ΠΕΡΙ ΤΩΝ ΣΥΜΜΟΡΙΩΝ
Συμμορία, λειτουργιῶν σύνταγμα.
Ὁ περὶ τῶν Συμμοριῶν λόγος πρόδηλον ἔχει τὴν ὑπόθεσιν. πέπεισται γὰρ ὁ δῆμος παρασκευάζεσθαι βασιλέα νῦν ἐπὶ τὴν Ἑλλάδα καὶ μέλλειν ἐπιέναι ὅσον οὐδέπω· διὸ καὶ παρώξυνται καὶ προαπαντᾶν αὐτῷ περὶ τὴν Λυδίαν κέκρικε καὶ τοῦ πολέμου κατάρχειν ἤδη. Δημοσθένης δὲ σκοπὸν μὲν ἔχει κωλῦσαι καὶ τὴν ὁρμὴν ἀποτρέψαι, δεδοικὼς δὲ τοῦ δήμου τὴν ῥοπήν — χαλεπὸν γὰρ ἦν ἀνθίστασθαι ζέοντι — οὐδὲ φανερῶς ἀποτρέπει καὶ συντρέχειν δοκῶν τῇ γνώμῃ κωλύει. πῶς δὴ τοῦτο ποιεῖ; προστάττει παρασκευάζεσθαι καὶ ἄνευ τῶν Ἑλλήνων μὴ ἐπιχειρεῖν, ἵνα τῷ μὲν συμβουλεύειν παρασκευάζεσθαι δοκῇ συντρέχειν, τῷ δὲ ἄνευ τῶν Ἑλλήνων μὴ κινεῖσθαι λαμπρῶς ἀποτρέπει, ὥστε τῆς τῆς δεινότητος μεθόδου μετέχειν πως τὸν λόγον. καὶ σχήματος τοιοῦτόν ἐστιν εἶδος καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ κατʼ Ἀρχίδαμον δημηγορίᾳ τῇ πρώτῃ· καὶ γὰρ κἀκεῖνος δοκῶν ἐπὶ τὸν πόλεμον προτρέπειν οὐδὲν ἧττον ἀνθίσταται. τοιοῦτον δὲ εἶδος παρὰ τοῖς νεωτέροις οὐκ ἄν τις εὕροι διὰ τὸ τὴν ὑπερβολὴν τῆς δεινότητος τῶν παλαιῶν μὴ ῥᾳδίως ὑποπίπτειν μιμήσει. δύο οὖν σχήματα παραδεδώκασιν ἡμῖν κρυπτῶν λόγων Δημοσθένης καὶ Θουκυδίδης — οὗτοι γὰρ ἐπὶ δεινότητι τῶν ἄλλων διήνεγκαν· ἓν μὲν τοῦτο, ὃ προειρήκαμεν, ἐν ᾧ δοκῶν τις συντρέχειν κωλύει, καὶ ἔστι πρὸς μίμησιν δυσχερέστατον· δέδωκε δὲ ἰδίᾳ Θουκυδίδης καὶ ἕτερον, ὃ ἄντικρύς ἐστιν ἀπὸ τοῦ ἐναντίου, οἷον τὸ ἐν τῇ δημηγορίᾳ Νικίου. καὶ γὰρ ἐν ἐκείνῃ συμβουλεύων καὶ προτρέπων δῆθεν πλεῖν ἐπὶ τὴν Σικελίαν τῷ μεγέθει τῆς παρασκευῆς τοὐναντίον ἐργάζεται. ἐκεῖ μὲν οὖν ὅλον τὸ εἶδος τοιοῦτόν ἐστι διὰ τοῦ ἐναντίου, ἐν ᾧ μεγάλα αἰτῶν οὐκ ἐᾷ τὴν ἔξοδον γίνεσθαι· ἐνταῦθα δὲ συντρέχειν δοκῶν καὶ μεταβιβάζων τὴν διάνοιαν τῶν ἀκροατῶν ἐπὶ παρασκευῆς πρόνοιαν καὶ ἐπιμέλειαν τῶν δικαίων, μεθόδῳ τὴν ἀποτροπὴν διὰ τῆς τοιαύτης μελλήσεως καὶ ἤθους καὶ ἐπιμελείας ἐργάζεται, οἷόν ἐστι καὶ τὸ εἶδος τοῦ λόγου, ὡς ἔφην, καὶ τοῦ τῆς Ἀρχιδάμου δημηγορίας. κέχρηται δὲ διαιρέσει μερῶν τοιαύτῃ· ἓν μὲν πεποίηται προοίμιον, οὐδεμίαν ὁμοιότητα διόλου ἔχον πρὸς τὸ τοῦ Θουκυδίδου προοίμιον, ὡς τῶν πρὸ ἡμῶν τινὲς ᾠήθησαν, ὀλίγας δέ τινας προτάσεις ὁμοίας μόνας, κατασκευὰς δὲ οὐχ ὁμοίας οὐδὲ τὰς αὐτάς, ὥστε πάνυ πολὺ διεστάναι τὴν ὅλην ἔννοιαν τῆς ἐννοίας καὶ τὴν διοίκησιν ἐκείνης τῆς διοικήσεως. ἐπαινεῖ δὲ Δημοσθένης οὐ τὰς πράξεις, ἀλλὰ τὰς ἀρετάς, αἰνιττόμενος τοῖς ἀκούουσιν ὅτι διʼ εὐβουλίαν ἐκεῖνοι πάντα κατώρθωσαν καὶ ἐνάγων τοὺς ἀκούοντας ἀσφαλέστερον βουλεύσασθαι πρὸ τῶν ἔργων. τὸ κεφάλαιον εὐθύς ἐστι τὸ συμφέρον, ἔχον ταύτην τὴν ἀρχήν· «ἐγὼ νομίζω κοινὸν ἁπάντων ἐχθρὸν εἶναι τῶν Ἑλλήνων βασιλέα». ἡ δὲ πρότασις ἀπὸ τοῦ δικαίου, ὅτι ἄδικος περὶ τοὺς Ἕλληνας βασιλεύς. τοῦτο δέ ἐστι συντρέχοντος δῆθεν τῇ γνώμῃ τῶν παροξυνόντων.
οὐ μὴν διὰ τοῦτο κατὰ βραχὺ τὸ συμφέρον κατασκευάζει τῷ δικαίῳ, μᾶλλον δὲ τὸ ἀσύμφορον τῷ ἀδυνάτῳ. εἰώθασι δὲ καὶ τοῖς ἐναντίοις ὀνόμασιν ἀδιαφόρως ἐπὶ τούτων χρῆσθαι οἱ τεχνικοὶ καὶ τὸ ἀσύμφορον συμφέρον ὀνομάζειν καὶ τὸ ἄδικον δίκαιον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἐπανέλθωμεν δʼ οὖν ἐπὶ τὴν διαίρεσιν. οὐ συμφέρει πρώτους ὑμᾶς ἐπιθέσθαι τοῖς πράγμασι διὰ τὸ μὴ ἔχειν δύναμιν καὶ διὰ τὸ τοὺς Ἕλληνας πρὸς ἐκεῖνον μᾶλλον βλέπειν ἢ πρὸς ἡμᾶς. οὐκ ἀπέχεται δὲ οὐδὲ τοῦ δικαίου ἐν τῇ κατασκευῇ τοῦ συμφέροντος. ἀξιοῖ γὰρ τὸν πόλεμον δίκαιον γενέσθαι — τοῦτο δέ ἐστι τὸ νόμιμον — καὶ τὸ μὴ δεῖν παραβαίνειν αὐτοὺς τὰς συνθήκας πρότερον. οὐ μὴν ἐπεξέρχεται τοῦτο σφόδρα διὰ τὸ εὐλαβεῖσθαι τὴν συμβησομένην ὑπόνοιαν· ᾠήθη γὰρ ἄν τις αὐτὸν χαριζόμενον βασιλεῖ πειρᾶσθαι δεικνύναι μὴ παραβεβηκότα τὰς πρὸς τοὺς Ἕλληνας γεγενημένας αὐτῷ συνθήκας. ἐνδιατρίβει δὲ τῷ δυνατῷ μᾶλλον, οὐδὲν ἧττον ἐμφανίζων καὶ διὰ τούτου τὸ δίκαιον, τὸ μέντοι γε συμφέρον, ὡς ἔφην, διὰ τούτων ἁπάντων παραινῶν. τὸ γὰρ «εἰ γένοιτο ἐναργές τι καὶ σαφὲς ὡς βασιλεὺς ἐπιβουλεύει τοῖς Ἕλλησι, τότε εἰ μὴ συμμαχήσουσι καὶ ὁμονοήσουσι» δεῖγμα τοῦ μήτε παραβεβηκέναι τὰς συνθήκας τὸν βασιλέα μήτε τοὺς Ἕλληνας ἂν ἐθελῆσαι τοῖς Ἀθηναίοις συνειπεῖν· ὧν τὸ μέν ἐστι περὶ τὰς συνθήκας καὶ τὸ νόμιμον, τὸ δὲ κατὰ τὴν συμμαχίαν, ὅπερ ἐστὶ τοῦ δυνατοῦ· καὶ ὅτι τοὐναντίον πολεμήσουσιν ἡμῖν μετʼ ἐκείνου οἱ Ἕλληνες, εἰ προαπεχθησόμεθα ἡμεῖς. καὶ τὸ σύμπαν δὲ στοχαστικῶς· οὐ γὰρ ἀποφαίνεται ὄντως ἐπιβουλεύειν τὸν βασιλέα τοῖς Ἕλλησιν, ἀλλʼ, ἐπειδὴ πέπεισται ὁ δῆμος καὶ ἄντικρυς παρρησιάζεσθαι οὐ δύναται, καθʼ ὑπόθεσιν καὶ αὐτὸς αὐτὸ λαμβάνει λέγων «εἰ ἄρα ἐγχειρεῖν διέγνωκε τοῖς Ἕλλησι βασιλεύς», τῷ δισταγμῷ τὴν προθυμίαν πραΰνων καὶ καταπαύων τὴν ὀργὴν τῇ μεσότητι· ἐν ᾧ καὶ τὴν τῶν Ἑλλήνων ἐξετάζει γνώμην ἣν νῦν ἔχουσι μὴ πιστεύοντες βασιλέα στρατεύειν ἐπὶ τὴν Ἑλλάδα. οὕτω μὲν οὖν διῴκηται αὐτῷ τὸ συμφέρον ἀπὸ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου πάσας ἔχον τὰς κατασκευάς, ὡς προηγούμενον μὲν εἶναι τὸ συμφέρον, ἐμπεριεχόμενον δὲ τὸ δίκαιον καὶ τὸ δυνατόν. πέρας δʼ οὖν ἐπιθεὶς ταῖς οἰκείαις πίστεσι λαμβάνει πρὸς τὸ κεφάλαιον τὴν ἀντίθεσιν τοῦ συμφέροντος, ὁμογενῆ τῷ κεφαλαίῳ μεθοδεύσας αὐτήν, οὐχ ὡς ἀντίθεσιν, ἀλλʼ ὡς ἐπιτίμησιν πρὸς τοὺς ῥήτορας. τί δέ φησιν; «τοῖς δὲ θρασυνομένοις καὶ σφόδρα πολεμεῖν κελεύουσιν ἐκεῖνο λέγω». αὕτη ἐστὶν ἡ ἀντίθεσις. βουλόμενος δὲ αὐτὴν μὴ πραγματικὴν ποιῆσαι μηδʼ ἰσχὺν αὐτῇ περιθεῖναι διαβάλλει αὐτὴν ἐν τῇ θέσει καὶ πρὸς τοὺς ῥήτορας τὸν λόγον ποιεῖται ὡς νῦν μὲν θρασυνομένους, τότε δʼ ἐν τοῖς κινδύνοις ἀποδειλιῶντας, τῷ μὲν δοκεῖν πρὸς τοὺς ῥήτορας λέγων, τῇ δʼ ἀληθείᾳ πρὸς τὸν ἀκροατὴν αἰνιττόμενος ὅτι οὐ δεῖ θρασύνεσθαι, ἵνα μὴ μεταγνῶσιν ἐν τοῖς ἔργοις γενόμενοι. εἶτα ἑτέρᾳ λύσει κέχρηται τῇ ἀπὸ τοῦ δυνατοῦ. μερίζει δὲ τὸ δυνατὸν εἰς τὸ χαλεπὸν καὶ εἰς τὸ ῥᾴδιον· εἰς τὸ χαλεπὸν μὲν ὅτι χαλεπὸν ἐν τοῖς ἐκείνου τόποις πολεμεῖν, εἰς τὸ τριήρεις τοσαύτας καὶ χρημάτων πλῆθος καὶ ἐπικαίρους τόπους· εἰς τὸ ῥᾴδιον ὅτι εὔκολος ἡμῖν ὁ πρὸς ἐκεῖνον ἔσται πόλεμος, εἰ αὐτὸς ἐπέλθοι τῶν Ἑλλήνων κοινῇ συναγωνιζομένων. εἶτα τῷ συμφέροντι πάλιν, ὅτι «διὰ ταῦτα τοίνυν παραινῶ μὴ προτέρους ἀνελέσθαι τὸν πρὸς ἐκεῖνον πόλεμον, ἀλλὰ παρασκευάζεσθαι». πάλιν ἐκ τῆς ἐργασίας ἀντέπεσε πρὸς τοῦτο τὸ ἐπιχείρημα ὅτι «ἀλλʼ ἐὰν παρασκευαζώμεθα, οὐδὲν ἧττον δόξομεν αἱρεῖσθαι πόλεμον», ἐξ οὗ συνάγεται τὸ δεινόν, εἰ δεῖ στρατεύεσθαι συγκαλέσαντας τοὺς Ἕλληνας. τοῦτο τὸ ἀντιπῖπτον οὐκ ἔθηκε μὲν ἐκ τοῦ προφανοῦς, ἔλυσε δὲ φανερῶς εἰπών· «εἰ μὲν οὖν ἕτερός τις τρόπος ἦν δυνάμεως, ᾧ τοὺς βαρβάρους οἷόν τε ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾧ τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθα ἀντιταττόμενοι», τουτέστιν, εἰ παρασκευαζόμεθα ἡμεῖς, οὐκ ἤδη δῆλον ἔσται ὅτι πρὸς βασιλέα τὴν παρασκευὴν συγκροτοῦμεν, ὥστε οὐ δόξομεν ἄρχειν πολέμου. εἶτα ἐπὶ τὴν ἑξῆς ἀντίθεσιν τὴν ἀπὸ τοῦ συμφέροντος ἄλλο μέρος ἐνταῦθα λύει· τοῦτο δέ ἐστι «καὶ νῦν μὲν συγκαλοῦμεν τοὺς Ἕλληνας». τὸ μὲν οὖν συμφέρειν πολεμεῖν ἔλυσεν ἤδη, τὸ δὲ «συγκαλοῦμεν τοὺς Ἕλληνας» ἐντεῦθεν ἄρχεται λύειν. τοῦτο δὲ τὸ μέρος τῆς ἀντιθέσεως μεθεὶς ἀνακαλύπτει αὐτὸ τῇ λύσει. τί γάρ φησι; «καὶ νῦν μὲν συγκαλεῖται πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἐὰν δὲ ἃ κελεύουσιν οὗτοι μὴ ποιῆτε», τουτέστιν ἂν περὶ τῆς ἡγεμονίας ὑμῖν ἀμφισβητῶσιν ὡς κοινοῦ τοῦ πολέμου τυγχάνοντος, πῶς προσδέξεσθε τὴν ἀμφισβήτησιν; εἶτα ἑτέρᾳ λύσει τῇ ἀπὸ τοῦ καιροῦ, ὅτι ἐπειδὰν αὐτὸς ἐπιστῇ βασιλεύς, τότε ἑκόντες αὐτοὶ προθυμήσονται· καὶ ἀπὸ τῆς δυνάμεως τῆς πόλεως, ὅτι «οὐκ ἔστιν ὅστις ὁρῶν ὑμᾶς μεγίστην δύναμιν ἔχοντας οὐ μεθʼ ὑμῶν ἀξιώσει τετάχθαι». ἓν μὲν δὴ τοῦτο μέρος τοῦ λόγου πεπλήρωται περιεκτικὸν τοῦ συμφέροντος· οὗ τὸ μέν ἐστι προηγούμενον, τὸ δὲ δεύτερον … προηγεῖται μὲν γὰρ ἐξ ἀρχῆς Δημοσθένους γνώμην, αὐτὸς δὲ ὡς οἰκείαν εἰσηγεῖται, φάσκων σύμφορον κατεπείγουσαν ἐπὶ τὸν πόλεμον. πέρας δὲ τούτοις ἐπιθεὶς τοῖς μέρεσι τοῦ συμφέροντος, ὃ πολλὴν μίξιν ἔχει καὶ κοινωνίαν, τὸ μὲν πρὸ τῆς ἀντιθέσεως πρὸς τὸ δυνατὸν καὶ δίκαιον, τὸ δὲ μετὰ τὴν ἀντίθεσιν πρὸς τὸ δυνατὸν εἰλημμένον πρὸς ἀναίρεσιν τῆς ἀντιθέσεως.
Μεταβαίνει δὲ λοιπὸν ἐπʼ αὐτὸ καθαρῶς τὸ δυνατόν, κατασκευὴν ἔχον τῆς παρασκευῆς τῆς πόλεως. προοιμιάζεται δὲ πρὸ τοῦ κεφαλαίου ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ τὴν χρείαν καὶ μεθʼ ὅσης ἐργασίας καὶ πόνων ἐξευρεῖν δεῖ, ἵνα προτρέψηται διὰ τῶν προοιμιακῶν τούτων τὸν ἀκροατὴν προσδέξασθαι ὡς κάλλιστα καὶ ἐντελέστατα τὸν λόγον ἐξευρημένον. καὶ ἔστιν ἀρχὴ τοῦ προοιμίου· «ἐγὼ τοίνυν, ὦ Ἀθηναῖοι, ταῦτά τε καὶ παραπλήσια τούτοις», τῆς μὲν ἐπιβολῆς τοῦ προοιμίου συμπέρασμα τῶν προειρημένων ἐχούσης, ἀρχὴν δὲ τῶν μελλόντων· λήγει δὲ εἰς ταύτην τὴν ἔννοιαν· «οἶμαι δὲ δεῖν ἀκούσαντας ὑμᾶς αὐτήν, ἂν ὑμῖν ἀρέσῃ, ψηφίσασθαι». μετὰ δὲ τὸ πέρας τοῦ προοιμίου προκατασκευῇ κέχρηται πρὸς αὐτὸ τὸ κεφάλαιον. ἐπειδὴ γὰρ οἶδε χαλεπὰ συμβουλεύσων καὶ τοῖς εὐπόροις διὰ τὰς εἰσφορὰς καὶ τοῖς τριηράρχαις διὰ τὴν λειτουργίαν, πρόθυμον τὸν ἀκροατὴν πρὸς τὰς πράξεις καὶ εὔνουν πρὸς τὸν λόγον ἑαυτῷ κατασκευάζει· καὶ ἔστι μὲν ἀρχὴ τῆς προκατασκευῆς «ἔστι τοίνυν πρῶτον μὲν τῆς παρασκευῆς, ὦ Ἀθηναῖοι», πέρας δὲ «αὐτὸς μὲν ἕκαστος οὐδὲν ποιήσων, τὸν δὲ πλησίον πράξαντα, οὐδὲν πώποτε ὑμῖν ἐγένετο». εἰσβάλλει τοίνυν εἰς αὐτὸ τὸ κεφάλαιον ἐκ ταύτης τῆς λέξεως· «ἐχόντων δὲ ὑμῶν οὕτω καὶ παρωξυμμένων τοὺς διακοσίους καὶ χιλίους ἀναπληρῶσαί φημι χρῆναι καὶ ποιῆσαι δισχιλίους».
Διαιρεῖ τοίνυν τὸν τῆς παρασκευῆς λόγον κεφαλαιωδῶς εἰς τρία· πρῶτον μὲν εἰς τοὺς τριηράρχους καὶ τὴν οὐσίαν αὐτῶν καὶ τὰς τριήρεις, εἶτα καὶ εἰς τὴν οὐσίαν πάντων τῶν οἰκούντων τὴν πόλιν, ἀφʼ ἧς δεῖ τὰ ἀναλώματα γίνεσθαι, τρίτον δὲ εἰς τὸν τόπον καὶ τοὺς νεωσοίκους, οὓς δεῖ κατασκευασθῆναι ταῖς τριήρεσι. διαιρεῖ δὲ τούτων ἕκαστον εἰς ναῦς ἑκατὸν μόνας, εἰ κουφότερος εἴη ὁ πόλεμος· καὶ τὴν τριήρη παρεχέτωσαν δώδεκα ἄνδρες· δωδεκάκις γὰρ ἑκατὸν χίλια καὶ διακόσια. εἰ δὲ ὀλίγῳ βαρύτερος ὁ πόλεμος γένοιτο καὶ μέσως ἔχων παρασκευῆς ἥκοι βασιλεύς, διακοσίας παρεχέτωσαν τριήρεις οἱ χίλιοι καὶ διακόσιοι τριηράρχαι, ὡς παρέχειν ἓξ ἄνδρας τὴν τριήρη· καὶ ὑπομένειν ἀνάγκη βαρύτερον τὸ λειτούργημα. εἰ δὲ πολλῷ πλείονος παρασκευῆς τῇ πόλει γένοιτο χρεία καὶ βασιλεὺς ἔλθοι πλείονι ῥώμῃ παρεσκευασμένος, τοὺς τέσσαρας ἄνδρας παρέχειν δεῖ, φησι, μίαν ναῦν· τετράκις γὰρ τριακόσια χίλια καὶ διακόσια· τούτους δὲ τριηραρχεῖν παρέχοντας τῇ πόλει τριήρη μίαν τοὺς τέσσαρας. καὶ ὁ μὲν λόγος ὁ περὶ τῶν τριηραρχῶν καὶ τῶν νεῶν οὗτός ἐστι, τὴν δὲ οὐσίαν τῶν χιλίων διακοσίων τριηραρχῶν φησὶ τετιμῆσθαι ταλάντων ἑξακισχιλίων. τὰ τοίνυν ἑξακισχίλια τάλαντα διαιρεῖ εἰς ἑκατὸν μέρη κατὰ ἑξήκοντα τάλαντα — ἑξηκοντάκις γὰρ ἑκατὸν ἑξακισχίλια —, ἵνα ἐὰν μὲν κουφότερος ὁ πόλεμος γένηται, δύνωνται τριηραρχεῖν δώδεκα εἰς μίαν ναῦν, οὐσίαν κεκτημένοι ταλάντων ἑξήκοντα, εἰ δὲ βαρύτερος ὀλίγῳ γένοιτο … τριηραρχῶσι τῆς συμμορίας τέσσαρες ἄνδρες τῆς μιᾶς νεώς, οὐσίαν κεκτημένοι ταλάντων εἴκοσι. καὶ ὁ μὲν περὶ τῶν τριηραρχῶν καὶ τῆς οὐσίας αὐτῶν καὶ τριήρων λόγος ἐνταῦθα τὸ πέρας εἴληφε, τὸν δὲ περὶ τῶν πληρωμάτων τούτων διεῖλε τὸν τρόπον τοῦτον· δέκα τῶν Ἀθηναίων εἰσὶ φυλαί· τριήρεις τοίνυν τριάκοντα ἑκάστῃ προσνέμει φυλῇ· δεκάκις γὰρ τριάκοντα τριακόσια· διαιρεῖ δὲ τὰς τριάκοντα ταύτας τριήρεις ὁμοῦ τρίχα κατὰ δέκα, καὶ τὴν φυλὴν εἰς μέρη τρία, καὶ ἀξιοῖ τὸ τρίτον μέρος τῆς φυλῆς, τουτέστι τὴν τριττύν, πληροῦν τὰς δέκα τριήρεις εἰς τὰς τοῦ πολέμου χρείας. ἔτι δʼ εἰσηγεῖται καὶ τριάκοντα νεωσοίκους κατὰ φυλὴν ἑκάστην κατασκευασθῆναι ἐν τῷ Πειραιεῖ, ὡς δύνασθαι τὴν μίαν ναῦν ἐν ἑκάστῳ νεωσοίκῳ σῴζεσθαι.
Λοιπόν ἐστιν εἰπεῖν περὶ τοῦ τρίτου μέρους τῆς παρασκευῆς· τοῦτο δέ ἐστιν ἡ εἰσφορὰ καὶ ὁ μισθὸς τῶν στρατευομένων· ἥντινα εἰσφορὰν δεῖ γενέσθαι παρὰ πάντων τῶν κεκτημένων οὐσίας κατὰ τὴν πόλιν. τὸν τοίνυν ὑπὲρ τούτου λόγον ὑπερτίθεται νῦν καὶ ἀξιοῖ μὴ γυμνάζειν περὶ τούτου μηδέν, ἕως ἂν ὄντως ἐνστῇ ὁ βασιλέως πόλεμος· μὴ γὰρ συμφέρειν νῦν ζητεῖν, ἵνα οἱ τὰς οὐσίας ἔχοντες μὴ ἀρνήσωνται. ταῦτα μὲν οὖν ἐστιν ἃ περὶ τοῦ δυνατοῦ τοῦ τῆς πόλεως διείλεκται. εἴληφε μέντοι τὸν περὶ τῶν χρημάτων λόγον ἐξ ἀντιθέσεως, ζητοῦντος τοῦ ἀκροατοῦ τὴν εὐπορίαν ἐκ τοῦ παραχρῆμα, λαμβάνοντός τε τοῦ ῥήτορος ἐξ ἀντιθέσεως τὸ κεφάλαιον «καὶ πόθεν ἡμῖν ἔσται τὰ χρήματα φατέ, καὶ λέγε φανερῶς τὸν πόρον». ὁ δὲ ἔλυσεν, ὡς ἔφαμεν, ἀξιῶν μὴ νῦν ζητεῖν, εἰς δὲ τὸν μέλλοντα χρόνον ὑπερτίθεσθαι τὴν περὶ τούτων ἐπίσκεψιν· τότε γὰρ ἔσεσθαι τὸν πόρον, ἐπειδὰν ἥκῃ βασιλεύς. εἶτα ἐπήνεγκεν ἐπιχείρημα ἐπὶ τούτοις, ὅτι εἰ ταύτην τὴν δύναμιν παρασκευασόμεθα, μᾶλλον αὐτὸν ἀμυνούμεθα ἢ οἱ πατέρες, διότι ἡμεῖς μὲν νῦν κεκτήμεθα τριακοσίας τριήρεις μόνοι, τὸ δὲ παλαιὸν διακοσίας πάντες οἱ Ἕλληνες. πεπλήρωκε τοίνυν τὸν λόγον πάντα τὸν περὶ τοῦ δυνατοῦ τῆς πόλεως. ἐντελῆ δὲ τὴν ἐργασίαν τοῦ κεφαλαίου διδοὺς οὐ μόνον τὸ δυνατὸν ἐξετάζει τῆς πόλεως, ἀλλὰ καὶ τὸ ἀντικείμενον.
Μεταβαίνει τοίνυν ἐπὶ τὸ τοῦ βασιλέως δυνατόν· τοῦτο δὲ κατὰ ἀντίθεσιν λαμβάνει· «ἀλλὰ χρήματα» φησίν «ἐπάξεται βασιλεύς· πολλὰ γὰρ περιβέβληται». τοῦτο τέως μέρος πρῶτον αὐτῶν τιθείς — δεῖ γὰρ αὐτῇ προστεθῆναι, τίνος ἕνεκα φοβοῦνται τὰ βασιλέως χρήματα —, τέως δʼ ἐμέρισεν, ἵνα εὐπετὴς αὐτῷ πρὸς τὴν λύσιν γένηται. λύει τοίνυν αὐτὴν ἐκ συγκρίσεως, εἰπὼν τὸ μὲν ἐκείνου ῥᾳδίως ἀναλωθήσεσθαι καὶ μηδαμόθεν ἕξειν ἐπικουρίαν, Ἀθηναίους δὲ ἐκ τῆς χώρας κατὰ μέρος λαμβάνοντας μηδέποτε τῶν ἀναγκαίων ἀπορήσειν· καὶ τοῦτο εἶναι τὸ μέγιστον, τὸ κρατοῦντας τῆς οἰκείας χώρας καὶ τὰς ἀφορμὰς ἐκ ταύτης λαμβάνοντας αὐτῷ πολεμεῖν. ἑτέραν ἀντίθεσιν ἔλαβεν ἀκόλουθον τῇ προειρημένῃ, μᾶλλον δὲ μέρος οὖσαν ἔλαβε τῆς πρὸ αὐτῆς, «ἀλλὰ δέος μὴ πολὺ μισθοφορικὸν ἐκ τῶν Ἑλληνικῶν χρήματα ἔχων βασιλεὺς ἀθροίσῃ». δίχα δὲ ταύτην διαιρεῖ· καὶ τὸ μὲν πρῶτον μέρος ἔλυσεν, ὡς ἤδη δέδεικται, τὸ δὲ δεύτερον ἐντεῦθεν ἄρχεται· «καὶ μὴν οὐδʼ ὅ τινες δεδίασι». λύει δὲ μεταληπτικῶς· εἰ μὲν ἐφʼ ἑτέρους στρατεύοιτο βασιλεύς, ὑπακοῦσαι ἂν τοὺς τῶν Ἑλλήνων μισθοφόρους, εἰ δʼ ἐπὶ τὴν Ἑλλάδα, οὐχ ὑπακούσεσθαι. εἶτα ἑτέρᾳ μεταλήψει ἀπὸ τῆς τοῦ βασιλέως γνώμης, ὅτι οὐδὲ ἐκείνῳ συμφέρει διὰ τῶν ξένων κρατῆσαι· παρασκευάσει γὰρ αὐτοὺς καταφρονεῖν τῆς αὐτοῦ δυνάμεως. τρίτην ἀντίθεσιν ἔλαβεν ἐκ τοῦ αὐτοῦ δυνατοῦ καὶ τῶν συμβησομένων αὐτοῖς πλεονεκτημάτων, εἰ ἀναμείναιεν αὐτὸν εἰς τὴν Ἑλλάδα ἐλθεῖν. ἔστιν οὖν ἡ τρίτη «ἀλλὰ δέος μὴ Θηβαῖοι, δεῦρο τοῦ βασιλέως ἐλθόντος, τῆς ἐκείνου γένωνται γνώμης». ταύτην ἔλυσεν ἐνστάσει, εἰπὼν μὴ ἂν ἐθελῆσαι Θηβαίους μετʼ ἐκείνου γενέσθαι, καὶ μεταλήψει, ἀλλὰ μᾶλλον ἂν εὔξασθαι τοῖς θεοῖς καιρὸν γενέσθαι ἀπολογήσασθαι ὑπὲρ ὧν πρότερον ἥμαρτον ἢ πάλιν ἐπαντλῆσαι ταῖς προτέραις αἰτίαις καὶ δευτέρας διαβολάς. τρίτη λύσις· εἰ δὲ καὶ Θηβαῖοι μετʼ ἐκείνου γενήσονται, ἀλλʼ οὖν γε οἱ τῶν Θηβαίων ἐχθροὶ μετὰ τῶν Ἑλλήνων ἔσονται. εἶτα ἐπισφραγισάμενος καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι καὶ τῷ δυνατῷ, δικαίῳ μέν, ὅτι οὐ δεῖ προτέρους κατάρχειν, δυνατῷ δέ, ὅτι περιγενήσονται τῶν προδοτῶν, Θηβαίων λέγει καὶ τῶν μισθοφόρων, συμφέροντι δέ, ὅτι οὐ χρὴ προτέρους ὑπαχθῆναι τὸν πόλεμον ἐκφέρειν, μεταβαίνει λοιπὸν ἐπὶ τὴν τῶν Ἑλλήνων ποιότητα· «ἀλλὰ δέος μὴ καταπλαγέντες οἱ Ἕλληνες τὸν πόλεμον ἐπελθόντος βασιλέως πρόωνται τὴν Ἑλλάδα». ταύτην ἔλυσεν ἐνστάσει· εἶτα κατεσκεύασε μεταληπτικῶς ὅτι, ἕως μὲν αὐτὸν κοινὸν ἐχθρὸν ἐνόμιζον, πολλῶν ἀγαθῶν ἐγένοντο κύριοι, ἀφʼ οὗ δὲ φίλον αὐτὸν ᾠήθησαν, πάντα πεπόνθασι τὰ ἀνήκεστα. τὸ «οὐκοῦν καλὸν μὲν αὐτοὺς φαίη τις ἄν» αὐτὴν ἔλαβεν ἐξ ἀκολουθίας τὴν ἀντίθεσιν· εἶτα μὴ θεὶς αὐτὴν ἔλυσεν εἰπών· «μὴ νῦν καλῶμεν ὅτε οὐχ ὑπακούσονται, μὴ νῦν πολεμῶμεν ὅτε οὐ δυνησόμεθα». εἶτα ἐπισυνῆψε καὶ ἕτερον μέρος τοῦ συμφέροντος, ὅτι «ὑπὲρ ἡμῶν τὸ τὸν βασιλέα στρατεῦσαι δεῦρο»· οὕτω γὰρ ἂν διαλλαγεῖεν ἀλλήλοις οἱ Ἕλληνες.
Ἐπὶ τούτοις ἐπήγαγε τοὺς ἐπιλόγους ἀνακεφαλαίωσιν ἔχοντας· πρῶτον μὲν ἀπὸ τοῦ δικαίου, ἐν ᾧ τὸ μὴ παραβαίνειν τοὺς ὅρκους ἑαυτῶν, μὴ συγχέειν συνθήκας προτέρους καὶ δεῖν ἀμύνεσθαι βασιλέα μόνον ἐπιόντα, ἀλλὰ μὴ στρατεύεσθαι ἐπὶ τὴν ἐκείνου χώραν· περὶ τῆς παρασκευῆς, ὅπως ἂν εὐτρεπεῖς γένοιντο ἔργῳ μᾶλλον ἢ λόγῳ ἐξειπεῖν, ὅπως ἄξια ἔσται τὰ ἔργα τῶν προγονικῶν πράξεων, μὴ τοῖς λόγοις προσέχειν, ἀλλὰ τοῖς ἔργοις ἀσφαλῶς παρασκευάζεσθαι. αὕτη δὲ ἡ ἔννοια πλείστην ἔχει συγγένειαν πρὸς τὴν ἐν τῷ προοιμίῳ. ἐπὶ τούτοις καταστρέφει τὸν λόγον.
προαπεχθησόμεθα προμισηθῶμεν.
ἔστι τοίνυν ἀρχὴ τῆς παρασκευῆς.
ἐχόντων πέρας τῆς προκατασκευῆς καὶ εἰσβολῆς τῶν κεφαλαίων.
ἐπικλήρων ἐπίκληρος ἡ ἐπὶ τῇ οὐσίᾳ ὅλῃ καθεσθεῖσα, κἂν μήπω ἐκδοθῇ
τῶν κληρουχικῶν τῶν γεωργῶν.
τῶν κοινωνικῶν τῶν δημοσίων.
χιλίας καμήλους περὶ χιλίας καμήλους χρήματα τοῦ Πέρσου.
εἶθʼ ὃν ἡ τύχη περίοδος κατὰ αἰτιατικὴν πτῶσιν.