Προπεμπτικός.
Καὶ τοῦτο μὲν ἴσως καλῶς ποιεῖς· ἀνάγκη γὰρ δήπου τὸν ἐπαινεῖσθαι βουλόμενον καὶ τῶν πράξεων ἐκείνων ἐπιθυμεῖν, ἀφʼ ὧν ὑπάρχει τὸ θαυμάζεσθαι. οὐ γὰρ ἀπέχρησε τοῖς παισὶ τὰ τοῦ Περικλέους σεμνολογήματα, ἀλλʼ ἀνάξιοι τῆς πατρῴας ἀρετῆς γενόμενοι μείζονος δήπου διαβολῆς αἰτίαν τὴν πατρῴαν δόξαν ἐκτήσαντο. καὶ πολλῶν δὲ ἄλλων ἀνδρῶν ἀρίστων γεγόνασι παῖδες, οἷς ἅπασιν οὐ πρὸς ἐγκωμίου πλέον, ἔλεγχος δὲ κακίας ἐγένετο τὰ τῶν πατέρων ὀνόματα ...
Τίς οὖν, ἴσως ἂν ἐρεῖς, ἡ θεραπεία τοῦ νοῦ; ἀρετὴ καὶ λόγος· ἡ μὲν ἄρχουσα καὶ ἐπιστατοῦσα τῷ λόγῳ· ὁ δέ, καθάπερ τις δεξιὸς ἀγαθῆς βασιλίδος διάκονος, τὰ ἐκείνης ἐπιτελῶν σπουδῇ πάσῃ εἰς ἔργον τε ἄγων προστάγματα ...
Ἔστι καὶ ἄλλος ἀρετῶν μυρίος χορός, ὃν ἅπαντα εὑρήσεις εἴσω παιδείας ἀνακτόρων γενόμενος. ταύτας δὲ ὥσπερ τιθηνοὺς καὶ μητέρας ἐκείνων προξενῶ τέ σοι, καὶ φημὶ δὴ διʼ ἐκείνων καὶ τῆς τῶν ἐχομένων θήρας ἐφίξεσθαι ...
Οἱ δὲ παῖδες ἀπολελυμένοι διδασκάλων τὴν πομπὴν ἐκείνην ἔπεμπον ...
Ὁ δὲ Φρὺξ ὁ Μίδας ἑλεῖν θελήσας τὸν Σάτυρον, οἴνῳ φαρμάττει τὰ νάματα, καὶ δήσας ὕπνῳ καὶ κώματι, θήραν ἐποιεῖτο τὸν Σάτυρον ...