eul_wid: uqe-av
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Lysis by Plato Commentary

Two proverbs traced to their sources carry the Lysis notes: 'friends hold all in common' to Pythagoras, and 'god ever brings like to like' to Homer. Earlier come the grove of the Academy, named from the hero Academus, and the game of odds and evens, explained with Aristophanes' Wealth; Hesiod's lines on potter envying potter are quoted for Socrates' argument that like is hostile to like.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΛΥΣΙΝ

Ἀκαδημείας. Ἀθήνῃσι προάστειον γυμνάσιον ἀλσῶδες, ἀπό τινος Ἀκαδήμου ἥρωος ὀνομασθέν.

Αἰξωνέως. Αἰξωνὶς δῆμος Κεκροπίδος καὶ Αἰξωνεὺς ὁ ἐκεῖθεν.

κέλησι. ἄζυξιν ἵπποις.

κρονικώτερα. ἢ τὰ ἀρχαιότερα καὶ παλαιά, ἢ τὰ εὐήθη.

πρὶν νενικηκέναι ... ᾄδεις. παροιμία πρὸς τῆς νίκης ᾄδεις τὸ ἐγκώμιον, ἐπὶ τῶν τὰ πράγματα προλαμβανόντων.

ἠρτίαζον. ἀρτιασμὸς καὶ ἀρτιάζειν ἐστὶ τὸ δραξάμενον ἀστραγάλων ἤ τινων ἄλλων ἐξετάζειν τὸν συμπαίζοντα πότερον ἀρτίους ἢ περισσοὺς κατέχει, ὡς καὶ Ἀριστοφάνης Πλούτῳ— στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν.

φορμίσκων. καλαθίσκων.

θαμά. πυκνά.

ἐπηλυγισάμενος. ἐπισκιασάμενος, ἐπικρυψάμενος· λύγη γὰρ ἡ σκιά.

κοινὰ τά γε φίλων. σημείωσαι. παροιμία, κοινὰ τὰ φίλων ἐπὶ τῶν εὐμεταδότων. φασὶ δὲ λεχθῆναι πρῶτον τὴν παροιμίαν περὶ τὴν μεγάλην Ἑλλάδα, καθʼ οὓς χρόνους ὁ Πυθαγόρας ἔπειθεν τοὺς αὐτὴν κατοικοῦντας ἀδιανέμητα πάντα κεκτῆσθαι. φησὶ γοῦν ὁ Τιμαῖος ἐν τῇ εʹ οὕτως· «Προσιόντων δʼ οὖν αὐτῷ τῶν νεωτέρων καὶ βουλομένων συνδιατρίβειν οὐκ εὐθὺς συνεχώρησεν, ἀλλʼ ἔφη δεῖν καὶ τὰς οὐσίας κοινὰς εἶναι τῶν ἐντυγχανόντων». εἶτα μετὰ πολλά φησι· «καὶ διʼ ἐκείνους πρῶτον ῥηθῆναι κατὰ τὴν Ἰταλίαν ὅτι κοινὰ τὰ φίλων.» ἐμνήσθη δὲ αὐτῆς καὶ ἐν τῷ Φαίδρῳ, «καὶ ἐμοὶ ταῦτα συνεύχου· κοινὰ γὰρ τὰ τῶν φίλων», καὶ Ἀριστοτέλης ἐν τῷ θʹ τῶν Ἠθικῶν. Κλέαρχος δέ φησιν ὑπὸ Χαλκιδέων τῶν ἐν Εὐβοίᾳ πεμφθῆναι δῶρα εἰς Δελφοὺς Ἀπόλλωνι καὶ Ἀρτέμιδι· τῶν δὲ Δελφῶν μαντευομένων εἰ ἐξ ἴσης τὴν ἀνάθεσιν ποιήσονται, ἔφησεν ὁ Θεός· Κοινὰ τὰ τῶν φίλων. καὶ Μένανδρος Ἀδελφοῖς βʹ.

παιδοτρίβην. ἀλείπτην, γυμναστήν.

ὀρικοῦ. τῶν ἡμιόνων· ὀρεὺς γὰρ ὁ ἡμίονος.

τὸ ὅμοιον τῷ ὁμοίῳ. παροιμία ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· ἐπὶ τῶν τοὺς τρόπους παραπλησίων καὶ ἀλλήλοις ἀεὶ συνδιαγόντων ἐξ Ὁμήρου λαβοῦσα τὴν ἀρχήν. ἐμνήσθη ταύτης καὶ ἐν τῷ Συμποσίῳ, «ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει ὅμοιον ὁμοίῳ δεῖ πελάζειν», καὶ ἐνταῦθα, καὶ Μένανδρος Σικυωνίῳ.

καὶ τὸν Ἡσίοδον. τὰ Ἡσιόδου ἔπη— εἰς ἕτερον γὰρ τίς τε ἰδὼν ἔργοιο χατίζων πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν οἶκον τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ ἔρις ἥδε βροτοῖσιν. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων, καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.

ἀλλόκοτον. ἐξηλλαγμένον καὶ ἰδιότροπον.

τὸ καλὸν φίλον. παροιμία ἐπὶ τῶν τὸ συμφέρον αἱρουμένων.

εἰ μέν τι. γρ. εἰ μέντοι τι