eul_wid: siy-co
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 64 (Improvised Talk on His Own School) by Himerius the Sophist

Spoken without preparation in Himerius's own lecture room, this talk opens with a small temple on Delos where Leto's labour was eased. Everyone loves the place where they began: Odysseus prefers Ithaca to Ogygia, and Democedes of Croton valued home above the Persian king's table. Strangers in Athens seek the houses of Demosthenes and Socrates rather than that of Hipponicus, and Phidias made Zeus and the Maiden in a small workshop; the talk ends with a petition to Apollo and the Muses.

Part of Declamations and Orations

Λαλιὰ ἐξ αὐτοσχεδίου εἰς τὴν ἑαυτοῦ διατριβήν.

Ἐν Δήλῳ ταύτῃ τῇ γείτονι νήσῳ ναὸν τινὰ φασὶν οἱ ἐπιχώριοι δείκνυσθαι ὀλίγον μὲν ταῖς κατασκευαῖς, μέγαν δὲ καὶ τῷ λόγῳ καὶ τοῖς περὶ αὐτοῦ διηγήμασιν. ἔνθα κατέχει λόγος, ὅτε ἔτικτεν ἡ Λητὼ τοὺς θεούς, λυθῆναι τὰς ὠδῖνας αὐτῇ καὶ τὸν Ἀπόλλωνα τιμῇ τοῦ χωρίου μετὰ κλάδων ἐκεῖ τοὺς ἱεροὺς πηγνύμενον τρίποδας, θεμιστεύειν ἐκεῖθεν τοῖς Ἕλλησιν. ἡδὺ γὰρ τοῦτο ἑκάστῳ καὶ τίμιον, ἀφʼ οὗπερ ἂν τὸ πρῶτον ἄρχηται, κἂν μικρὸν τὴν φύσιν φαίνηται. χαίρει μὲν πλωτὴρ ἐκείνῳ λιμένι, ἀφʼ οὗ τῆς πρώτης ναυτιλίας ἀπήρξατο, χαίρει δὲ στρατιώτης πεδίῳ, ἔνθα τὸ πρῶτον ἤγειρε τρόπαιον, καὶ γῆν γηπόνος ἀσπάζεται, ἀφʼ ἧς τὰ πρῶτα ἔκειρε δράγματα. ᾐσθήμεθα δὲ τοῦτο ὁμοίως καὶ ἐπὶ τῶν παλαιῶν σῳζόμενον. προτιμᾷ μὲν Ὀδυσσεὺς αὐτῆς Ὠγυγίας καὶ Καλυψοῦς τὴν μικρὰν Ἰθάκην· προτιμᾷ δὲ Νέστωρ Ἰλίου τὴν Πύλον, καὶ Αἰακὸς τῆς Κορίνθου τὴν Αἴγιναν. Δημοκήδην δὲ τὸν Κροτωνιάτην φασὶ παρὰ βασιλεῖ τῶν Περσῶν τὰς διατριβὰς ποιούμενον καὶ πάντων παρʼ αὐτῷ τῶν καλλίστων τυγχάνοντα, οὐδὲν ἐκείνων προτιμῆσαι ποτὲ τοῦ Κρότωνος, ἀλλὰ καὶ Σοῦσα καὶ Βάκτρα καὶ Χοάσπου νάματα καὶ αὐτὴν τὴν χρυσῆν τοῦ βασιλέως τράπεζαν μικροτέραν ἡγεῖσθαι ἧς εἶχε διαίτης ἐν Κρότωνι. φέρε οὖν ἐπειδὴ καὶ ἡμεῖς ἐν πολλοῖς καὶ μεγάλοις θεάτροις ἀθλήσαντες πάλιν ἐνταῦθα ἐπὶ τοὺς λόγους συνήλθομεν, τὸ μικρὸν τοῦτο προσείπωμεν θέατρον. ὦ Μουσῶν καὶ Ἑρμοῦ τέμενος· ὦ χωρίον ἱερὸν καὶ κάλλιστον, καὶ τὰς ἡμετέρας τῶν λόγων ὠδῖνας πρῶτον δεξάμενον· σὲ ποθῶν ἐγὼ καὶ ἀσπαζόμενος χαίρειν μὲν εἶπον χρυσοστέγοις αὐλαῖς, χαίρειν δὲ πλούτῳ καὶ τιμαῖς ἐκείναις, ἃς ὁ πολὺς ἀνθρώπων ὄχλος ἀσπάζεται, ὑψηλοτέραν ἁπάντων τὴν παρὰ σοῦ δόξαν ἔχειν οἰόμενος. μεῖζον μὲν γὰρ οἶμαι ἐκ τῶν μικροτέρων, ἢ τῶν δοκούντων μεγάλων εἶναι, πολλάκις τὸ θαῦμα τοῖς ἀνθρώποις ἀθροίζεται. τίς ξένος ἐλθὼν Ἀθήναζε πρὸ τῆς Δημοσθένους στέγης καὶ τῆς Σωκράτους αὐλῆς τὸν μέγαν οἶκον Ἱππονίκου περιεργάζεται; τίς δὲ εἰς Θήβας ἀφικόμενος πρὸ τῆς οἰκίας τῆς Πινδάρου τὸν οἶκον Τιμαγενίδου καὶ τῶν ἄλλων πλουσίων ἐν Θήβαις ἰδεῖν ἐζήτησε; Λακεδαιμόνιοι δὲ ἐν τοῖς μάλιστα τῶν παρʼ ἑαυτοῖς καὶ τὸν οἶκον τοῦ Λυκούργου τοῖς εἰς Σπάρτην βαδίζουσι ξένοις δεικνύουσι. μὴ τοίνυν, ὦ παῖδες, αἰσχρὸν εἶναι καὶ αὐτοὶ τοῦτο ἡγώμεθα, εἰ ἐνταῦθα τὰ περὶ τοὺς λόγους σπουδάζοιμεν. μικρὸν μὲν ἐργαστήριον τὸ Φειδίου, ἀλλὰ Ζεὺς ἐν αὐτῷ καὶ ἡ Παρθένος ἐπλάττετο· μικρὸν δὲ τὸ Πραξιτέλους, ἀλλὰ πάντες εἰς Κνίδον εἰς τὴν θέαν ἀνήγοντο. ὀλίγη μὲν τῆς ἀηδόνος ἡ φωνή, ἀλλὰ πόρρω πάντες τῆς μελῳδίας ἀκούουσιν· ὀλίγος δὲ ὁ λαιμὸς τοῦ κύκνου, ἀλλʼ ᾄδοντι αὐτῷ συνυπηχεῖν ἐθέλει τὰ σύμπαντα. ἀλλʼ ὦ Μούσειε Ἄπολλον —χαίρεις γὰρ οἶμαι καὶ σὺ ποιητῶν ὕμνοις καλούμενος—, ὦ Μουσῶν Ἑλικωνίδων χορός, μήποτε ἡμᾶς λόγους ποιοῦντας προλείπητε, ἀλλὰ κἂν ἐν μικροῖς θεάτροις κἂν ἐν μεγάλοις χορεύωμεν, πανταχοῦ τὴν μουσικὴν συνεργάζεσθε.