eul_wid: siy-ae
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Declamations and Orations: Oration 2 (On Behalf of Aeschines) by Himerius the Sophist

Demosthenes speaks on the recall of Aeschines, which Alexander has ordered with that of the other exiles. Since the vote must be undone, he argues, it is better undone willingly than under command, and he sets the speed of Alexander's conquests from Sardis to Cilicia beside all that Aeschines did against the city. The close mocks a people that votes Aeschines' return while trembling at rumours from India: Babylon has fallen, Darius is gone, and only Athens is left for Alexander to conquer.

Part of Declamations and Orations

Ὑπὲρ Αἰσχίνου Δημοσθένους.

Ὄντος γὰρ ἑκατέρου δεινοῦ, καὶ τοῦ λύειν ψῆφον ἑκόντας, καὶ τοῦ ταῦτα ὑπομεῖναι παρὰ γνώμην ἐξ ἐπιτάγματος, ἧττον ἑκόντας κακὸν τοῦ λύειν ἄκοντας ὑπείληφα. τὸ μὲν γὰρ ἐνδέχεταί ποτε καὶ φιλανθρωπίας δόξαν λαβεῖν· οἱ δὲ ἑτέροις ὑπακούοντες τὴν μὲν αἰσχύνην ἑαυτῶν ποιοῦσι, τῶν δὲ προσταξάντων τὴν εὔκλειαν ...

Κοινολογεῖται καὶ μετὰ βῆμα βασιλεῦσιν Αἰσχίνης, καὶ μετὰ Κτησιφῶντα καὶ τὴν φυγὴν τυράννους ἔτι περιεργάζεται ...

Ἄνθρωπος τὴν Ἀσίαν ὅλην ὑπερπηδήσας τοῖς ὅπλοις, καὶ τῇ φύσει φιλονεικῶν λοιπὸν ὅτι πολεμίους μὴ κέκτηται ...

Διʼ οὓς ἤρθη τοσοῦτος Φίλιππος, διʼ οὓς ἔπεσε τὰ τῶν Ἑλλήνων φρονήματα· παρʼ ὧν σύμμαχοι, τόποι, καιροί, πᾶσα τῶν μεγάλων κατορθωμάτων ἡ πρόφασις ... ἀλλὰ τὸ μὲν Θηβῶν πάθος ὑπερεφώνει τοὺς Ἕλληνας, Ἀλέξανδρος δὲ τὴν πόλιν καὶ μετὰ Θήβας ᾐσχύνετο· καίτοι γε εἶχέ τι τότε τῇ πόλει καὶ μέμψασθαι· ἡμεῖς γὰρ Θηβαίων πεσόντων τὴν τελετὴν ἀπεκλείσαμεν, ἵνα μὴ τοῖς Θηβαίων θρήνοις ἀντιβοῶμεν τὸν ἴακχον ...

Ὥσπερ γὰρ ἀγαθοῦ φανέντος τοῦ κομιζομένου τὴν χάριν, μεθέξειν ἡ πόλις τὸ μέρος τῆς δόξης ἤμελλεν· οὕτω τῆς αἰσχύνης, εἰ πονηρὸς ἐξηλέγχετο ...

Οὔτʼ ἂν ἑτέρου γράφοντος καὶ παρανομοῦντος ἐσίγησα, ἀλλὰ προσδραμὼν ἂν τῷ βήματι, τὸν Σόλωνα κεκραγώς, τὴν πολιτείαν ἐπιβοώμενος· οὐ λύσω τοὺς νόμους, ἂν ἔφην, οὐδὲ δέχομαι φυγάδας ἐξ ἐπιτάγματος, οὐδὲ τῷ Φωκέων αὐθέντῃ κελεύοντος ἄλλου σπένδομαι· ἀλλʼ ἕως ἂν ἔχω λιμένας, ἕως ἡλικίαν ἀκμάζουσαν, ἕως ἀριθμῶ τὰ τρόπαια, ἕως μία γοῦν ἐκ Πειραιῶς ἔτι τριήρης ἀνάγεται, οὐ προΐεμαι τοὺς νόμους, οὐδὲ τῆς πολιτείας ἀφίσταμαι, οὐδὲ ποιῶ τὴν φήμην αὐτῆς τῆς πόλεως πόρθησιν· οὐδʼ ὑποπτεύων τὰ παρὰ τῆς τύχης ἀμφίβολα, φθάνω τὴν δουλείαν αὐτὸς ἑκουσίως αἱρούμενος ...

Κατίτω τοίνυν Αἰσχίνης, Δημοσθένους, ἀλλὰ μὴ Ἀλεξάνδρου, κελεύοντος, παρανομοῦντος ῥήτορος, ἀλλὰ μὴ βασιλέως προστάττοντος, ὡς φυγὰς ἐλεούμενος, μὴ φοβερὸς ἡμῖν ὡς ἐκ προστάγματος. Ἀθηναίων οἱ λόγοι· καὶ γνωρίζω τὴν πόλιν ἀπὸ τοῦ ῥήματος. ὑμεῖς γάρ ἐστε οἱ πᾶσαν μὲν γῆν πᾶσαν δὲ θάλασσαν τροπαίων ὑπὲρ τῶν νόμων καὶ τῆς ἐλευθερίας πληρώσαντες. ἐπολέμει Ξέρξης, γῆν μεταποιῶν καὶ θάλασσαν, ὅτι τοὺς τὴν βῶλον καὶ τὸν κύαθον αἰτήσαντας τὸ βάραθρον ἀντὶ τῆς ἐκκλησίας ἐδέχετο· ἀλλʼ ἡ πόλις ἔμεινε τῶν στοιχείων πλέον ἀκίνητος ...

Ἐπεὶ κἀν τοῖς ἄλλοις, ὡς ἔπος εἰπεῖν τῶν πραττομένων ἕκαστον, κἂν ταὐτὸν εἶναι τῇ φύσει δοκῇ, ἀλλὰ τῇ προφάσει μερίζεται· οἷον τύπτει τις τὸν πλησίον, ἂν μὲν ἐν ἄθλοις, ἔχει νικήσας τὸν στέφανον· ἂν δὲ τῆς ἀγωνίας ἐκτός, ὑπέχει τὸ τίμημα. ἐθρηνοῦμέν ποτε πορθουμένης ὑπὸ τῶν τυράννων τῆς πόλεως, ἀλλʼ ἑκόντες αὐτὴν ὑπὲρ ἀνδραγαθίας τῷ πυρὶ τῶν Μήδων ἐδώκαμεν ...

Ὁ μὴ Φιλίππῳ σπεισάμενος μηδὲ μετὰ τὴν μεστὴν τῆς πονηρᾶς τύχης Χαιρώνειαν ...

Ἦν ἡμῖν ποτε πάτριον ἡγεῖσθαι τῆς Ἑλλάδος καὶ τοῖς τυράννοις ὑπὲρ τῆς ἐλευθερίας ἀνταγωνίζεσθαι. οὗτος ὁ νόμος ἤρξατο μὲν ἀπὸ Μιλτιάδου πρότερον, ἤκμασε δὲ ἐπὶ Θεμιστοκλέους, κατέβη δὲ εἰς Κίμωνα, ἐφυλάχθη δὲ ὑπὸ Περικλέους, ἐθαυμάσθη δὲ ὑπὸ Ἀλκιβιάδου· ἐπʼ ἐμοῦ δὲ τῇ γνώμῃ μὲν ἐτηρήθη, τῇ τύχῃ δὲ καὶ τῇ κολακείᾳ τῶν προδιδόντων διέφθαρται ...

Ἀπέστημεν ἑτέροις τῆς ἡγεμονίας, οὐκ ἀντεῖπες· παρεχωρήσαμεν τοῦ πατρίου σχήματος, οὐκ ἠγανάκτησας ...

Οὐκ εἶξε μετὰ Σικελίαν Λακεδαιμονίοις ἡ πόλις, ἀλλʼ ἡ μὲν νῆσος τὴν ἡλικίαν ὅλην ἐχώρησεν, ἡ πόλις δὲ ἔμεινε τῷ φρονήματι καὶ μετὰ τὴν ἑσπέραν ἀνάλωτος ...

Ἀλλὰ πονηρὸς Αἰσχίνης. πρόσθες, εἰ βούλει, καὶ Φωκέων ὄλεθρον καὶ προδοσίαν Θρᾴκης καὶ ἀναίρεσιν Κερσοβλέπτου, καὶ πάνθʼ ὅσα πολλάκις Αἰσχίνης ἀδικῶν τὸν δῆμον ἐγκέκληται ... νόσημα γάρ, ὦ Ἀθηναῖοι, κατὰ τῶν Ἑλλήνων τῇ φορᾷ τῶν Ἀθηναίων συνήκμασε. ... πονηροὺς μὲν γὰρ ἡ πόλις ἤδη που πολλάκις ἔσωσεν, οὐκ ἐπαινοῦσα τὴν γνώμην, ἀλλὰ τὴν τύχην οἰκτείρουσα· ὑπήκουσε δὲ οὐδενὶ κατὰ τῶν νόμων, ἡνίκα ἐτήρει τὸ φρόνημα ...

Τί οὖν οὐκ ἤδη ... προαγγέλλω; τί δὲ οὐκ ἔξειμι τοῦ βίου, πρὶν ἰδεῖν τὴν πόλιν δουλεύουσαν; ...

Ἐγὼ γοῦν καὶ αὐτὸς ἡγοῦμαι τὴν φήμην ἔχειν, οὐχ οὕτω δʼ ἔχειν ὡς τερατεύονταί τινες· σκοπῶν πρῶτον μέν, ὦ Ἀθηναῖοι, τὸν Ἀλεξάνδρου τρόπον. τίς δὲ οὗτός ἐστιν; ὁμοῦ τε ἐγχειρεῖ, καὶ πέπρακται· μᾶλλον δὲ φθάνει τοὺς μὲν λογισμοὺς ταῖς πράξεσιν, οἷς δὲ ἐγχειρεῖ, τοὺς διαγγέλλοντας· ἐπεὶ καὶ τὰ πολλὰ δὴ ταῦτα καὶ μεγάλα τῶν ἔργων, ἃ λογοποιοῦσιν οἱ κόλακες, τάχει μᾶλλον ἢ τῇ ῥώμῃ κρατῶν τούτοις οἷς ἐπῄει κατώρθωσε, πρὶν ἀγγελθῆναι παρών, πρὶν ἀκουσθῆναι φαινόμενος, κατὰ τοὺς σκηπτοὺς ἢ τὰς βροντάς, αἳ πολλάκις φθάνουσι τὴν προσδοκίαν ἐγγίσασαι. οὕτω Σάρδεις εἷλεν, οὕτω Καρίαν ἐπόρθησεν, οὕτω Λυκίαν παρέσυρεν, οὕτω Παμφυλίαν ἐπέδραμεν, οὕτως ὤφθη Κίλιξιν, οὕτως ἐπέστη Πέρσαις, οὕτω Δαρεῖον ἐξέπληξεν—οἴμοι, τῶν ἐγγὺς κακῶν—οὕτω καὶ Θήβας ἀνήρπασεν. ἔπεσε πόλις ἐπὶ τῆς Ἑλλάδος μέσης, φθάσαντος τὴν φήμην τοῦ πτώματος· κἀγὼ μὲν ἠγνόουν τὴν συμφοράν, τὴν δὲ πόλιν εἶχε τὸ πολυάνδριον. τοῦτο μὲν δὴ πρῶτον οὐκ ἐᾷ με προσέχειν· δεύτερον δέ, ὅτι οἶδεν Ἀλέξανδρος, κἂν εἰ σφόδρα τις αὐτὸν μεθύειν ὑπὸ τῆς εὐτυχίας ὑπείληφε ...

Τί οὖν οὐ καθαιρῶ τὰ τρόπαια; τί οὐκ ἀνατρέπω τὰς στήλας; τί δὲ οὐκ ἐξαλείφω τὰ ἐπιγράμματα; πάντα γὰρ οἶμαι τὰ τῆς ἀρετῆς ὑπομνήματα ὥσπερ τοῖς ἀγαθοῖς κόσμος ἐστίν, οὕτως ἔλεγχος τοῖς καταισχύνουσι ...

Καλῶς ἐθαύμαζον τὴν Ποικίλην οἱ Σαλαμῖνι κινδυνεύσαντες· ἐδαπάνων γὰρ ἐπὶ τῆς θαλάσσης τὸ τῆς ἠπείρου λείψανον. ...

Παρνασσὸς δὲ ἐς τὴν θάλασσαν ἐσφενδόνα τὰς κορυφάς, καὶ τοῖς ἑαυτοῦ μέρεσιν ἀντὶ βελῶν ὑπὲρ τοῦ γένους ὁπλίζεται. μερίζονται δὲ τὰς μάχας Ἕλληνες καὶ νέμονται πρὸς ἀλλήλους μετὰ τῶν στοιχείων τὰ κατορθώματα, Λακεδαιμόνιοι τὴν ἤπειρον, ἡμεῖς τὴν θάλασσαν· ἐκεῖνοι τριακοσίοις τὰς Πύλας σώμασιν, ἡμεῖς τοσαύταις τριήρεσι τὰς τῆς Ἑλλάδος παρόδους κλείομεν ... νεανίσκου δὲ Μακεδόνος καθʼ ὅλης τῆς ὑφʼ ἡλίῳ κωμάζοντος, καὶ λυποῦντος μικροῦ καὶ αὐτὴν τὴν τύχην οἷς ἐνυβρίζει τοῖς εὐτυχήμασιν, οὐκ ἔστιν ὃς διανίσταται; ...

Ὅ τε βασιλεῖ τὰς ὑποσχέσεις διακρινούμενος, οὐ πείσας ἀπῆλθεν, ἀλλὰ κερδάνας, ὅτι μὴ πείσας ἐσῴζετο ...

Ὑμᾶς δὲ χειροήθεις ἀεὶ τοῖς τυραννοῦσι παρασκευάζουσιν, ἵνα αὐτοῖς μὲν ὑπάρχῃ πλουτεῖν, τῇ πόλει δὲ τὸ τῶν οἰκείων στέρεσθαι ...

Ἀναγκαῖος μὲν ὁ φόβος, ὀψὲ δὲ καὶ λίαν βραδέως ἄρτι τὸν τρόπον τὸν Αἰσχίνου φυλάττεσθε. τὰς τριήρεις ἐμπρήσει τῆς πόλεως οὐκέτι διʼ Ἀντιφῶντος, οὐδὲ διʼ ἀπορρήτων, ὡς πρότερον, ἀλλʼ αὐτοπροσώπως τὴν Αἰθίαν ὑποκρινόμενος ...

Ὁ δῆμος ὁ τῶν Ἀθηναίων Αἰσχίνῃ γράφει τὴν κάθοδον, ὁ τὰς ἀπʼ Ἰνδῶν φήμας ὡς ὅπλα καὶ μάχας φοβούμενος ...

Ὤκνουν Ἀριστείδην κατάγειν, καὶ ταῦτα οὐ κακίαν, ἀλλʼ ἀρετὴν τῆς φυγῆς ἔχοντα πρόφασιν· ἵνα γὰρ πεισθῶσι τῷ Σόλωνι, οὐδʼ αὐτὸν ἔφευγον ἀδικεῖν δόξαι τὸν δίκαιον ...

Κεῖται Βαβυλών, Δαρεῖος οἴχεται, Ἰνδοὺς ἀνῄρηκε, Πέρσαι δουλεύουσι, μόναι λείπουσιν Ἀθῆναι τοῖς κατορθώμασιν, ὧν Πέρσαι τοσαυτάκις ᾔσθοντο τῆς ἀρετῆς, ὁσάκις ἔδει μάχεσθαι.