eul_wid: yds-aj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Aelius Aristides: Leuctric Oration III by Scholia on Aelius Aristides

The third Leuctric Oration has a short proem built, like the first, on the speaker's own standing, the notes observe, and they mark where the arguments begin. The longest note explains one sentence: if the orators fear that the Thebans could gain Persian help, they would do better to stop aiding them now than to keep supplying them.

Part of Scholia on Aelius Aristides

ΛΕΥΚΤΡΙΚΟΣ Γʹ.

μεθʼ ὑμῶν, ὦ Ἀθηναῖοι τὸ προοίμιον ὅμοιόν ἐστι τῷ πρώτῳ λόγῳ· ἀπὸ συστάσεως καὶ τοῦτο τοῦ οἰκείου προσώπου εἴληπται· ἔστι δὲ σύντομον.

τὸ γὰρ ταὐτὰ συμβουλεύειν κατασκευή.

οὐκοῦν Λακεδαιμόνιοι μὲν εἰσβολὴ εἰς τοὺς ἀγῶνας.

μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν— κωλύοντες μᾶλλον ἢ πορίζοντες τὸ ταύτῃ πρὸς τὸ βελτίους ἦσαν συντακτέον· εἰ ἄρα δεινὸν ἐνόμιζον οἱ ῥήτορες ἔσεσθαι τοῖς Θηβαίοις πρὸς τὴν Περσῶν βοήθειαν, βελτίους ἦσαν κωλύοντες μᾶλλον βοηθεῖν νῦν αὐτοῖς ἢ πορίζειν.