eul_wid: uqe-bb
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Lesser Hippias by Plato Commentary

Objects and rare words make up most of the notes on the Lesser Hippias. Hippias' strigil and oil-flask bring a long note citing Aristophanes' Old Age and Banqueters, on the flask that carried perfume to the dead and the word for the destitute derived from it. The adverb embrachy and a word for an attack or allotted portion, cited from Euripides' Temenus and Daughters of Pelias, complete the set.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΕΛΑΤΤΟΝΑ ΙΠΠΙΑΝ

ἔμβραχυ. ἔμνβραχυ· συντόμως καὶ ἁπλῶς. Ὑπερείδης ἐν τῷ κατʼ Ἀριστοφῶντος «οἶδε γὰρ αὐτῷ δεδομένην ἄδειαν καὶ πράττειν καὶ γράφειν ὅτι ἂν ἔμνβραχυ βούληται.» Ἀριστοφάνης Θεσμοφοριαζούσαις— ποῦ δʼ οὐχὶ διαβέβληκεν ὅπουπερ ἔμβραχυ εἰσὶ θεαταὶ καὶ τραγῳδικοὶ χοροί; Κρατῖνος Ὥραις— ἔδει παρέχειν ὅτι τις εὔξαιτο ἔμβραχυ.

ἀνέδην. ἐκκεχυμένως, καὶ τὸ κατὰ στέρησιν τοῦ ἕδους.

στλεγγίδα καὶ λήκυθον.

στλεγγὶς ἡ ξύστρα, καὶ στλεγγιζόμενοι οἱ ἀποξυόμενοι, ὅ ἐστι κτενιζόμενοι. στλεγγὶς γὰρ τὸ κτένιον, ὡς Ἀριστοφάνης Γήρᾳ— εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδʼ ἔχοντα. καὶ Δαιταλεῦσιν— οὐδʼ ἔστιν αὐτῇ στλεγγὶς οὐδὲ λήκυθος. καλεῖται δὲ στλεγγὶς καὶ χρυσοῦν ἔλασμα τὸ περὶ τῇ κεφαλῇ τῶν γυναικῶν. λήκυθος· ἀγγεῖόν τί φασιν Ἀττικοί, ἐν ᾧ τοῖς νεκροῖς ἔφερον τὸ μύρον, τὴν ἀλάβαστον. ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος, ἐχρῶντο δὲ καὶ ἀντὶ φασκωλίων ληκύθοις, ἅ ἐστι δερμάτινα βαλλάντια — φάσκωλος δὲ τὸ μέγα, εἰς ὃ τὰ ἱμάτια ἐμβάλλεται. διὸ καὶ τοὺς ἀπόρους ἀποληκύθους ἔλεγον. λέγουσι δὲ τὴν λάγυνον λήκυθον, καὶ τὸ μεταξὺ τῆς λαυκανίας καὶ αὐχένος ἠχῶδες, ὥς φησι Κλέαρχος.

λιπαρῆ. προσεδρευτικόν, ἐπιμελῆ.

ἀρχαῖον. εὐήθη, ἢ ἁπλοῦν.

εὐνοίας. γρ. καὶ εὐνοίας

λιπαρής. ἐπιμελὴς καὶ προσεδρευτικός.

κατηβολή. κατεβολὴ τὸ ἐπιβάλλον. Εὐριπίδης Τημένῳ καὶ Πελιάσιν. λέγεται δὲ οὕτως καὶ ἡ τοῦ πυρετοῦ περίοδος καὶ ὁρμή, καὶ μερίς, καὶ ἱερὰ νόσος, τὸ χρεών, τὸ καθῆκον, θυσία, τελετή, τὰ νομιζόμενα.

ἦ. ἀντὶ τοῦ ἤμην, Ἀττικῶς.