eul_wid: sqg-bo
DOI 10.5281/zenodo.20418549

Epiphanius of Salamis On the Stoics (from On Faith) in Greek

36 Ζήνων ὁ Κιτιεὺς ὁ Στωϊκὸς ἔφη μὴ δεῖν θεοῖς οἰκοδομεῖν ἱερά, ἀλλ’ ἔχειν τὸ θεῖον ἐν μόνῳ τῷ νῷ, μᾶλλον δὲ θεὸν ἡγεῖσθαι τὸν νοῦν· ἔστι γὰρ ἀθάνατος. τοὺς δὲ τελευτῶντας ζῴοις παραβάλλειν χρῆναι, ἢ πυρί. καὶ τοῖς παιδικοῖς χρῆσθαι ἀκωλύτως. ἔλεγε δὲ πάντα διήκειν τὸ θεῖον. τὰς δὲ αἰτίας τῶν πραγμάτων πῆ μὲν ἐφ’ ἡμῖν, πῆ δὲ οὐκ ἐφ’ ἡμῖν, τουτέστι τὰ μὲν τῶν πραγμάτων ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν. ἔλεγε δὲ καὶ μετὰ χωρισμὸν τοῦ σώματος * καὶ ἐκάλει τὴν ψυχὴν πολυχρόνιον πνεῦμα, οὐ μὴν δὲ ἄφθαρτον δι’ ὅλου ἔλεγεν αὐτὴν εἶναι· ἐκδαπανᾶται γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου εἰς τὸ ἀφανές, ὥς φησι.
37 Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱερὰς καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον καὶ τὸν κόσμον * μύστας καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε.
38 Περσαῖος τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισε.
39 Χρύσιππος ὁ Σολεὺς νόμους ἔγραψεν οὐ θεμιτούς. ἔλεγε γὰρ δεῖν μίγνυσθαι ταῖς μητράσι τοὺς παῖδας, τοῖς δὲ πατράσι τὰς θυγατέρας. εἰς δὲ τὰ ἄλλα συνεφώνησε Ζήνωνι τῷ Κιτιεῖ. πρὸς τούτοις δὲ ἔλεγε καὶ ἀνθρωποβορεῖν. ἔλεγε δὲ τὸ τέλος πάντων τὸ ἡδυπαθὲς εἶναι.
40 Διογένης ὁ Βαβυλώνιος ἔλεγε τὰ σύμπαντα συνίστασθαι ἐξ ἡδονῆς.