Ἐπιθαλάμιος εἰς Σεβῆρον.Προθεωρία.
Ἴσως μὲν ἄν τῳ περίεργον εἶναι δόξειε τὸ περὶ τῶν ἐπιθαλαμίων τεχνολογεῖν· ὅπου γὰρ Ὑμέναιος καὶ χοροὶ καὶ ποιητικῆς αὐτονομίας ἄδεια, τίς ἐνταῦθα τέχνης καιρός; ἐπεὶ δὲ χρὴ τὸν ἐπιστήμονα καὶ ἐν τοῖς τοιούτοις μηδὲν δίχα τέχνης ποιεῖν, βραχέα καὶ περὶ τούτων εἰπεῖν ἄξιον. ἔστω τοίνυν ὁ ἄριστος ἐπιθαλαμίων κανὼν τὸ τὴν μὲν λέξιν πρὸς τοὺς ποιητὰς ὁρᾶν, τὰ πράγματα δὲ πρὸς τὴν χρείαν, τὸ δὲ μέτρον πρὸς τὴν ὑπόθεσιν. ὧν εἰ πάντων ὁ λόγος ἐστόχασται, σαφέστερον δείξει τὸ σύγγραμμα. τετραμεροῦς δὲ ὄντος αὐτοῦ, τὸ μὲν πρῶτον μέρος τὸν πρῶτον ἔχει λόγον, διὰ γλαφυρῶν ἐπιχειρημάτων τὴν γνώμην ἐμφανίζον, ἀφʼ ἧς τὴν ἐπίδειξιν ὁ λέγων ᾕρηται· τὸ δὲ δεύτερον τὴν ἐπὶ τῷ γάμῳ θέσιν, ἣν κοινωνοῦσαν τῇ φύσει, τῇ καινότητι τῶν ἐπιχειρημάτων καὶ τῇ μεθόδῳ τῶν νοημάτων ἡδεῖαν ἀπειργασάμεθα, καί τι καὶ φιλομαθὲς ἡδὺ προσμίξαντες, ὃ τοὺς ταῦτα δεινοὺς οὐ παρελεύσεται. τὸ δὲ τρίτος ἐγκώμιον τῶν γαμούντων ἔχει, ὃ κατὰ τὴν ἐξέτασιν τῶν ἐπαινουμένων προαχθὲν εἰς τάχος ἁρμόττει τῇ χρείᾳ. ἐτελεύτησε δὲ ὁ λόγος εἰς ἔκφρασιν τῆς νύμφης, ἔνθα καὶ ποιητικὴν ὥραν ὁ λόγος παρίστησιν, ἐκ τῆς ὑποθέσεως τὸν μέτρον λαμβάνων. Ὁ λόγος.
Ἀπόλλωνά φασι μετὰ τὰς μεγάλας νίκας, ἃς πλήττων τὴν λύραν· ἤρατο, καὶ κατὰ παστάδων ἠχῆσαι μέλος γαμήλιον· εἰ δὲ δὴ μὴ μῦθος ὁ ποιητῶν λόγος, ἐν νάπαις τὰ πρῶτα καὶ ἄντροις τὴν ἁρμονίαν ταύτην ἡρμόσατο, παιδικοῖς ἑαυτοῦ προσᾴδων ταῦτα τὰ κηλήματα. οὐκοῦν ὥρα καὶ ἡμῖν, ὦ παῖδες, ἐπεὶ καὶ τὰς ἡμετέρας καλοῦμεν Μούσας πρὸς γαμήλιον χορὸν καὶ ἔρωτα, ἀνεῖναι τὴν ἁρμονίαν τὴν σύντονον, ἵνʼ ἅμα μετὰ παρθένων ἐπʼ Ἀφροδίτῃ χορεύσωμεν. ὅτι δὲ μέγας ὁ κίνδυνος οὕτως ἁπαλὸν μέλος εὑρεῖν, ὡς τὴν θεὸν ἀρέσαι τῷ μέλει, παρʼ αὐτῶν ποιητῶν μανθάνειν ἔξεστιν, ὧν οἱ πλείους οἶμαι δεινοὶ τὰ ἐρωτικὰ γενόμενοι, κατὰ μὲν θεῶν καὶ παρθένων ἐπιτολμῶσαν τὴν Ἥραν ἔδειξαν, τὰ δὲ Ἀφροδίτης ὄργια παρῆκαν τῇ Λεσβίᾳ Σαπφοῖ ᾄδειν πρὸς λύραν καὶ ποιεῖν τὸν θάλαμον· ἣ καὶ εἰσῆλθε μετὰ τοὺς ἀγῶνας εἰς θάλαμον, πλέκει παστάδα, τὸ λέχος στρώννυσι, γράφει παρθένους, εἰς νυμφεῖον ἄγει καὶ Ἀφροδίτην ἐφʼ ἅρμα Χαρίτων καὶ χορὸν Ἐρώτων συμπαίστορα. καὶ τῆς μὲν ὑακίνθῳ τὰς κόμας σφίγξασα, πλὴν ὅσαι μετώποις μερίζονται, τὰς λοιπὰς ταῖς αὔραις ἀφῆκεν ὑποκυμαίνειν, εἰ πλήττοιεν. τῶν δὲ τὰ πτερὰ καὶ τοὺς βοστρύχους χρυσῷ κοσμήσασα πρὸ τοῦ δίφρου σπεύδει πομπεύοντας καὶ δᾷδα κινοῦντας μετάρσιον. ἡμῖν δὲ καὶ ἀναγκαῖον τὸ σπούδασμα. ὁ γὰρ τῷ γάμῳ τελούμενος οὐκ ὀθνεῖος τῶν λόγων, οὐδὲ τὴν γνώμην ἀλλότριος, ἀλλὰ χθὲς καὶ πρώην ἐπὶ ταῖς Μούσαις ἀθύρων, ἄφνω τῶν ἡμετέρων ἀποσκιρτήσας σηκῶν, ἐπʼ Ἀφροδίτην ἐκώμασε. διὸ πρέπον ἂν καὶ ἡμῖν χορεύειν τῷ γάμῳ. ἅπτεται καὶ βουκόλος ἐν νάπαις σύριγγος, ὅταν ἴδῃ μόσχον, ὃν ἔθρεψεν, ὑπʼ Ἀφροδίτῃ τελούμενον· ἅπτονται δὲ καὶ οἱ τῶν ἵππων ποιμένες ᾠδῆς, ὅταν αὐτοῖς οἱ πῶλοι κατὰ φορβάδων τὰ τῶν ἵππων πράττωσιν. οὐδʼ ἂν ὁ Χείρων ἐπʼ Ἀχιλλέως ἐσίγησεν, εἰ μὴ τοὺς Ἱπποδαμείας ἔρωτας ἔκλεψεν. ἀκούω δὲ καὶ τὸν Πᾶνα θεὸν τοῦτον τὸν νόμιον, μεῖζον ἐμπνεῦσαι τῇ σύριγγι, ὅτε τὴν Ἀριάδνην Διόνυσος ἐν Κρητικοῖς ἄντροις ἐνύμφευεν. ἐθέλω δὲ ὑμῖν λόγον τινὰ διηγήσασθαι. ἤρα Ποσειδῶν τοῦ Πέλοπος. νέον μὲν οὖν ὄντα αὐτὸν ἵππους ἀναβαίνειν ἐδίδασκε καὶ κατὰ κυμάτων ἐλαύνειν ἅρματα, τῶν ἄκρων ψαύοντα τῆς θαλάττης. ἐπεὶ δὲ κἀκεῖνον οἱ τῆς Ἱπποδαμείας πόθοι Ἔρωτι καὶ Ἀφροδίτῃ λατρεύειν ἔπεισαν, τότε καὶ ὁ θεὸς τὸν τῶν Νηρηΐδων χορὸν ἀθροίσας ἵστησι μὲν αὐτῷ κατʼ ἄκρας ᾐόνος τὸν θάλαμον—κῦμα δʼ ἦν οἶμαι ὁ θάλαμος, πορφῦρόν τε καὶ μετάρσιον, ὑπὲρ τοῦ λέχους κυρτούμενον, ἵνα παστάδα μιμήσηται—, ἐπῇσε τι καὶ μέλος γαμήλιον. ἡμεῖς δὲ τὰ μὲν τοιαῦτα θεοῖς καὶ Ποσειδῶνι παρήσομεν· ἀφʼ ὧν δὲ εἰκός τε καὶ χρὴ τὸν γάμον ᾄσομεν, ἐκεῖσε τὸν λόγον ἀναβιβάσαντες, ὅθεν θάλαμος καὶ γάμος ἤρξατο. ἦν θεὸς καὶ φύσις· καὶ ὁ μὲν ἐδεῖτο γονῆς, ἡ δὲ τοῦ κυΐσκειν μέλλοντος. οὔπω γὰρ ἦν γάμος, οὐδὲ τῷ τίκτειν ἔχοντι φύσιν τὸ γεννᾶν μέλλον ἐκέκρατο. ἵνα δὴ ταῦτα ἄνωθεν ἄρξαιτο, θάλαμος τῷ Παντὶ τὸ Πᾶν ἐγένετο. ἐκ δὲ δὴ τῶν γάμων τούτων οὐρανὸς γεννᾶται καὶ ἥλιος, ἔτι δὲ ἄστρων χορὸς καὶ σελήνης φέγγος καὶ διπλοῖ πόλοι, περὶ οὓς ἡ πρώτη γένεσις τῶν πρώτων τοῦ θεοῦ γάμων ἑλίττεται. δευτέρους δὴ μετὰ τούτους γάμους Ὠκεανοῦ καὶ Τηθύος ἡ φύσις ἔδειξεν, ἀφʼ ὧν ἀνίσχουσι μὲν ποταμοὶ καὶ λίμναι, ἔτι δὲ κρῆναι καὶ πηγαὶ καὶ φρέατα μακρά, καὶ ἡ πάντων μήτηρ ναμάτων θάλασσα· τίκτεται δὲ καὶ φυτὰ καὶ ζῷα, καὶ γῆ οἰκεῖται, καὶ τὸ νηχόμενον λαμβάνει θάλασσα, καὶ ἀὴρ ἐφάνη πτερῷ πορεύσιμος. ἀφῆκε δὲ ὁ γάμος καὶ φυτὰ φυτοῖς, καὶ ποταμοὺς πηγαῖς, καὶ χάλαζαν καὶ ὄμβρους τῇ γῇ, καὶ Νεῖλον Αἰγύπτῳ, καὶ πᾶσαν ἁπλῶς τῇ θηλείᾳ φύσει τὴν ἄρρενα· τότε Ἴστρος μὲν τῆς κατὰ Βόσπορον θαλάττης ἤρα, Ῥῆνος δὲ τῆς τῶν Κελτῶν πόλεων γείτονος. τούτους τοὺς ποταμοὺς ἐκ μιᾶς πηγῆς ἀνίσχοντας σχίζων ὁ Ἔρως τῷ πόθῳ, τὸν μὲν Εὐξείνῳ Πόντῳ νυμφίον, τὸν δὲ Ἀτλαντίδι θαλάσσῃ δέδωκε. τὸν δὲ θεωρὸν μὲν τῶν θείων, ἐργάτην δὲ τῶν ἐπὶ γῆς πραγμάτων ἄνθρωπον ὕστατον ὁ γάμος ἐγέννησε. τὸ γὰρ γῆς παῖδα γενέσθαι ἄνθρωπον καὶ τὴν Ἀττικὴν ῥαγεῖσαν ὠδῖνα τοσοῦτον βλαστῆσαι βλάστημα, μῦθός ἐστιν, Ἀττικῆς χάριτος παίγνιον. τὸν δὲ ἄνθρωπον τοῦτον γεννήσας ὁ γάμος πάντα αὐτῷ συνεξεῦρε καὶ συνεπόρισεν, οἷς γῆ τε οἰκεῖται καὶ θάλαττα. ἔρρηξε μὲν γῆς διʼ αὐτοῦ ἀρότροις αὔλακα, σκάφος δὲ ἐπαφῆκε τοῖς κύμασιν, ἵππους δὲ ψαλίοις ἔπεισεν· ἔδωκε δὲ πολέμῳ μὲν ὅπλα, εἰρήνῃ δὲ θαλίας, καὶ γήρᾳ τιμήν, καὶ ἥβαις ἄνθος καὶ παίδων γλυκείας ἐλπίδας. διὰ τοῦτο καὶ θεοῖς γενεθλίοις ἐθύσαμεν, καὶ Ἥραν ζυγίαν ἔγνωμεν, καὶ Διὶ τελείῳ βωμὸν ἐστήσαμεν, ὃς καὶ τὴν Ἀφροδίτην αὐτὴν κατὰ θάλασσαν λανθάνουσαν, ῥήξας τῷ τόκῳ τὰ κύματα, ἔδειξεν ἡλίῳ μαρμαίρουσαν. τὸ δὲ ἡρωικὸν γένος, τὸ μεταξὺ τῆς τε θείας καὶ τῆς ἀνθρωπίνης φύσεως, τίνος ἄν τις ἔργον ἢ γάμου φήσειεν; αἰσθόμενος γὰρ ὡς οὐδαμῇ θέμις τὴν ἄνω λῆξιν τῇ κάτω κίρνασθαι, μέσην τινὰ φύσιν ἀμφοτέρων τούτων ἐγέννησεν, ἵνα τὴν θείαν ἀπορροὴν διαπορθμεύοι τῷ χείρονι. ἐντεῦθεν Ἡρακλῆς ἀθλεῖ, Διόνυσος γεωργεῖ, Ἀσκληπιὸς ἰᾶται, κυβερνῶσι τὰς τύχας τῶν τὰ πελάγη διαβαινόντων Διόσκουροι. ὕμνητο δʼ ἂν καὶ παρὰ Μουσῶν ὁ γάμος, ὅτι τὰς Μούσας ἐγέννησε, καὶ παρὰ Ἀπόλλωνος, ὅτι κἀκεῖνον ἐλόχευσε, καὶ παρὰ Ἑρμοῦ, ὅτι καὶ τοῦτον ἔφηνε. τοὺς δὲ ποταμῶν ἔρωτας εἰ λέγειν ἐθέλοιμι, μυρίος ἂν ἐπιρρέοι ποταμῶν ὄχλος τῷ λόγῳ· πάντες γάρ μοι δοκοῦσι θαλάττης ἐρᾶν, καὶ διὰ τοῦτο ἐπʼ αὐτὴν ἐπείγονται πολλῷ τῷ τάχει, ὥσπερ ἄλλος πρὸ ἄλλου τὴν ἐρωμένην θέλων ἀσπάσασθαι. εἰ δὲ ἔδει καὶ ποταμῶν ἔργα συνάπτειν τῷ γάμῳ, ὕμνητο ἂν ἐκ τούτων ὁ γάμος. ποταμῷ μὲν τῷ γείτονι προξενεῖ Θίσβην τὴν γείτονα, ἣν καὶ ἐκ κόρης εἰς ὕδωρ ἀμείβει, καὶ τηρεῖ μέχρι ναμάτων τὸν ἔρωτα, εἰς ταὐτὸν ἄγων τῆς τε ἐρωμένης καὶ τοῦ νυμφίου τὰ ῥεύματα. Ἐνιπέα δὲ τὸν ποταμὸν παιδικῶν μὲν ὑπερόπτην οἶδεν ὁ λόγος· ἵνα δέ τινα δῷ καὶ τούτῳ μῦθον ἐρωτικόν, γάμους ἐπʼ αὐτῷ τοῦ Ποσειδῶνος σοφίζεται. ὁ δὲ κυμαίνει καὶ τέρπεται, πορφύρων τε καὶ εἰς παστάδα κυρτούμενος, ὥσπερ οἶμαι φρονῶν κατὰ ποταμῶν τῶν ἄλλων, ὅτι δὴ μόνος τοὺς Ποσειδῶνος πόθους πεπίστευται. ἀλλὰ τί μοι μύθων τῶν ἔξωθεν; ἐκμαίνει κατὰ τῆς Ἀτθίδος πηγῆς τὸν ποταμὸν Ἰλισσὸν ὁ γάμος· καὶ ἵνα μὴ τῷ ποταμῷ μεμψώμεθα, ὅτι οἷά τις ἐραστὴς παρὰ τοῖς παιδικοῖς τάχα καὶ σφάλλεται, οὐ τὴν φύσιν μόνην ὡραΐζει τῆς κρήνης, ἀλλὰ καὶ τὴν ἐπωνυμίαν αὐτήν, συζεύξας τὸ κάλλος κατὰ τὴν κλῆσιν τῷ ῥεύματι. καλὰ μὲν οὖν καὶ ταῦτα τοῦ γάμου, καὶ τὰ λοιπὰ δὲ πάντα, ὅσα ποιηταὶ ᾄδουσι καὶ νόμος θαλάμοις ἐπιφημίζεσθαι. ἡ δὲ παροῦσα ξυνωρὶς καὶ μάλα τὴν τοῦ γάμου χάριν ἐπισφραγίζεται. οὐ γὰρ ἔκ τινος τύχης ἐπὶ τήνδε τὴν ἁρμονίαν ἐπήχθησαν, ἀλλʼ ὥσπερ ὅταν συνωρὶς πώλων ὑφʼ ἕνα ζυγὸν ἐκ μιᾶς ἡλικίας ἐλαύνηται, σύμφωνον τὸ ταχὺ κατὰ τὸν δρόμον τῆς συνωρίδος εὑρίσκεται· οὕτω καὶ οὗτοι, φύντες ἴσως καὶ ἐκτραφέντες ὁμοίως, ἐπʼ ἴσων ἁπάντων τῆς κοινωνίας ἠράσθησαν. λέγεται δέ ποτε καὶ Ὀλυμπιάδα τὴν ἐπὶ τοῖς Ἀλεξάνδρου τόκοις εὐδαίμονα, ὀργιάζουσαν τὰ Καβείρων ἐν Σαμοθρᾴκῃ μυστήρια, ἰδεῖν κατὰ τὴν τελετὴν τὸν Φίλιππον —ἦν δὲ ὑπηνήτης ἔτι—, ἰδοῦσάν τε ἐρασθῆναι τοῦ νεανίσκου καὶ ὁμολογῆσαι τὸν γάμον, προτέλειά τε ποιησαμένην τοῦ γαμηλίου πυρὸς τὰ μυστήρια. πόλις μὲν οὖν Θρᾳκῶν τῆς νύμφης ἡ πάτρα, Φιλίππου τοῦ βασιλέως ἐπώνυμος, εἰς ἣν ἀνήκουσιν ἐκ Βοσπόρου κατὰ μὲν ἄρκτον Σκύθαι, κατὰ δὲ μεσημβρίαν Αἰγαῖος· γένος δὲ τῇ μὲν νύμφῃ Θρᾳκῶν τὰ πρῶτα, αὐτόχθονες οἶμαί τινες καὶ εἰς βασιλείους τύχας τὰς ἄνω ῥίζας ἀναβιβάζοντες· τὰς δὲ ἑκατέρωθεν ἐκφύσεις τοῦ γένους Ἑρμογέναι τε καὶ Μῆδοι, καὶ οἱ νῦν ἔτι τὰ πρῶτα ἔχοντες ἐν Θρᾳκῶν μέρει μερίζονται. τοῦ νυμφίου δὲ ὁ Διὸς καλούμενος πόντος τὸ γένος ἤνεγκε· κορυφὴ δὲ ἅμα τοῦ γένους Ἄνδροκλος οἶμαι, τὸ μέγα ὄνομα· ἀφʼ οὗ καθάπερ ἐκ μιᾶς ῥίζης μυρίοι σχισθέντες ὅρπηκες ἐβλάστησάν τε κατὰ τῆς ὑφʼ ἡλίῳ πάσης καὶ πολλὰς εὐδαίμονας τῇ κοινωνίᾳ πόλεις εἰργάσαντο. οὕτως ἀκούω καὶ τοὺς Πελοπίδας γενέσθαι, ὅτε διαβὰς ἐκεῖνος ἐξ Ἰωνίας εἰς Ἕλληνας τῷ γένει τὸ κλέος τῆς ἐπωνυμίας ἤνεγκε. τοῖς μὲν οὖν ἄλλοις κέρδος, κἂν καθʼ ἓν μέρος τοῦ γένους τὴν Ἀνδρόκλου δόξαν ἐπιφημίζωσι· τῷ δέ, ὥσπερ ἐκ μιᾶς πηγῆς ποταμοὶ ῥυέντες, εἶτα τοῖς ῥείθροις σχιζόμενοι πάλιν εἰς ταὐτὸν συμβάλλουσιν, οὕτω δὴ καὶ τούτῳ πολυπλάνητον ἐπιπολὺ τὸ Ἀνδρόκλου γένος γενόμενον, αὖθις ἐδέθη καὶ κέκραται. Ἀχιλλέα μὲν οὖν οἱ θεᾶς μητρὸς γεννᾶσθαι λέγοντες καὶ Πηλέως λέγουσι φύσει θνητοῦ· τούτῳ δὲ ἀπʼ ἴσης τύχης τὰ τῶν γεννητόρων κέκραται. τὰ μὲν δὴ τοῦ γένους τοιαῦτα· τὰ δὲ τῶν ἠθῶν καὶ τῆς ἀκμῆς ἐπιπολὺ τὴν ὁμοιότητα πλέον ἐπισφραγίζεται. ἀκμάζουσι μὲν γὰρ ἐπʼ ἴσης ὥσπερ ἠριναὶ κάλυκες ἀφʼ ἑνὸς λειμῶνος, αἳ καθʼ ἕνα καιρὸν καὶ βλαστάνουσιν ἅμα καὶ σχίζονται. ἡ δὲ τῆς ψυχῆς ὁμοιότης θαυμαστῶς πως συμβέβηκε· σώφρονες ἄμφω, δεξιοὶ τὸν τρόπον, μόνοις τοῖς ἔργοις τοῖς κατὰ φύσιν σχιζόμενοι. ἡ μὲν γὰρ ταλασίᾳ τὴν Ἀθηνᾶς τέχνην, ὁ δὲ τοῖς πόνοις τὴν Ἑρμοῦ χάριν κεκάρπωται· καὶ τῇ μὲν κερκίς, τῷ δὲ λόγος μέλει· ἡ μὲν ἔχει λύραν, ὁ δὲ βιβλίον ἀσπάζεται· τὴν μὲν Ἀφροδίτη φιλεῖ, τὸν δὲ Ἀπόλλων ἠγάπηκεν· ὁ μὲν ἠιθέων πρῶτος, ἡ δὲ ἐν κόραις προκέκριται· ὁ μὲν ὑπηνήτης ἔτι πρωΐτερον τῆς ἡλικίας βλαστήσας ἴουλον, ἡ δὲ ἀκμάζει πρὸς γάμον. Σαπφοῦς ἦν ἄρα μήλῳ μὲν εἰκάσαι τὴν κόρην, τοσοῦτον χαρισαμένην τοῖς πρὸ ὥρας δρέψασθαι σπεύδουσιν, ὅσον οὐδʼ ἄκρῳ τοῦ δακτύλου γεύσασθαι, τῷ δὲ καθʼ ὥραν τρυγᾶν τὸ μῆλον μέλλοντι τηρῆσαι τὴν χάριν ἀκμάζουσαν· τὸν νυμφίον τε Ἀχιλλεῖ παρομοιῶσαι καὶ εἰς ταὐτὸν ἀγαγεῖν τῷ ἥρωι τὸν νεανίσκον ταῖς πράξεσι. ὥσπερ γὰρ ἐκεῖνον ἡ ποίησις τοῦ παντὸς Ἑλληνικοῦ κατὰ τοὺς πολέμους προΐστησιν, οὕτω καὶ οὗτος τῆς καθʼ αὑτὸν ἀγέλης ἡγούμενος πολλοὺς καὶ μεγάλους ἄθλους ἀνείλετο· εἰ μὲν γνώμης δέοι, φρονήσει νικῶν· εἰ δὲ ἀνδρείας, τοὺς κατʼ αὐτὸν χειρούμενος· εἰ δὲ ἐλευθέρου τρόπου, πάντας ἐλέγχων φιλοσοφίᾳ τοὺς ἥλικας. τοῦτο αὐτῷ τὸ κλέος καὶ τὴν εὐδαίμονα νύμφην ἐμνήστευσεν· ἴσασι γὰρ Ἔρωτες καὶ ὑπὲρ πελάγη τοξεύοντες πῦρ ἐγεῖραι γαμήλιον. Δηιάνειραν μὲν δὴ τὴν Οἰνέως Ἡρακλεῖ συνάπτων ὁ λόγος περιμάχητον τοῖς τε ἄλλοις καὶ Ἀχελῴῳ ποιεῖ· ὥσπερ δὲ θέλων αἰνίξασθαι, ὅτι τὴν ἀξίαν τῶν νυμφίων οὐκ ἠγνόησεν, Ἡρακλεῖ μὲν τὴν νύμφην, τῷ δὲ ποταμῷ τὸ δρᾶμα χαρίζεται. ἐμοὶ δὲ δοκεῖ θεῶν ἐπίγνωσιν ἅπαν γεγενῆσθαι τὸ σόφισμα, ἵνα, ἐπειδὴ ξένους καὶ οὐκ Ἀττικοὺς γάμους ἐμνήστευσεν, ἐν γοῦν Ἀττικοῖς ὅροις τὴν παστάδα πήξηται, ὅπως τὴν πρώτην τῶν γάμων σπορὰν ἥδε ἡ χώρα δεξαμένη καὶ θρέψασα Ἀττικῷ διὰ σοῦ ποιήσῃ γένει Θρᾴκην εὐδαίμονα. ἔπεισι δέ μοι, μὴ τὴν ἀγωνοθετοῦσαν τοὺς γάμους σιγῆσαι τῷ λόγῳ καὶ τὰ κατʼ αὐτῆς ἐγκώμια· οἱ γὰρ αὐτοὶ τῆς τε ἡμετέρας τέχνης καὶ ταύτης δήπου προπάτορες. ἐλέγχει δὲ οὐδὲ αὐτῇ τῇ φύσει τὸ γένος· παρίστησι γὰρ τὴν Ἀσπασίαν τοῖς λόγοις· τοσοῦτον δὲ σοφίᾳ τὴν Μαντινικὴν ξένην νικᾷ, ὅσον Ἀθηναίων Ἀρκάδες λείπονται. προσάγει δὲ καὶ γαμβρὸν τῇ πόλει Θρᾴκιον, τὸν τῆς Χαλκίδος τῆς σοφῆς ἐκείνης ἐπώνυμον· ὥσπερ οἶμαι πιστώσασθαι τὸν παλαιὸν μῦθον σπεύδουσα, ὅτι καὶ Βορρᾶν τὸν ἄνεμον οἱ τῆς Ὠρειθυίας ἔρωτες ἤγαγόν τε ἐκ Θρᾴκης Ἀθήναζε καὶ τῇ πόλει συνῆψαν διὰ τὴν κόρην τὸν ἄνεμον. πολλῶν δὲ ὄντων ἅ τις ἂν περὶ αὐτῆς διεξέλθοι καλά, οὐχ ἥκιστʼ ἄν τις εἰκότως τὴν ἐπὶ τῷ γάμῳ πρᾶξιν θαυμάσειε. τὴν γὰρ δὴ παῖδα ταύτην μικροῦ καὶ ἁλώσεσθαι πονηροῖς θηράτροις μέλλουσαν οἱ θεοὶ διεσώσαντο. ἀλλὰ γὰρ ἔξω τῆς παστάδος βραδύνας ὁ λόγος πολὺ τῆς νύμφης ἠμέλησεν, ὥσπερ οὐκ εἰδὼς ὅτι τὸν νυμφίον λυπεῖ οἷς μήπω τῷ λόγῳ τὴν νύμφην ἔγραψε. φέρε οὖν, εἴσω τοῦ θαλάμου παραγαγόντες αὐτὸν ἐντυχεῖν τῷ κάλλει τῆς νύμφης πείσομεν. ὦ καλή, ὦ χαρίεσσα· πρέπει γάρ σοι τὰ τῆς Λεσβίας ἐγκώμια. σοὶ μὲν γὰρ ῥοδόσφυροι Χάριτες χρυσῆ τʼ Ἀφροδίτη συμπαίζουσιν, Ὧραι δὲ λειμῶνας βρύουσι· σὺ δʼ ὑπὲρ αὐτῶν χορεύειν κοῦφα σκιρτῶσα πρὸς μέλος· Ἔρωτες δὲ ῥόδων στεφάνους πλεξάμενοι, οὓς ἐξ Ἀφροδίτης κήπων ὅταν θέλωσι δρέπονται, τὴν παστάδα πᾶσαν ἀνάπτουσι. Πειθὼ δὲ καὶ Πόθοι καὶ Ἵμερος τὸ σὸν κάλλος ἅπαν ἐνείμαντο· ὁ μὲν ἐφιζάνων τοῖς ὄμμασι, κἀκεῖθεν ἐκπυρσεύων ἀμήχανον· οἱ δὲ τὰς παρειὰς αἰδοῖ φοινίσσοντες πλέον ἢ τὰς τῶν ῥόδων ἡ φύσις κάλυκας, ὅταν ἠριναῖς ὥραις ὑπὸ τῆς ἀκμῆς σχιζόμεναι πετάλοις ἄκροις ἐρεύθωνται· Πειθὼ δὲ κατὰ τῶν χειλέων σκηνώσασα τὴν ἑαυτῆς χάριν συναποστάζει τοῖς ῥήμασιν, ἐπανθεῖ δὲ τῇ κεφαλῇ πολὺς ὁ βόστρυχος, πορφύρων τε καὶ κατὰ μέτωπον σχιζόμενος. εἰ δὲ καὶ τὸ ἄνθος τῆς ὄψεως γράφειν ἐθέλοιμι, τὰ ποιητῶν ἀνάγκη φθέγγεσθαι· ὦ λευκότητος καὶ γάλακτος· ταῦτα γάρ πού τις ποιμὴν παρʼ ἐκείνοις ποθῶν τὴν Γαλάτειαν τὴν Νηρηΐδα προσείρηκεν, ἐκ τῆς ἑαυτοῦ ποιήσας τέχνης τὸ μέλος. χορὸν δὲ Χαρίτων πλεξάμενος ἔδωκεν ἂν ταῖς θεαῖς ταύτην συμπαίζουσαν. ἀλλʼ εἰ γὰρ ἐγὼ ποιητικός τις ἦν τὴν φύσιν, ὥστε ἀφεῖναι κατὰ τῆς νύμφης γλῶτταν αὐτόνομον, καὶ αὐτὸς τὸ κάλλος τῆς κόρης εἶπον καθώσπερ Ὅμηρος. ἔστησα γὰρ ἂν αὐτὴν οὐ παρὰ βωμὸν Ἀπόλλωνος, ἀλλʼ ἐν Ἀφροδίτης ἄλσεσι χρυσοῖς κατάστικτον· ἤγαγον δʼ ἂν ἐκ μὲν Ἀθηνῶν τὰς Μούσας—ἐπεὶ καὶ τοὺς ποιητὰς μέμφομαι, ὁπόταν αὐτὰς ἀποσυλῶντες τῆς πόλεως, Βοιωτῶν εἶναι ἀπισχυρίζονται—, τὰς Νηρηΐδας δὲ ἐκ τοῦ γείτονος, Νυμφῶν τε χοροὺς καὶ Δρυάδων ἠχὼ καὶ Σατύρους σκιρτῶντας καὶ Πᾶνα συρίζοντα καὶ πάντα τὸν Διονύσου θίασον ἐντεῦθεν ὅπου τὰ δρώμενα. τήν γε μὴν Ἀφροδίτην αὐτὴν ἐκ μέσου τοῦ πελάγους ἀνιοῦσαν, ἔτι τὸν ἀφρὸν μετὰ τὴν θάλασσαν ἐξ ἄκρων πλοκάμων στάζουσαν, ὑπὲρ τοῦ λέχους ἂν ἔστησα μειδιῶσάν τε ἡδὺ καὶ τοῖς παισὶ βάλλειν τὴν συνωρίδα κελεύουσαν. εἰ δὲ καὶ ᾠδῆς ἐδέησεν, ἔδωκα ἂν καὶ μέλος τοιόνδε· «Νύμφα ῥοδέων ἐρώτων βρύουσα, νύμφα Παφίης ἄγαλμα κάλλιστον, ἴθι πρὸς εὐνήν, ἴθι πρὸς λέχος, μείλιχα παίζουσα, γλυκεῖα νυμφίῳ· Ἕσπερος ἑκοῦσάν σʼ ἄγει, ἀργυρόθρονον ζυγίαν Ἥραν θαυμάζουσαν.» ἀλλὰ ποῦ μοι παρθένων, ποῦ δὲ ἠιθέων χοροί; ὑμῖν τῶν λοιπῶν παραχωροῦσιν οἱ λόγοι. ἁπτέτω τις δᾷδα μεγάλην· ὁ δέ τις ἠχείτω· ᾠδὴ δὲ ἐχέτω τὰ σύμπαντα. ἐπηχοῦσι δὲ καὶ πρῶνες καὶ νάπαι καὶ ποιμένων αὐλοὶ καὶ πάντων νομέων σύριγγες, ὥσπερ τοῦ Διὸς ἐν Ἑλικῶνι τὰς Μνημοσύνης λοχεύοντος. ἐγὼ δὲ χορείας μὲν τοῖς χορεύουσιν ἀφίσταμαι, στὰς δὲ παρʼ αὐτὸν τὸν θάλαμον Τύχῃ καὶ Ἔρωτι καὶ Γενεθλίοις προσεύξομαι· τῷ μὲν τοξεύειν εἰς τέλος, τῇ δὲ διδόναι βίον, τοῖς δὲ παίδων γνησίων γένεσιν, ἵνα τῷ γαμηλίῳ κρατῆρι ποτὲ καὶ τὴν γενέθλιον σπονδὴν συνάψωμεν.