eul_wid: anw-aa

Ἐπιστολή
Letter to Solon

Cleobulus of Lindos I Letter to Solon PDF

1 Σόλωνι. Πολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη, φαμὶ δὲ ἐγὼν ποτανιωτάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. καὶ ἁ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω, καὶ τοὶ ἕταροι δὲ ἑκαστόθεν πὰρ τὺ βασοῦνται.