ΤΑ ΚΑΤΑ ΦΙΛΙΠΠΟΝ ΚΑΙ ΒΥΖΑΝΤΙΟΝ.
Ἀθήναιος : Καὶ Πύθων δʼ ὁ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ ὁ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα· καὶ Βυζαντίοις ποτὲ στασιάζουσι πρὸς ἀλλήλους τοῖς πολίταις παρακαλῶν εἰς φιλίαν ἔλεγεν, «Ὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα· ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν. Ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται· ἐὰν δὲ στασιάσωμεν, οὐδὲ ἡ σύμπασα οἰκία.»
ΒΟΙΩΤΙΑΚΑ.
Πλούταρχος : Παράκειται δʼ αὐτῷ τῷ Ἰσμηνῷ Κιθαιρὼν ὄρος, ὀνομαζόμενον δὲ πρότερον Ἀστέριον, διʼ αἰτίαν τοιαύτην. Βοιωτοῦ τοῦ Ποσειδῶνος ἐκ δυοῖν γυναικῶν τῶν ἐπισήμων θέλοντος γῆμαι τὴν ὠφελιμωτέραν, καὶ ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς ἀνωνύμου νυκτὸς περιμένοντος ἀμφοτέρας, αἰφνίδιος ἐξ οὐρανοῦ κατενεχθεὶς ἀστὴρ ἔπεσε τοῖς Εὐρυθεμίστης ὤμοις, καὶ ἀφανὴς ἐγένετο. Βοιωτὸς δὲ τὸ σημαινόμενον νοήσας, τὴν μὲν κόρην ἔγημε, τὸ δʼ ὄρος ὠνόμασεν Ἀστέριον ἀπὸ τοῦ συγκυρήματος. Ὕστερον δʼ ἐκλήθη Κιθαιρὼν διʼ αἰτίαν τοιαύτην. Τισιφόνη μία τῶν Ἐριννύων, εἰς ἐπιθυμίαν ἐμπεσοῦσα παιδὸς εὐπρεποῦς, Κιθαιρῶνος τοὔνομα, καὶ μὴ στέγουσα τὴν ἐπίτασιν τῶν ἐρώτων, λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν· ὁ δὲ τὸ καταπληκτικὸν τῆς προειρημένης φοβηθεὶς, οὐδʼ ἀποκρίσεως αὐτὴν ἠξίωσεν· ἡ δʼ ἀποτυχοῦσα τῆς προαιρέσεως, ἐκ τῶν πλοκάμων ἕνα τῶν δρακόντων ἀπέσπασεν, καὶ ἐπὶ τὸν ὑπερήφανον ἔβαλεν· ὁ δʼ ὄφις τοῖς κόλποις περισφίγξας αὐτὸν ἀνεῖλεν, Ἀστερίου ποιμαίνοντος ἐν ταῖς ἀκρωρείαις. Κατὰ δὲ πρόνοιαν θεῶν, τὸ ὄρος ἀπʼ αὐτοῦ μετωνομάσθη Κιθαιρὼν, καθὸ ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν τοῖς Βοιωτιακοῖς.
ΠΕΡΙ ΠΟΤΑΜΩΝ.
Πλούταρχος : Γεννᾶται δʼ ἐν αὐτῷ λίθος, Μυνδὰν καλούμενος, πάνυ λευκός· ὃν ἐὰν κατέχῃ τις, οὐδὲν ὑπὸ θηρίων ἀδικεῖται· καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν γʹ Περὶ ποταμῶν.
— ΠΕΡΙΠΛΟΥΣ. —
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἔστι γὰρ καὶ Αἶνος ὄρος τῆς Κεφαλληνίας, ὅπου Αἰνησίου Διὸς ἱερόν ἐστιν· οὗ μνημονεύει καὶ Λέων ἐν Περίπλῳ καὶ Δημοσθένης ἐν τοῖς Λιμέσιν.
Σχόλια εἰς Εὐριπίδην : Λέων ὁ ῥήτωρ οὐ σφαγῆναι, ἀλλὰ διαφθαρῆναι αὐτὸν φαρμάκοις — φησίν.