ΕΙΣ ΤΟΝ ΕΥΘΥΔΗΜΟΝ
σκληφρός ... προφερής. σκληφρὸς ὁ τῷ μὲν χρόνῳ πρεσβύτερος, τῇ δὲ ὄψει νεώτερος δοκῶν· προφερὴς δὲ ὁ τῷ μὲν χρόνῳ νεώτερος, τῇ δὲ ὄψει πρεσβύτερος.
ἥκιστα. οὐδαμῶς.
ἀήθεις. γρ. καὶ ἀήθεις
χορεία.
σκολύθρια ταπεινὰ διφρία. ἔνιοι δὲ ὑποπόδια.
ὥστʼ ἐκεῖνα. γρ. ὥστʼ ἐκεῖνα ὥς γε κλεινία
ἐν Καρὶ ... ὁ κίνδυνος. σημείωσαι. παροιμία, ἐν Καρὶ τὸν κίνδυνον ἐπὶ τῶν ἀσφαλέστερον διακινδυνευόντων· Κᾶρες δὲ δοκοῦσι πρῶτοι μισθοφορῆσαι, ὅθεν καὶ εἰς πόλεμον αὐτοὺς προέταττον. ἐντεῦθεν γὰρ καὶ τοὺς μικροὺς στρατιώτας τινὲς Καρίωνας προσηγόρευον· καὶ τὸ παρʼ Ὁμήρῳ δὲ «ἐν Καρὸς αἴσῃ» ἐν τῷ τυχόντι τινὲς ἀκούουσιν. μέμνηται δὲ αὐτῆς Ἀρχίλοχος λέγων— καὶ δὴ ʼπίκουρος ὥστε Κὰρ κεκλήσομαι, καὶ Ἔφορος ἐν αʹ Ἱστορίας, καὶ Φιλήμων ἐν Γάμῳ— ἐν Καρὶ τὸν κίνδυνον· οἶσθα, δέσποτα, καὶ Εὐριπίδης Κύκλωπι— δράσω τάδε· ἐν Καρὶ κινδυνευτέον, καὶ Κρατῖνος Βουκόλοις— ἐν Καρὶ τὸν κίνδυνον· ἐν ἐμοὶ δὴ δοκεῖ πρώτῳ πειρᾶσθαι. Πλάτων ὁ φιλόσοφος Λάχητι.
τῇ Μηδείᾳ. αὕτη γὰρ συνεβούλευσεν, ἀπὸ Κόλχων μετὰ Ἰάσονος εἰς Ἰωλκὸν ἐλθοῦσα, ταῖς Πελίου θυγατράσιν ἵνα, εἰ τοῦτον βούλοιντο νέον γενέσθαι, ἑψηθῇ.
σὺ δὲ κελεύεις; ὅτι. γρ. σὺ δὲ κελεύεις.
κορύδους. κόρυδοι ὄρνιθες ὄρτυξιν ὅμοιοι, οὓς ἔνιοι μὲν κορυδάλλους φασίν, Γῆς καὶ Ἀθηνᾶς ἱεροί.
ὁ Διὸς Κόρινθος. παροιμία Διὸς Κόρινθος ἐπὶ τῶν ἄγαν μὲν ὑπερσεμνυνομένων, κακῶς δὲ καὶ πονηρῶς ἀπαλλαττόντων. τῶν γὰρ Κορινθίων βαρέα τοῖς Μεγαρεῦσιν ἀποίκους οὖσιν ἐπιταττόντων τὸ μὲν πρῶτον ὑπήκουον· ὡς δὲ ὕβρεως οὐδὲν ἀπελίμπανον οἱ Κορίνθιοι, ἐλπίσαντες οἱ Μεγαρεῖς οὐδὲν ἂν παθεῖν ἀποστάντες, παραχρῆμα τῶν Κορινθίων ἀφίστανται. πέμπουσιν οὖν πρέσβεις οἱ Κορίνθιοι κατηγορήσοντας τῶν Μεγαρέων, οἳ παρελθόντες εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ διεξῄεσαν, καὶ τέλος ὅτι δικαίως ἂν στενάξειεν ἐπὶ τοῖς γινομένοις ὁ Διὸς Κόρινθος, εἰ μὴ λήψονται δίκην παρʼ αὐτῶν. ἐφʼ οἷς παροξυνθέντες οἱ Μεγαρεῖς τούς τε πρέσβεις παραχρῆμα λίθοις ἔβαλλον, καὶ μετὰ μικρὸν ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης νικήσαντες, φυγῇ τῶν Κορινθίων ἀποχωρούντων, ἐφεπόμενοι καὶ κτείνοντες ἅμα παίειν ἀλλήλοις τὸν Διὸς Κόρινθον ἐκέλευον. μέμνηται δὲ ταύτης Ἀριστοφάνης ἐν τοῖς Βατράχοις, λέγων ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν; καὶ ἐν Ταγηνισταῖς, καὶ Ἔφορος ἐν πρώτῳ ἱστοριῶν, καὶ Πλάτων Εὐθυδήμῳ. ἄλλοι δὲ ἐπὶ τῶν ἐπʼ οὐδενὶ τέλει ἀπειλούντων φασὶν εἰρῆσθαι τὴν παροιμίαν.
καλὰ δὴ παταγεῖς. παροιμία καλὰ δὴ πάντʼ ἄγεις ἀντὶ τοῦ ἀγγέλλεις, ἐπὶ τῶν αἴσια ἀναγγελλόντων. πολλάκις δὲ λέγεται καὶ κατʼ εἰρωνείαν. Ἀριστοφάνης Γεωργοῖς καὶ Πλάτων Εὐθυδήμῳ.
λίνον λίνῳ συνάπτεις. παροιμία λίνον λίνῳ συνάπτεις, παροιμία ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν ἢ λεγόντων ἢ δρώντων, ἢ τὰ ὅμοια εἰς φιλίαν συναπτόντων. μέμνηται δὲ αὐτῆς Ἀριστοτέλης ἐν τῷ γʹ περὶ φυσικῆς ἀκροάσεως «οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἔστι,» καὶ Στράττις Ποταμίοις καὶ Πλάτων Εὐθυδήμῳ.
ἔγρυξα. ἔκραξα, ἢ ἐφθεγξάμην ὡς νῦν.
Ἀπόλλων πατρῷος. φασί τινες Ἀθηναίους αὐτόχθονας φῦναι, καὶ τούτους γονέας ἔχειν Γῆν καὶ Ἥλιον, ὃς ὁ αὐτός ἐστιν Ἀπόλλωνι. οἱ δέ, ὅτι Κρεούσῃ τῇ Ἐρεχθέως μιγεὶς Ἀπόλλων Ἴωνα ἐγέννησεν, ἀφʼ οὗ καὶ τοὺς Ἀθηναίους ποτὲ Ἴωνας κληθῆναι, καὶ διὰ ταῦτα πατρώϊον αὐτοὺς Ἀπόλλωνα ἔχειν.
ἕρκειος. ἕρκη τοὺς οἴκους Ἀθηναῖοί φασιν· ἐκ τούτων δὲ καὶ Ζεὺς ἕρκιος παρʼ αὐτοῖς, ὃν ἵδρυον ἐν τούτοις φυλακῆς χάριν. φρατρία δʼ ἐστὶ τὸ τρίτον μέρος ἑκάστης φυλῆς, καὶ Ἀθηνᾶ φρατρία ἡ τούτου ἔφορος.
πυππάξ. τὸ νῦν βόμβαξ λεγόμενον πύππαξ ἔλεγον, ὡς καὶ Λυκόφρων ᾠήθη. οὐκ ἔστι δέ· τὸ μὲν γὰρ πύππαξ τίθεται καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐγκωμίου, τὸ δὲ βόμβαξ οὐκέτι.
κολούεσθαι. ἐλαττοῦσθαι, ἐμποδίζεσθαι.
ὅσα μεταξύ κτλ.
αʹ ἀγαθόν. μεταξὺ τοῦ μὲν χεῖρον. τοῦ δὲ βέλτιον. κακόν.
βʹ ἀγαθόν. μεταξὺ χεῖρον. ἀμφοῖν. ἀγαθόν.
γʹ κακόν. μεταξὺ βέλτιον. ἀμφοῖν. κακόν.