eul_wid: siy-bq
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 40 (Discourse at Philippi) by Himerius the Sophist

Speaking at Philippi, Himerius likens himself to the swan that honours a small clear spring with song, and greets a city that was old before Philip, settled by the Athenian Callistratus. Hosts, he argues, are to be repaid in words: so Odysseus spoke on Ogygia and among the Phaeacians, Gorgias would not pass Plataea in silence on his way through Boeotia, and Aristotle, called to Asia by Alexander, greeted Atarneus and Hermias with a short book.

Part of Declamations and Orations

Διάλεξις ἐν Φιλίπποις.

Κύκνος νῦν μὲν ἐπʼ Ὠκεανῷ μελῳδεῖ καὶ νικᾷ τῷ μέλει τοσοῦτον ἠχοῦσαν θάλασσαν, νῦν δὲ ἐπὶ Καΰστρου δίναις καὶ Ἑρμοῦ καὶ Ὕλλου νάμασιν· ἤδη δέ ποτε ἐντυχὼν ὀλίγῃ πηγῇ καθαροῦ καὶ διαφανοῦς τὴν φύσιν νάματος, ἥσθη τε τῇ πηγῇ, καὶ τὸ πτερὸν λούσας τιμᾷ τῷ μέλει τὰ νάματα. ἆρʼ οὖν σοφιστὴς ἀφθογγότερος κύκνου φανήσεται, καὶ σιωπῇ παραδραμεῖται πόλιν ἀρχαίαν; ἦν γὰρ πόλις ἀρχαία καὶ πρὸ Φιλίππου Φίλιπποι· δῆμος Ἀττικός, ἔργον Καλλιστράτου, τὴν φωνὴν ἀξίαν παρασχομένου τῆς πόλεως· μᾶλλον δὲ δυοῖν ἀγαθοῖν εὐδοκιμούντων παρὰ πᾶσι, σοφίας καὶ τύχης, ἑκατέρου τούτων διʼ ἑκατέρου τῶν οἰκιστῶν ἡ πόλις ὑμῶν κεκλήρωται, διὰ μὲν Ἀθηναίων σοφίαν λαβοῦσα, σκήπτρῳ δὲ καὶ τύχῃ διὰ Φιλίππου φρονήσασα. φέρε οὖν κἀνταῦθα φιλίῳ Διὶ κρατῆρα στήσωμεν καὶ τὸν Ξενίου βωμὸν λόγων ξενίαις ἀμείψωμεν. ἀρχαῖος γὰρ οὗτος ὁ νόμος, ἀφʼ ὧν ἔχει τις, ἀμείβεσθαι τοὺς τῆς φιλοφροσύνης ὑπάρξαντας. ὁ γηπόνος τιμᾷ τοῖς δράγμασιν, ὁ ληνοβάτης τοῖς βότρυσι, καὶ ὁ θηρευτὴς τῇ θήρᾳ ἑαυτοῦ, καὶ πάντες πᾶσιν, ἀφʼ ὧν τὸν βίον ἐργάζονται. ἔρχεται δὲ καὶ ἡ χελιδὼν μετὰ τοῦ μέλους ἐφέστιος, καὶ μετὰ τῆς ᾠδῆς ὁ τέττιξ, καὶ ἀηδὼν μετὰ τῶν Ἀττικῶν ᾀσμάτων, ἵνʼ ὑπομνήσῃ πάντως τῶν Ἀθηνῶν τοὺς τὴν φωνὴν ἀττικίζοντας· κρίνει δὲ οὐ μεγέθει τὰ τῆς φωνῆς ἐργαστήρια, ἀλλὰ πᾶν ἄλσος φίλον ἐκείνῃ, ὅπερ ἀντηχεῖν οἶδε τοῖς μέλεσιν. ᾔδει δὲ ἄρα τὸν νόμον τοῦτον καὶ Ὅμηρος. τῷ τοι καὶ γράψαι τὸν νόμον τοῦτον ἅπασιν ἀνθρώποις βουλόμενος, ῥήτορι τὴν πλάνην καὶ οὐχ ἑτέρῳ προστίθησιν, ἵνα τὴν νομοθεσίαν ἀσάλευτον Ὀδυσσεὺς λέγων ἐργάσηται. τοιγαροῦν ἔλεγε μὲν ἐπʼ Ὠγυγίης ἐκεῖνος, καὶ μεγάλην τὴν νῆσον πλήρη τῶν λόγων εἰργάζετο· ἔλεγε δὲ πάλιν ἐν Φαίαξι, καὶ τὴν Ἀλκινόου πόλιν λόγῳ μεγάλην εἰργάζετο. Γοργίας δὲ ὁ Λεοντῖνος—προϊὼν γὰρ ὁ λόγος σοφιστὴν εὗρεν, οὐ ποιητήν, τοῦ νόμου τούτου προπάτορα—, ἐπειδὴ πρεσβεύσας ἐκ Σικελίας Ἀθήναζε, τῷ λόγῳ ταύτας ἐξέπληξε, δεῆσαν ἐκεῖθεν διὰ Βοιωτίας πορεύεσθαι, οὐ σιγῇ παρῆλθε τὴν Πλάταιαν, πρὶν πόλιν ἀρχαίαν προσφθέγξασθαι. ἐπεὶ δὲ σοφιστοῦ νόμῳ καὶ ποιητοῦ λόγῳ τὸ γράμμα ἡμῖν κεκύρωται, φέρε καὶ τὴν ψῆφον τὴν ἐκ φιλοσοφίας προσλάβωμεν. ἦν Ἑρμείας Ἀταρνεὺς γένος· ὁ δὲ Ἀταρνεὺς Μυσῶν πόλις, μέγεθος μὲν οὐ μεγάλη, λαμπρὰ δὲ τὴν θέαν, Μυσῶν βασιλέως ἐπώνυμος. γνώριμος οὖν Ἑρμείας ἐν τοῖς μάλιστα τοῦ Σταγειρίτου γενόμενος, ἐκ μέσης καρδίας ἐφʼ ἑαυτὸν ἀρετῇ πάσῃ τὸν καθηγεμόνα ἐξέμηνε. πολλὰ μὲν οὖν καὶ ἄλλα τῶν ἐπʼ αὐτῷ πόθων ἐπεδείξατο Ἀριστοτέλης, ὡς ἔστιν ἀκούειν, γνωρίσματα· καὶ γὰρ λόγους αὐτὸν ἐξήσκησε καὶ ἀρετὴν ἐξεπαίδευσε, καὶ ἐλεγείῳ τὸν θάλαμον μόνῳ τῶν γνωρίμων ἐκόσμησεν. ἀτὰρ δὴ καὶ τόδε οὐχ ἥκιστα τῆς περὶ ἐκεῖνον σπουδῆς ὁ Σταγειρίτης ἐπεδείξατο τεκμήριον. ἔτυχε μὲν γὰρ εἰς τὴν Ἀσίαν ὑπʼ Ἀλεξάνδρου καλούμενος, ἵνα κῆρυξ ὁμοῦ καὶ θεατὴς τῶν Περσικῶν τροπαίων γένηται· ἐπεὶ δὲ πορευόμενος κατὰ τὸν Ἀταρνέα ἐγένετο, ἰδὼν πόλιν ὀλίγην ἀρετῆς καὶ σοφίας διψῶσαν ἅπασαν, οὐ παρῆλθε σιγῇ, βραχεῖ δὲ βιβλίῳ τήν τε πόλιν καὶ τὸν Ἑρμείαν ἠσπάζετο.

ταῦτα ὑμῖν, ὦ φίλοι, τῆς φιλοξενίας τὰ χαριστήρια. θεῶν δὲ διδόντων, εἰσαῦθις τοὺς τελειοτέρους τῇ πόλει κρατῆρας στήσομεν.