eul_wid: siy-ag
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 4 (Against a Rich Man) by Himerius the Sophist

A poor man accuses his rich enemy of a crime without precedent. The rich man, the speech alleges, contrived an adultery between the poor man's wife and a youth, and once the husband had killed him, produced tokens of recognition showing that the youth was the poor man's own son. The speaker mocks his enemy's claim to have acted from pity, and casts the whole affair as a tragedy in which the rich man, like a tyrant on the stage, must fall too.

Part of Declamations and Orations

Κατὰ πλουσίου.

... ὁ δὲ καὶ κατειρωνεύεται τὰς συμφορὰς καὶ παραγράφεται τὸν τρόπον ἤδη τῆς κρίσεως· οἷς γὰρ οὐδʼ ὁτιοῦν οἶμαι τῶν εἰωθότων ἠδίκηκε, τούτοις ὅτι μηδὲ τὴν ἀρχὴν ἠδίκηκε, δείξειν ὑπείληφεν· ὥσπερ οὐ διὰ τοῦτο μείζονος ὀργῆς καὶ κατηγορίας ὑπάρχων ἄξιος, ὅτι τοιαῦτα καὶ τηλικαῦτα πεποίηκεν, ὧν οὐκ ἔστιν εὑρεῖν παραδείγματα. εἰ δὲ οἱ τὰ μείζω τολμήσαντες, ὅτι τὰ μείζω δεδράκασι, τὴν τιμωρίαν οὐ δώσουσι, τίς ἔτι λόγος κολάζειν ἐθέλειν τοὺς τὰ μικρότερα; τί δέ, εἰ τοὺς μὴ τὰ συνήθη παρανομοῦντας ἀφήσομεν, πῶς οὐκ ἐξουσία πᾶσα γενήσεται τοῖς θέλουσι πλημμελεῖν ἃ μὴ συνείθισται, ὅταν οἱ πρῶτοι ταῦτα τολμήσαντες ὡς οὐκ ἀδικοῦντες ἐκφύγοιεν; χρὴ δὲ οὐκ ἀφέσεις τῶν κρίσεων τὰς ὑπερβολὰς τῶν ἀδικημάτων μᾶλλον ἢ τοὐναντίον αἰτίας γίγνεσθαι, ὅσῳ μετὰ τῶν ἔργων καὶ τὸ τῆς γνώμης μεμίσηται. τὸ γὰρ οἷς ἀδικεῖ τις καὶ φύσιν ἀδικημάτων καινὴν προσάγειν βούλεσθαι, διχόθεν ἂν εἴη τὴν μοχθηρίαν ἐλέγχοντος, καὶ τὸ πλημμελεῖν ἃ μὴ δεῖ, καὶ τὸ ποιεῖν ἐθέλειν ἃ μή τις πρότερος δράσειεν.

Οὐδέν σοι, φῄς, τῶν εἰωθότων τετόλμηται. αὐτήν μοι λέγεις τὴν ὑπερβολὴν ὧν ἠτυχήκαμεν. οἱ μὲν γὰρ ἠδικημένοι ταῦθʼ ἅπερ καὶ ἑτέρους ἠδικημένους ἐπίστανται, φέρουσι ῥᾷον τὰς συμφοράς, παραμυθίαν ὧν πεπόνθασι τὴν τῶν πέλας τύχην νομίζοντες, οἱ δὲ νεωτέρων ἀδικημάτων οὐκ ἔχοντες παραδείγματα, ἀφόρητον ἡγοῦνται τὴν συμφοράν, τῷ μὴ τῶν ὁμοίων εὐπορεῖν ἔχειν, ἐφʼ οἷς ἠτύχησαν ...

Ἠδίκηταί τις εἰς παῖδα· οὐχὶ καὶ γυνὴ προσηδίκηται. διʼ ἀμφοῖν ἡ βλάβη κεχώρηκεν· οὐ πρόσκειται φόνος τοῖς ἀδικήμασι. σφαγῆς τις αἴτιος γέγονε· τὸ λαθεῖν θεραπεύει τὴν συμφοράν. μοιχείαν τολμᾷ καὶ λαθραίοις μηχανήμασιν οἶκον διαλύει σώφρονα· οὐ μὴν τοσοῦτον κακὸν κακῷ μείζονι κατασκευάζει δεινότερον, παῖδα ἐπιβάλλων μητρὶ καὶ τοῖς τῶν μοιχευόντων σώμασι κοῦφον ποιῶν καὶ αὐτὸ τὸ τῆς μοιχείας δοκοῦν ἀδίκημα εἶναι ...

Ἀδιάφθορον τὴν ψυχὴν ἔσχηκεν; ἀλλʼ οὐχὶ καὶ τὴν ἑστίαν ἕξει διʼ ἡμᾶς ἀδιάφθορον ...

Οὐκ ἐψεύσω τοῖς ἔργοις τὰς ἀπειλάς, ὦ πλούσιε. ἑαλώκαμεν, νενικήμεθα, σιωπῶμεν, τῆς πολιτείας ἐπελαθόμεθα· ἀπέτεμες ἡμῶν τὴν φωνὴν τοῖς φόνοις, καὶ τὸ στόμα τὸ λάλον ἀπέφραξας τοῖς τραγικοῖς τούτοις γνωρίσμασι· μόλις τἀναγκαῖα λέγω καὶ φθέγγομαι· ῥήτωρ εἰμὶ λοιπὸν οὐκέτι τῆς πόλεως, ἀλλʼ ἤδη μόνης τῆς συμφορᾶς ...

Τίνος τὰ τηλικαῦτα μιάσματα; οὐ σὰ πάντα; οὐ τῇ μὲν δεξιᾷ τῇ ἐμῇ, τῇ σῇ δὲ γνώμῃ πάντες ἀνάλωνται; ...

Οὔπω τὸ κεφάλαιον τῶν ἀδικημάτων εἶπον, τῆς λαμπρᾶς σου σκηνῆς τὰ κατὰ καιρὸν ἀναφανέντα γνωρίσματα. ὦ κωμικὸν πέρας τραγικαῖς τύχαις ἐπαγαγών, καὶ τούτοις αὐξήσας τὴν συμφοράν, οἷς ἐν κωμῳδίαις πάθη λύεται ...

Οὕτω τοίνυν πάντα τὰ καθʼ ἡμῶν διαπεπραγμένος, περιιὼν λέγει· τί δʼ ἂν εἴποις περὶ τοῦ πένητος; ὅσα μηδεὶς κωλύει νόμος, κατηγορεῖν ἐθέλει καὶ γράφεσθαι. εἶτά με ἐρωτᾷ· οὐκ ἔξεστιν οὖν ἀνελέσθαι παιδίον; οὐκ ἔξεστιν οὖν μηδὲν ἀδικεῖν ἀναλαμβάνοντα; εἰ δʼ ἑκάτερον τοῦ νόμου διδόντος, καὶ τὸ ἐξὸν εἵλω, καὶ τὸ μὴ ἐξὸν προσέθηκας, οὐ διὰ θάτερον ἀφεθήσῃ μᾶλλον ἢ δίκην ὑφέξεις, οἷς τούτῳ προσάγεις καὶ ἃ μὴ ἔξεστιν. ἔξεστί μοι, φησί. πλουσίου λόγος, τυραννικῆς ὑπερηφανίας ἀπόκρισις. ἐγὼ δέ σοι πράως οὕτω καὶ δημοτικῶς ἀποκρίνομαι· δώσεις γὰρ δίκας τέως ἂν οὗτοι δικάζωσιν· ἔγνωκάς τι ποιεῖν ἀνεύθυνον· ἔχεις τὴν ἐξουσίαν. εἰ δὲ τὴν ἐξουσίαν εἰς παρανομίαν μετήνεγκας, κολάζω ταύτην, ὅτι τῇ προφάσει τὴν φύσιν τοῦ μηκέτι ἐξεῖναι μετείληφε ...

Τὸ κοινωνεῖν καλόν, ἀλλʼ ὅταν ἡ χάρις ἀνύποπτος· ἂν δὲ διορύττῃ μὲν οἰκίας τις, ἐπιβουλεύῃ δὲ γάμοις, λυμαίνηται δὲ γένη, διαφθείρῃ δὲ ἑστίας, ὑποκρίνηται δὲ φιλανθρωπίαν ἀπανθρωπίας ἁπάσης γέμουσαν, ἃ προσθήκην οὐκ ἔχοντα τέως τὴν ἀδικίαν μετʼ ἐξουσίας ἐπράττετο, ταῦτα ὅτι ταύτην προσείληφε, τῷ δοκεῖν ἀνεύθυνα φαίνεσθαι προσθήκη τῶν ἀδικημάτων γίνεται ...

Ἀλλʼ εἰς θέσιν ἴσως ἐζήτεις παιδίον. τί δὲ οὐ πρὸ τοῦ τόκου τὴν γνώμην σου κατεμήνυες; ἢ τὸ παιδίον μετὰ τὰς ὠδῖνας οὐκ ᾔτησας; ἢ τυχὸν οὐδέτερον τούτων ἤθελες, ἀλλʼ οὖν ἐκ τῆς ἐρημίας ἀνελὼν εὐθὺς οὐκ ἐκοινολογήσω περὶ τοῦ πράγματος; οὐ κατὰ νόμους τὴν θέσιν ἔπραττες ...

Ταῦτα ἀφαιρήσεταί τις ἡμᾶς, ὡς παρὰ τοὺς νόμους οὐ πέπρακται;

Ἐναγὴς μοιχεία διὰ σοφισμάτων τετόλμηται, καὶ παῖς δυστυχὴς κατὰ μητρὸς ἀθλίας ἐξ ἐναγοῦς κρατῆρος ἐμεθύσθη κακῶς, καὶ δεξιὰ πατρὸς ἐπὶ φόνους τῶν φιλτάτων ὑπὸ κακοήθους τέχνης ἐξώπλισται ...

Θρηνῶ νῦν οὓς ὡς πολεμίους ἐφόνευσα, καὶ σφαγαῖς παρακάθημαι δακρύων, ἃς ᾤμην μετὰ τῶν νόμων ἐργάζεσθαι· καὶ ὃν πρὸ τῶν φόνων μοιχὸν ἐνόμιζον, τοῦτον παῖδα μετὰ τὴν σφαγὴν ἐγνώρισα. νῦν ὄντως τιτρώσκῃ, νῦν τὴν καιρίαν λαμβάνεις, παιδίον· καλέσω γάρ σε λοιπὸν οὐ τοῖς τῶν ἀδικημάτων, ἀλλὰ τοῖς τοῦ γένους ὀνόμασιν· οὐ γὰρ σύ μοι τῶν ἀτυχημάτων, ἀλλʼ ἕτερος αἴτιος ...

Ἡδέως δʼ ἂν ἐροίμην ἐκεῖνο δήπου πρῶτον τὸν πλούσιον· χρηστὸς αὐτῷ τὸν τρόπον ὁ νεανίσκος ἐφαίνετο, ἢ τοὐναντίον παράνομος; εἰ μὲν γὰρ χρηστός, τίνος αἱ πράξεις, οὐκ ἄδηλον· εἰ δὲ πονηρός, ἐχρῆν ἀποδιδόναι τῷ φύσαντι. πρὸς δὲ τούτοις, πότερον ἐλελήθει σε ταῦτα ποιῶν, ἢ προειδὼς οὐκ ἐκώλυες; εἰ μὲν γὰρ ἠγνόεις, πατρός γε ὄντως φυλακὴν λέγεις· εἰ δʼ οὐκ ἠγνόεις, ὥσπερ εἰκός, μέλλοντα κωλύειν, οὐ πεποιηκότα ἐχρῆν. τὸ μὲν γὰρ προνοίας, τὸ δὲ ἀδικίας τεκμήριον· καὶ τὸ μὲν τὸν εὔνουν, τὸ δὲ τὸν προσποιούμενον δείκνυσιν.

Ὁ νεανίσκος ἁπάντων αἴτιος. εἰ γὰρ οἷόστε ἦν ἀφεῖναι φωνήν, εἰ γάρ τις αὐτὸν θεῶν, οἷα πολλὰ πολλάκις παρὰ τῶν ποιητῶν ἀκούομεν, πρὸς μικρὸν ἀνῆκεν, ὅσον παραγενέσθαι τῇ κρίσει, οὐκ ἂν ἐκ μέσων τῶν πληγῶν καὶ τῶν τραυμάτων ἀνέκραγεν· ἔγωγε μοιχός; ἐγὼ παράνομος; ἐχθρὲ καὶ πλούσιε, ὀψὲ γάρ με τὰς σεαυτῷ πρεπούσας ἐπωνυμίας ἐδίδαξας ...

Ἀλλʼ οἰκτείρας, φησί, τὸ πάθος ἐπέδειξα τὰ γνωρίσματα, τάφων πατρῴων ἀξιωθῆναι παρὰ σοῦ τὸν νεανίσκον βουλόμενος. εἰς καιρόν γε—οὐ γάρ; —τὰς διαλλαγὰς ἐτήρησας, καὶ τότε ἀνεμνήσθης συνάψαι τὸ γένος, ὅτε τὸν πόλεμον ἄσπονδον ἐν ξίφει καὶ μοιχείᾳ πεποίηκας ...

Εἰ λέγει καὶ γράφει καὶ τὴν πατρικὴν τοῦ βίου τάξιν εὑρίσκεται, οὐ δεήσομαι γνωρισμάτων πλειόνων, γνωριῶ τὴν φύσιν ἀπὸ τοῦ βήματος ...

Δός μοι νόσῳ καὶ λοιμῷ δαπανηθέντα κομίσασθαι. θρηνήσω μὲν καὶ τότε τὴν συντυχίαν τῆς γνώσεως, ὅτι μου τὴν ἐπωνυμίαν τὴν τοῦ πατρὸς μόνῳ τῷ τάφῳ τετήρηκας· παραμυθήσεται δέ με τὸ πέμψαι τὸν παῖδα τοῖς κάτω θεοῖς νόσῳ λυθέντα, μὴ δράμασι. νυνὶ δέ, ὢ τῆς τραγικῆς ὄντως, ὢ τῆς ἀώρου καὶ ἀπηνοῦς τῶν γνωρισμάτων καταμηνύσεως· νῦν ἠνάγκασμαι γνωρίζειν τὸν παῖδα, ὅτε ἀγνοεῖν συνέφερε, καὶ τότε πατὴρ ἀναγορεύομαι, ὅτε καὶ παιδοκτόνος εὑρίσκομαι ... ἔα με μόνην τὴν μοιχείαν θρηνεῖν, ἑνί μου παραχώρησον τὰ δυστυχήματα δράματι· τί δέ με μερίζεις τοῖς ποιηταῖς; τί δὲ καθʼ ἕκαστον τῶν ἐμῶν ἀτυχημάτων σκηνὴν ἐγείρεις καὶ θέατρα; ...

Νυνὶ δὲ παρηκολούθηκας ἀριθμῶν μου τὰ δυστυχήματα, καὶ τότε μου πληρῶσαι τὸν τάφον θέλεις, ὅτε τὸν οἶκον ἐκένωσας. θάψαι μου βούλει τὸν παῖδα; καλῆς γε —οὐ γάρ; —μοι φιλοτησίας παρεχώρησας. ἐμὲ δὲ ἄφες στένειν τὰς συμφοράς· σὺ καὶ θάψον, εἰ θέλεις, τὸν ἀνῃρημένον, καὶ δὸς αὐτῷ φέρειν ἀντὶ τῶν ἐνταφίων τὰ σπάργανα· αἱ σαὶ χεῖρές εἰσι τοιαύτης ταφῆς ἐπάξιαι ...

Πόθεν δὲ καὶ τὴν ἐκφορὰν ποιήσομαι; ἀπὸ τῆς ἑστίας; καὶ ποῖον ὄρυγμα τῆς δυστυχοῦς ἐκείνης στυγνότερον; περὶ αὐτὴν δυστυχῆ σώματα καὶ φοβερὸν αἷμα κατὰ πᾶν μέρος ἐκκέχυται, καὶ πολὺς φόνος ἐν μέσῳ κατηφὲς θέαμα πρόκειται· περικάθηται ταύτην Ποινῶν καὶ δαιμόνων καὶ ἀλαστόρων στρατόπεδον ...

Νυνὶ δέ, ὢ τῆς ὑπερβολῆς, ὢ τῆς ὑπερηφανίας τῶν κακῶν· πατὴρ ὡπλίσθη κατὰ παιδός, μήτηρ εἰς μῖξιν ἀθέμιτον παιδὸς βεβίασται ...

Ἀλλʼ ὦ πολέμου καὶ λοιμοῦ καὶ τυραννίδος ἐχθρὲ βαρύτερε, ἀλλʼ ὦ τῆς πατρίδος πλέον ἢ τῆς πολιτείας τῆς ἡμετέρας πολέμιε, οἵας ἀνθʼ οἵων ἐκτίνεις τῇ πόλει ταύτας τὰς χάριτας. ἀντὶ προεδρίας, ἀντὶ τιμῶν, ἀνθʼ ὧν ἀνάξιον ὄντα σε τοσούτων πολλάκις καὶ τηλικούτων ἠξίωσεν, ἐκδέδωκας αὐτὴν τῇ σκηνῇ, καὶ τραγῳδῶν πεποίηκας τὴν πόλιν ἡμῶν ἀγώνισμα. καὶ ἡ μὲν ἐμὴ συμφορὰ τῷ βίῳ τῷ ἐμῷ περιγραφήσεται, τὸ μίασμα δὲ καὶ ὁ σὸς τρόπος τῷ τῆς πόλεως βίῳ συνεκταθήσεται ...

Σὺ δὲ καὶ λέγε καὶ γράφε καὶ νομοθέτει καὶ πρέσβευε, καὶ πρῶτον, εἰ θέλεις, τοῦτον τὸν νόμον εἰσένεγκε, μὴ λέγειν ἔτι τοῦ λοιποῦ πένητα, τολμήσαντι δὲ τίμημα ἐπικεῖσθαι, τοῦ γένους γίνεσθαι δήμιον. μᾶλλον δέ—τί γάρ σοι δεῖ ῥημάτων ἔτι καὶ συλλαβῶν; —ἐναργέστερόν σοι διὰ τῆς ἐμῆς συμφορᾶς ὁ νόμος γέγραπται· ἀποτετείχισταί σοι λαμπρῶς τὸ βῆμα καὶ πᾶσα πένητος ἐκκέκοπται γλῶττα τῷ παραδείγματι. λέγε μόνος, πολιτεύου μόνος· ἀντερεῖ δὲ οὐδείς. τυχὸν δὲ ἴσως οὐδὲ μικρολογήσεις λοιπόν, οὐδὲ ὁριεῖς τὴν δυναστείαν ἄχρι τοῦ βήματος· σκηνῆς ὑψηλοτέρας τῶν ἐνταῦθα τάχα δεήσει σοι καὶ δραμάτων οὐκ ἐχόντων τὴν τραγῳδίαν ἀπόρρητον ...

Ἵνα δὲ πλέον φοβήσῃς ἅπαντας, μίμησαι καὶ γράφε τὸ πάθος, καὶ δὸς ἐν εἰκόνι τὴν συμφοράν. χαλεπὸν εὑρεῖν τέχνην οἵαντε οὖσαν ὑποκρίνασθαι πράγματος φύσιν οὕτως ἀλλόκοτον, πλὴν ἀλλὰ τῷ πλουσίῳ τῶν πάντων οὐδὲν ἀτόλμητον. ἔστω μὲν ἔκ τινος Ποινῆς λειμώνων καὶ Ἐρινύων τὰ φάρμακα· ὑποκείσθω δὲ ὁ πίναξ τῇ γραφῇ ἐξ ἐπαράτου ποθὲν καὶ ἐναγοῦς ὕλης γενόμενος· πῦρ δὲ ὑπηρετείσθω τῇ γραφῇ, οἷον ἀνάπτειν πεφύκασι τιμωροὶ τοιούτων θανάτων δαίμονες. ζήτησον δὲ καὶ ζωγράφον τραγικὸν μὲν τὴν χεῖρα, τὴν δὲ ψυχὴν τραγικώτερον· κέλευε δὲ αὐτῷ τὴν τάξιν τῶν ἐμῶν ἀτυχημάτων τάξιν ποιεῖσθαι καὶ τῆς γραφῆς, μηδὲν δὲ γράφειν πρὸ τῆς ἐκθέσεως, μὴ λέγοντα, μὴ δημηγοροῦντα, μὴ στεφανούμενον, μήτι τῶν εὐτυχεστέρων ἕτερον· ὅλη γενέσθω μεστὴ τῆς σκυθρωποτέρας τύχης ἡ γραφή. ὁ δυστυχὴς πρῶτος ἔστω πατὴρ φέρων εἰς τὴν ἐρημίαν ταῖς ἑαυτοῦ χερσὶ τὸ βρέφος, ὀδυρόμενος τὴν τύχην, θρηνῶν τὴν συμφοράν, ἐξιὼν ἀναστρέφων, τιθεὶς ἀναιρούμενος, εἴκων τῇ φύσει, τῆς ἀνάγκης πάλιν ἡττώμενος. μιμησάσθω καὶ λόγους, εἰ δυνατόν, ἡ γραφὴ διὰ προσώπου στυγνάζοντος, καὶ πᾶς τις τῶν ῥημάτων ἀκουσάτω διὰ τοῦ σχήματος. γράφε μετὰ τοῦτο τοὺς καλοὺς ἔρωτας, μᾶλλον δὲ μὴ καταψεύσῃ μου κἀν τῇ γραφῇ τοῦ παιδός· ποίησον ὀκνοῦντα, μέλλοντα, χωροῦντα πρὸς τὴν πρᾶξιν, ἀναδυόμενον, ἰλιγγιῶντα μὲν τῇ ψυχῇ, τῷ φόβῳ δὲ βιαζόμενον, δεδιότα μὲν τὴν μοιχείαν, οὔπω δὲ συνιέντα, ὅτι καὶ κατὰ μητρὸς ἀναγκάζεται. ἔστω που καὶ δυστυχὴς πρεσβῦτις, εἰ θέλεις· γράψον αὐτὴν ἐρῶσαν, ἀλλὰ μετὰ τῆς ῥυτίδος, ἀλλὰ μετὰ τῆς κόμης τῆς πολιᾶς, ἵνα μᾶλλον ἐκπλήξῃς τῷ παραλόγῳ τοῦ δράματος. ἐλθὲ λοιπὸν ἐπὶ τὸ κεφάλαιον τῆς γραφῆς· ὅπλισον τὸν δυστυχῆ πένητα κατὰ τῶν φιλτάτων· καὶ τοσαῦτα μίμησαι πράγματα, ὁπόσα ἐμπλήσει τὴν σὴν ἀπανθρωπίαν πλαττόμενα. πρόσθες ἤδη λοιπὸν τὸν κολοφῶνα τοῦ δράματος, σαυτὸν τοῖς φόνοις μετὰ τῶν γνωρισμάτων ἐπιφαινόμενον, μειδιῶντα, φαιδρόν, τοῖς κατωρθωμένοις γανύμενον. τήρησον, πρὸς θεῶν, κἀμοί τι μέρος τοῦ πίνακος, ἵνα μή τις ἐπιζητήσῃ· ποῦ δὲ ὁ δυστυχὴς πένης; πῶς ἔζη; πῶς ἐβίω μετὰ τοσαύτας συμφοράς; ...

Ἀλλʼ οὐ πάντα χαιρήσῃ, πλούσιε. δεῖ γενέσθαι καὶ σὲ μέρος τοῦ δράματος· οὐδεὶς οἶδεν ὑψηλὴν τραγῳδίαν, ὅπου μὴ πίπτουσι τύραννοι ...