eul_wid: okq-ct
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations: Oration 69 (On Aretē) by Dio Chrysostom of Prusa

Everyone praises courage, justice and wisdom, and honours Heracles, the Dioscuri, Theseus and Achilles, yet spends effort on other things. Dio sets this paradox against the value people set on pipers, cobblers and doctors while neglecting the justice without which people live worse than beasts; Scythian nomads, with no houses or fields, live lawfully. The speech ends on those who choose lawgivers only because they cannot restrain themselves.

Part of Orations

ΠΕΡΙ ΑΡΕΤΗΣ

Ἄπορόν μοι δοκεῖ εἶναι ὅτι οἱ ἄνθρωποι ἄλλα μὲν ἐπαινοῦσι καὶ θαυμάζουσιν, ἄλλων δὲ ἐφίενται καὶ περὶ ἄλλα ἐσπουδάκασιν. ἐπαινοῦσι μὲν γάρ, ὡς ἔπος εἰπεῖν, πάντες καὶ θεῖα καὶ σεμνά φασιν ἀνδρείαν καὶ δικαιοσύνην καὶ φρόνησιν καὶ συλλήβδην ἀρετὴν πᾶσαν. καὶ οὓς ἂν ἡγῶνται τοιούτους εἶναι ἢ γεγονέναι ἢ ἐγγύς, θαυμάζουσι καὶ ὑμνοῦσι· καὶ τοὺς μέν τινας θεούς, τοὺς δὲ ἥρωας ἀποφαίνουσιν, οἷον Ἡρακλέα καὶ Διοσκούρους καὶ Θησέα καὶ Ἀχιλλέα καὶ πάντας τοὺς ἡμιθέους λεγομένους. οἷς ὃν ἂν ὅμοιον ὑπολαμβάνωσιν, ἕτοιμοί εἰσιν ἅπαντες ἐκείνῳ πείθεσθαι καὶ ὑπηρετεῖν, ὅ,τι ἂν προστάττῃ, καὶ βασιλέα καὶ ἄρχοντα ἀποδεικνύναι ἑαυτῶν καὶ τὰ σφέτερα ἐπιτρέπειν, ὃν ἂν σώφρονα καὶ δίκαιον καὶ φρόνιμον ὄντως ὑπολαμβάνωσι καὶ ἁπλῶς ἄνδρα ἀγαθόν. ὥστε ταύτῃ μὲν οὐκ ἄν τις αὐτοῖς μέμψαιτο ὡς οὐκ αἰσθανομένοις ὅτι σεμνόν τι καὶ τίμιον καὶ τοῦ παντὸς ἄξιον χρῆμα ἀρετή· ἐπιθυμοῦσί γε μὴν πάντων μᾶλλον ἢ ἀγαθοὶ γενέσθαι καὶ πράττουσι πάντα πρότερον ἢ ὅπως σωφρονήσουσι καὶ φρόνιμοι ἔσονται καὶ δίκαιοι καὶ ἄνδρες σπουδαῖοι, καλῶς μὲν αὑτῶν δυνάμενοι προΐστασθαι, καλῶς δὲ οἶκον οἰκῆσαι, καλῶς δὲ ἄρξαι πόλεως, εὖ δὲ πλοῦτον ἐνεγκεῖν, εὖ δὲ πενίαν, εὖ δὲ προσενεχθῆναι φίλοις, εὖ δὲ συγγενέσι, δικαίως δʼ ἐπιμεληθῆναι γονέων, ὁσίως δὲ θεραπεῦσαι θεούς. ἀλλʼ οἱ μέν τινες περὶ γεωργίαν πραγματεύονται, οἱ δὲ περὶ ἐμπορίαν, οἱ δʼ ἐπὶ στρατείαν ὁρμῶσιν, οἱ δʼ ἐπʼ ἰατρικήν, οἱ δὲ οἰκοδομικὴν ἢ ναυπηγικὴν ἐκμανθάνουσιν, οἱ δὲ κιθαρίζειν ἢ αὐλεῖν ἢ σκυτοτομεῖν ἢ παλαίειν, οἱ δὲ ὅπως δεινοὶ δόξουσι περὶ τὸ εἰπεῖν ἐν δήμῳ ἢ δικαστηρίῳ τὴν πᾶσαν σπουδὴν ἔχουσιν, οἱ δὲ ὅπως ἰσχυροὶ ἔσονται τὰ σώματα. καίτοι τοὺς ἐμπόρους μὲν καὶ γεωργοὺς καὶ στρατιώτας καὶ ἰατροὺς καὶ οἰκοδόμους καὶ κιθαριστὰς καὶ αὐλητὰς καὶ παιδοτρίβας, ἔτι δὲ τοὺς λεγομένους ῥήτορας καὶ τοὺς πάνυ ἰσχύοντας τοῖς σώμασιν, ἀθλίους καὶ δυστυχεῖς τοὺς πολλοὺς ἂν εὕροι τις ἢ μικροῦ δεῖν ἅπαντας. ἂν δὲ ἡ ψυχὴ ἔμφρων γένηται καὶ ὁ νοῦς ἀγαθὸς καὶ ἱκανοὶ ὦσι τά τε αὑτῶν πράγματα ὀρθῶς πράττειν καὶ τὰ τῶν ἄλλων, τούτους ἀνάγκη καὶ εὐδαιμόνως ζῆν, νομίμους ἄνδρας γενομένους καὶ ἀγαθοῦ δαίμονος τυχόντας καὶ φίλους ὄντας τοῖς θεοῖς. οὐ γὰρ ἄλλους μὲν φρονίμους εἰκὸς εἶναι, ἄλλους δὲ ἐμπείρους τῶν ἀνθρωπίνων πραγμάτων, οὐδὲ ἄλλους μὲν τἀνθρώπεια ἐπίστασθαι, ἄλλους δὲ τὰ θεῖα, οὐδὲ ἄλλους μὲν εἶναι τῶν θείων ἐπιστήμονας, ἄλλους δὲ ὁσίους, οὐδὲ ἄλλους μὲν ὁσίους, ἄλλους δὲ θεοφιλεῖς· οὐδὲ ἕτεροι μὲν ἔσονται θεοφιλεῖς, ἕτεροι δὲ εὐδαίμονες. οὐδὲ ἕτεροι μέν εἰσιν ἄνθρωποι ἄφρονες, ἕτεροι δʼ ἀγνοοῦσι τὰ καθʼ αὑτοὺς πράγματα· οὐδὲ οἳ τὰ σφέτερα πράγματα ἀγνοοῦσι, τὰ θεῖα ἴσασιν· οὐδὲ οἱ φαύλως περὶ τῶν θείων ὑπειληφότες οὐκ ἀνόσιοί εἰσιν. οὐδέ γε τοὺς ἀνοσίους οἷόν τε φίλους εἶναι θεοῖς, οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι. διὰ τί ποτʼ οὖν οἱ ὀρεγόμενοι ὅπως εὐδαιμονήσουσιν οὐ προθυμοῦνται τοιούτους παρέχειν σφᾶς αὐτούς; ἃ δὲ πράττοντας οὐδὲν αὐτοὺς κωλύει κακῶς καὶ ἀθλίως ζῆν, πᾶσαν τούτων ἐπιμέλειαν ποιοῦνται; καίτοι ἄνευ μὲν αὐλητῶν καὶ κιθαριστῶν καὶ σκυτοτόμων καὶ παιδοτριβῶν καὶ ῥητόρων καὶ ἰατρῶν οὐκ ἀδύνατον ἀνθρώποις βιοῦν πάνυ καλῶς καὶ νομίμως, οἶμαι δʼ ἐγὼ καὶ δίχα γεωργῶν καὶ οἰκοδόμων· Σκύθαι γοῦν οὐδὲν κωλύονται οἱ νομάδες μήτε οἰκίας ἔχοντες μήτε γῆν σπείροντες ἢ φυτεύοντες δικαίως καὶ κατὰ νόμους πολιτεύεσθαι· ἄνευ δὲ νόμου καὶ δικαίου μὴ κακῶς ζῆν ἀνθρώπους καὶ πολὺ τῶν θηρίων ὠμότερον οὐ δυνατόν. ἔτι δʼ ὅπου μὲν φαῦλοι σκυτοτόμοι εἰσὶ καὶ γεωργοὶ καὶ οἰκοδόμοι, οὐδὲν ἐκεῖ διὰ τοῦτο συμβαίνει χαλεπόν, ἀλλὰ τὰ ὑποδήματα … καὶ πυροὶ ἐλάττους καὶ κριθαί· ὅπου δὲ ἄρχοντες χείρους καὶ δικασταὶ καὶ νόμοι, τὰ πράγματα κάκιον ἔχει τῶν ἀνθρώπων ἐκείνων καὶ ὁ βίος δυστυχέστερος καὶ στάσεις καὶ ἀδικίαι καὶ ὕβρεις καὶ ἀσέβεια πολλὴ φύεται παρʼ αὐτοῖς. ἔτι δὲ σκυτοτόμον μὲν αὐτὸν οὐκ ὄντα λυσιτελεῖ παρʼ ἄλλου πρίασθαι ὑποδήματα, καὶ οἰκοδομεῖν οὐκ ἐπιστάμενον ἄλλον ἐπὶ τούτῳ μισθώσασθαι, καὶ γεωργὸν μὴ ὄντα σῖτον πρίασθαι καὶ ὄσπρια· ἄδικον δὲ αὐτὸν ὄντα οὐ λυσιτελεῖ τῶν δικαίων παρʼ ἄλλου τυγχάνειν οὐδὲ ἄφρονα καὶ ἀγνοοῦντα ἃ δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι, μετὰ νοῦν ἐφʼ ἑκάστῳ πρὸς ἕτερον ἰέναι. πρὸς γὰρ τοῖς ἄλλοις ὁ μὲν ἀργυρίου δεόμενος ἢ ἱματίων ἢ οἰκίας ἢ ἄλλου του ἐπίσταταί τε καὶ ζητεῖ παρὰ τῶν ἐχόντων λαβεῖν· ὁ δὲ νοῦν οὐκ ἔχων οὐδὲ αὐτὸ τοῦτο ἐπίσταται ὅτι οὐκ ἔχει νοῦν· ἀλλʼ αὐτός φησιν ἱκανὸς εἶναι καὶ ἰσχυρίζεται τῇ ἀφροσύνῃ, πάντα πράττων καὶ λέγων ἀφρόνως, καὶ οὔ φησιν ἄδικος εἶναι οὐδὲ ἀνόητος οὐδὲ ἀκόλαστος, ἀλλʼ ὡς οἷόν τε ἱκανῶς περὶ ταῦτα ἔχειν, ὧν οὐδεμίαν πώποτε ἐπιμέλειαν ἐποιήσατο οὐδὲ ἔμαθεν οὐδὲν τούτων ἕνεκεν. οὐδὲ γὰρ ἐπιστήμην εἶναι νομίζουσι, καθʼ ἣν εἴσονται τί πρακτέον αὐτοῖς ἢ τί μὴ πρακτέον καὶ πῶς βιώσονται ὀρθῶς· ἀλλὰ τοὺς νόμους αὐτοῖς ἱκανοὺς εἶναι πρὸς τοῦτο τοὺς γεγραμμένους· ὅπως δὲ πείσονται τοῖς νόμοις καὶ ἑκόντες ποιήσουσι τὰ ἐκείνοις δοκοῦντα οὐδὲν φροντίζουσιν. καίτοι τί ἧττον ὁ φόβῳ τοῦ κλέπτειν ἀπεχόμενος, ἀλλὰ μὴ μισῶν τὸ πρᾶγμα καὶ καταγιγνώσκων, κλέπτης τῶν ὑφαιρουμένων ἐστίν; εἰ μὴ καὶ τὸν ἡμέρας οὐ κλέπτοντα, ἀλλὰ νυκτὸς γενομένης, κλέπτην οὐ φήσομεν ἐν τῇ ἡμέρᾳ, ἀλλὰ δίκαιον εἶναι. ἔπειτα δέονται πολλῶν τῶν ἀπειλούντων καὶ κολαζόντων, ὡς οὐ δυνάμενοι αὐτοὶ ἀπέχεσθαι τῶν ἀδικημάτων, ἀλλὰ καὶ οἴκοι ὄντες· τοιοῦτοι δὲ ὄντες αἱροῦνται τοὺς νομοθέτας καὶ κολάζουσι τοὺς νόμους ὥσπερ εἰ ἄμουσοι ὄντες ᾑροῦντο τοὺς μουσικοὺς καὶ οὐδὲν ἐπαΐοντες περὶ γεωμετρίας τοὺς γεωμέτρας. σημεῖον δὲ τῆς πονηρίας τῆς τῶν ἀνθρώπων· εἰ γὰρ ἀνέλοιεν τοὺς νόμους καὶ ἄδεια γένοιτο τοῦ τύπτειν ἀλλήλους καὶ ἀποκτείνειν καὶ ἁρπάζειν τὰ τῶν πέλας καὶ μοιχεύειν καὶ λωποδυτεῖν, τίνας ἔσεσθαι οἰητέον τοὺς ἀφεξομένους τοῦτων καὶ μὴ πάνυ ῥᾳδίως τε καὶ ἑτοίμως ἅπαντα ἐξαμαρτεῖν; καὶ τὸ νῦν γε οὐδὲν ἧττον λανθάνομεν μετὰ κλεπτῶν καὶ ἀνδραποδιστῶν καὶ μοιχῶν ζῶντες καὶ συμπολιτευόμενοι καὶ κατὰ τοῦτο οὐδὲν βελτίους τῶν θηρίων ἐσμέν· καὶ γὰρ ἐκεῖνα ἂν φοβηθῇ ἀνθρώπους φυλάττοντας ἢ κύνας, ἀπέχεται τοῦ ἁρπάζειν.