Εἰς Σαλούστιον ἔπαρχον.
Τίς μετὰ Θεμιστοκλέα σοφός, καὶ τίς μετὰ Μιλτιάδην σπουδαῖος, καὶ τίς μετὰ Ἀριστείδην κρείττων τοῦ λήμματος; τίς εἰπεῖν κατὰ Περικλέα δεινότερος, τίς πρᾶξαι κατʼ Ἀλκιβιάδην θερμότερος; τίς εὐτυχὴς ἐν στρατηγίαις ὁποῖος ὁ Νικίας; τίς γνώμην χρηστὸς τὸ τοῦ Φωκίωνος γνώρισμα, τίς συκοφάνταις ἀνάλωτος τὸ Κεφάλου καλὸν θρυλούμενον, τίς ἐπὶ φίλους σπουδαῖος ὅπερ ὁ Λάκων ἐφρόνησεν; ...
Εἴ μοι τοσοῦτον περιῆν χρυσίον, ὁπόσον Κροίσῳ τῷ Λυδῷ καὶ Μίδᾳ τῷ Φρυγὶ καὶ Κυπρίῳ Κινύρᾳ σύμπαντες ὑπάρξαι λέγουσιν ...
Τοιαύτην τινὰ καὶ Ἡρακλέους καὶ Θησέως φιλίαν γενέσθαι λέγουσιν, οἳ θυμὸν ἕνα ὑπὲρ ἁπάντων ἀνθρώπων πνεύσαντες γῆν ἐκάθηραν ἐξ ἀρετῆς πᾶσαν καὶ θάλασσαν ...
Ἤρθη ποτὲ καὶ Ἀγησίλαος βασιλεὺς παρʼ Ἴωσι Ἄντανδρον εὐτυχήσας ἐπιστολέα καὶ σύμβουλον, ὥστε δοκεῖν Ἀγησίλαον βασιλέα μὲν εἶναι τῷ σχήματι, ποθεῖν δὲ πάντας τοὺς Ἴωνας, οἵπερ ᾔδεσαν ἐν τοῖς δεομένοις ἀντιφθεγγόμενον· καθάπερ καὶ τὸν μέγαν Ἥλιον ὁρῶμεν συγκινούμενον ταῖς τῶν ὡρῶν τροπαῖς, ἵνα σῴζῃ τῷ φωτὶ τὴν κατὰ καιροὺς ἀκμάζουσαν, μένοντα δὲ ὅμως κατὰ τὴν φύσιν ἀκίνητον· καθάπερ οἶμαι καὶ Θεμιστοκλέα φασὶν Εὐρυβιάδῃ τῆς ναυαρχίας παραχωρήσαντα αὐτὸν ἀεὶ φανῆναι τοῖς ἔργοις ναύαρχον ...