eul_wid: eni-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Damon of Athens

The Testimonies is a modern compilation of fragmentary passages that preserve the ideas of Damon of Athens, a 5th-century BCE sophist and music theorist. As no treatise by Damon survives, his work is known exclusively through quotations and reports in later authors such as Plato, Aristides Quintilianus, and Athenaeus. The collected fragments centre on his foundational doctrine that musical styles and rhythms possess an inherent ēthos, a power to directly shape the character of the psychē and, by extension, influence the stability of the political state. A famous testimony, recorded by Plato, cautions that altering established musical modes risks undermining the fundamental laws of a city. The structure of the work is not original but a reconstruction from disparate sources. Damon served as an advisor to Pericles, and his theories arose from the sophistic movement's focus on education and statecraft. Scholars interpret the Testimonies as representing a crucial link between traditional Greek beliefs regarding music's moral power and a more systematic, psychological analysis. Damon argued that the state must actively regulate musical education to cultivate virtuous citizens. His ideas exerted a profound influence on Plato’s political philosophy and on the subsequent development of musical theory in antiquity.

Στέφανος ὁ Βυζάντιος Ὄα. ὁ μέντοι δημότης Ὄαθεν λέγεται «Δάμων Δαμωνίδου Ὄαθεν».

Πλάτων καὶ γὰρ αὐτῶι μοι ἔναγχος ἄνδρα προυξένησε τῶι ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις. Πυθοκλείδης μουσικὸς ἦν τῆς σεμνῆς μουσικῆς διδάσκαλος καὶ Πυθαγόρειος, οὗ μαθητὴς Ἀγαθοκλῆς, οὗ Λαμπροκλῆς, οὗ Δάμων.

Ἰσοκράτης ὁ Ἀθηναῖος Περικλῆς δὲ δυοῖν ἐγένετο μαθητής, Ἀναξαγόρου τε τοῦ Κλαζομενίου καὶ Δάμωνος τοῦ κατʼ ἐκεῖνον τὸν χρόνον φρονιμωτάτου δόξαντος εἶναι τῶν πολιτῶν.

Πλούταρχος διδάσκαλον δʼ αὐτοῦ τῶν μουσικῶν οἱ πλεῖστοι Δάμωνα γενέσθαι λέγουσιν, οὗ φασι δεῖν τοὔνομα βραχύνοντας τὴν προτέραν συλλαβὴν ἐκφέρειν. Ἀριστοτέλης δὲ παρὰ Πυθοκλείδηι μουσικὴν διαπονηθῆναι τὸν ἄνδρα φησίν. ὁ δὲ Δάμων ἔοικεν ἄκρος ὢν σοφιστὴς καταδύεσθαι μὲν εἰς τὸ τῆς μουσικῆς ὄνομα πρὸς τοὺς πολλοὺς ἐπικρυπτόμενος τὴν δεινότητα, τῶι δὲ Περικλεῖ συνῆν καθάπερ ἀθλητῆι τῶν πολιτικῶν ἀλείπτης καὶ διδάσκαλος. οὐ μὴν ἔλαθεν ὁ Δάμων τῆι λύραι παρακαλύμματι χρώμενος, ἀλλʼ ὡς μεγαλοπράγμων καὶ φιλοτύραννος ἐξωστρακίσθη καὶ παρέσχε τοῖς κωμικοῖς διατριβήν. ὁ γοῦν Πλάτων καὶ πυνθανόμενον αὐτοῦ τινα πεποίηκεν οὕτω· πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ, ὥς φασιν, ὦ Χίρων ἐξέθρεψας Περικλέα.

Πλάτων λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι καὶ Πυθοκλείδηι καὶ Ἀναξαγόραι· καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.

Ἀριστοτέλης πρὸς δὴ ταύτην τὴν χορηγίαν ἐπιλειπόμενος ὁ Περικλῆς τῆι οὐσίαι συμβουλεύσαντος αὐτῶι Δαμωνίδου τοῦ Οἴηθεν — ὃς ἐδόκει τῶν πολλῶν εἰσηγητὴς εἶναι τῶι Περικλεῖ· διὸ καὶ ὠστράκισαν αὐτὸν ὕστερον —, ἐπεὶ τοῖς ἰδίοις ἡττᾶτο διδόναι τοῖς πολλοῖς τὰ αὑτῶν, κατεσκεύασε μισθοφορὰν τοῖς δικασταῖς.τρέπεται πρὸς τὴν τῶν δημοσίων διανομήν, συμβουλεύσαντος αὐτῶι Δημωνίδου τοῦ Οἴηθεν, ὡς Ἀριστοτέλης ἱστόρηκε.

Λαέρτιος Διογένης ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς ...

Γαληνός Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος αὐλούσηι τὸ Φρύγιον νεανίσκοις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον· οἱ δὲ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς.