eul_wid: siy-ce
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 54 by Himerius the Sophist

Newcomers are welcomed into Himerius's chorus, and he faults those who herd students with blows when song and speech can lead them to the Muses' meadows. Older students are to guide the new, as initiates lead the uninitiated, seasoned pilots the sailor and hounds the puppy. Alexander, who persuaded Philip to take him on campaign while still a boy, and Homer's young Antilochus following Achilles are offered as models.

Part of Declamations and Orations

Εἰς νεήλυδας.

Ὡς ἡδύ μοι πάλιν τὸ θέατρον, χορὸς ἐμός, ἴσον δὲ εἰπεῖν καὶ Μουσῶν, περὶ τὴν ἡμετέραν αὖθις λύραν ἐγείρων σκιρτήματα. ὦ τίνες μὲν ἐκείνων τόλμαι, τίνες δὲ ἄρα καρδίαι τῶν ὅσοι ποτὲ πόρρω τῆς ἡμετέρας φιλίας ἤνεγκαν ὅσον ἡμέραν μίαν αὐλίζεσθαι; θρασεῖς τινες ὄντες καὶ ἀτάσθαλοι καὶ μικρὸν ἐρώτων φροντίζοντες. ὡς ἔγωγε, εἴ πως ἐνῆν, ἥδιστα ἂν ἠρόμην αὐτούς· τί μὲν αὐτοῖς τῆς ἡμετέρας γλώττης ἡδὺ ἄκουσμα; τί δὲ σχῆμα ἰδεῖν φαιδρότερον; τίνες μὲν ἠρινοὶ ᾠδικοί τε τὴν φύσιν ὄρνιθες οὕτως ἡδὺ καὶ χαρίεν φθέγγονται; τίς δὲ χορὸς εὐμελής τε καὶ εὔρυθμος αὐλοῖς ἐπηχῶν ἢ δόναξι τοσοῦτον τῆς ψυχῆς αὐτῶν ἥψατο, ὅσον ὁ τῶν ἡμετέρων θεάτρων ἦχος; διὸ δὴ καὶ ἀγελάρχαις ἐκείνοις μέμφομαι, ὅσοι τὰς ἑαυτῶν ἀφέντες ἀγέλας μέλει ποιμαίνειν καὶ σύριγγι, πληγὴν ἀπειλοῦσι καὶ μάστιγας. τῆς δὲ ἡμετέρας ἀγέλης καὶ τῶν θρεμμάτων τῶν ἐμῶν—μὴ γάρ ποτε σκυθρωπάζων ἐγὼ θεασαίμην τὸ ποίμνιον—λόγος ἡγείσθω πρὸς Μουσῶν λειμῶνας καὶ νάματα, ἀντὶ δὲ πληγῆς ἀπηνοῦς τὰ ᾄσματα, ἵνα τὸν ἐπʼ ἀλλήλοις ἐκ τούτων πόθον ἐκτρέφοντες μουσικῇ τε καὶ ἁρμονίᾳ τὴν ἀρχὴν ταύτην εὐθύνωμεν. τοῖσδε τοῖς νόμοις, ὦ παῖδες, καὶ τούσδε τοὺς νεήλυδας ξενίσατε, ἵνα τῶν καλλίστων ἐθῶν καὶ νόμων παρὰ τὴν πρώτην ἐπιδημίαν γευσάμενοι, τελεώτεροι τὸ ἐντεῦθεν πρὸς τὴν θέαν τῶν ἡμετέρων ἱερῶν ἔρχωνται. ἀγαθοὶ μὲν γὰρ μυσταγωγοὶ μύσταις ἀνδράσιν, ὅσοι τελετῆς ἐμπείρως ἔχουσιν· ἀγαθοὶ δὲ πρὸς πλοῦν καὶ ναυτιλίαν ἡγήσασθαι, ὅσοι τὴν πολλὴν καὶ μεγάλην ἔγνωσαν θάλασσαν. διδάσκουσι δὲ καὶ σκυλάκων τοὺς ἄρτι θήραν μανθάνοντας, ὅσοις τῶν κυνῶν τὰ θηρία μελέτη τυγχάνει κρατεῖν. φασὶ δὲ καὶ ὀρνιθευτῶν παῖδες, τῶν ἀετῶν τοὺς ἄρτι πτεροῦσθαι μέλλοντας οὐκ ἀνασχέσθαι τῶν μειζόνων τῇ πτήσει λείπεσθαι, ἀλλὰ μέχρι τοσούτου συνέπεσθαι ἕως ἂν ὑπὲρ αὐτὰς τὰς νεφέλας γενόμενοι περὶ αὐτὸν ἤδη τὸν μέγαν ἥλιον πέτωνται. βούλομαι δʼ ὑμῖν καὶ βασιλέως πέρι διηγήσασθαι. Ἀλέξανδρον τὸν Φιλίππου λόγος—γνώριμος δὲ οἶμαι πᾶσι τοῖς Ἕλλησιν ἐκ τῶν βιβλίων Ἀλέξανδρος—, τοῦτον ἀκούομεν γενναῖον τῇ φύσει γενόμενον, τροφῇ τε παραπλησίᾳ τῇ φύσει χρησάμενον—σὺν τροπαίοις γὰρ καὶ νίκαις καὶ πράξεσι πολεμικαῖς ... —, εἴ ποτε αἰσθάνοιτο τὸν πατέρα ἐπὶ πολέμους ἐρχόμενον, οὐκ ἐθέλειν ὑστερίζειν τῆς φάλαγγος, ἀλλὰ ἀκολουθεῖν τῷ πατρί, καὶ ταῦτα ἔτι νέον ὄντα καὶ ὑπηνήτην καὶ μηδέπω τὴν ἡλικίαν ὡραῖον πρὸς τὰς μάχας τυγχάνοντα. δεδιότος δὲ περὶ τοῦ παιδὸς τοῦ πατρὸς καὶ οἴκοι μένειν κελεύοντος, οὐκ ἀνέχεσθαι τὸν Ἀλέξανδρον, ἀλλʼ ἃ μικρὸν πρόσθεν εἶπον περὶ τῶν σκυλάκων πρὸς ὑμᾶς παραδείγματα, καὶ τοῦτον πρὸς τὸν πατέρα διεξιέναι, ὅτι ἄρα αἱ γενναῖαι τῶν κυνῶν ἐν τῷ μέλλειν θηρᾶν σκυλακεύονται, συμπεῖσαί τε ἐφεῖναι τὸν πατέρα στρατεύεσθαι, καὶ οὕτως ἐκ νέου τὴν πολεμικὴν ἐμπειρίαν κτησάμενον κτῆμα τῆς ἑαυτοῦ δεξιᾶς τὴν ὑφʼ ἥλιον πᾶσαν ποιήσασθαι. ταῦτα μὲν φασὶν εἰπεῖν τὸν Ἀλέξανδρον. συμβουλεύοι δὲ ἂν οἶμαι περὶ τῶν αὐτῶν καὶ Ὅμηρος. νέος ἐστὶ παρʼ αὐτῷ στρατιώτης Ἀντίλοχος καὶ φιλοπόλεμος, καὶ μιμητὴς Ἀχιλλέως γίνεται καὶ τοῖς τροπαίοις ἀνάγραπτος τοῖς ἀπὸ τῆς Ἀσίας, καὶ μιμεῖται μὲν παρʼ ἄλλοις ποιηταῖς Ἡρακλέα μὲν Ἰόλαος, καὶ Θησεὺς Πειρίθουν· καὶ οὕτω λόχος ὅλος νεανίσκων γενναίων ἔνδοξος γίνεται. φέρε οὖν καὶ αὐτοὶ τάδε διδάσκετε, ἵνα ὑπὸ τούτοις οὗτοι τραφέντες τοῖς ἤθεσιν, Ἀττικοῖς λειμῶσιν ἐμπρέψωσι, καὶ τὰ κάλλη τῶν ἀγωγίμων ἐνθένδε λαβόντες, οὕτως ἐπὶ τὰ ἑαυτῶν ἀσκήσωσιν.