζον αἰσχρόν. διὸ οὔτε Περικλῆς οὔτʼ ἄλλοι τῶν ἐπιφανῶν ἔγραψαν.
τοὺς λόγους ἐκφέρων τὰ δικαιώματα τῶν ἀνακειμένων αὐτῷ μηνύων κρύφα τοῖς ἀντιδίκοις καὶ προδιδοὺς τὰ πράγματα.
ἐπικέκλυκε οὕτω πολύ ἐστι. λέγει δὲ ὅπερ ἔπεμψεν αὐτῷ Δαρεῖος.
πονηροῦ ἀντὶ τοῦ ἀσώτου.
τὸ κεφάλαιον οἱονεὶ τὸ μέγιστον ἀδίκημα.
ὁ μὲν τοίνυν ὅτι ἀπὸ τοῦ παρακολουθοῦντος τοῖς ἀτίμοις ἠθέλησε σημᾶναι ὡς καὶ τούτους δεῖ εἶναι ἀτίμους. οἱ γὰρ ἄτιμοι ἐξείργονται ἱερῶν, ἐκκλησίας, τοῦ δημηγορεῖν καὶ τῶν τοιούτων. περιρραντήρια δέ ἐστιν οἷον τὰ ὕδατα τὰ πρὸ τῶν ἱερῶν, ἐν οἷς περιρραίνονται οἱ μέλλοντες εἰσιέναι τοῖς ἱεροῖς πρὸ τοῦ εὔξασθαι. τὰ δὲ τῆς ἐκκλησίας περιρραντήρια ἦν τὰ καθάρσια τὰ ἀπὸ τοῦ περιστιάρχου γενόμενα. ἐκείνους φοβούμενος μᾶλλον ἢ τοὺς πολεμίους. Ἄλλως. πρὸ τῆς εἰσόδου τῆς ἀγορᾶς ἦν περιρραντήρια παρʼ ἑκάτερα· τοῦτʼ ἔστι λουτῆρες ὕδωρ ἔχοντες.
τοῖς τραγῳδοῖς πάλιν ἀντὶ τοῦ τραγῳδῶν ἀγωνιζομένων
ἀποπλανῶ ἀντὶ τοῦ πᾶσαν τὴν πόλιν.
μέμνησθε ἐπίλογοι.
τὰς ἀφθόνους τὰς ἁπλῶς καὶ χύδην διδομένας, ὅ ἐστι τὰς πολλάς, ὡς ἔχομεν καὶ παρʼ Ἡροδότῳ καὶ ἀλλαχοῦ ἄφθονον ὕδωρ ἀντὶ τοῦ πολύ.
ἐμβαλεῖτε διότι ὁρῶσιν ἑαυτοὺς ἐξ ἴσου τοῖς πολλοῖς τιμωμένους.
τὰ καλὰ ἀντὶ τοῦ οἱ στέφανοι, αἱ σιτήσεις καὶ αἱ ἄλλαι τιμαί.
καταπέπλυται καταπλύνειν λοιδορεῖν, ὑβρίζειν, καταφρονεῖν, ἀτιμάζειν. τὸ αὐτὸ ἰσχύει πλυνὸν ποιεῖν.
ἄτοπον ἀντὶ τοῦ θαυμαστόν.
τὰ Ὀλύμπια ἕνα λέγει τῶν τεσσάρων.
τῶν στεφανιτῶν στεφανῖται ἀγῶνες ὧν ἆθλα ἦσαν οἱ στέφανοι.
τῶν στεφανιτῶν ἀγώνων παγκράτιον ἕνα λέγει τῶν τεσσάρων, ἐπειδὴ καὶ ἄλλοι εἰσὶν ἀγῶνες, ἔνθα οὐ στέφανοι παρέχονται εἰς τιμήν, ἀλλʼ ἄλλα τινά, οἷον ἄργυρος, χλανίδες ἤ τι τοιοῦτον, ὡς ἔγνωμεν ἐν τοῖς Πινδαρικοῖς. τῷ διαπραξαμένῳ δὲ οἷον τῷ σπουδάσαντι ἑαυτῷ, ὥστε στεφανωθῆναι, διὰ τοῦ διαφθεῖραι χρήμασι τοὺς Ἑλλανοδίκας ἤ τι τοιοῦτον ποιῆσαι. τινὲς δέ φασι τῷ ἁπλῶς ἀθλεύσαντι, ἀλλὰ μὴ νικήσαντι.
παρακαταθέμενοι οἱονεὶ ἐμπιστεύσαντες τοῖς πόνοις. ἐπιλαμβάνεται δὲ Διονύσιος ὅτι τὸ παρακαταθέσθαι φυλακῆς πλεῖον ἔνδειξιν ἔχει, ἐπὶ δὲ τῶν σωμάτων τὸ ἐναντίον γίγνεται· διαφθείρονται γὰρ ἔσθʼ ὅτε· οὐκοῦν κακῶς ἐχρήσατο τῇ λέξει ὁ Αἰσχίνης.
τὰς ἐπιεικεῖς φύσεις τὰς ἐχομένας ἀρετῆς.
Φυλῆς Φυλὴ χωρίον τῆς Ἀττικῆς ὀχυρὸν σφόδρα, ἀπέχον τῆς πόλεως στάδια ἑκατόν, ὥστε πολλὰς ἀφορμὰς αὐτοῖς παρέχεσθαι εἰς ἐφόδια. νοεῖται δὲ ὁ Θρασύβουλος καὶ οἱ σὺν αὐτῷ, τὴν Φυλὴν καταλαβόντες ἐπὶ τῷ τὸν δῆμον φυγόντα καταγαγεῖν καὶ τὴν τῶν τριάκοντα ἀρχὴν καταλύειν. Λακεδαιμόνιοι ἑλόντες Ἀθήνας κατέσκαψαν μὲν τὰ τείχη, κατέστησαν δὲ τυράννους αὐτόθι λ, οἳ πολλοὺς μὲν ἀκρίτους ἀπέκτειναν, πολλοὺς δὲ ἐφυγάδευσαν. πικρότερον δὲ δεσπόζοντες οὐκ ἦσαν ἀνεκτοὶ καὶ αὐτὸς ὁ δῆμος ἔφυγεν εἴς τινα δῆμον εἰς καλούμενον Φυλήν. τῶν δὲ ἐπιστρατευσάντων καὶ προσπολεμούντων ἠγωνίσατο καὶ Ἀρχίνου τοῦ ἐκ Κοίλης δήμου καὶ Λυσίου τοῦ Συρακοσίου καὶ μάλιστα Θρασυβούλου τοῦ Στειριέως συλλαβομένων κατῆλθεν εἰς τὸ ἄστυ καὶ ἀνεκτήσατο τὴν ἐλευθερίαν.
κἀκεῖνοι καὶ τοῦτο κατʼ ἐρώτησιν. εἶτα δέον εἰπεῖν· ναί, ἐάσας τὴν ἀπόκρισιν τὴν αἰτίαν αὐτῆς ἐπήνεγκεν.
οἱ μὴ τετιμημένοι οὐ διὰ τὸ τετιμῆσθαι ἄξιοι τῆς πόλεως ἀλλὰ καὶ διὰ τὴν ἰδίαν ἀρετήν.
δωρεὰς ἐτίμα μὲν ὁ δῆμος αὐτοὺς ταῖς προσηκούσαις δωρεαῖς. ἐκεῖνοι δὲ οὐκ ἠξίουν καταλείπειν ἐν γράμμασιν, ἐν. δὲ τῇ μνήμῃ τῶν τιμῶν τὴν χάριν.
Ἑρμᾶς ἀντὶ τοῦ προσωπεῖα Ἑρμοῦ καὶ κάτω ἐν τῇ βάσει ἦν τὰ ἐπιγράμματα.
ἦν ἀντὶ τοῦ ἦσαν.
ἐπʼ Ἠϊόνι Ἠϊὼν πόλις Θρᾴκης, ἣ ὕστερον Ἀμφίπολις ὠνομάσθη. ὀνομαστικῶς λέγεται τῆς Θρᾴκης ἡ πόλις Ἠϊών, παρʼ ἣν ὁ Στρυμὼν ποταμός. Στρυμὼν δὲ ποταμὸς Θρᾴκης.
αἴθωνα ἀντὶ τοῦ διάπυρον καὶ μέγαν. τοῦτʼ ἔστιν· ἐπάγουσι καὶ λιμὸν καὶ πόλεμον· αἴθωνα δὲ λέγει τὸν λιμόν, ἐπεὶ οἱ λιμώττοντες αἴθονται τελευτήσαντες· οἱ δὲ ὅτι ἐγένετό τις αἴθων γαστρίμαργος καὶ πάντοτε ἐλίμωττεν, ἀφʼ οὗ ὁ λιμὸς αἴθων.
πρῶτοι οὗτοι πρῶτοι τῶν δυσμενῶν ἀμηχανίαν ἐποίησαν· οὐχ ἡττηθέντες γὰρ, ἀλλὰ κρατήσαντες ἀπέστρεψαν αὐτῶν τὰς μηχανάς.
δυσμενέων εὗρον ἀμηχανίαν ἀντὶ τοῦ ἀμηχανίαν ἐνέβαλον τοῖς πολεμίοις. ἀντὶ τοῦ τὰς μηχανὰς αὐτῶν ᾔδεσαν.
μᾶλλον χαίρων.
τὴν στοὰν τὴν ποικίλην οὕτω λέγεται Ἀθήνησι στοά· ποικίλη. ἐν ταύτῃ πλεῖσται γραφαί, ἐπιφανεστάτη δέ ἐστιν ἡ τὴν ἐν Μαραθῶνι μάχην ἔχουσα, ἐν ᾗ ἕστηκε Μιλτιάδης ἐγκελευόμενος τοῖς στρατιώταις. Ἄλλως. τρεῖς ἦσαν Ἀθήνησι στοαί· ἡ μὲν ἐκαλεῖτο βασίλειος, ἡ δὲ τῶν Ἑρμῶν, ἡ δὲ Πεισιανάκτιος, Πεισιάνακτος τοῦ κτίσαντος. αὕτη δὲ γραφθέντων ἐν αὐτῇ τῶν ἐν Μαραθῶνι καὶ ἄλλων τινῶν ποικίλη ἐκλήθη.
Μητρῴῳ ἐνταῦθα ἔκειτο τὰ δημόσια γράμματα. ἔγνωμεν καὶ ἐν τοῖς Φιλιππικοῖς ὅτι μέρος τοῦ βουλευτηρίου ἐποίησαν οἱ Ἀθηναῖοι τὸ Μητρῷον, ὅ ἐστιν ἱερὸν τῆς Ῥέας διὰ τὴν αἰτίαν ἐκείνου τοῦ Φρυγός· συντακτέον δὲ τοῦτο πρὸς τὸ ἰδεῖν ἔστιν.
ἔστιν ἐν αὐτῷ τῷ ἱερῷ, ἐν ᾧ τὸ βουλευτήριόν ἐστιν, ἀνάκεινται γεγραμμένοι οἱ ἀπὸ Φυλῆς τὸν δῆμον καταγαγόντες· κεῖνται δὲ ἐν τῷ Μητρῴῳ καὶ οἱ νόμοι τῶν .....
ὅσοι τὴν τάξιν— τοῦτο παρʼ ὑπόνοιαν. δέον γὰρ τῶν τότε τι εἰπεῖν εἰς τὸν Δημοσθένην αἰνιττόμενος οὕτως ἐπήνεγκεν.
εἰ τοῦτʼ ἔχει— αὕτη ἐστιν ἡ διάλληλος δεῖξις.
Φιλάμμωνα πύκτης διάσημος Ὀλυμπιονίκης· ἐνίκησεν ἑκατοστῇ πέμπτῃ Ὀλυμπιάδι. ἦν δὲ τῷ σώματι μέγας καὶ ἀποθανόντος Ἱπποκράτους τοῦ Λεοντίνων τυράννου διεδέξατο τὰ πράγματα καὶ κατασταθεὶς ὑπὸ Γέλωνος ἐν Καμαρίνῃ καταψηφισαμένων αὐτοῦ Καμαριναίων θάνατον ἀνῃρέθη.
Γλαῦκον Καρύστιος ἦν οὗτος.
τὴν ἀρετὴν ὁ Διονύσιος ἐπιλαμβάνεται· οὐ γάρ, φησί, νικῆσαι βουλόμεθα τὴν ἀρετὴν ὡς τοὺς ἀνταγωνιστάς. ἠγνόηκε δὲ ὅτι ὁ ἀγὼν πρὸς τὸ ἐπαγόμενον νοεῖται. ἄνω μὲν οὖν περὶ τῆς νίκης λέγομεν αὐτοὺς ἀγωνίζεσθαι, νῦν δὲ περὶ τοῦ ἐφικέσθαι.
Παταικίωνος οὗτος ἦν κλέπτης. οὗτος διαβέβληται ὡς ταπεινὸς καὶ οὐδενὸς ἄξιος.
ἐφικόμενος τουτέστι γενόμενος ἀνὴρ ἀγαθός, κρατήσας τῆς ἀρετῆς, ἐγκρατὴς ὢν τῆς ἀνδραγαθίας.
παλαίχθων παλαίχθων ὑφʼ ἕν, ὡς αὐτόχθων.
ἦρξαν ἤρξαντο.
ἔναυλον οἷον ἐν τοῖς ὠσὶ τὸν τῶν αὐλῶν ἦχον καταλιπόν, τουτέστιν οὔπω ἐκ τῆς μνήμης ἀποκεχωρηκός, ἤγουν ἔτι ἐν μνήμῃ διαμένον. οἱονεὶ πρόσφατον καὶ ἐγγύς, ἀπὸ τοῦ ἐγγὺς εἶναι καὶ ἐντὸς τῆς ἐπαύλεως τὰ πρόβατα.
γραφὴν γραφὴν οὐ λέγει ἐνταῦθα τὴν κατηγορίαν, ἀλλʼ αὐτὰ τὰ γράμματα τὰ τοῦ ψηφίσματος τοῦ παρανόμου. οὕτω φησίν· οὐχ ἧττον ἐμίσουν τοῦ πράττοντος παράνομα ἐν ἔργοις αὐτὸν τὸν γράφοντα παράνομα.
ἀνδρὸς παράνομα λέγοντος ὁμοίως, φησί, ὠργίζοντο τοῖς γράφουσι παράνομα ὡς τοῖς ποιοῦσι παράνομα.
ἀνεπόδιζον πάλιν λέγειν ἐκέλευον, ὡς ὕστερον αὐτὸς ὁ Αἰσχίνης μνημονεύει.
ἀναγιγνώσκειν— ἵνα ἀκούοντες τῶν νόμων καὶ τοῦ ψηφίσματος μάθοιεν, εἰ παράνομόν ἐστιν.
Κέφαλος Λυσίας κατʼ Ἐρατοσθένους τοῦ γενομένου τῶν τριάκοντα.
ἐκ Κοίλης ἀπὸ δήμου.
Θρασύβουλον Θρασύβουλος ὁ Στειριεὺς μετὰ τὸ κατελθεῖν τὸν δῆμον ἀπὸ Φυλῆς ἔγραψε ψήφισμα δοθῆναι πολιτείαν Κεφάλῳ τῷ ῥήτορι πολλὰ εὐεργετήσαντι τοὺς εἰς Φυλὴν καταφυγόντας καὶ τοῦτο ἀπροβούλευτον εἰσήνεγκεν εἰς τὸν δῆμον. οὐδέπω γὰρ ἦν καθεσταμένη βουλὴ μετὰ τὴν τῶν λ κατάλυσιν· τοῦτο τὸ ψήφισμα ἐγράψατο παρανόμων Ἀρχῖνος ὁ ἐκ Κοίλης καὶ εἷλε καὶ ἐτίμησαν τῷ Θρασυβούλῳ οἱ δικασταὶ δραχμῆς μιᾶς. Ἄλλως. ἐπίστευον τοῖς δοκοῦσιν ἀμύνειν τοῖς νόμοις. Ἀρχῖνος γὰρ ὁ ἐκ Κοίλης ἐγράψατο παρανόμων ὅτε κατῆλθεν ὁ δῆμος ... Λυσίου τοῦ Συρακουσίου πεντακοσίας μὲν ἀσπίδας δόντος τοῖς μαχεσαμένοις ἐν Φυλῇ Συρακουσίοις, στρατιώτας δὲ μισθωσαμένου ἐξ Αἰγίνης ἔγραψε ψήφισμα πολίτην αὐτὸν γενέσθαι Θρασύβουλος. παρανόμων δὲ αὐτὸν Ἀρχῖνος ὁ ἐκ Κοίλης ἐγράψατο, ὅτι οὔπω γενομένης βουλῆς ψήφισμα ἔγραψεν ὀλιγώρως πρὸ τοῦ βουλὴν ὑπάρξαι, καὶ δικασταὶ κατήνεγκαν αὐτοῦ τὰς ψήφους. ὁ δὲ ἐν τῇ τιμήσει παρελθών· θανάτου, ἔφη, τιμῶμαι, ὅτι ἀχαρίστους Ἀθηναίους ὄντας εὖ ἐποίησα. οἱ δὲ δικασταὶ αἰδεσθέντες τῷ μὲν ἐτίμησαν τὴν καταδίκην δραχμῆς, τὸν δὲ Λυσίαν οὐδʼ οὕτως ἐποιήσαντο πολίτην.
γράψαντά τι παρὰ τοὺς νόμους στεφανοῦν.
τοῖς νόμοις ὡς τοῦ κατηγόρου ὡς ἐπὶ τὸ πολὺ διὰ τὸ παρὰ τοὺς νόμους τι πράττεσθαι κατηγοροῦντος.
τοῖς εἰς αὐτὸ τὸ πρᾶγμα λέγουσιν τῷ συνηγόρῳ αὐτοῦ. ἐξῆν γὰρ καλέσαι οὓς ἂν ἐθέλωσι πρὸς συνηγορίαν. οἱονεὶ τοῖς συνηγόροις τοῦ φεύγοντος.
τὸ μὲν πρῶτον τὸ λέγειν πρὸς κλεψύδραν ἐνταῦθα αἰνίττεται. κλεψύδρα γὰρ ἀγγεῖον ἦν μικροτάτην ὀπὴν ἔχον περὶ τὸν πυθμένα, ὅπερ ἐν τῷ δικαστηρίῳ μεστὸν ὕδατος ἐτίθετο, καὶ πρὸς τοῦτο ἔλεγον οἱ ῥήτορες.
λυθῇ ἀντὶ τοῦ γνωσθῇ.
ὅστις— ἵνα λέγῃ περὶ τοῦ φεύγοντος τὴν ψῆφον δὲ αἰτεῖ, οἷον ἵνα ψηφίσησθε καὶ αὐτῷ μᾶλλον προσθῆτε.
παραιτεῖται οἱονεὶ συγγνώμην αἰτεῖ, ὡς ἔχομεν ἐν τῷ κατὰ Μειδίου τὴν ὁμοίαν χρῆσιν, ἐν οἷς λέγει· «τῷ δὲ φεύγοντι καὶ παραιτεῖσθαι».
διενεγκεῖν διακρῖναι, διαψηφίσασθαι.
ἀπαντᾶν εἰς τὴν τίμησιν ὅταν ἡ τίμησις γένηται, τότε τυγχάνει δεομένους καὶ παραιτουμένους μετρίως τιμῆσαι.
ὡρισμένον προγεγραμμένον, γνώριμον.
τουτὶ τὸ σανίδιον λελευκωμένον πινάκιον, ἐν ᾧ ἡ γραφὴ γέγραπται ἣν ἐγράψατο ὁ κατήγορος καὶ τὸ ψήφισμα τὸ κατηγορούμενον καὶ οἱ νόμοι. ἐγράφετο ἡ κατηγορία καὶ τὸ ψήφισμα καὶ οἱ νόμοι· ὅτι κατηγορῶ τοῦ ψηφίσματος τοῦδε ὡς παρὰ τούσδε τοὺς νόμους γεγραμμένου.
τὸ συντεταγμένον ἀντὶ τοῦ μηδεμιᾶς ἀληθείας ἐχόμενον. προοίμιον δὲ εἶπεν, ἐπειδὴ ὁ προβαλλόμενος ἄλλον τινὰ εἰπεῖν ὑπὲρ ἑαυτοῦ, ἀνάγκην εἶχεν αὐτὸς εἰπεῖν τι προοίμιον τοῦ λόγου, καὶ οὕτω καλέσαι τὸν συνήγορον. Ἄλλως. ἢ ὃ μετὰ Δημοσθένους συνέταξεν ἢ ὃ συνέθετο ἐρεῖν ἢ ὅτι· ὦ δικασταί, ἐπειδὴ λέγειν οὐ δύναμαι, πρὸς τοῦτο κελεύσατέ μοι τὸν δεῖνα συνηγορεῖν· συντεταγμένον οὖν τὸ συντεθειμένον.
Κτησιφῶντος μή τις, φησί, ὡς φιλάνθρωπόν τι δοκοίη ποιεῖν ἐρομένου, εἰ καλοίη, φάσκων· κάλει.
κάλει τὸ δεύτερον κάλει ὡς Αἰσχίνου τὸ πρῶτον ἐπιλαμβανομένου ἐτέθη, ὡσεὶ ἔλεγε· κάλει λέγεις. δύναται δὲ καὶ ὡς προστακτικὸν ἀναγιγνώσκεσθαι ὡς ἐπιτρέποντος Αἰσχίνου· κάλει.
οὐδὲν προβαλλόμενον ἀντὶ τοῦ προστάξαντα πρὸ τοῦ εἰπεῖν στεφανοῦν, ἀντὶ τοῦ οὐκ εἰπόντα, ἐπειδὰν τὰς εὐθύνας δῷ.
πάλαισμα οἷον διʼ οὗ βούλεται καταγωνίσασθαι ὑμᾶς. πάλαισμα δὲ καταγωνισμὸς καὶ ἐξαπάτη ἢ τέχνη, σχῆμα.
ἐμβαλεῖν ἐνέμεινε τῇ μεταφορᾷ τοῦ παλαίσματος.
περὶ τῆς στάσεως οἷον ἐπὶ τοῦ στῆναι ἑκάτερος αὐτῶν σπεύδει μὴ ἔχειν τὸν ἥλιον ἀντιπρόσωπον ἀλλὰ κατόπιν ἑαυτοῦ. Ἄλλως. ἐπειδὴ πολλάκις συνέβαινε τὸν ἥλιον εἶναι κατὰ τοῦ ἑνός, ἐφιλονείκουν ὅπως ἐν τῇ σκιᾷ ἕκαστος γένοιτο.
περιίστασθαι ἀντὶ τοῦ ἐξίστασθαι καὶ καταφεύγειν.
εἰσελαύνετε εἰσελαύνετέ φησιν ἀπὸ μεταφορᾶς ἀγωνιστῶν ἐκτρεπομένων ἐκτὸς ἀγῶνος, ὡς καὶ ἐν τῷ παραπρεσβείας εἶπε τοῦτο τὸ ἐπιχείρημα.
βαλλαντιοτόμον ἀντὶ τοῦ τὸν λῃστήν. ἀπὸ μεταφορᾶς αὐτῶν τῶν λῃστῶν τῶν τεμνόντων τὰ βαλάντια κάτωθεν τῶν βασταζόντων, ἵνα ἐκπέσῃ τὰ ἐν αὐτοῖς.
διατετμηκότα τὴν πολιτείαν τὸν λέγοντα πρὸς τοὺς ἔξωθεν ἐπανεστηκότας τοὺς μὲν ὀλιγαρχικοὺς, τοὺς δὲ δημοτικούς. στασιαστικοὺς δὲ τοὺς στάσεως αἰτίους. λέγει γὰρ ταῦτα· εἰς στάσιν ἐνέβαλε τὸν δῆμον.
διηριθμημένους ἠναγκασμένους.
ἑλκοποιεῖς πλάττεις λόγους συγκρουστικούς. ἀντὶ τοῦ τραύματα ἐργάζῃ καὶ κακά.
τῶν αὐθημερὸν οἱονεὶ τῶν ψευδῶν καὶ τῆς προσπιπτούσης χρείας ἕνεκεν γινομένων.
τοὺς θεοὺς καινοὺς Εὐριπίδης Μηδείᾳ· ὅρκων δὲ φρούδη πίστις, οὐδʼ ἔχω μαθεῖν εἰ θεοὺς νομίζω τοὺς τότʼ οὐκ ἄρχειν ἔτι, ἢ καινὰ κεῖσθαι θέσμιʼ ἀνθρώποις τὰ νῦν· ἐπεὶ σύνοισθά γʼ εἰς ἔμʼ οὐκ εὔορκος ὤν.
περιγράψατε ἀντὶ τοῦ ἐκβάλετε.
ἐξορμεῖς ἐξέρχῃ. ὡσανεὶ ἔλεγε, σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ πελάγει εἴσω οἰκεῖς, ἵνα εὐχερῶς φύγῃς, ὅταν χρεία σοι γένηται. ἀντὶ τοῦ οὐ μόνον ἐν Πειραιεῖ οἰκεῖς, ἀλλʼ ἐξορμᾷς τῇ διανοίᾳ πρὸς τὴν χώραν.
ὁ δʼ ἀγὼν οὐκ ἀτίμητος ψεύδεται αὐτός. μ ταλάντων ἦν τιμήσας, ὅτε ἐγράφετο, ἀλλʼ ἵνα μὴ οἱ δικασταὶ διὰ τὸ τοσοῦτον τίμημα ἀφῶσι τὸν Κτησιφῶντα, κλέψαι βούλεται τοι .....
ἐκείρατο οἱ Ἕλληνες ἐν ταῖς εὐπραγίαις τὴν κόμην ἔτρεφον, ἐν δὲ ταῖς δυστυχίαις καὶ τῷ πένθει ἐκείροντο. Ὅμηρος αὐτοὺς πανταχοῦ καρηκομόωντας καλεῖ. ἀνάπαλιν δὲ Ἐπαμεινώνδας· ἡμετέραις βουλαῖς Σπάρτα μὲν ἐκείρατο δόξαν. Λυσίας ἐν ἐπιταφίῳ τοῖς Κορινθίων βοηθοῖς «ὥστε ἄξιον ἦν ἐπὶ τῷδε τῷ τάφῳ τότε κείρασθαι τῇ Ἑλλάδι καὶ πενθῆσαι τοὺς ἐνθάδε κειμένους.»
ζηλοτυποῦν τὴν ἀρετὴν δόξης ἕνεκα ζηλοῦν, εἴδωλον ἀρετῆς διῶκον, ἤγουν τὴν ἀρετὴν μισοῦν, ἢ τῇ ἀρετῇ φθονοῦν.
οὐ γὰρ δὴ μὰ τ. Ἡ. — ἐπεὶ ὁ Μειδίας πολεμιστὴς ἦν, ὃς ἀποτυχὼν τῶν ἀριστείων ἑαυτὸν περιεῖλε ξίφει· πρὸς τοῦτο οὖν παίζει.
ἰδιώτης ἰδιώτης οὐ πρὸς τὴν εἴδησιν τῶν νόμων, ἀλλʼ ὅτι οὐδὲν τῶν κοινῶν μετεχείρισα· οὐ δημοσίᾳ ἠδίκησα, ἀλλʼ ἰδιωτεύω.
τῆς σιωπῆς λέγει γάρ· διὰ τί ἐφʼ ἑκάστῳ ὧν ἔπραττον ἐν αὐτοῖς τοῖς καιροῖς οὐκ ὤφθης κατήγορος; καὶ πάλιν· γέγονέ τι τῶν ὑμῖν συμφερόντων, ἄφωνος Αἰσχίνης, ἀντέκρουσέ τι καὶ γέγονεν οἷον οὐκ ἔδει, πάρεστιν Αἰσχίνης.
τόπος ἀσυκοφάντητος ἀντὶ τοῦ ἐπιχείρημα.
τὸ μὲν κεφάλαιον ἀντὶ τοῦ καθολικῶς.
ἀπηνέχθη ἔστι παραγραφικὸν ἀπὸ χρόνου.
οὔπω σοῦ χαριεντισμός.
τὴν Ἥραν καὶ μὴν ἄνω αὐτὴν οὐκ εἶπεν, ἀλλὰ τὸν Δία· μᾶλλον οὖν τοὺς τρεῖς ἔλεγεν ἑωρακέναι, καὶ ὁ Αἰσχίνης, ἵνα μὴ κατάλογον ποιῇ τῶν ὀνομάτων, ὅπερ ἦν ψυχρόν, ἄνω μὲν τὴν Ἥραν, ἐνταῦθα δὲ τὸν Δία παρέλειψεν, τὴν δʼ Ἀθηνᾶν οὐδαμοῦ, ὅτι πολιοῦχος.
εἴ γε μὴ ταὐτὸ ἐ. — τοῦτο λέγει· πῶς ἔμελλον Ἀλεξάνδρῳ ἐνδείκνυσθαι, ὃς ἠγνόουν εἰ Φίλιππος τελευτήσειε· οὐ γὰρ δὴ ταὐτὸν ἐνύπνιον ἑώρακα Δημοσθένει.
τὴν ἀξίωσιν τὸ νομίζειν ἄξιον εἶναι, δεῖν ἐξ ἀνάγκης λέγειν, καὶ οὕτω πολιτεύεσθαι, οἷον ὡς ἂν ἐν τυραννίδι καὶ οὐ δημοκρατίᾳ.
ἐργαζομένου πολυπραγμονοῦντος.
ἁρπάγματα κλέμματα.
πλέον τ. πόλεως— οὕτω δεῖ συντάξαι· πλεῖον ἀφανίζων Ἀθηναίων ναυτικὸν οὗ εἶχον ὅτε τὴν ἐν Νάξῳ ναυμαχίαν Λακεδαιμονίους ἐνίκησαν· ἐγένετο δὲ αὕτη ἐν τῷ ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων πολέμῳ.
ἐν Νάξῳ στρατηγοῦντος Χαβρίου.
Πόλλιν στρατηγὸν Λακεδαιμονίων, περὶ οὗ καὶ ὁ Ἀριστείδης λέγει ἐν τῷ ὑπὲρ τῶν τεσσάρων ὅτε οὗτος ἐπώλησε τὸν Πλάτωνα. κατεναυμάχησε δὲ αὐτὸν Χαβρίας περὶ Νάξον τὴν νῆσον.
ἐνέφραξας ἀντὶ τοῦ τῷ ἀντικατηγορεῖν ἐπετείχισας σαυτὸν τοῦ μὴ δοῦναι δίκην.
οὐ τὸ τελευταῖον κατʼ ἐρώτησιν.
Ἀναξίνου οὗτος ἐπεδήμησεν Ἀθήνησιν διαπεμφθεὶς ὑπὸ Ὀλυμπιάδος τῆς Ἀλεξάνδρου μητρὸς ὠνήσασθαί τινα αὐτῇ, Δημοσθένης δὲ αἰτιασάμενος κατάσκοπον ἥκειν παρὰ Ἀλεξάνδρου ἠνάγκασε συλληφθῆναι, καὶ βασανιζόμενος καὶ στρεβλούμενος περὶ τοῦ πράγματος ἐκεῖνος ἐτελεύτησε.
τὰ ἀγοράσματα οἷον μύρα καὶ τὰ τοιαῦτα, λυσιτελοῦντα πρὸς γυναικεῖον κόσμον.
τοὺς τῆς πόλεως ἅλας ὁ αὐτὸς Αἰσχίνης ἐπάνω ἐν τῷ περὶ παραπρεσβείας «τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος—εἰρήσεται γὰρ—οὐδʼ ἐγγενὴς ἡμῖν». καὶ Δημοσθένης περὶ παραπρεσβείας «ποῦ δὲ ἅλες; ποῦ τράπεζαι;» λανθάνει ὁ Αἰσχίνης ὑπὲρ τοῦ Δημοσθένους λέγων, εἰ τῆς πατρίδος χάριν οὐκ ᾐδέσθη τοὺς ἅλας τοῦ ξένου.
ἐπιστολὰς ὅτι συκοφαντῶν εἴληφεν Αἰσχίνου ἐπιστολὰς ἐπὶ προδοσίᾳ· σιωπῶ οὖν ἐπιστολὰς ψευδεῖς.
κατασκόπων συλλήψεις συνέλαβε γὰρ Ἀνάξινον ὡς κατάσκοπον καὶ ἑταῖρον Αἰσχίνου.
τὰ ἔνατα τὰ νομιζόμενα τῷ νεκρῷ, τῇ ἐνάτῃ ἡμέρᾳ γινόμενα.
σαυτὸν δʼ οὐκ ἀνερωτᾷς κατʼ ἀποστροφήν.
καὶ νὴ τ. θεοὺς— ἡ σύνταξις· καὶ νὴ τοὺς θεοὺς μάλιστʼ ἀγανακτῶ ἐφʼ ᾧ νυνὶ μέλλω λέγειν ὧν ἐγὼ πυνθάνομαι Δημοσθένην λέξειν. εἰ δὲ προστεθείη τῷ μέλλω τὸ ν, ἵνα γένηται μετοχή, οὐ χρεία οὕτω συντάξαι, ἀλλὰ σαφὲς γίνεται.
ἀφομοιοῖ γελοῖον· κηλοῦνται γὰρ ἐπεὶ οὐκ ἂν προσεκαρτέρουν. ὡς δὲ ἐκεῖναι τὴν γλῶσσαν ἐπιφθορᾷ κέκτηνται τῶν ἀκουόντων καὶ οὗτος τοὺς λόγους ...... ἐσώζετʼ ἂν ὁ λόγος.
τῆς γὰρ αἰτίας— ἡ σύνταξις· αἰσχρὸν γάρ ἐστιν τὸν αἰτιώμενον τῆς αἰτίας τὸ ἔργον μὴ ἔχειν ἀποδεῖξαι.
ἐζηλωκότος ἀντὶ τοῦ μακαρίζοντος. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ τὸ τοῦ ζήλου εἴωθεν ἀεὶ ἐπὶ καλοῦ τάττεσθαι, τὸ δὲ τῆς ζηλοτυπίας ἐπὶ φθόνου. ἀντιδίκων δέ φησι τῶν ῥητόρων, καθὸ οἱ μὲν στρατηγοὶ τοῖς ἔργοις κέχρηνται, οἱ δὲ ῥήτορες τοῖς λόγοις, καὶ ἀεὶ φθονοῦσιν ἀλλήλοις ἑκάτεροι. κατὰ κοινοῦ δὲ τὴν εὐπορίαν τῶν λόγων. νῦν ἀντὶ μεμφομένου.
ἐξ ὀνομάτων οἷον ἐκ λέξεων πανούργων.
οὗ— δυνατὸν καὶ μὴ δασύνοντας τὴν οὗ, ἀλλʼ ἀρνητικῶς καὶ κατʼ ἐρώτησιν ἀναγιγνώσκοντας τὴν περίοδον καλῶς ἀποσώζειν τὸ νόημα.
θαυμάζω δὲ ἀντὶ τοῦ καταγινώσκω. ἐντεῦθεν οἱ ἐπίλογοι εἰργασμένοι ἐν δέκα τόποις καὶ ἔστιν ὁ πρῶτος τόπος μικρὸς καὶ σύντομος, ὑπόμνησις τῶν περὶ τὸ πρᾶγμα συνεκτικῶν καὶ τῶν περὶ τὸ πρόσωπον παροξύνουσα τοὺς δικαστὰς ἐν ἀναμνήσει τῶν πάλαι κηρυγμάτων.
ἐπιτήδειος ἀντὶ τοῦ πάνυ ἀκόλαστός ἐστιν.
μετὰ ταῦτα μετὰ γὰρ τοὺς στεφάνους εἰσέφερον τὰ δράματα.
ἐπεισαγόντων δηλονότι τὰ ἑαυτῶν δράματα.
δόξαις διανοίαις.
ὑπὸ Δημοσθένους— τοῦτο λέγει ὅτι στεφανοῦσι Δημοσθένην δηλονότι ὡς εὖ πεπονθότες. πόθεν οὖν ἠτυχήσαμεν; ἀνάγκη ἀπὸ τῆς τύχης. ἀλλʼ οὐχί φησιν ἀπὸ τῆς τύχης ἀλλʼ ἀπὸ Δημοσθένους.
τὰς τῶν δώρων γραφὰς ἁλισκομένους οἷον τοὺς νομιζομένους δωροδόκους.
τοὺς κυκλίους τοὺς τῶν χορηγῶν, καθὸ ἐν κύκλῳ ἱστάμενοι ᾖδον ᾄσματα τῷ Διονύσῳ.
τῷ διαπραξαμένῳ τῷ ὠνησαμένῳ.
ἔπειτʼ ἔξεισιν— ὁ δεύτερος τόπος τῶν ἐπιλόγων εἴργασται αὐτῷ ἐκφοβῶν τοὺς δικαστὰς ἀσυμφόρῳ διττῷ.
ὁ τοιοῦτος κριτὴς ἀντὶ τοῦ ὁ δικαστὴς ὁ κρίνας τὸν Δημοσθένην ἄξιον εἶναι τοῦ στεφάνου. καταχρηστικῶς δὲ εἶπεν ἐνταῦθα κριτὴν τὸν δικαστήν. κριτὴς γὰρ ὁ κρίνων τραγῳδοὺς καὶ τοὺς ἄλλους τοὺς ἐπὶ σκηνῆς.
ἰδιώτης οἱονεὶ ὁ δικαστής, καθὸ ἰδιῶται καὶ πένητες ἦσαν, γενόμενοι δικασταὶ διὰ τὸ τριώβολον.
ὁ μὲν ὅρκος ὁ ὅρκος, φησί, λυπεῖ τὸν ἐπιορκήσαντα. συνειδὼς γὰρ ἑαυτῷ ὅτι ἐπιώρκησεν λυπεῖται. διʼ αὐτὸν γὰρ γεγονέναι τὸ ἁμάρτημα· οὐ διὰ τὸν δικαστήν, ἀλλὰ διὰ τὸν ὅρκον. εἰ μὴ γὰρ προὔκειτο, οὐδὲ ἁμάρτημα ἦν.
ἡ δὲ χάρις ἐκείνῳ, ᾧ ἐχαρίζετο, ἄδηλος γέγονεν.
ὅτι δὲ ἀντὶ τοῦ καθὸ δέ.
τὸ δημόσιον ἡ πόλις.
οὐχ οὓς ἐφοβεῖτο οὐκ ἐχθροί, οὓς ἐφοβεῖτο ὁ δῆμος, ἀλλʼ οἱ δημαγωγοί, οἷς ἑαυτὸν ἐνεχείριζε, τὸν δῆμον κατέλυσαν.
πρὶν τὰς αἰτίας ἀκοῦσαι πρὶν ἀκοῦσαι οὐ τοὺς τριάκοντα, ἀλλὰ τοὺς ἀποθνήσκοντας. τοῦτʼ ἔστιν· οὐδὲ ᾔδεσαν, τί ἀπέθνησκον.
οὐχ ὑφʼ ὑμῖν κατʼ ἐρώτησιν.
ἡδέως δʼ ἂν ἔγωγε— τρίτος τόπος τῶν ἐπιλόγων. εἴρηται δὲ κατὰ ἀπαίτησιν εὐλόγου αἰτίας, διʼ ἣν στεφανωθήσεται Δημοσθένης. δύο δὲ θεὶς αἰτίας ἔλυσε κατὰ περιτροπήν, ἐπὶ τίσι τιμητέον τοὺς πολιτευομένους, τὴν δὲ δευτέραν κατὰ ἀναίρεσιν ἐν ἀπαιτήσει τῶν ἔργων, ὑπὲρ ποίων Δημοσθένης ἐπαινοῖτο. περιτροπὴ τὸ σχῆμα.
ἀναλογισαίμην ἀντὶ τοῦ ἀπαριθμησαίμην. εἴρηται δὲ ἀπὸ τοῦ ἀποβαίνοντος, ἐπειδὴ ἐν τοῖς λογισμοῖς ἀπόκρισίς ἐστι καὶ πεῦσις.
ἀνελόντα εἰκὸς γὰρ τῶν τάφρων ὀρυττομένων περὶ τὸ τεῖχος καὶ τάφους τυγχάνειν.
ἀφελὼν γὰρ τ. καιρὸν οὐκ ἐᾷς, φησὶ, τὸν δῆμον φιλοτιμεῖσθαι, φάσκων μὴ τὴν Θηβαίων χρείαν μηδὲ τὸν ἐπικείμενον φόβον ποιῆσαι τὴν συμμαχίαν, ἀλλὰ Δημοσθένην.
χρυσίον οὐ δώσω Ἀθηναῖοι γὰρ αὐτὸν ᾔτησαν χρυσίον ἐπὶ Φίλιππον μετὰ τὴν τῆς εἰρήνης κατάλυσιν πρεσβείαν πέμψαντες.
τὸ μὲν τῶν Θηβαίων ὄνομα ὅτι αἴτιον ἐγένετο τῶν ἐν Χαιρωνείᾳ κακῶν.
τὰ δʼ ἐβδομήκοντα ἃ ὑφείλετο Δημοσθένης ἐκ τῶν τριακοσίων ταλάντων, λέγων τοῖς ἀπαιτοῦσι δούλοις τοῦ Δαρείου ὅτι ταῦτα ἐμοὶ ἔπεμψεν ὑπὲρ τοῦ συμβουλεῦσαι· εἰ δʼ οὐκ ἐπείσθησαν οἱ Ἀθηναῖοι, οὐδὲν πρὸς ἐμέ.
προλαβὼν ἁρπάξας, ἀπὸ μεταφορᾶς τῶν προλαμβανόντων λῃστῶν.
ἄξιον δʼ ἐστὶ τέταρτος τόπος τῶν ἐπιλόγων.
Κλεοπάτραν Κλεοπάτραν τὴν Φιλίππου καὶ Ὀλυμπιάδος θυγατέρα, Ἀλεξάνδρου δὲ ἀδελφὴν ἔγημεν Ἀλέξανδρος ὁ Νεοπτολέμου μὲν υἱός, Ὀλυμπιάδος δὲ ἀδελφός, βασιλεὺς Μολοττῶν καὶ Ἠπειρωτῶν. οὗτος ἐν Πανδοσίᾳ Λευκανοῖς μαχόμενος ἐτελεύτησεν. ἀκούσας δὲ ὁ δῆμος ὁ τῶν Ἀθηναίων ἔπεμψε Κτησιφῶντα πρεσβευτὴν συναχθεσόμενον Κλεοπάτραν ἐπὶ τῷ τοῦ ἀνδρὸς θανάτῳ καὶ παρηγορήσοντα αὐτήν.
ἐπερώτησον πέμπτος τόπος τῶν ἐπιλόγων παράθεσιν ἔχων τῶν εὐλόγως ποτὲ τιμηθέντων ὑπὸ τοῦ δήμου. δείκνυσι δὲ τὴν ἀτοπίαν τῆς τιμῆς τῇ ὑπομνήσει τῶν διʼ αὐτῶν εὖ πεπονθότων.
πυθοὺ περισπῶσιν Ἀττικοὶ τοῦτο, καὶ τὸ λαβοῦ καὶ ἐμοῦ καὶ τὰ ὅμοια. ἔστι δὲ δεύτερος μέσος ἀόριστος.
Χαβρίᾳ οὗτοι πάντες πρεσβύτεροι Δημοσθένους. Ἰφικράτης μὲν οὖν καὶ ἐπίσημος ἐγένετο πάνυ καὶ μόραν Λακεδαιμονίων κατέκοψε. διέκρινον γὰρ τὸν δῆμον οἱ Λακεδαιμόνιοι εἰς δέκα μόρας ὥσπερ εἰς δέκα φυλὰς οἱ Ἀθηναῖοι. καλοῦσι δὲ μόραν οἷον γένος ἕν. ὁ δὲ Τιμόθεος γνώριμος μὲν Ἰσοκράτει, ἀνὴρ γενναῖος. ἐζημίωσεν αὐτὸν ὁ δῆμος συκοφαντηθέντα. Χαβρίας δὲ καὶ αὐτὸς στρατηγὸς ἐπιφανής.
ἀγνώμονα οἱονεὶ μὴ ἔχοντα λογισμόν, ὡς καὶ ἐν τοῖς Φιλιππικοῖς· «εἶθʼ οὕτως ἀγνωμόνως ἔχετε.» ἄψυχα.
ἐάν τινα ἐὰν ἐκεῖνα τὰ ἄφωνα καὶ ἀγνώμονα ἐμπεσόντα ἀποκτείνῃ ἄνθρωπόν τινα.
τὴν πανυστάτην ἔξοδον ἢ μεθʼ ἣν οὐκ ἐπεξήλθομεν διὰ τὸ πάνυ διʼ αὐτὴν ἀσθενῆσαι ἢ τὴν ἐσχάτην.
τὸ δὲ μέγιστον ἕκτος τόπος, ἐν ᾧ φοβεῖ τοὺς δικαστὰς ὑπὲρ τῆς τῶν θεῶν τιμῆς.
δημόσια κηρύγματα δίκαια.
ὁ δέ γε νεώτερος ἕβδομος τόπος φοβῶν τοὺς δικαστὰς περὶ τῆς δημοκρατίας καὶ καταφορὰν ἔχων τῶν συντεταγμένων μετὰ Δημοσθένους.
εἰς ἀπολογισμὸν ἀπολογίαν.
τὰ κοινὰ οἷον τὸ λέγειν ὅτι φιλόπολίς εἰμι καὶ τὰ τοιαῦτα.
ἀπίστους τουτέστιν ἀπιθάνους ὄντας τοῖς ἤθεσιν, ἤγουν οὐ δυναμένους ὑμᾶς πεῖσαι τοῖς ἤθεσιν, ὅτι εἰσὶν εὖνοι καὶ φιλάνθρωποι καὶ κοινοί· ἢ οὕτως· τοὺς πονηροὺς ὄντας τὰ ἤθη, καὶ διὰ τοῦτο οὐκ ἀξίους ὄντας πιστεύεσθαι ὑφʼ ὑμῶν, ὅτι εἰσὶν εὖνοι εἰς τὴν πόλιν καὶ φιλάνθρωποι. κοινὰ δὲ καλεῖ τὰ ἐλευθέρια καὶ φιλόδωρα καὶ εὐεργετικά.
ξενικῶν στεφάνων ὅτι ἐπὶ τῶν ξένων ἐν τῷ θεάτρῳ ἔμελλε στεφανοῦσθαι.
ἐφʼ οἷς τῶν προδοτῶν ὁ νόμος θάνατον κατεγίνωσκε· σημεῖον οὖν, φησί, προδοσίας αἱ ἐπιστολαί.
παρακελεύονται παρακελεύονται ὡς φύλακες τῆς δημοκρατίας βλέπειν εἰς τὰ αὑτῶν πρόσωπα.
παραγεγηρακὼς οἱονεὶ ληρήσας.
παρανοίας ὅ ἐστι μωρίας, ἵνʼ ᾖ τὸ μὲν προειρημένον τοῦ γήρως, τοῦτο δὲ τοῦ τρόπου.
τὰ περιόντα τὰ περιττὰ καὶ φαῦλα.
ἕτερος δὲ τὸν Λεωκράτην νοεῖ, οὗ κατηγόρησε Λυκοῦργος. διαμένει δὲ καὶ ὁ λόγος ἐνταῦθα κείμενος.
ἐπʼ ὀνομάτων οἷον διὰ τοῦ περιτιθέναι ἑαυτῷ φιλάνθρωπα ὀνόματα.
Πειθὼ οἷον αὐτὴν τὴν θεὸν τὴν Πειθώ, καθὸ λέγει ὁ Δημοσθένης πάντας πείθεσθαι τοῖς αὑτοῦ λόγοις.
Ἀριστείδην δὲ ὁ αὐτὸς ἐν τῷ περὶ παραπρεσβείας· «ὁ δὲ οὐδὲν ἄπρακτον ἔχων μέρος τοῦ σώματος, οὐδʼ ὅθεν τὴν φωνὴν προΐεται, ὡς ὢν Ἀριστείδης, ὁ τοὺς φόρους τάξας τοῖς Ἕλλησι, δυσχεραίνει καὶ καταπτύει τὰς δωροδοκίας.»
Ἄρθμιον τούτου μνημονεύει Δείναρχος ἐν τῷ κατʼ Ἀριστογείτονος καὶ Ἀριστείδης ὁ σοφιστὴς ἐν τῷ Παναθηναϊκῷ καὶ Πλούταρχος ἐν τῷ Θεμιστοκλεῖ