eul_wid: sma-ac

Παράφρασις εἰς τὰ Ἀντίδοτα Νικάνδρου
Paraphrase-Nicander's Antidotes

Eutecnius the Paraphrast Paraphrase Nicander's Antidotes PDF

t Παράφρασις εἰς τὰ Νικάνδρου Ἀλεξιφάρμακα Εὐτεκνίου σοφιστοῦ Τῶν Νικάνδρου Ἀντιφαρμάκων τάδε ἔνεστιν· περὶ ἀκονίτου περὶ ψιμυθίου περὶ κανθαρίδος περὶ κορίου περὶ κωνείου περὶ τοξικοῦ περὶ κολχικοῦ περὶ ἰξίας περὶ ταυρείου αἵματος περὶ βουπρήστεως περὶ γάλακτος περὶ δορυκνίου περὶ φαρικοῦ περὶ ὑοσκυάμου περὶ μήκωνος περὶ λαγωοῦ θαλασσίου περὶ βδέλλης περὶ μύκητος περὶ σαλαμάνδρας περὶ φρύνου περὶ λιθαργύρου περὶ σμίλου Ἀλεξιφάρμακα [1—11].
1 (1t) Εἰ καὶ μὴ τῆς αὐτῆς εἶναι πόλεως, μήδ’ ἔθνους, ὦ Πρωταγόρα, τοῦ αὐτοῦ διεκληρώθημεν, οἴκου τε δὴ καὶ συγγενείας οὐδαμᾶ, καθάπερ ἄλλοις, ἔξεστι τῶν τ’ αὐτῶν ἀπολαύειν ἡμῖν (οὐ γὰρ δὴ ἐστί τις ὀλίγη κατὰ τὴν Ἀσίαν ἡ τὰς πατρίδας ἡμῶν κομιδῆ διείργουσα χώρα), οἷον ἂν εἴπερ οἴκου τέ σοι καὶ πατρίδος ἦν τῆς αὐτῆς μετεσχηκὼς ἐγὼ περὶ τῶν βοηθημάτων, ὧν φαρμασσομένοις τοῖς ἀνθρώποις εἰς ἐπικουρίαν παρὰ τῆς φύσεως ἐξηύρηται, οὐδὲ ὑποχειρίους συγχωρεῖ τῷ θανάτῳ τι γνοὺς ὁπωσοῦν λανθάνειν, διεξελεύσεσθαί εἶμί σοι πάσης σαφῶς προθυμίας ἐντός. Οὐκοῦν οἰκεῖα μὲν τὰ σὰ ταῦτα καὶ ἐν οἷς δίαιτα κατὰ τὸ μεσαίτατον τῆς Ἄρκτου κείμενα τυγχάνει, ἀπέχει δὲ ἐν οἷς ταῦτα οὐ πολὺ θαλάσσης, ἀλλ’ ἐστὶ πλησίον, καὶ τὰ τῆς Ῥέας ὄργια παρὰ τούτοις μένει, ὅ τε τοῦ Ἄττεω γάμος καὶ τὰ ἐπὶ τούτοις, ὅσα παρά σφι τελεῖται, τὸ δὲ ἐμὸν οἰκητήριον ἡ πόλις Κολοφὼν τυγχάνει, Ἀπόλλωνος δέ ἐστιν ἄρα παρ’ αὐτὴν ἱερὸν Κλαρίου, καὶ τὸ ὄνομα ἀπὸ Κλάρου ἐτέθη τούτῳ τῷ μαντείῳ, ὅτι δὴ ὁ χῶρος οὗτος κλῆρος ἐγένετο τῶν Κρεούσης παίδων Ῥαχίου καὶ Κλάρου οἱ περὶ τούτων ἡμᾶς σαφέστατα διαγγέλλοντες διδάσκουσι λόγοι. ἀκόνιτον [12—73].
2 (1t) Ἐπιγνώσει δὲ τὴν βοτάνην αὐτίκα δὴ μάλα προσενεχθεῖσαν τῷ στόματι τὴν ἀκόνιτον οὕτως ὀνομαζομένην· πικρά τε γάρ ἐστιν ἱκανῶς, καὶ κίνδυνον οὐ 〈τὸν〉 τυχόντα ἐπάγει, ἤν τινι δῷς πιεῖν· παρὰ μέντοι τὸν Ἀχέροντα αὕτη φύεται ποταμόν, αὐτόθι δήπου καὶ πλησίον κατὰ τοῦ χάσματος, ὅθεν πέρ φασι τὰς ψυχὰς διαπορθμεύειν τὸν θάνατον, καὶ ὁ θεσμὸς τὴν ὑπεισελθοῦσαν καθάπαξ τὸ στόμιον λέγει πάλιν χωρεῖν μηδέν· δείκνυνται δέ γε παρὰ ταῦτα καὶ αἱ τοῦ Λύκου παιδὸς Πριολάου πόλεις, ὥς εἰσιν ἔρημοι, καὶ οἶκοι, παρ’ οὓς ἀκόνιτος ἡ βοτάνη ἐνταῦθα φυομένη ἐστίν. Δῆσαι δὲ ἱκανὴ τὰ χαλινὰ τό τε πᾶν στόμα γίγνεται ὁμοίως ἥδε τοῦ πιεῖν λαχόντος, στύψις τε τὰ οὖλα καρτερὰ πρὸς τούτοις καὶ ἅμα τῇ γλώττῃ τὸν οὐρανὸν σφοδρῶς ἐμπεσοῦσα λυπεῖ· ἐπειδὰν δὲ καὶ τῶν ἐντὸς τοῦ στήθους τὸ δεινὸν ἅψηται, τὸ μὲν πρῶτον λυγμὸν ποιεὶ, καὶ ἀμηχανίαν, εἰς τὸ ἀλύειν τε αὖ καὶ ἀδημονεῖν οὐχ ἁπλῶς ἄγει τὸν πάσχοντα, ὅ τε δὴ στόμαχος ὀδυνᾶται καὶ μάλιστα δὴ ἔνθα εἰσὶν αἱ τούτου λεγόμεναι παρὰ πάντων πῦλαι, ἀλλὰ μὴν καὶ τὸ λοιπόν, ὅθεν περ δίεισιν ἡ τροφή, ἄκλειστον, ὥς φησι, χωρίον διὰ παντὸς μένον, τῶν πόνων ἐπιτριβόντων αὐτὸ καὶ τῶν ἀλγηδόνων, αὐτῇ τε τῇ γαστρὶ τὴν ἄσην καὶ τῷ κάτω παρέχειν ἐντέρῳ φλεγμονὴν πέφυκεν· τινὲς τοῦτο κόλον προσαγορεύουσι τὸ ἔντερον, ἀρχὴ δέ ἐστι μὲν τοῦτο τῶν κάτω τοῦ ἀνθρώπου μερῶν, ἔχει δὲ ὁμοίως καὶ τοῦτο πύλας τὸ μόριον· ἀρχὴ μέντοι τῆς δοχαίης ταύτης (καὶ γὰρ οὕτως οἶμαι τόδε ὀνομαζόμενον ἐπίστασθαι) ὁ στόμαχός ἐστιν· ὅτι δέ γέ ἐστι καθάπαξ ἥδε δεκτικὴ σιτίων, καὶ παρὰ ταύτην φέρεται τὰ ἐσθιόμενα, αὐτὴ τοῦ ὀνόματος ἡ κλῆσις μαρτυρεῖ. Ἀλλὰ γὰρ ἐπακολουθεῖ τῆς ἀκονίτου τοῖς πιοῦσι ἀπὸ μὲν ὀφθαλμῶν φέρεσθαι καὶ ἀποστάζειν ὑγρὸν πλῆθος αὐτῶν πολύ, ῥέεσθαι δὲ καὶ τὴν γαστέρα, πνευμάτων τε ἐν αὐτῇ γίγνεσθαι διαδρομὰς συχνάς, ἃ καὶ στηρίξαντα πολλάκις περὶ τὸν ὀμφαλὸν αὐτόν, ἀσχέτους τὰς ὀδύνας πέφυκεν ἐμποιεῖν, βαρύτης τε δεινὴ τῆς κεφαλῆς ἐπὶ τούτοις, καὶ τῶν κροτάφων παλμὸς ἀνύποιστος κρατεῖ, ὁρᾶν τε οἱ τῶν τοιούτων ὀφθαλμοὶ δοκοῦσιν οὐ κατὰ τὰ αὐτά, οὐδ’ ᾗπερ προσήκει τοῖς ὁρῶσι, ἀλλ’ ἐνηλλαγμένως· τὸ γοῦν αὐτὸ καθ’ αὑτὸ πολλαπλοῦν νομίζει, καὶ τὰ δύο ὁρῶν οἴεται τέσσαρα, ὥσπερ ἂν ἔξοινός τις ὢν οὗτος καὶ κραιπαλῶν τύχη, οἷα μὲν λέγουσι τοὺς τῷ Διονύσῳ 〈συ〉στρατεύοντας τοὺς Σιληνοὺς δῆτα ἐπιτελεῖν, τρυγῶντας καὶ ἐμφορουμένους οἴνου καὶ ὑπαφρίζοντας, ἔπειτα δὴ ἀλυομένους οἷον καὶ λυγιζομένους τὸν αὐχένα καὶ παρασυρομένους τὴν φωνήν, μεθυσθέντας τε αὐτοὺς ὑπόθερμον βλέπειν, καὶ κεῖσθαι οὐκ ἐν κόσμῳ ἐπὶ τοῦ ἐδάφους, ὄντας τῶν φρενῶν ἐρήμους· τοιαῦτα ἄττα καταλαμβάνεσθαι ποιοῦντας τοὺς τῇ βλάβῃ περιτυχόντας εὕροις ἂν τῇ τοῦ ἀκονίτου. Λέγεται δ’ οὖν ἡ αὐτὴ καὶ μυοκτόνον ἡ βοτάνη, διότι δὲ λέγεται, καὶ τοῦτο ἡ αἰτία δηλοῖ, ὅτι τοὺς ἀχρειοτάτους ἀναιρεῖν δοκεῖ καὶ λίχνους καὶ δυσέργους μῦας, ἢν αὐτῆς γεύσωνται, ἀλλὰ μὴν δὴ καὶ παρδαλιαγχὲς ἥδε παρ’ ἐνίων προσαγορεύεται, ἐπεί τοι καὶ ταύτῃ τῇ βοτάνῃ πρὸς ἀναίρεσιν τῶν θηρίων οἵ τ’ αὖ αἰπόλοι καὶ ποιμένες καὶ νομεῖς τῶν βοῶν ἔν τε τῇ Φαλάκρᾳ καὶ τῇ Ἴδῃ τοῖς ὄρεσι κεχρῆσθαι δοκοῦσι· ἄλλως τε δὴ καὶ παντὸς θήλεος ἥδε ἐντεθεῖσα μορίῳ ζώου ἀποθνήσκειν ποιεῖ ἡ βοτάνη αὕτη, ἧς ἐστι τοὔνομα ἀκόνιτον. Τὸν τοίνυν πονήρως ποτὲ ἐκ ταύτης ἔχοντα ἰάσει, μεστὴν κονίας μὲν ποιήσας μέτρῳ τὴν σεαυτοῦ χεῖρα, ὡς οἷόν τε δέ γε μάλιστα, καταλειωθείσης· κοτύλη δὲ οἴνου καὶ ταῦτα μέλανος ἐπίμεστος μέτρον ὑπαρχέτω· εἰς ὃ τὴν χεῖρα τῆς κονίας ταύτης ἐπιβάλλειν σε χρῆ, ἀβροτόνου τε δὴ καυλία ἐν θάμνοις ἔτι τυγχανούσης, πρασίου τε ὁμοίως τῆς καὶ μελιφύλλου καλουμένης, ἀλλὰ μὴν καὶ τῆς ἀγήρω καὶ ἀεὶ θαλλούσης χαμελαίας βλαστούς, καὶ πήγανον σὺμ πᾶσι τούτοις κομίζων ἔμβαλλε.
2 (50) Ἀτὰρ οὖν δὴ διάπυρον πάνυ σφόδρα ἐμβάλλων μέλιτι σβέννυε σίδηρον, καὶ τὴν ἐν ταῖς καμίνοις τῶν σιδηρέων γιγνομένην τρύγα, ἣ σκωρία κέκληται, φέρων δὴ σὺν τούτοις, καὶ ταύτην μίγνυε, χρυσόν τε αὖ πεπυρωμένον καὶ ἄργυρον, σφόδρα τῷ πυρὶ καὶ τοῦτον προσωμιληκότα ἐμβάλλων σβέννυε τῷ μέλιτι· εἶτα δὴ τὴν χεῖρα, εἰς ἥμισυ τῶν φύλλων πλήσας τῆς συκῆς χαμαιπίτυός τε τῆς ὀρείας, καὶ ταύτης τὰ φύλλα, αὐανθείσης μέντοι, τῆς τ’ αὖ ὀνίτιδος ὁμοίως καὶ πολυκνήμου τῆς βοτάνης τοὺς κλῶνας, ὡς εἰσὶ νεαροί, τετράδι κυάθων οἴνου γλυκέος μιγνύων ἀναιροῦ. Ἄγε δὴ καὶ καθεψηθείσης πάνυ σφόδρα σχεδὸν τὰ γυ〈ῖα〉 διαλυομένης ὑπὸ πυρὸς 〈εἰσ〉 τὸ ὕδωρ ὄρνιθος τῶν ἐν ποσὶ δήπου καὶ ἐν ταῖς οἰκίαις ἀναστρεφομένων, ἤτοι νεοττῶν γε, ὧν τρέφουσιν αὗται, ἑψηθέντων καὶ τούτων, τὸ ὕδωρ κιρνῶντα δεῖ πίνειν μετὰ τοῦ μέλιτος· ἀλλὰ μὴν καὶ τῶν βοΐων κατὰ ἑψηθέντων κρεῶν αὐτῇ πιμελῇ τὸ ὕδωρ ἄδην πινόμενον τοῖς ἄλλοις ὁμοίως ὠφελεῖ. Δύναται δὲ δὴ τὰ αὐτὰ καὶ μιγὲν βᾶλσαμον γάλακτι· νῦν μέντοι τετοκυίας πώλου ὑπαρχέτω γάλα, ἀλλ’ ἤν τις αὐτὸ πιεῖν μὴ παραιτήσηται, ὀνίνησι σφόδρα· δεῖ δὲ καὶ ὕδατος ἐπιπίνειν εἰς τοσοῦτον τούτοις, εἰς ὅσον ἂν πᾶσαν ἀπεμέσας τις τὴν τροφὴν τὸ δεινὸν δυνηθῇ διαφυγεῖν. Ἀλλὰ γὰρ καὶ ἡ πυτία πρὸς τούτοις χρήσιμος τοῦ λαγωοῦ, καὶ μετά τοι ταύτην ἡ τοῦ νεβροῦ, ἀμφότεραι μέντοι φυραθεῖσαι οἴνῳ, ἑκατέρα 〈δὲ〉 καὶ καθ’ αὑτὴν ὑπάρχει χρήσιμος. Ἀλλ’ οὖν καὶ ἡ ῥίζα τῆς μορέας πρότερον ἐν ὅλμῳ συντριβεῖσα, εἶτα ἑψηθεῖσα, ἐφ’ ὅσον οἷόν τε, μετ’ οἴνου δίδοσθαι, μέλιτος προσπλακέντος αὐτῇ, τοῖς πάσχουσιν ὀφείλει· ὅπως γὰρ ἂν δόξῃ τις οὖν ὑπὸ τοῦ δεινοῦ κεκρατῆσθαι, χρησάμενος τοῖσδε δὴ τοῖς βοηθήμασιν ἄρα τὸ ἀσφαλὲς ἕξει, καὶ σῶος ἀπελεύσεται χρώμενος οἴκαδε τοῖς ἑαυτοῦ ποσίν. περὶ ψιμυθίου [74—114].
3 (1t) Μετὰ ταῦτα τοίνυν λέγεσθαι χρὴ καὶ περὶ ἧς ἐναπομόργνυται τὸ ψιμύθιον τοῖς ἀνθρώποις πινόμενον βλάβης· λωβᾶται γὰρ αὐτῶν τὴν ὑγεῖαν, καὶ τοῦ βαδίζειν ἄρα αὐτοὺς ἐμποδὼν ἵσταται· ἔοικε δὲ δήπου τὴν γοῦν χροιὰν ἐν ὥρᾳ ἔαρος φαινομένῳ γάλακτι τὸ ψιμύθιον δὴ τοῦτο καὶ ἐπαφρίζοντι, ὁπόταν ᾖ κατὰ πέλλας· ἐν τῇδε δείκνυται τῇ ὥρᾳ τροφιμώτερόν τε ὃν ἅμα καὶ διαυγέστερον ἑαυτοῦ, κἂν ἐν τῷ ἄγγει ἔτι περ ᾖ, ἐν ᾧ ἂν ὁ βδάλλων αὐτὸ ἐκ τοῦ παραχρῆμα δεξάμενος 〈ᾖ〉· τούτῳ δὴ τὸ ψιμύθιόν ἐστι προσφερὲς τὸ εἶδος, Ἀλλ’ οὖν ἐνταῦθα τοῦ πιόντος τὸ μὲν πρῶτον ῥυσσοῦται τὰ οὖλα, ὁπός τέ τις κατὰ τῶν γενύων οἷον συνίσταται, πολὺς ἐπὶ τούτοις ἀφρὸς ἐπιπεπλασμένος, ὥσπερ οὖν καὶ οὗτος δακνώδης κατ’ αὐτῶν ὁρᾶται τῶν στομίων, ἥ τε γλῶττα ὑποφλεγομένη ξερὰ καθίσταται, καὶ τὸ φθέγμα πρόεισι τετριγὸς καὶ βαρύ, τά τε λεγόμενα παρίσθμια αὐαινόμενα καταπολὺ τοῦ κατὰ φύσιν ἐνεργεῖν εἰς λήθην ἔρχεται, βήξ τε ἐπιγενομένη καρτερά, καὶ οὔτε ἠρεμεῖν συγχωροῦσα τῷ κακοπαθοῦντι διὰ τὴν κατὰ τοῦ στήθους στηριχθεῖσαν ἐκ τῆς βηχὸς ὀδύνην ἄσχετον, οὔτε ἀναφορὰν τοῦ φλέγματος χαλεπωτάτου λίαν καὶ σχεδὸν ἀποίου τυγχάνοντος ῥᾳδίαν συγχωρούσης γίγνεσθαι†, ἐπὶ τὴν ἀπὸ τοῦ ἐμεῖν μὲν δοκεῖν ταλαιπωρίαν, μηδὲν δὲ καὶ κακοπάθειαν τῶν ἀνθρώπων ἄγει. Ἄγει δ’ οὖν ἐπ’ αὐτοῖς τὸ φάρμακον καὶ τοῦτο πρὸς ὕπνον, καὶ ἀποψύχεται ὁ μετασχὼν αὐτοῦ, καὶ τὰ μέλη τοῦ κινεῖσθαι, ὥσπερ τὸ πρότερον ἐκ τοῦ κατὰ φύσιν ἀφαιρεῖται, καὶ τὸ ἐντεῦθεν ὁ θάνατος τὸν κάμνοντα ἄγει. Παραχρῆμα τοίνυν τῷ βληθέντι τῇ ἀπὸ τοῦ ψιμυθίου ἐπιβουλῇ ἐνταῦθα οἵ τις ἐπιπίνειν ἔλαιον διδότω, τὸ δὲ ἔλαιον ἐξ ὀρχάδος ἢ πρημαδίας ἐλαίας ὑπαρχέτω τοῦτο· εἰς τοσοῦτο μέντοι πινέτω τὸ ἔλαιον οὗτος, ἐς ὅσον ὄλισθον ἡ γαστὴρ ὑπομείνασα ἐξελάσαι τῶν ἐντέρων τὸ συστραφὲν δυνήσεται κακόν. Ναὶ μὴν καὶ γάλακτος ἡ πόσις, ἀλλὰ τοῦ προσφάτου πρὸς τόδε ὤφελεν· ἡ γὰρ δὴ τοῦ παλαιοτέρου 〈οὐ〉 ἐστίν, οἶμαι, λαμπρῶς ὠφελής. Καὶ τὸν χυλὸν ναὶ μὴν τῆς μαλάχης παρεγγύα πίνειν ὡς πλεῖστον τοῖς φλαύρως ἔχουσι καὶ κατειλημμένοις ὑπὸ τούτου, ἢ καὶ σήσαμα κατακόψας καὶ λεήνας αὐτὰ δίδοθι μετ’ οἴνου· καὶ γὰρ πινόμενα τυγχάνει λυσιτελέστατα πρὸς ὑγεῖαν. Ἀλλὰ μὴν καὶ ἡ τῶν κλημάτων τῆς ἀμπέλου τέφρα ἐστὶν ἐπωφελὴς θερμῷ μὲν ὕδατι πλυθεῖσα, διηττηθεῖσα δὲ ἐπιμελῶς ὡς ὅτι μάλιστα, καλαθίσκος δὲ ὑπαρχέτω ὁ ταύτην διηθῶν τὴν τέφραν καὶ ἀποκαθαίρων, ἤ τις ἠθμὸς τυχόν, ὅστις ἐπισχεῖν τὴν ἰλὺν τὴν ἀπὸ ταύτης δυνήσεται, καί σφι μετ’ ἐλαίου τὴν ἰλὺν συναναμιγνύων κέχρησο πρὸς τὰ προκείμενα. Ῥύεται δὲ τοῦ κακοῦ τούτου καὶ ὁ ξηρὸς δὴ [τοῦ] τῆς περσείας καρπός, περσείας ἐκείνης, ἣν ὁ Περσεὺς ἐξ Αἰθιοπίας μετὰ τὸ τὴν τῆς Μεδούσης ἐκτεμεῖν κεφαλὴν τῇ χρυσῇ ἅρπῃ χρησάμενος ἤγαγεν εἰς Μυκήνας, καὶ κατεφύτευσε, Κηφέως δωρησαμένου, ὃς τότε βασιλεὺς 〈ὢν〉 τῶν Ἀιθιόπων ἐτύγχανε, τῷ Περσεῖ τὸ φυτόν· πλησίον τοίνυν ἐστὶ τῶν Μυκηνῶν ὄρος, ὃ καλοῦσιν οἱ ἐπιχώριοι Μέλανθον, καὶ κρήνη ἐν αὐταῖς Μυκήναις, ἀλλὰ καὶ ταύτην τοι Λαγγίαν ἐπονομάζουσι τὴν πηγήν, ἔνθα δὴ καὶ τὸ τῆς θήκης ἄκρον, ὃν μύκην καλοῦσιν, αὐτὸς ἧς ἔφερεν ἅρπης ὁ Περσεύς, ἐκπεσεῖν λέγεται. Γενέσθαι μέντοι λέγουσι τὸ κατατρετὸν μύκην παι〈δό〉ς τε τοῦ Δανάης πρὸς τροφὴν μέλλοντος 〈...〉. Ὠφελήσειε δ’ ἂν τὸν τοιοῦτον καὶ τοῦ ἐν Γέρρῃ τῇ Ἀράβων χώρᾳ γεωργουμένου λιβανωτοῦ ἐπιπασθέντος δηλαδὴ ὀπτηθείσῃ τροφῇ καὶ δοθείσῃ ταχύ· ναὶ μὴν ἀλλὰ καὶ δάκρυον καρύας τοῦ φυτοῦ καὶ μέντοι καὶ τοῦ ἀταλύμνου [οὕτω δὴ τοῦτο τὸ φυτὸν ἀτάλυμνον προσαγορεύεται]· ἀτὰρ δὴ καὶ τὸ τῆς πτελέας ἐπιβάλλων ὑγρόν, ὃ δὴ καταρρέον 〈ἐκ〉 τῶν ὀσχέων αὐτῆς οὐκ ἐστι χαλεπὸν θεάσασθαι· ἐπιφέρων ταῦτα τῷ κάμνοντι πίνειν ἐπίτρεπε· ἐμῶν τε γὰρ οὗτος ἀπὸ μὲν ἐνίων τῶν τοιούτων, ἀπὸ δὲ τοῦ τοῖς ἑψητοῖς ἐντυγχάνειν ὑδατίοις καὶ πίνειν ἕξει διαφορούμενος τὸ ἀσφαλές, καὶ ἄλλοτε μὲν ἐσθίων καὶ ἱδρῶν, ἄλλοτε δὲ πίνων τὸν δυσώνυμον ἂν οὕτω τοῦτον καὶ ἄδοξον διαφύγοι ῥᾳδίως θάνατον.
4 (1t) κανθαρίδες [115—156]. Κανθαρίς ἐστι σιτοφάγος, καὶ τὸ ὄνομα αὐτῇ ἐπίκειται ἀπὸ τοῦ πράγματος, ὄδωδε δὲ βαρὺ μὲν αὕτη καὶ οἷον ἡ πίσσα, οἷα δὲ τὰ τῆς κέδρου κάρφη φαίνηται τῷ μασησαμένῳ, τοιαύτη καὶ ἡ τῆς κανθαρίδος ποιότης ὁτῳοῦν ἀπαντᾷ. Τῷ ἐκ ταύτης μήποτε γένοιτο πόματι κατεσκευασμένῳ ἐντυχεῖν ἀνθρώπῳ· ἅμα τε γὰρ προσενέχθη τὸ ἐξ αὐτῶν ποτὸν κατεσκευασμένον ἀνθρώπου χείλεσιν, αὐτίκα δὴ καὶ παραχρῆμα δριμυτάτης ὀδύνης ἐμπίμπλησιν αὐτά, προϊὸν δὲ ἐπὶ τὰ εἴσω κατεσθίει πάντα, τὸ στόμα, τὸ στῆθος, τὴν γαστέρα, καὶ τὰ τῆς κύστεως· χωρῆσαν εὐθὺς ἐκβιβρώσκει αὐτήν· ἐκ τούτου ἵστανται ὀδύναι πολλαὶ καὶ χαλεπαὶ περὶ τὸν χόνδρον, [ὂν οὕτω λέγουσιν]. ἔστι δὲ ἔντερον ὁ χόνδρος, ὁ πλησίον μὲν αὐτοῦ που τοῦ θώρακος κεῖται, πρὸς αὐτῷ δὲ τῷ κύτει τῆς γαστρὸς ἠρεμεῖ· ἀλύει δ’ οὖν τὸ ἐντεῦθεν, ὑπό τε ἀμηχανίας καὶ φροντίδων ἀπροσδοκήτων οὐ συγχωρουμένους ἡσυχάζειν, ἀλλ’ οἷα δή φασι τῶν κιναρῶν τὰς ἐκγήρους καὶ παλαιὰς γεγενημένας ἐφ’ αὑτῶν γήρεια κομίζειν (καλοῦσιν, οἶμαι, αὐτὰ πάππους· ὑπὸ τῶν ἀνέμων οὗτοι πανταχοῦ ὁρῶνται κινούμενοί τε οἱ πάπποι καὶ ῥιπιζόμενοι τοῦ ἀέρος), τοιαῦτα ἄττα μοι δοκεῖ καὶ ἡ γνώμη διακοπτομένη τοῦ ἀνθρώπου τοῦ πιόντος πάσχειν καὶ μεριζομένη τὸ φάρμακον ὑπὸ τῶν φροντίδων. Πληρεστάτην τοίνυν κύλικα ποιήσας τοῦ λεγομένου κυκεῶνος δίδοθι πιεῖν ἀσίτῳ τῷ ταύτης ἐντὸς γενέσθαι λαχόντι τῆς κακοπαθείας. ἔστι δὲ ὁ κυκεὼν γλήχους ποταμίας μίξις καὶ ἀλφίτων ὁμοῦ μεθ’ ὕδατος· ὁ μὲν δὴ κυκεὼν οὗτος γενέσθαι γὰρ οὖν λέγεται τῆς Δήμητρος ποτόν· τρόπῳ δὲ ὡς ἀφίκετο τοιούτῳ ἡ Δημήτηρ εἰς Ἐλευσῖνα τῆς Ἀττικῆς μετὰ τὴν πολλὴν ἐκείνην πλάνην καὶ κακοπάθειαν, ἥν, ἁρπασθείσης τῆς θυγατρός, ἔδοξε πλανᾶσθαι· ξενίοις ὑποδέχεται Μετάνειρα αὐτήν· γυνὴ δὲ ἦν ἄρα, οἶμαι, ἡ Μετάνειρα τοῦ Κελεοῦ· οὐ γὰρ δὴ παρὰ τῇ Τύροι τῇ Ἱπποθόωντος κατήγετο· βαρυνομένην γοῦν τῷ πάθει καὶ ἐν συννοίᾳ καθημένην αἰσχρορρημονήσασα ἡ Ἰάμβη μεταβάλλει αὐτήν, ἡ δὲ τέρπεται μὲν καὶ σφόδρα ἐπὶ τοῖς ῥηθεῖσιν ἡ Δημήτηρ παρὰ τῆς Ἰάμβης, γελάσασα δὲ ἐπιθυμεῖ πιεῖν, καὶ τὸ ἐντεῦθεν γίγνεται τῆς Δήμητρος οὗτος ὁ κυκεὼν ποτόν. Ἔστω δὲ πρὸς τοῖς εἰρημένοις εἰς τὴν περὶ τούτων θεραπείαν ἐγκέφαλος συὸς εὐτραφοῦς καὶ ἀμνοῦ μετὰ τῆς βοτάνης τοῦ λεγομένου λινοσπέρμου· χρησιμώτατός σοι καὶ νέας αἰγὸς ἐγκέφαλος καὶ καθεψηθέντος ὕδωρ χηνὸς ὡς πλεῖστον εἰς ποτὸν διδόμενον· ἄχρι μέντοι τοσούτου τὸ ὕδωρ ἔστω πινόμενον ἄχρις οὗ κορεσθεὶς ὁ πίνων εἰς ἔμετον τραπῇ, καθιέτω δὲ δὴ τοὺς δακτύλους διὰ τοῦ στόματος, ἵνα, μηδέπω τῆς τροφῆς εἰς πέψιν ἐλθούσης, ἀποβλυσθείη τὰ σιτία· πάντως γὰρ τῇ τροφῇ τὸ φάρμακον συμπλακὲν δήπου συνεξελεύσεται. Ἀλλὰ γὰρ καὶ ἐνίεσθαι τὸν τοιοῦτον προσήκει γάλακτι· ὑπαγομένη γὰρ ῥᾳστώνην ἡ γαστὴρ τούτῳ καθάπαξ κομίζει· οὐ μὴν ἀλλά τοι καὶ δεινοπαθοῦντι καὶ ἐκλυομένῳ τὸ γάλα ἐπωφελέστατον, ἢν πίνῃ τις αὐτὸ τῶν πεφαρμαγμένων, καὶ τὰ τῆς ἀμπέλου φύλλα σὺν αὐτοῖς ὁμοίως τοῖς κλήμασι μετ’ οἴνου κοπέντα τοῦ γλυκέος ἀπεριόπτως ἐκσώζειν τὸν κακοπαθοῦντα, ἐπειδάν τις πίῃ αὐτοῦ, εὐπετῶς δύναται. Ἀτὰρ δὴ καὶ ἡ λεγομένη σκορπίουρος μετὰ μέλιτος, ὥστε πίνειν αὐτήν ἐστιν ἐπιτηδεία λαμβάνεσθαι. εἰς ὕψος δὲ αἴρεται καὶ θάλλει ἡ σκορπίουρος αὕτη, καὶ τὰ καυλία φέρει λεπτά, καὶ ἡ μολόθουρος διὰ ταῦτα προσέοικεν αὐτῇ. Ἐν Σάμῳ δὲ τῆ νήσῳ γίγνεται γῆ, ἢν οἱ τὴν νῆσον οἰκοῦντες καλοῦσιν ἀστέρα· τετράδραχμόν τοι χρὴ τῆς γῆς ταύτης εἰς τὴν περὶ τούτων θεραπείαν ἐμβάλλειν φέροντα, Παρθένιον δὲ ἐκαλεῖτο Σάμος, καὶ Φυλλίδα αὐτὴν ἐπὶ τούτοις οὐκ ὤκνησαν καλεῖν, καὶ ἀπὸ Ἰμβράσου τοῦ ποταμοῦ αὖθις τὸ ὄνομα ἔσχεν Ἰμβρασίας· κριὸς δὲ τῆς γῆς, ἧς ἀστήρ ἐστιν ἡ προσηγορία, ταύτης γέγονεν εὑρετής, Χήσιον δὲ ὁ τόπος κέκληται, ἐν ᾧπερ οὖν εὑρεθῆναι ταύτην τὴν γῆν λόγος, τὸ δὲ ὄρος, ἐν ᾧ τὸ Χήσιον, Κερκέτιον· ἐπιδέξιον τοίνυν τοῦ γλυκέος οἴνου τὸ διπλάσιον τοῦ ῥηθέντος μέτρου διδόμενον ποτόν· τούτῳ μέντοι τῷ οἴνῳ, εἴτ’ οὖν ἑψήματι, πηγάνου κλωνία συνεκλείου καὶ ῥόδινον μύρον ἐπίβαλλε, εἶτα συντάραττε ἐπιπολύ· οὐ γὰρ μὴ τοῦ δεινοῦ περιγενόμενον διοίσει καὶ περισώσει τοῦ κινδύνου τὸν πλημμεληθέντα.
5 (1t) κόριον [157—185]. Τό γε μὴν οὕτω καλούμενον κόριόν ἐστι μὲν δυσαλθὲς ποθὲν τοῦτο δὴ καὶ δυσθεράπευτον· τῶν γὰρ μετασχόντων αὐτοῦ καὶ πιόντων ὅλως οἱ μὲν ἔκφρονες καὶ φλύαροι αὐτίκα γίγνονται, καὶ ὁ λόγος αὐτοῖς οὐ σώζει τὴν τάξιν, οἱ δὲ παραπλῆγές τε ἄλλως καὶ ἐκμανεῖς καὶ βοῶσιν ὀξύπερ οὕτοι, καθάπερ αἱ Βάκχαι οἰστρηθεῖσαι. Ἀλλὰ τούτοις μὲν βοηθεῖ οἶνος ὁ παλαιὸς ἄκρατος, καὶ οὗτος εἰς πλῆθος πινόμενος· ὠφελιμώτατος δὲ καὶ Πράμνιος, ἔτι μέντοι καὶ ἅλμη πρὸς τούτοις ποθεῖσα δριμεῖα ἐπίκουρος γίγνεται τῇ συνενεχθείσῃ τῷ ἀνθρώπῳ τῇ ἀπὸ τοῦ κορίου τούτου κακοδαιμονίᾳ· καὶ ὠὰ ὄρνιθος κενωθέντα καὶ θαλάσσης ἀφρῷ συναναφυρέντα ζωὴν περιποιεῖ τῷ τοιούτῳ, καὶ τὸν θάνατον ἐπιόντα προσελθεῖν οὐκ ἐᾷ· τούτῳ τοι ἁλισκόμενον ἔστι καὶ τὸ κέπφος ἰδεῖν· ἔστι δὲ ὄρνεον θαλάσσιον, ὃ καλοῦσι κέπφος· θηρῶσι δ’ οὖν τὸ ὄρνεον τοῦτο, ἀφρὸν συναναμιγνῦντες τοῖς ὠοῖς ἁλιέων παῖδες· ἐπειδὴ γὰρ δεῖπνον ἀφρὸς τῷ ὀρνέῳ γιγνόμενός ἐστι, καὶ ζωῆς αἴτιον τὸ αὐτὸ καὶ θανάτου πρόξενον γίγνεται. Οὗτοι δὴ οὖν, οἷς ταύτην ἐπιμελὲς τὴν ἄγραν τῶν ὀρνέων εἰδέναι, κατὰ σμικρὸν τὸν ἀφρὸν μετὰ τοῦ ὠοῦ μίξαντες πέμπουσι εἰς δέλεαρ τούτοις τοῖς ὀρνέοις, τὰ δὲ ἑπόμενα τῇ τούτων ἀπάτῃ κατὰ βραχύ, καὶ μεταποιούμενα καὶ κατεσθιόμενα ἐνίσχονται μὲν δὴ τῇ ἄγρᾳ δολερᾷ τε οὔσῃ καὶ ὑπούλῳ· οὐδὲ διαφυγγάνουσι γὰρ οὖν τὰς τῶν ἀσπαλιευτῶν ἐπιμόχθους χεῖρας. Ἀλλὰ γὰρ καὶ σύ γε τὴν ἀγλαυκῆ καὶ μελάνην ἐπὶ τούτοις λάμβανε ἐνταῦθα θάλασσαν, ἣν ὑποτάσσεσθαι καὶ δουλεύειν ὁ τοῦ Ποσειδῶνος ἐθέσπισε τοῖς ἀνέμοις νόμος, ἐθέσπισε δὲ ἄρχειν ἄρα καὶ τοῦ πυρὸς ὁ Ποσειδῶν τοὺς ἀνέμους δεῦρο· ἡ μὲν οὖν θάλασσα ταραχῶδες οὖσα καὶ χαλεπὴ δεσπόζει τῶν νεῶν καὶ τῶν διαφθειρομένων ἀνθρώπων ἐν αὐτῇ ὑπὸ τῶν ἀνέμων αὐτὴ βασιλευομένη, τὸ δὲ δὴ πῦρ ἄρχει μὲν τῆς ὕλης ἄρα, καὶ ἀπηχθημένον ἐστὶν αὐτῇ, δεσποζόμενον δὲ ἀνέχεται πάλιν ὑπὸ τῶν πνευμάτων. Ἔτι μὴν καὶ ἔλαιον, ἀλλὰ σὺν οἴνῳ διδόμενον τοῦτο ἐπωφελέστατον τῷ κάμνοντι· καὶ χιὼν μετὰ δὴ γλεύκους πινομένη ἀπαλλάττει πόνων· ψιθίας δὲ ἔστω τῆς ἀμπέλου παραχρῆμα ὁ τρυγηθεὶς οἶνος, καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ’ ὃν οἱ τρυγήσαντες πατοῦντες θλίβουσι τοὺς βότρους, ὅτε τε δὴ αἵ τε μέλιτται καὶ σφῆκες καὶ αἱ τενθρηδόνες περιπετόμεναι καὶ ἐφιζάνουσαι ταῖς σταφυλαῖς μάλιστα εὐωχοῦνται τοῦ γλεύκους, καὶ τῷ τῶν ἀμπέλων ἀλώπεκες λυμαίνονται καρπῷ. κώνειον [186—206].
6 (1t) Ὑπάρχει δὲ πιόντι κώνειον βλάπτεσθαι μάλιστα τὴν κεφαλήν, φοινίττεσθαι δὲ ὡς ὅτι μάλιστα τὸ σῶμα, ἀχλύν τε τοῖς ὀφθαλμοῖς ἐπικεῖσθαι πολλήν, καὶ οὖν καὶ ὁρᾶν σφαλερὸν τούτῳ δὴ συμβαίνει, καὶ περιδινεῖσθαι δοκεῖ τὰ ἐν ὄψει πάντα, πόδες τε οὐκέτι δύνανται αὐτοῖς τὸν χρώμενον φέρειν, καὶ αἱ χεῖρες, ὡς αἱ τῶν ἐν σκότῳ βαδιζόντων ἀνὰ τοὺς στενωποὺς πλανώμεναί εἰσι καὶ ἐπαφωμένων τὸν ἀέρα· ὑπολαμβάνει τοιγαροῦν αὐτὸν ἐπὶ τούτοις πνιγμός, καί, στενουμένης τῆς φάρυγγος, ἐμφράττεσθαι δοκεῖ· ἀλλὰ γὰρ καί, τῶν ἄρθρων ἐπιψυχομένων, οὐκέτι σωφρονεῖ, ἀλλὰ σκοτούμενος ὡς τὰ πολλὰ κατὰ τῆς γῆς πίπτει, καὶ καθάπαξ πρὸς τὸν θάνατον ὁρᾶν ὁ τοιοῦτος δοκεῖ. Δόξαις μέν τ’ ἂν βοηθεῖν τῷ κάμνοντι ταύτῃ, καὶ τῆς ἀπὸ τοῦ φαρμάκου αὐτὸν ἐξείργειν συμφορᾶς, εἰ δίδοις ἔλαιον καθ’ ἑαυτὸ καὶ οἶνον εἰς κόρον, ὥστε πίνειν, θερμὸν καὶ ἄκρατον τούτῳ, ἵνα δὴ τοῦτο τὸ φάρμακον μετά τε τοῦ οἴνου καὶ ἐλαίου ἀναμιγνύμενον ἔνδον, εἶτα ἀποβλυσθὲν ἀπαθῆ τὸν μετεσχηκότα αὐτοῦ φυλάξῃ τῶν ἐξ αὐτοῦ κακῶν. Ἐνίει δὲ καὶ τὴν γαστέρα ἐλαίῳ πρότερον ὑποχρίων· καθαίρων γὰρ αὐτὴν διὰ τοῦ κλυστῆρος εἰς ῥᾳστώνην ἄξεις. Ἀλλὰ μὴν καὶ οἴνου μέτα καὶ τούτου ἀκράτου, δαυχμοῦ τε ὁμοίως τῆς βοτάνης τὰ ἁπαλώτατα καυλία, ἢ δάφνης τὰ φύλλα, ἣν τὰ Θεσσαλίας μὲν τὸ πρῶτον ἐκόμισε Τέμπη, ἐστεφανώσατο δὲ ὁ ἐν Δελφοῖς Ἀπόλλων τὴν κεφαλὴν τοῖς ἐκείνης κλάδοις, πέπερί τε καὶ κνίδης σπέρμα ἅμα τρίψας συναναλάμβανε, προσεπιβάλλων δηλαδὴ καὶ ὀποῦ καὶ ἰρίνου μύρου, σίλφιόν τε μετ’ ἐλαίου λευκοῦ λειώσας, τὸν νοσοῦντα πίνειν ἀπλήστως κέλευε. Ἀλλά τε καὶ γλυκέος οἴνου μετὰ γάλακτος ἕψων ἠρεμαίῳ πυρὶ δίδοθι καὶ τούτῳ, ὥστε πίνειν αὐτόν. τοξικόν [207—248].
7 (1t) Παραχρῆμα δ’ ἂν ἐπαμύνειν ἔχοις τῷ πεπωκότι τὸ τοξικόν, ἢν θεασάμενος τὸν ἄνθρωπον εὕροις πρῶτον μὲν βαρυνόμενον καὶ πεφορτισμένον ὥσπερ αὐτόν, ἔπειτα κάτωθεν μὲν παχεῖαν τὴν γλῶτταν ἔχοντα, ξηρὰ δὲ τὰ χείλη, καὶ τὰ στόμια οἰδαίνεται, ἥ τε δὴ φάρυγξ τὰ αὐτὰ ὑπομείνασα τοῖς χείλεσιν, φλέγμα λεπτὸν καὶ ξηρὸν ἀναπέμπει σφόδρα, ἔπειτα ἐκ βάθρων αὐτοῦ τὰ μὲν οὖλα ῥῆξιν ὑπομένει, ἡ δὲ διάνοια ταράττεται, βοᾷ τε ὡς ὑπ’ ἐκπλήξεως γεγονὼς κάτοχος δειλίᾳ, φωνῇ τε αἰγὸς ἐοικυίᾳ χρῆται, καὶ ὥσπερ οἱ μισανθρωποῦντες μοχθηρὸν φθέγγεται, καὶ ἁπλῶς οἷον αἱ τῶν ἀποκοπτομένων τὰς κεφαλὰς κεφαλὴ παρασύρει τὴν γλῶτταν· οἷα δὴ τῆς κερνοφόρου Ῥέας ἡ ὑποζάκορος, ἀνά τε δὴ τὰς ὁδοὺς καὶ τὰ χωρία στρεφομένη, ἐμμανής τε οὖσα καὶ ἔνθεος, ἀθρόᾳ κέχρηται καὶ μακρᾷ τῇ φωνῇ, οἱ δὲ ἀκούσαντες εὐλαβοῦνται τῆς Ἰδαίας Ῥέας τὸ φοβερώτατον ὕλαγμα, οἷον καὶ μανίας πλῆρες· τοιαῦτα καὶ οὗτος ἐσφαλμένα καὶ λύσσης γέμοντα φθέγγεται, καί, ὥσπερ οἱ παῖδες, τὰ πολλὰ κλαυμυριζόμενος καὶ ὠρυόμενος διατελεῖ, ταυρηδόν τε ὑποβλέπεται καὶ ὑπαφρίζει τῷ στόματι, καὶ τοὺς ὀδόντας παρατρίβων ἦχον ἀπο〈τε〉λεῖ, ὥστε χρὴ τοῦτον μὲν φυλάττειν τὸ πρῶτον δήσαντα, ἔπειτα οἶνον ἐγχεῖν τούτῳ πολὺν καὶ μὴ βουλομένῳ· κἂν ᾖ συνηγμένους τοὺς ὀδόντας ἔχων, ἐνίει τὸν οἶνον διεπαίρων αὐτούς, ὅπως ἂν ἐξεμῇ, ἵν’ ἐξεμοῦντος μετὰ βίας αὐτοῦ τῆς ἐκ τῶν δακτύλων, συνεξέλθῃ τὸ δεινὸν ἐκεῖνο φάρμακον καὶ θανατηφόρον. Ἀλλά τοι καὶ καθεψηθέντος νεογνοῦ που χηνὸς καὶ διατακέντος τὸ ὕδωρ πρὸς ἴασιν ἄγει πινόμενον σφόδρα, τῆς τε μηλέας τῆς ἐν ὄρει ὁμοίως ὁ καρπός, καὶ ὁ φλοιὸς τῆς αὐτῆς μηλέας δεῦρο κοπεὶς ἄριστα ἰᾶται, καὶ τῆς ἐν κήποις δὲ τραφείσης μηλέας ὁ καρπὸς πρόσφορος· ἔστω δὲ τὰ μῆλα εἰαρινά· εἰ δὲ μὴ παρείη ταῦτα, τοῖς λεγομένοις ἐνταῦθα κέχρησο στρουθίοις, ἢ οἷς ἐκόμισεν ἡ Κρήτη στύφουσι τὰ κυδώνια μῆλα· πάντα τοίνυν σφύρῃ ταῦτα συγκόψας εἰς ὕδωρ ἔμβαλλε, τὸ δὲ ὕδωρ ἐχέτω καὶ γλήχους· διανοιγομένου δὲ τὸ στόμα ἐνσταζέτω τις τοῦ ἀνθρώπου τούτου ῥόδινον μύρον, ἢ ἴρινον, ποιῶν τε τοῦτο συνεχῶς καὶ ἐν ἡμέραις πάνυ πολλαῖς ῥύσασθαι τῆς τε μανίας καὶ πλάνης καὶ κακοπαθείας τῆς ἐκ τοῦ τοξικοῦ τοῦτον δυνήσεται τὸν ἄνθρωπον. Ἐπαλείφουσι δὲ τούτῳ μὲν τὰς αἰχμὰς τῷ φαρμάκῳ Ἀράβων Νομάδες, καταχρίουσι δὲ τὰς ἀκίδας τῶν βελῶν οἱ τὴν παρὰ τὸν ποταμὸν κειμένην τὸν Εὐφράτην γεωργοῦντες χώραν· ἔστι δὲ ὡς ἐπίπαν τοῖς τιτρωσκομένοις τοῦτο τοξικὸν πολέμιον· ἐμπεσὸν μὲν γὰρ τῷ σώματι καὶ γευσάμενον καθάπαξ ἀνθρωπίνου χροός, μέλανον πρῶτον μὲν τὸ σῶμα κατεργάζεται τοῦ τρωθέντος, ἔπειτα τρέπει αὐτό, καὶ νεκρῶδες ποιεῖ, καὶ διαδέχεται αὐτὸ ἐκ τούτου ὕδερος, ὁ δὲ ἰός, τοῦ ἀνθρώπου κατασηπομένου καὶ ῥήξεις ὑπομένοντος τούτου, κατὰ παντὸς μέρους ἔξω χωρεῖν βιάζεται σὺν ὕδατι πάνυ πολλῷ καὶ ἀκαθαρσίᾳ. περὶ κολχικοῦ [249—278].
8 (1t) Ἀλλὰ γὰρ καὶ τοῦ τῆς Μηδείας ἐπειδὰν ὅλως τις μετειλεφὼς εὑρεθῇ φαρμάκου, ὀλεθρίου τε δὴ τούτου καὶ καυστικωτάτου τυγχάνοντος, ἐφημέρου τε πρὸς πάντων ὀνομαζομένου, πρῶτον μὲν ἔνδοθεν ἐγείρεται καὶ περὶ τὰ χείλη τοῦ πιόντος ἀμήχανος κνησμός, καὶ οἷος δὴ τοὺς χριομένους τῷ ὀπῷ τῆς κράδης κνησμὸς κατέχειν πέφυκεν, ἢ τούς γε τῇ τραχύτητι τῶν κνιδῶν ἐντετυχηκότας, ἢ οἷος ἀπὸ τῆς σκίλλης προστριβείσης κνησμὸς ἐγγίγνεσθαι μετ’ ἐρυθήματος τοῖς σώμασι φιλεῖ, τοιοῦτος ἐν δὴ τοῦ πιόντος τῷ στόματι δακνώδης καὶ βαρὺς καθάπαξ εὑρίσκεται κνησμός· καταποθὲν μὲν οὖν τὸ φάρμακον τοῦτο τὸν στόμαχον εὐθὺς εἰς ἕλκωσιν τοῦ ἀνθρώπου φέρει· ἐμεῖ δ’ οὖν πονηρὸν ὁ τοιοῦτος καὶ ὕφαιμόν τε, ὡς δόξειεν ἄν τις 〈τῆσ〉 χροιᾶς τὸ ὕδωρ τοῦτο εἶναι ὕδωρ 〈ὑφαίμων〉 πλυθέντων ἐν αὐτῷ· ἔπειτα, τῆς θεραπείας ἀφυστεριζούσης, ἐπίτασιν ἡ χροιὰ δέχεται, καὶ τὸ προϊὸν διὰ τοῦ στόματος τοῦ πάσχοντος αἷμα τὸ ἐντεῦθεν τοῖς ὁρῶσι δείκνυται καθαρόν, πολλάκις τε δὴ καὶ τῶν ἐντέρων οἷον ἀφρὸς αὐτῷ ἀναμεμιγμένος συνέξεισιν, καὶ τὰ περιττώματα ὁμοίως τῆς γαστρὸς συναναφυρέντα τῇ ἔξω διὰ τοῦ στόματος πορεύεται· τοσαῦτα μὲν δὴ τὸ κολχικὸν κακὰ ἐργάζεται τὸν πιόντα αὐτό[ν]. Ἐπειδὰν δέ τις βουληθῇ τὸν δεινοπαθοῦντα ἰάσασθαι, ἐκεῖνα ποιείτω· φύλλα τοῦτο μὲν δὴ κοπτέτω ὁ τοιοῦτος δρυός, τοῦτο δὲ καὶ φηγοῦ, ἀλλὰ σὺν αὐτοῖς φύλλοις κοπτέτω τὸν καρπὸν τῆς φηγοῦ· ἐμβάλλων μέντοι τῷ γάλακτι ταῦτα πινέτω τὸ γάλα· ἐπειδὰν δὲ εἰς πλῆθος μετάσχῃ τούτου γάλακτος, καὶ αὐτῇ προσάγων τῇ θηλῇ τὸ στόμα τοῦ ζώου πινέτω τὸ γάλα· βοηθήσειε δ’ ἂν καὶ τὸ πολύγονον ἡ βοτάνη, καὶ ἄλλοτε ταύτης τὰ ῥιζία τούτῳ, ἢν ἑψηθῇ ταῦτα ἐν γάλακτι· καὶ ἀμπέλων ἕλικες ὡσαύτως ἰάσαιντ’ ἂν βλάβος ἐναποβραχέντες ὕδατι, καὶ κάστανοι τὸν φλοιὸν περιαιρεθεῖσαι, ἃς ἡ λεγομένη Κασταναία, τὸ τῆς Θεσσαλίας ὄρος, ἐκόμισέν ποτε, νάρθηκός τε τὸ ἐντὸς ὃς δὴ τῇ τοῦ Προμηθέως ἐπὶ τῷ πυρὶ λέγεται γενομένῃ συλλαβέσθαι κλοπῇ, καὶ ἕρπυλλος ἡ βοτάνη, καὶ μύρτα ὁμοίως, ὅ τε τῆς σίδης ἐπὶ τούτοις ἀποβρεχθεὶς ἐν ὕδατι σὺν τοῖς ἄλλοις φλοιὸς ὠφελεῖν δύναται, μάλιστα δὲ πάντων ὠφελιμώτατον πινόμενόν ἐστι τούτων τὸ ἐκ πάντων ὕδωρ. περὶ ἰξίας [279—311].
9 (1t) Μὴ μὲν οὖν ποτέ σε τῆς ἰξίας τὸ δολερόν [ποτε] ὅλως διαλάθοι ποτόν, μηδέ γε ἔλθοι[εν] τοῦτό τινος στόματος πλησίον δεινὸν ὂν φάρμακον· τὴν μὲν γὰρ ὀδμὴν προσειδέναι τοῦτο τῷ ὠκίμῳ δοκεῖ, ποθεῖσα δὲ τραχύνει τὴν γλῶτταν, καὶ ἐξελκοῖ σφόδρα, ἔπειτα τοῦ πιόντος ἡ ψυχὴ πεπλανῆσθαι δοκεῖ, καὶ κατεσθίεσθαι μὲν τὴν γλῶτταν ὑπὸ τῶν ὀδόντων, ἔμπληκτος δέ ἐστι, καὶ ὡς ἀπολωλεκὼς τὰς φρένας μετεωρίζεται· ἀμφοτέρους τοίνυν τοὺς πόρους ἐκ τούτου στένωσις λαμβάνει, ὥστε μήτε τὰ οὖρα προχεῖσθαι τοῦ λοιποῦ, μήτε τὴν γαστέρα κατὰ τὴν ἑαυτῆς ἐκκρίνεσθαι φύσιν συγχωρεῖσθαι· ἀλλά τοι τὸ πνεῦμα διαδρομὰς μὲν ἔνδον ἀποκλεισθὲν ἀπεργάζεται, ἠχεῖ δὲ μένον ἐν ταὐτῷ, καὶ βορβορύσσεται, ὁτὲ μὲν βροντῆς ἦχον ἀπεργαζόμενον, ὃν ἠχεῖν τὴν βροντὴν ἐν Ὀλύμπῳ λόγος, ὁτὲ δὲ τὸν ἐκ τῶν κυμάτων τῆς θαλάσσης περὶ τὰς πέτρας γιγνόμενον ἐκμιμεῖσθαι 〈δοκεῖ〉 κτύπον, ἀλλά τε καὶ μετὰ κινδύνου τὸ πνεῦμα ἄνεισι πολλάκις τῷδε, ἀτὰρ οὖν καὶ μόλις. Τὰ τοίνυν φαρμάκων δὴ ταῦτα ἐπειδὰν καὶ ποθῇ, ἐκκρίσεις ἀπεργάζεται τῆς γαστρὸς χαλεπάς, καὶ οἷα τῶν ὠῶν τυγχάνει τὰ διεφθαρμένα, ὅταν αὐτοῖς αἱ κατ’ οἶκον ὄρνιθες ἐπικαθήμεναι ἐπόρσωσι βλάβος, ἢ καὶ ἄνευ τῶν κελύφων οὐκ ἐν ὥρᾳ τεχθῇ, ἢ πληγῆς αἰτίαν παρασχούσης ἢ νόσου συνεπιλαβούσης εἰς τὴν τούτων φθοράν. Θεραπευθείη μέν τ’ ἂν ὁ βλαβεὶς ὑπὸ τῆς ἰξίας, ἢν πίνῃ γλεῦκος, ἐναποβραχέντος ἀψινθίου, ἢ τερεβινθίνης ῥητίνης ἢ πευκίνης ἐπιλαμβάνῃ, τῆς τε θρηνώδους ἐπὶ τούτοις δάκρυον πίτυος, παρ’ ἣν ἐξέδειρεν ἐρίζοντα Μαρσύαν ὁ Ἀπόλλων ἐλθών, ἡ δὲ ἀπ’ ἐκείνου ὀδύρεται κατά τε τὰ ἄγκη καὶ τοὺς δρυμοὺς τὸν παρὰ πάντων ᾀδόμενον μόρον τοῦ Φρυγὸς ἐκείνου· λαμβάνων τοίνυν τοῦ πολίου τοῦ λευκοῦ πρὸς τούτοις τὰ ἄνθη (βοτάνη δέ ἐστι τὸ πόλιον, καὶ καλοῦσιν αὐτὸ μυοκτόνον), πηγάνου τε βλαστούς, καὶ νάρδον, καὶ κάστορος τοὺς κρεμαστῆρας (ὀβολὸς δὲ δὴ τοῦ καστορίου τυγχανέτω σταθμός), καὶ σίλφιον (ὁ δὲ σταθμὸς ὑπαρχέτω καὶ τούτου ὀβολός), τραγοριγάνου τε τοσοῦτον, ὅσον περ χεὶρ χωρεῖ, ὠφελεῖ σὺν οἴνῳ πινόμενα, καὶ τυρὸς ἔτι μὴν ἁπαλὸς προβάτειος ἐσθιόμενος. περὶ ταυρείου αἵματος [312—334].
10 (1t) Ἐπειδὰν δέ τις ἀβουλήτως πταίσας τῷ αἵματι τῷ ταυρείῳ χρήσηται πρὸς ποτόν, τῇ ἀπὸ τούτου περιπίπτει κακώσει τοιᾷδε· ἐμπεσοῦσα τοῖς στέρνοις ἡ τροφὴ πήγνυται, ἔπειτα διὰ τῆς γαστρὸς χωρῆσαν θρομβοῦται τὸ αἷμα, ἐμφράσσονται δὲ οἱ πόροι οἱ τῆς ἀναπνοῆς, εἶτα, τοῦ πνεύματος ἔνδον ἀποθλιβομένου, ἐπὶ θάτερα μὲν ὁ αὐχὴν ἀποκλείει μέρη, ὑπό τε ἀδημονίας καὶ σπασμῶν συνεχόμενος ἀδύνατός τε ὢν ἀντέχειν κατὰ τῆς γῆς πίπτει, καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ ὑπαφρίζων καὶ σπαίρων, καὶ ὅσα τοιαῦτα ὑπομένων οὗτος ἀπαλλάσσει κακῶς. Τῷ μέντοι ταῦτα ὑποστάντι ἐπειδὰν θελήσῃς βοηθῆσαι, ἄμυναι τοιῶσδε· τὸν τῆς ἀγρείας συκῆς ἀπόκοπτε καρπόν, ἐμβάλλων δὲ ὄξει τοῦτον ἄρα πλεῖστον ὅσον μεθ’ ὕδατος, ἀπ’ αὐτοῦ τοῦ ὄξους δίδοθι τῷ τοιούτῳ πίνειν, τοῦ τε καταγαγεῖν πεπληρωμένην τὴν γαστέρα, καὶ κενοῦν ἐνιέντα αὐτὴν τούτῳ κεχρημένον τὰ περιττώματα ποιεῖσθαι χρὴ λόγον· αὖθις δὲ ὀθόνης δι’ ἀραιᾶς διηθῶν πυτίαν ἄλλοτε μὲν νεβροῦ, ἄλλοτε δὲ ἐρίφου, τοτὲ δ’ αὖ λαγωοῦ, εἶτ’ εὐωχεῖσθαι ἐπιδιδοὺς οἴσεις πρὸς ὑγεῖαν τὸν κάμνοντα· ναὶ μὴν καὶ λίτρου κομιδὴν λειωθέντος καλῶς, τριῶν ὑπάρχοντος ὀβολῶν καὶ τούτου δηλαδὴ τοῦ σταθμοῦ· ἔστω μετ’ οἴνου δ’ ἡ τῷ πάσχοντι διδομένη πόσις· λάμβανε δὲ καὶ ὀπὸν τὸν ἰσοστάσιον τοῦ σιλφίου σταθμόν, καὶ κράμβης ἐν ὄξει τὸ σπέρμα ἐναποβραχείσης, καὶ κονύζης ἔτι μὴν τοὺς κλῶνας τῆς βοτάνης κόπτων, καὶ πέπεριν (ἥκιστα μὲν τὸν καρπὸν λέγω, ἀφ’ οὗ δὲ γίγνεται τὸ πέπερι· νῦν 〈δὲ〉 λέγω τὰ φύλλα τοῦ φυτοῦ), μετὰ δὲ δὴ τῶνδε καὶ βλαστοὺς σύγκοπτε τῆς βάτου· τοῖσδε γὰρ οἷς εἶπον χρησάμενος ὧδε τό τε παγὲν ἔνδον ἤδη καὶ θρομβωθὲν αἷμα διαλῦσαι καὶ ἀποσμῆξαι ῥᾳδίως δυνήσει. περὶ βουπρήστεως [335—363].
11 (1t) Μὴ διαλάθῃ δέ σε μηδὲ ἡ βούπρηστις, καὶ τὸ ἐκ ταύτης ὑπό σου περιγιγνόμενον ἀγνοηθῇ τοῖς ἀνθρώποις κακόν· πεύσει γὰρ πρῶτον μέν, ὡς ἄρχεται ὀδύνας παρέχειν τοῦτο τοῖς πιοῦσιν αὐτό, λιτρώδης τέ τις αὐτίκα περί τε τὰ χείλη καὶ τὸ στόμα, καὶ οἱάπερ ἐστὶν ἡ γεῦσις τοῦ 〈φαρ〉μάκου τούτου, ποιότης ἵσταται· ἐπὶ τὰ κάτω γενόμενον ἀλγεῖν μὲν τὴν γαστέρα τὸ φάρμακον ποιεῖ τόδε δὴ ταύτης· ὡς ἐπίπαν πονηρὸν στόματι γίγνεται, ἐμφράσσεται δὲ ὁ τῶν οὔρων πόρος· ἥ γε μὴν κύστις ὑπὸ πνευμάτων ὀχλουμένη ὑπομένει ψόφους, καὶ οὖν καὶ ὄγκος περὶ τὴν γαστέρα τούτου ἐγείρεται πολύς, καὶ τοῖς ὑδέρῳ περιπεπτωκόσιν ἔοικε τὴν χροιάν· ὥσπερ οὖν καὶ διῳδημένοις, συρρέοντος εἰς αὐτὴν παντὸς δήπου τοῦ κακοῦ τῶν ἔνδον καὶ συνισταμένου, τὸ δ’ οὖν δέρμα ἐκτέταται, καὶ τοῦτο ἐπὶ πάντων ὡς ἔστι τῶν μελῶν δείκνυται· πάλιν δ’ αὖ ὥσπερ τὰς δαμάλεις καὶ τοὺς μόσχους ἐμπίμπρασθαι καυλία φαγόντας ἐκ παντὸς συμβαίνει, οὕτω δὴ καὶ τῶν ὑπὸ τούτου κατεσχημένων τοῦ φαρμάκου ὀγκοῦσθαι συμβαίνει τὴν γαστέρα· διά τοι τοῦτο καὶ λέγουσιν, οἶμαι, οἱ νομεῖς, [παρὰ] ἐφ’ ὧν τὸ ζῶον, βούπρηστιν. Ἀλλὰ σὺ μὲν ξηρὰ σῦκα μετ’ οἴνου ἑψήσας πίνειν ἐπίτρεπε τῷ τῆς θηραπείας δεομένῳ ταύτης· ὡσαύτως δὲ σφύρῃ κόψας πάνυ καὶ ἑψήσας πάλιν σῦκα ξηρὰ ἄριστον ἕξεις δὴ τῷ νοσοῦντι βοήθημα τοῦτο, ὥστε χρὴ πίνειν ἐπιτρέπειν εἰς κόρον ἀπ’ αὐτοῦ σοι τῷ κακοπαθοῦντι· ἄμεινον γὰρ ἕξει· ἐπὶ τούτοις μὲν δὴ ξηρὸν τὸν φοινίκων καρπὸν ἐναποβρέχειν ἄρα προσῆκον γάλακτι, εἶτά που διδόναι τὸ γάλα πίνειν τοῦτο δὴ τῷ πεφαρμαγμένῳ· ξηρανθεισῶν τε ἀπίων ὡσαύτως καὶ ἀποβραχεισῶν ἐν οἴνῳ τὸ πόμα λυσιτελέστατον, ἤν τε τῆς βάκχης λεγομένης ὁ καρπός, ἤν τε τῆς μυρτάδος εἴη, ἤν τε τῆς συρμίδος· πίνειν τε αὖ καὶ γάλα γυναικὸς ἐπωφελέστατον, ᾧ πίνειν ὁ λόγος ἐπιτρέπει, παραιρούμενός σφι τῆς συμφορᾶς· ὥσπερ μέντοι τὰ βρέφη προσάγοντα αὐτὸν τῇ θηλῇ τὸ στόμα τῆς γυναικὸς τὸ γάλα χρὴ πίνειν· καθάπερ δὲ τῶν μόσχων οἱ ἄρτι τεχθέντες θηλάζοντες ἀνακρούουσι τῷ στόματι τοὺς μητρῴους μαζούς, ἵνα δὴ αὐτοῖς τὸ ῥεῖθρον ἐπιδιδῷ πλέον τοῦ γάλακτος, οὕτω καὶ τῇ τῆς γυναικὸς χρὴ τότε τὸν κακοπαθοῦντα προσφέρεσθαι θηλῇ. Ναὶ μὴν καὶ ἔλαιον τὸ θερμὸν ἐπιτρεπτέον, ὥστε πίνειν, εἶτα πρὸς ἔμετον ἄγειν δεῖ καὶ μὴ βουλόμενον, ἢ τοὺς δακτύλους ἐμβάλλοντα, ἢ πτερῷ χρώμενον, ἢ βίβλινον καθιέντα, στρέψαντα δι’ αὐτοῦ τοῦ λαιμοῦ. 〈περὶ γάλακτοσ〉 [364—375].
12 (1t) Ἐὰν δὲ τὸ γάλα ἐν τῇ γαστρὶ παγὲν μὴ ἀποβλύζηται, ὁ δὲ πνιγμὸς ἐπιθέμενος ἀναιρῇ τὸν ἐν τῇ συμφορᾷ, πάλιν ἐπ’ ἐκεῖνα ἵεσο τῶν βοηθημάτων, καὶ πρῶτον μὲν οἶνον γλυκὺν ὥστε πίνειν δίδου, εἶτα τὸ δεύτερον ὄξους μετὰ δὴ τοῦτο τυγχανέτω, καὶ ὁ τρίτος πάλιν οἴνου πινέσθω ὑπ’ αὐτοῦ ἐπὶ τούτοις κρατήρ· πάντως γὰρ ἡ γαστὴρ ὑπαχθήσεται τοῦ πιόντος· οὕτως γὰρ ἀλλὰ καὶ τῶν ἀπὸ τῆς Λιβύης ῥιζῶν ἀποίσῃ τὸ κέρδος, ἐναποβρέχων δηλαδὴ τῷ ποτῷ ταυτασὶ τῶν δεινοπαθούντων· τοῦτο δὴ σιλφίου καὶ ὀποῦ πρὸς τοῖς ἄλλοις λέγω· καὶ μέντοι καὶ λίτρον προσμιγνὺς τῇ πόσει ὀνήσεις τὸν πεφαρμαγμένον· ἀτὰρ οὖν καὶ θύμου στάχυν συμβαλλόμενον εὑρήσεις πρὸς τὴν βοήθειαν· καὶ βότρυς ἐν οἴνῳ βεβρεγμένος μετὰ εὐκνήμου τῆς βοτάνης βρωθεὶς οὔκ ἐστι βοηθεῖν ἀδόκιμος· καὶ τάμισον δὲ πινόμενον διαλύει τὸ ἐν τοῖς ἐντέροις ἄρα πεπηγμένον κακόν, καὶ ἡδύοσμον ἐπὶ τούτοις καὶ μελισσόφυλλον ὃ λέγουσι· καὶ γὰρ δὴ ταῦτα οἴνου μετὰ στύφοντος ὠφελεῖν δύναται τοὺς δεομένους πινόμενα. περὶ δορυκνίου [376—396].
13 (1t) Τὸ δορύκνιον γάλακτι μὲν ἔοικε τὴν χροιάν, γάλακτι δὲ ἔοικεν ὁμοίως τὴν γεῦσιν· ὁ μέντοι τοῦ δορυκνίου τούτου τῆς κακῆς πόσεως μετεσχηκὼς ὑπομενεῖ τοιάδε· λυγμῷ συνέχεται χαλεπῷ, ὑπανακρούεται τὸν αὐχένα, δυσφορεῖ τε λίαν αὐτοῦ τῆς γαστρὸς τὸ στόμα, ἐμεῖ σὺν αἵματι τὴν τροφήν, αἱ διὰ τῶν χωρίων κάτω ἐκκρίσεις μυξώδεις γίγνονται, τηνεσμὸς δέ ἐστιν αὐτός, ᾧ κατεχόμενος ἀνιᾶται (καλοῦσί τι δυσεντέριον τηνεσμὸν οἱ ἐξ Ἱπποκράτους)· ἀνιώμενος τοιγαροῦν ἐπὶ τούτῳ σφόδρα, κάμνων τε τὸ σῶμα ὑπὸ ξηρότητος, ἔφεσιν οὐδεμίαν ἔχει μεταλαβεῖν ποτοῦ. Ἀλλὰ σὺ τούτῳ μὲν εἰς πλῆθος γάλα ἐπίτρεψον πίνειν, καί ποτε μὲν μίξας δίδου, ποτὲ δὲ καθ’ αὑτό, ἔπειτα χλιανθὲν τοῦτο· οὐ γὰρ ἄλλως κρεῖσσον· ναὶ μὴν καὶ ὄρνιθος καθεψηθείσης ποθὲν ἐπαμύνει τὸ ὕδωρ, καὶ τὸ στῆθος ἁδρυνθείσης κατεσθιόμενον ἐπωφελέστατον, καὶ χυλὸς πτισάνης ῥοφούμενος πρὸς τοῦτο χρήσιμον· οὐδὲν δὴ ἀλλὰ οὐδὲ τῶν ἐν τῇ θαλάττῃ τρεφομένων πρὸς ταῦτα ἐπιεικῶς ἀφεκτέον ζώων, ὦν τὰ μὲν ὠμὰ, τὰ δὲ ὀπτηθέντα, καὶ ἄλλα ἑψηθέντα κατεσθιόμενα παρέχει τῷ κακοπαθοῦντι χορηγίαν ζωῆς, οἵ τε δὴ κοχλίαι πολὺ πλέον καὶ αἱ κηφαρίδες πίναι τε ὁμοίως καὶ ἐχῖνοι, καὶ τὸ κτενῶν γένος· οἱ γὰρ δὴ κήρυκες οὐκ 〈ἀν〉ομοίως τοῖς τοιούτοις δύνανται βοηθεῖν· αὔξεται δὲ ἄρα καὶ τρέφεται ἐν τοῖς βρύοις ταῦτα· ἄπεστι δὲ τοῦ βοηθεῖν τοῖς ὑπὸ τοῦ δορυκνίου κεκακουργημένοις οὐδὲ τὰ ὄστρεια. περὶ φαρικοῦ [397—414].
14 (1t) Τὸ δέ γε ἐκ τοῦ φαρικοῦ γιγνόμενον ποτὸν θανάσιμον μηδεὶς ἀγνοείτω, οἷόν που διατίθησι μὲν κάκιστα τὸ στόμα, ὀδμὴν δὲ παρέχεται εἰς ταὐτὸ τῇ νάρδῳ, ποιεῖ δὲ ἐπισφαλῶς τῷ βαδίζειν χρῆσθαι, ἔκφρονα πρὸς τούτοις καθίστησιν, ἐν μιᾷ τὸν πιόντα αὐτὸ ἡμέρᾳ ἀναιρεῖ. Χρῆσθαι τοίνυν ἀναγκαῖον εἰς τὴν βοήθειαν τῆς ῥᾳδίως πρὸς τὴν ὑγεῖαν [νάρδους] πεφυκυίας κελεύειν νάρδου τοῖς ῥιζίοις σταθμῷ, φέρει δὲ ταῦτα μὴν τὰ ῥιζία τὰ Κιλίκων ὄρη, ὄθεν περ ὁ Κέστρος δεῦρο τοῦ ῥεῖν ἄρχεται ποταμός· σμύρνιον δέ, καὶ γὰρ τοῦτό ἐστιν ἐπωφελέστατον πρὸς ταῦτα, λάμβανε, καὶ ἶριν ὁμοίως, καὶ λίριον, ἐστὶ δὲ βοτάνη τὸ λίριον, καὶ τὸ ἄνθος αὐτῆς ὡς ὄνου δείκνυται τὸ μόριον· ἐρίσαι γὰρ οὖν τῇ Ἀφροδίτῃ περὶ λευκότητος ἡ φήμη καὶ τοῦτο διαγγέλλει, τὴν τοίνυν Διώνης καὶ Διὸς νεμεσήσασαν ἐπὶ τούτῳ μεταξὺ τῶν φύλλων τοῦ λιρίου ἀνέχειν ὥσπερ τὴν τοῦ ζώου κορύνην δεδωκέναι. Ἀλλὰ μὴν καὶ τῆς κεφαλῆς τὰς τρίχας ξυρῷ περιαιρούμενος κατάπλαττε αὐτὴν ἄρτι μὲν ἀλεσθεισῶν κριθῶν τῷ ἀλεύρῳ, ἄρτι δὲ πηγάνου συναχθέντος φύλλοις· ὁμοῦ συναναφυρέντων πρόσαγε τῇ χρείᾳ, πρότερον μέντοι ποτίζων τὴν κεφαλὴν νάρδῳ, εἶθ’ οὕτως θάλπειν αὐτὴν ἐκ τοῦ παραχρῆμα ἐπίτρεπε. περὶ ὑοσκυάμου [415—432] Ὤς ἐστι χαλεπὸν καὶ λίαν ὁ ὑοσκύαμος, δεῖ τε ἀπέχεσθαι αὐτοῦ, καὶ μὴ δι’ ἄγνοιαν φαγόντα τοῖς ἀπ’ αὐτοῦ γιγνομένοις ὁμιλῆσαι κακοῖς, μηδεὶς ἀγνοήσῃ· νηπίων ἔνιοι γὰρ δίκην ἀγνοοῦντες περιπίπτουσιν ἐσθίοντες αὐτοῦ ἢ τὰ τὸ σπείρημα ἀμπέχοντα, ἢ τἀπικείμενα τῇ κόμῃ τῶν ἄρτι ἀπαγορευσάντων μὲν νηπίων τοῦ τετραποδίζειν, πρὸς δὲ τὴν ὀρθὴν χωρησάντων ἐξ ἀνάγκης βάσιν, τοῖς τε συνσπασμοῖς ἐκείνοις καὶ τοῖς κνησμοῖς παριτυγχάνουσιν οἱ τοιοῦτοι, οἵοις περ οὖν καὶ τὰ παιδία, ὁπόταν ὑποφύεσθαι αὐτοῖς τὸ πρῶτον οἱ ὀδόντες ἄρχωνται.
15 (1t) Ἀλλὰ τούτῳ μὲν πίνειν γάλα χρὴ διδόναι· ἔστι δὲ βούκερώς τις βοτάνη, ἣ διὰ τοῦτο βούκερως προσηγόρευται, διότι τοῖς κέρασι τὸ σπέρμα ἔοικε τοῦ βοός, εἶναι δὲ καὶ ἄλλως ἀγαθὴ πέφυκεν ἥδε πρὸς τροφὴν τοῖς ζώοις· αὕτη τοίνυν ἡ βοτάνη ἅμ’ ἐλαίῳ ἑψηθεῖσα τοὺς ἀπὸ τοῦ ὑοσκυάμου βλαβέντας ἐστὶ περισώζειν δεινή· οὐ μὴν ἀλλὰ καὶ τὸ σπέρμα τῆς κνίδης ξηρανθὲν ὠφελεῖ καὶ αὐτὰ τῆς κνίδης τὰ καυλεῖα τὸν μασησάμενον ἄρα καὶ ἀπομυζήσαντα τὸν χυμὸν πάλιν δὴ καὶ τοῦτο, τό τε δὴ κάρδαμον καὶ κίχορον, ἄγρια δέ γε ταῦτα τυγχάνει λάχανα, ἔτι μὴν καὶ τὸ λεγόμενον κάρυον περσικόν, καὶ ῥάφανος πάλιν ἡ ἀγρία νᾶπύ τε ὁμοίως σώζει, καὶ αἱ λεγόμεναι γηθυλλίδες, κρόμυα δέ γε τὰ λεπτὰ γηθυλλίδες εἰσί, καὶ ἄγλιθες αἱ τῶν σκορόδων ς’ ἀρκέσαι δύνανται· ταῦτα πάντα τὴν ἀπὸ τοῦ ὑοσκυάμου διώσασθαι βλάβην. περὶ μήκωνος [433—464].
16 (1t) Μήκωνος δὲ τῆς ἐν κεφαλῇ φερούσης τὸ σπέρμα οἱ τοῦ ὀποῦ πεπωκότες πάσχουσι τοιάδε· καθυπνοῦσι πολλά, ἔπεισι τὰ ἄρθρα αὐτῶν ψυγμός, τοὺς ὀφθαλμοὺς κεκλεισμένους ἔχουσι, ἱδροῦσιν ἀθρόον καὶ δυσῶδες· ὁποίαν τῆς μήκωνος ὀπὸς ἀφίησιν ὀδμήν, τοιαύτην ὁ τούτων ἱδρὼς παρέχεται πνοήν· ὠχροὶ τὰ πρόσωπα τυγχάνουσι, τὰ γένεια ἀνέχειν οὐχ οἵοι τέ εἰσι, τῶν ἐπὶ τούτοις σφίσι χαλασθέντων δεσμῶν· κεχήνασι δ’ οὖν διὰ παντός, καὶ τὰ χείλη τὴν προτέραν αὑτῶν οὐ φυλάττει τάξιν, ψυχρὸν δὲ διὰ τοῦ αὐχένος σφῶν διέρχεται πνεῦμα. Πελιδνωθέντων δὲ τῶν ὀνύχων, ἢ διαστρόφου φανείσης ὁποτοῦν τῆς ῥινὸς, παρὰ πόδας ὁ θάνατος ἐφίσταται τούτοις, ἀλλὰ σύ, ταῦτα μὲν ὁρῶν, καταπλαγῇς μηδέν, ἀλλὰ ἐπάμυνε, καὶ μετὰ τοῦ καρποῦ τῶν μελιττῶν οἶνον μιγνὺς παρὰ πόδας τῷ πάσχοντι δίδου· τὸ δὲ τούτων γένος τῶν μελιττῶν ἐκ μόσχου σκήνους μὲν τὴν ἀρχὴν εἶναι κατὰ φύσιν ἐδέξατο· ἐγένοντο δ’ οὖν αἱ μέλιτται ἐν Νεμέᾳ πρῶτον, καὶ αἱ ταύτῃ δρῦες εἶχον αὐτάς· μιμούμεναι γὰρ δὴ τὴν Δήμητρα ἀνὰ μέσον τούτων 〈τῶν〉 δρυῶν καὶ τῶν ἐν ταύταις τυγχανόντων κοίλων εἰργάζοντο δήπου τὰ κηρία καὶ ἐποίουν μέλι, τήν τε δὴ ἐρίκην καὶ τὸν θύμον αἵδε ποιούμεναι τροφήν. Ἀτὰρ δὴ καὶ ῥόδα ἀποθλίβων αὐτῶν τὸ ὑγρὸν ἔνσταζε διὰ τῶν χαλινῶν, μᾶλλον δὲ ἔριον ἀποβρέχων εἰς ἔλαιον ῥόδων ἐπιτίθει πλῆρες τῷ στόματι· καί ποτε μὲν ἐξανιστᾶν τις αὐτὸν πειράσθω, ποτὲ δὲ ἐμβοᾶν αὑτῷ καὶ διασείειν τοῦτον καθεύδοντα, ἵνα τὸν ὄντα καὶ δοκοῦντα τῆς καρηβαρίας ὕπνον ἀποθέμενος διασωθῇ. ἐξεμέσας τὸ ἐν αὐτῷ δηλαδὴ φάρμακον. Προσαγέσθω δὲ καὶ ῥάκια ἐλαίῳ πρότερον καὶ οἴνῳ βραχέντα κατὰ παντὸς μέλους, ἵν’ ἀποψυγέντα ἐκθερμανθῇ ταύτῃ· ἀποβρέχεσθαι δὲ ἐν πυέλῳ καὶ λούειν τὸ σῶμα αὐτοῦ καθάπαξ προσήκει, ὥστε τὸ μὲν αἶμα ὑγρανθῆναι, τὸ δὲ δέρμα κατεσκληκὸς τὸ τούτου καταχαλασθῆναι. περὶ λαγωοῦ θαλασσίου [465—494].
17 (1t) Κα〈τὰ〉 ταὐτὰ δὲ καὶ τοῦ λαγωοῦ γιγνώσκειν πέρι δή σέ γέ που χρὴ τοῦ ἐν τῇ θαλάσσῃ, ὃς δὴ τυγχάνει μὲν τὴν φύσιν τῶν πάντων ὀλεθριώτατος, ὀδμὴν δὲ τοιάνδε παρέχεται, οἵανπερ ἂν τὸ ὕδωρ, οἶμαι, πλυθέντων ἰχθύων, τὴν δὲ γεῦσιν ἀπ’ αὐτῶν, ὡς ὄντων αὐτῶν καὶ διεφθαρμένων, μέλας δέ ἐστι τὴν ἰδέαν, καὶ ὑπὸ ταῖς τῆς τευθίδος ἢ τεύθου πλεκτάναις φέρεται, ὑποφέρεται δέ γε ὁμοίως καὶ ταῖς τῆς σηπίας, ἥπερ δειλίας εἵνεκά που ἀφίησι θολόν, ᾦ τὸ ὕδωρ θολοῖ· ὁ γὰρ δὴ ταύτης τῆς σηπίας λεγόμενος θολὸς διὰ τὸ φοβεῖσθαι τοὺς ἁλιεῖς καὶ τὴν γιγνομένην εἰς αὐτὰς παρ’ ἐκείνων θήραν ἀφίεται ὑπὸ τῆς σηπίας κατὰ τοῦ ὕδατος καὶ οὐκ ἐνέχονται παρὰ σφῶν ἐκ τούτου τῇ ἄγρᾳ, ἀλλὰ διαφυγγάνουσιν οὕτως τοὺς παρ’ αὐτῶν δόλους· χολὴ μέντοι παρ’ ἐνίων ὁ ἐξ αὐτῶν ὠνόμασται γιγνόμενος θολός. Ἀλλ’ οὖν ζοφώδης μὲν τοῦ ἀνθρώπου ἐπανθεῖ τοῖς μέλεσι καὶ δυσαλθὴς χροιά, ἴκτερος δὲ ἐπινέμεται παντὶ τῷ προσώπῳ, τηκόμεναι δὲ κατ’ ὀλίγον αἱ σάρκες αἱ τούτου φθείρονται, καὶ τὸ ἐντεῦθεν εὑρίσκεται σύμπας διατακείς· τροφῆς τοιγαροῦν τὸ παράπαν οὖτος ἔτι προσίεται οὐδὲν οὐδὲ ἀνέχεται, οἰδαίνεταί τε τότε δέρμα, καὶ ὑποπίμπραται τὰ τῶν κνημῶν, καὶ ἐπανθεῖ ταῖς παρειαῖς ἔρευθος, καὶ βραχεῖα μὲν τῶν οὔρων ἔκκρισις γίγνεται, τὴν δὲ χροιὰν τὰ μὲν οὖρα ἔοικε πορφύρᾳ, ἔκκρισις δὲ ἐνταῦθά τις αὐτῶν αὖθις ὡς πλείστη γίγνεται 〈αἱματώδησ〉· ἀνέχεται μὲν οὖν ὁ πάσχων ταῦτα οὐδὲ ὁρᾶν ἰχθύν, οὐδὲ τροφῆς μεταλαμβάνειν, ναυτιῶν οἶος δέ ἐστι καὶ μυσαττόμενος. Ἀλλὰ τούτῳ νεωστὶ καὶ λεβόρου Φωκικοῦ μεταποτέον, δοτέον δὲ καὶ σκαμμωνίας αὐτῷ νεωστὶ καὶ προσφάτως αὐτῆς ἐπισκευασθείσης, ὥστε τὸν ἐκ τοῦ λαγὼ ποτὸν οὕτω ὀλέθριον τυγχάνοντα ἅμα δὴ τοῖς ἐκκρινομένοις ἐκβληθέντα ἔξω τοῦ λοιποῦ μετὰ τῶν ζώντων ἀδεῶς διάγειν, τοῦ θανάτου παραιτησάμενον τὴν μέλαιναν ψῆφον. Ναὶ μὴν προσχρηστέον τῷ τοιούτῳ καὶ ὄνου γάλακτι καὶ μαλάχης ἀπεψηθείσης ἱκανῶς τῷ χυλῷ, καὶ κεδρίνης πίσσης τὸν σταθμὸν ἑλκούσης εἰς ὀβολόν· πίνοντι μέντοι αὐτῷ προσχρηστέον τούτοις, ῥοιᾶς τε πρὸς τούτοις ἐσθιέτω τῆς τε δὴ Πραμνίου οὕτως ὀνομαζομένης καὶ ἄλλης Κρησίδος, καὶ οἰνωπῆς ἄλλης, ἃς οἱ τῶν Μεγαρέων δήπου γεωργοῦσι κῆποι, εἰσὶ δὲ ἁπαλαί, καὶ καλοῦσι αὐτὰς ἀπυρήνους. Ναὶ μὴν καὶ τὸν τῆς ἀμπέλου καρπὸν ὑποβαλὼν κύρτοις, ἐν οἷς ὁ τῆς ἐλαίας καὶ δῆτα ἐκθλίβεται καρπός, τούς τε δὴ μεταξὺ τῶν κόκκων ὑμένας γιγνομένους τῆς ῥοιᾶς τῷ τῆς ἀμπέλου συνέκθλιβε καρπῷ, ἔπειτα καὶ καθ’ αὑτοὺς τῆς ῥοιᾶς τοὺς κόκκους ἀποθλίβων, τῷ ἐξ αὐτῶν πρὸς ταῦτα κέχρησο πόματι. περὶ βδέλλης [495—520].
18 (1t) Εἰ δέ τις εἴη γεγονὼς τοῦ πιεῖν ἐν ἐπιθυμίᾳ, εἶτα βουλόμενος ἄκεσιν παραυτὰ τῆς δίψης εὕρασθαι, ἐλθών που πλησίον οὖτος καὶ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, καθάπερ ταῦρος ἐπιπεσὼν πίνει τοῦ ὕδατος, τὰ λεπτὰ τῶν μνίων τῇ χειρὶ τοῦ ὕδατος διαστέλλων φύλλα, φερομένη δὲ ὑπὸ τοῦ ῥοῦ βδέλλα ἐμπεσοῦσα τῇ τοῦ πίνοντος καταποθῇ ῥύμῃ, προσφῦσα ἔνθα περ ἂν τύχῃ, ἐκμυζᾷ τοῦ ἀνθρώπου τὸ αἶμα ἐφέσει τῆς τροφῆς· ἔστι γὰρ ἡ βδέλλα λαγαρή τε καὶ αἵματος ἐπαύρασθαι διὰ παντὸς θέλει· ὁ τοίνυν καταπιὼν τὸ θηρίον τοῦτο οὐκ ἂν ποιοῖ καλῶς, εἰ πίνοι χλιαρόν· ἐπινηχόμενον γὰρ δὲ τῷ χλιαρῷ τούτῳ ἄλλοτε ἀλλαχοῦ καὶ δὴ τοῖς ἔνδον χωρίοις ἐμφυόμενον προσπελάζει καὶ ἀμέλγει τοῦ ἀνθρώπου τὸ αἶμα, καί ποτε μὲν ἤδε δι’ ὄχλου γίγνεται τῇ φάρυγγι, ὅθεν περ τοῦ πνεύματος ἡ ὁρμὴ προχωρεῖ, ποτὲ δὲ ἐν τὴς γαστρὸς τῷ στόματι κεῖται, λυμαινομένη τῷ ἀνθρώπῳ, καὶ τῆς τροφῆς οὕτως αὐτῷ σύννομος γίγνεται. Ἀλλὰ τούτῳ ποτὲ μὲν ὄξος τῷ ἀνθρώπῳ 〈δοτέον〉, τοτὲ χιονοφαγητέον δ’ αὖ, καὶ πάλιν κρύσταλλον μασητέον· καὶ λίτρου γενομένου διύγρου λίαν ὡς ποτὸν πρόσφερε, ἢ ἁλῶν ἐκλυομένων, καὶ τούτων τὸ ὕδωρ, ἢ αὐτοὺς τοὺς ἅλας αὐτὸν μασᾶσθαι κέλευε· καὶ μέντοι καὶ τὴν ὑπὸ τῶν πηγνύντων τοὺς ἅλας συναγομένην γῆν εἰς ὕδωρ ἐκλύων, πίνειν ἐπίτρεπε τῷ κακῶς ὑπὸ τῆς βδέλλης διατιθεμένῳ ἁλὸς ἄχνην δὲ τὴν γῆν ταύτην προσαγορεύουσιν οἱ μιγνῦντες πρὸς τὴν πῆξιν τῶν ἁλῶν ὕδατι τὸ ὕδωρ. περὶ μύκετος [521—536].
19 (1t) Οἱ δὲ μετὰ τὴν βρῶσιν λυπηροὶ τοῖς ἀνθρώποις ἀναφαινόμενοι πολλάκις μύκητες· ἀνοιδοῦνται γὰρ οὖν ἐν τῇ γαστρὶ καὶ ὀδύνας σφοδρὰς τοῖς αὐτοὺς φαγοῦσι παρέχουσι, ὁπόταν ἐκ τοῦ τῆς ἐχίδνης ἰώδους ἄσθματος ἐφυπνωσάσης αὐτοῖς μεταλαβόντες εὑρεθῶσι· ἄλλοι παρ’ ἄλλων ἄλλως ὀνομαζόμενοι εὑρίσκονται· οὖτοι δή τι πονηρὸν οὐκ ἂν δράσαιεν τὸν φαγόντα, εἴπερ ἔχοι κατεσθίειν οὖτος τοὺς τῆς κράμβης καυλούς, καὶ τοῦ πηγάνου τὰ κλωνία χλωρὰ τυγχάνοντα, καὶ τὸ λεγόμενον χαλκοῦ ἄνθος· προσταττέσθω πίνειν ἐπὶ τούτοις ἀμπέλινον τέφραν ὄξει φυραθεῖσαν· λαμβανέτω καὶ μέντοι καὶ τοῦ καλουμένου πυρέθρου τὰς ῥίζας, συγκόπτων καὶ σὺν λίτρῳ λειῶν, πράσον τε πρὸς τούτοις, καὶ ὡσαύτως μῆλον, σίνηπί τε ὁμοίως, καὶ τὴν λεγομένην καρδαμίδα, καὶ πεφρυγμένην οἴνου τρύγα, καὶ ὄρνιθος τῆς ἐν ποσὶ τὰ περιττώματα, πάντα διαφόρως λαμβανέτω· εἶτα καθιεὶς τοὺς δακτύλους τὸν ἐκ τοῦ μύκητος τῷ φαγόντι κατασκευαζόμενον ἀποβλύζειν ἐῶν παραιτοῦ θάνατον. περὶ σαλαμάνδρας [537—566].
20 (1t) Τοῦ ἐκ τῆς σαλαμάνδρας κατασκευαζομένου θανατικοῦ, οὖ ῥᾳδίως οὐκ ἄν τις ὑπερέλθοι πιών, ἐπειδάν τις λάβῃ, τὴν μὲν γλῶσσαν παχύνεται, καὶ μάλα ἱκανῶς· αὕτη δὲ ἡ σαλαμάνδρα τὸ μὲν εἶδος παρέχεται οἶόν περ ἡ σαύρα, δέρμα δὲ λιπαρὸν ἔχει, ἐν πυρὶ δὲ οὖσα πάσχει οὐδέν· τῶν μέντοι πεφαρμαγμένων ναρκῶδες γίγνεται τὸ σῶμα, καὶ ὅλον ἀσθενές, καὶ κομιδῇ τρέμει, οἵ τε πόδες φέρειν σφαλλόμενοι τοῦτο ἥκιστα δύνανται, καὶ ἁπλῶς ἔοικεν ἀεὶ μέλλοντι τῷ πίπτειν παιδίῳ, ἄν τις εἰκάσειεν αὐτὸν ἄρτι τοῦ βαδίζειν ἀρχομένῳ, τὰ δέ γε τῆς διανοίας καὶ ταῦτα ἐξησθενηκότα, καὶ παρὰ πολὺ τυγχάνει τοῦ φρονεῖν ὑγιεινά, ἢ ἄρτια, καὶ οὐ πᾶν ἐρυθρόν, ἀλλὰ κατὰ τόπους τὸ σῶμα γίγνεται, καὶ μώλωπας ἔχει, καὶ ζοφώδης αὖθις αὐτοῖς ἐπιτρέχει χροιά. Ναὶ μὴν ἀλλὰ σὺ τούτῳ μὲν φέρων μέλι τενθρηδόνος μετὰ πίσσης λαμβάνειν κέλευε, χαμαιπίτυός τε βλαστούς, καὶ κώνους, οὓς πεῦκαι φέρουσι, ἑψηθέντας ὁμοῦ καὶ ποθέντας· οὐχ οἶόν τε μὴ ἐπαλεξῆσαι, ὥστε τούτῳ σὺ χρῶ, ἀλεύροις τε ὀρόβων ἅμα ἕψων κνίδης σπέρμα ἐσθίειν εἰς κόρον δίδου καὶ μὴ βουλομένῳ τῷ κάμνοντι τοῦτο· ἐλαίου δὲ ἐχέτω· οὐ γὰρ μὴ οὐκ ἔσται εἰς τόδε κάλλιστον ἰσχύσαι καὶ παρελέσθαι τοῦ κινδύνου τὸν ἐν τῇ συμφορᾷ. Ῥητίνην τοίνυν ἐπὶ τούτοις καὶ μέλι χαλβάνης ῥίζας καὶ ὠὰ χελώνης ἑψημένα, συνμίξαντα ταῦτα πάντα διδόναι προσήκει τῷ κάμνοντι· ἔτι μὴν καὶ συὸς θεραπεύει τὰ ἔκγονα, χελώνης τε αὖ μετὰ τούτων ἑψηθέντα κρέα· ἡ μὲν οὖν χελώνη αὕτη θαλαττία ἔστω, κέχρηται δὲ οἶον πτεροῖς τέμνουσα τὸ ὕδωρ ἥδε τοῖς ἑαυτῆς ποσί, καθάπερ τὸν ἀέρα τοῖς πτεροῖς τέμνει τὸ τῶν πτηνῶν γένος· ἔστι δὲ καὶ τῆς ἐν ὄρει τρεφομένης χελώνης τὰ κρέα χρήσιμα, ταύτης δὲ νομὴ μὲν ἡ βοτάνη κύτισος γίγνεται, λέγει δὲ ὁ λόγος τῆς χελώνης, ὡς αὐτὴν ὁ Διὸς καὶ Μαίας, οὐ πρότερον οὖσαν Μούσαις φίλην, ἐποίησε φίλην· τῶν γὰρ δὴ σαρκῶν τὴν χέλυν αὐτῆς ἀποφαίνει γυμνήν, καὶ προσχρησάμενος ἀγκῶσι, καὶ τούτους αὐτῆς ἐπιθεὶς τοῖς ἄκροις, πρῶτος ἐποίησε κιθάραν, καὶ ἐκιθάρισεν. Καὶ μὲν δὴ βατράχους τῶν παλαιῶν, καὶ ἠρυγγίου δὴ τὰς ῥίζας εἰς ταὐτὸ συμβαλὼν ἅμα σκαμμωνίᾳ ἕψεσθαι πάρεχε, εἶτα εἰς κόρον πίνειν δίδου τῷ πεφαρμαγμένῳ· ἀνώλεθρον γὰρ τοῦτον διαφυλάξαι πως δυνήσει, κἂν ᾖ πρὸς αὐταῖς, ὡς εἰπεῖν, τοῦ ᾅδου ταῖς πύλαις. περὶ φρύνου [567—593].
21 (1t) Ἐπειδὰν δὲ πίῃ τις ἐκ φρύνου φάρμακον κατεσκευασμένον (ἄφωνος δέ ἐστιν ὁ φρῦνος, καὶ τῶν λιμναίων εἰς μέγεθος βατράχων ἀπολιμπάνεται κατὰ πολύ· ἔστι δ’ οὖν, ὡς ἔπος εἰπεῖν, οὖτος χερσαῖος βάτραχος· βόσκεται μέντοι τὴν δρόσον, καὶ τῷ θέρει διηνεκῶς τὰς θάμνους διώκει), ὠχροὶ δ’ οὖν οἱ πιόντες μάλιστα ἐκ τούτου γίγνονται, καὶ τῇ θαψίᾳ τὴν χροιὰν τὴν αὐτὴν ἔχουσι, τὰ μέλη ὑποπιμπράμενα αὐτῶν ἐστιν, ἀσθμαίνουσι πολὺ καὶ συνεχές, ἐχθοδαπὸν δέ ἐστιν αὐτοῖς ὅπερ ἀσθμαίνουσι, διότι χαλεπὸν ἐξόζει, καὶ χωρεῖ διὰ τοῦ στόματος αὐτῶν βαρεῖά τις ὀδμή. Ἀλλὰ τούτοις μὲν ὠφελιμώτατον τυγχάνει ἑψηθεὶς βάτραχος, γένοιτο δ’ ἂν εἰς τροφὴν κάλλιστον καὶ ὀπτὸς ἤν πού τισι δοθῇ, καὶ πίσσα σὺν οἴνῳ ἑψηθεῖσα ποθεῖσα μέγιστα ὠφελεῖ· αὔταρκες δὲ πρὸς σωτηρίαν καὶ σπλὴν ἂν γένοιτο τῷ λαβόντι εἰς ὀβολὸν σταθμοῦ λιμναίου βατράχου [λιμναίου] τοῦ ἐπὶ τῶν βρύων ἀνιόντος καὶ προαγγέλλοντος τὴν ἔαρος ὥραν, καὶ ὡς οὐδὲν ἄρα τοῦ ἔαρος τυγχάνει κάλλιον. Ὁ δέ γε ἕτερος τῶν βατράχων, ὁ τὰς θάμνους ἐπιὼν τῷ θέρει, φωνὴν δὲ οὐκ ἔχων, ποιεῖ ποτε μὲν ὡς πύξου γίγνεσθαι τοῦ βλαβέντος τὸ χρῶμα, ποτὲ δὲ μοχθηρᾶς τὸ στόμα ἐμπίμπλησιν ὀδμῆς, λυγμούς τε ἐπιγίγνεσθαι καὶ σπασμοὺς συνεχεῖς παρέχει· ἔτι μὴν ἀγόνους ἄνδρας καὶ γυναῖκας ἀντικρὺς τὸ δεινὸν τίθησιν· ἐξασθενούντων γὰρ τῶν μορίων καὶ ἐλαττουμένων τῆς σφῶν κατὰ φύσιν δυνάμεως, τὸ σπέρμα προχωρεῖ ἀτάκτως καὶ οὐ κατὰ λόγον, Καὶ τούτοις τοίνυν οἶνον πολὺν ἐγχέων καὶ παρέχων πίνειν αὐτοῦ σφόδρα ἐμεῖν ἀνάγκαζε· ὡσαύτως καὶ τὰς δι’ ὀστράκων πίθου τῷ κακοπαθοῦντι πυρίας πρόσφερε· καὶ γάρ, ἢν λίαν ἀνιάτως φαίνοιτο καὶ πονηρῶς ἔχων, ἱδρώσας οὐκ ἂν μὴ ῥᾷον διατεθήσεται, Ἀλλὰ γὰρ δὴ καὶ τῶν μεγάλων τὰς ῥίζας καλάμων ἀποτεμών, εἰς οἶνον ἐμβάλλων ἀπόβρεχε, τρέφουσι δὲ τοὺς καλάμους οἱ δίυγροι τούτους πάντως καὶ λιμνώδεις τόποι, Ἀτὰρ οὖν καὶ ταῖς κυπερίσι κέχρησο πρὸς τὸν τούτου ποτόν, ἄλλως δὲ ἀπότρεπε τοῦ πίνειν ἢ ἐσθίειν ὅλως, ἐκτρύχων δὲ αὐτὸν ὠφελήσεις προσαναγκάζων, ὡς οἶόν τε, συχνοῖς περιπάτοις χρῆσθαι. περὶ λιθαργύρου [594—610].
22 (1t) Οὐκ ἂν λιθάργυρος ποθεῖσά τινα διαλάθοι ποτέ· αὕτη γὰρ πρῶτον μὲν βαρύτητα προστρίβεται τῇ γαστρὶ ποθεῖσα, ἔπειτά που περὶ τὰ σπλάγχνα πνευμάτων τε κινήσεις ἰσχυρὰς καὶ ἤχους οἷον δή τινας περὶ τὸν ὀμφαλὸν ἐργάζεται, ἰλιγγιᾶν παρασκευάζει, τὰ οὖρα προχεῖσθαι οὐ συγχωρεῖ, ὑποπίμπρησι δὲ καὶ τὰ μέλη, τῷ μολίβδῳ τὸ χρῶμα ἐοικέναι ποιεῖ πάντα ταῦτα· ἀλλὰ θεραπεύει ταῦτα πάντα σμύρνα σταθμιζομένη τὴν ὀλκὴν εἰς ὀβολοὺς δύο, καὶ ὅρμινον ἡ βοτάνη ὑπέρικόν τε δὴ τὸ ἐν τοῖς ὄρεσι τρεφόμενον, καὶ ὑσσώπου κλῶνες, κράδη τε πρὸς τούτοις, καὶ μὲν δὴ καὶ τὸ τοῦ σελίνου ἐπὶ πᾶσι σπέρμα, ὃ δὴ ἐν Ἰσθμῷ τὸ πρῶτον λόγος ἔχει φῦναι, ἔχει δὲ ὁ αὐτὸς περὶ αὐτοῦ ὧδε διαγγέλλων λόγος ὡς οἱ Σισύφου ἀπόγονοι τὸν ἐπὶ τῇ Μελικέρτου ταφῇ ἐν Ἰσθμῷ ἄγοντες ἀγῶνα ἐχρήσαντό τε τῷ σελίνῳ πρῶτοι καὶ ἐστεφανώσαντο. Πρὸς τούτοις ἣν δὴ πένεριν προσαγορεύουσι τοῦ φυτοῦ κλωνία καὶ ἐρύσιμον τὴν βοτάνην, ἅμα κόπτων ταῦτα, τῷ κακῶς ὑπὸ τοῦ φαρμάκου διακειμένῳ ἐπάμυνε, διδοὺς οἴνου μέντοι μέτα ἀλλὰ μὴν καὶ κύπρου τῆς βοτάνης βλαστούς, καὶ τὰ πρὸ τῶν ῥοιῶν ἄνθη ἐπ’ αὐτοῦ γιγνόμενα τοῦ φυτοῦ τῆς ῥοιᾶς, καὶ τοῦ κυτίνου τοῦ εὐανθοῦς καρπὸν σὺν οἴνῳ, καὶ ταῦτα τῷ νοσοῦντι δίδου. περὶ σμίλου [611—615].
23 (1t) Λεγόμενον σμῖλός ἐστι φυτόν, καὶ παρέοικε τῇ ἐλάτῃ, θανάσιμον δὲ γίγνεται τοῦτο τοῖς αὐτοῦ λαβοῦσιν. Καὶ ἀκράτου πόσις οἴνου αὐτὸ οὐκ ἐᾷ κακουργεῖν, ἰᾶται δὲ ὁ οἶνος αὐτὸ ἐκ τοῦ παραχρῆμα, ἢν μὴ φθάσῃ ἀποφραγῆναι ὅ τε λαιμὸς καὶ τὰ παρίσθμια· ἐναποτίθεται γὰρ τὸ δεινὸν ἡ σμῖλος τοῖς μορίοις τοῦ ἀνθρώπου, οὗπερ ἂν καὶ ἡ πόσις ἡ ταύτης γένηται. [629—630].
24 Ἀλλά σέ γε, ὦ Πρωταγόρα, τῶν παρ’ ἐμοῦ ῥηθέντων ὅλως ἡ μνήμη τῶν ἐπῶν μήποτε παρέλθοι, φυλάττεσθαι δὲ ὑπό σου καὶ τοὺς τοῦ ξενίου Διὸς εἰς ἐμὲ καθήκοι διὰ παντὸς θεσμούς τε καὶ νόμους.