ΠΕΡΙ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Στέφανος ὁ Βυζάντιος Ἀλεξάνδρεια· Νικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ Περὶ Ἀλεξανδρείας πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξανδρῖνος καὶ τὸ Ἀλεξανδρίτης, οὐ μέντοι τὸ Ἀλεξανδρεώτης.
ΠΡΟΣ ΑΔΡΙΑΝΟΝ.
Στέφανος ὁ Βυζάντιος Ἄθλιβις, πόλις Αἰγύπτου· ὁ πολίτης Ἀθλιβίτης. Νικάνωρ δʼ ὁ Ἑρμείου ἐν ᾗ πρὸς Ἀδριανὸν γράφων διὰ τοῦ ρ φησὶν Ἄθριβις. Οὕτω καὶ Στράβων.
Στέφανος ὁ Βυζάντιος Τίβυρις, πόλις Ἰταλίας ... Τὸ ἐθνικὸν Τιβυρτῖνος. Νικάνωρ δʼ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ, καὶ τὸ ἐθνικὸν Τιβουρῖνος· ὃ καὶ ἀναλογώτερον. Ἐν ᾗ Τιβουρίνιον τέμενος. Αὕτη Πολυστέφανος ὠνομάζετο πρότερον.
ΜΕΤΟΝΟΜΑΣΙΑΙ.
Ἀθήναιος Νικάνωρ ὁ Κυρηναῖος ἐν Μετονομασίαις τὸν Μελικέρτην φησὶ Γλαῦκον μετονομασθῆναι.
Οὐαλέριος Ἁρποκρατίων Ἀκή· πόλις αὕτη ἐν Φοινίκῃ· Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον ἣν Νικάνωρ ὁ Περὶ μετονομασιῶν γεγραφὼς καὶ Καλλίμαχος ἐν τοῖς Ὑπομνήμασι τὴν νῦν Πτολεμαΐδα καλουμένην φασὶν εἶναι· Δημήτριος δὲ ἰδίως τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος πρότερον Ἀκὴν ὠνομάσθαι φησίν.
Στέφανος ὁ Βυζάντιος Πάρος ... Νικάνωρ δὲ ἐν ταῖς Μετονομασίαις κεκλῆσθαί φησιν αὐτὴν Πακτίαν, Δημητριάδα, Ζάκυνθον, Ὑρίαν, Ὑλήεσσαν καὶ Μινώαν καὶ Κάβαρνιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός.
Στέφανος ὁ Βυζάντιος Ὕδη, πόλις Λυδίας ... Λέανδρος δʼ, ὁ Νικάνωρ παρατίθησι ἐν Μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν.
Στέφανος ὁ Βυζάντιος Ὀλυμπία ἡ πρότερον Πῖσα λεγομένη ... λέγεται καὶ Ἄρπιννα, ὡς Νικάνωρ, ἀπὸ τῆς Οἰνομάου μητρός.
Στέφανος ὁ Βυζάντιος Παρρασία ... Νικάνωρ δὲ Παρβασίαν φησὶν αὐτὴν κεκλῆσθαι διὰ τὴν Λυκάονος εἰς τὸν Δία παρανομίαν.
Στέφανος ὁ Βυζάντιος Τάναϊς ... Τινὲς δὲ καὶ τὸν ποταμὸν Ἀκεσίνην εἶναι καὶ Ἰαξάρτην, ἑλληνίσθαι δὲ τὰ πολλὰ τῶν βαρβαρικῶν ὀνομάτων, ὡς Νικάνωρ φησί.
Στέφανος ὁ Βυζάντιος Δῆλος ... ἐκαλεῖτο δὲ Κύνθος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ ... καὶ Ἀστερία καὶ Πελασγία καὶ Χλαμυδία· τινὲς δὲ ὅτι Ζάκυνθος ἐκαλεῖτο, κακῶς εἰδότες. Κεκλῆσθαι δὲ αὐτὴν καὶ Σκυθιάδα Νικάνωρ φησίν.
Στέφανος ὁ Βυζάντιος Διοσκουριὰς, μία τῶν ἐν Λιβύῃ Λευκῶν νήσων ... Ἔστι καὶ ἑτέρα περὶ τὸν Πόντον, ἥτις Σεβαστόπολις καλεῖται, καὶ πρότερον δὲ Αἶα ἐπικλήσκετο, ὡς Νικάνωρ.
Στέφανος ὁ Βυζάντιος Ἱμέρα, πόλις Σικελίας ... Ἔστι καὶ ποταμὸς Ἱμέρας, ὡς Νικάνωρ.
Στέφανος ὁ Βυζάντιος Ἀλάβαστρα, πόλις Φρυγίας. Ἡρόδοτος … Ἐν ταύτῃ λίθος διάσημος, ὥς φησι Νικάνωρ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Κόσμης δὲ ἐν πρώτῳ Αἰγυπτιακῶν, καὶ Λέων ἐν πρώτῳ τῶν πρὸς τὴν μητέρα, καὶ Κνωσσὸς ἐν αʹ Γεωγραφικῶν τῆς Ἀσίας, πάντων ἀρχαιοτάτους Αἰγυπτίους φασὶ, καὶ ἐν Αἰγύπτῳ πρώτην κτισθῆναι πόλιν Θήβας. Καὶ νικάνωρ δὲ τούτοις συμφωνεῖ καὶ Ἀρχέμαχος ἐν ταῖς Μετωνυμίαις καὶ Ξεναγόρας ἐν πρώτῳ Χρόνων.