eul_wid: uvo-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part IX (Dialexis) by Choricius the Sophist of Gaza

Choricius explains why he put off a performance his students had long pressed him for. He quotes the old saying of Gyges that each should look to his own, and tells how Terpander's servant turned away any listener who could not tune the lyre; when the students whispered that he seemed a coward, the jibe stung him into agreeing to speak.

Part of Speeches

Η ΔΙΑΛΕΞΙΣ

τῶν φοιτητῶν πολλάκις εἰπεῖν δεηθέντων τῆς μέχρι τοῦ παρόντος ἀναβολῆς διηγήσεται τὴν πρόφασιν.

Ἔγωγε τὸ Γύγου τοῦ Λυδοῦ σφόδρα θαυμάζω καὶ πείθομαι εἶναι τῶν πάλαι καλῶς εἰρημένων, σκοπέειν τινὰ τὰ ἑωυτοῦ.

τοῦτο οὖν ἐμαυτῷ πολλάκις ἐπᾴδων, ὡς ἑώρων εἰπεῖν βιαζομένους τοὺς νέους, οἴεσθε, ἔφην, ἡμᾶς χρυσοχοήσοντας, τὸ λεγόμενον, εἰσιέναι, ἀλλὰ μὴ λόγον ἐπιδειξομένους ἀνδράσι δεινοῖς ἀκροᾶσθαι; ἢ οὐκ ἴστε, ὅτι φοιτῶντές τε ἅμα καὶ ἰχνηλατοῦντες τοὺς ἐν τῷ ἄστει ἀνθρώπους ὅσους ἂν θηράσωμεν ἐπιστήμονας λόγων εἰς ἕνα χῶρον ἀγείραντες οὕτω τὸ ἔργον δημοσιεύσομεν, ὥστε οὐδὲν ἐλάσσων ἀγωνιζομένῳ μοι κίνδυνος ἢ τῷ Λεσβίῳ Τερπάνδρῳ;

μέλλοντος γὰρ κιθαρίζειν ἐκείνου θεράπων μουσικὸς παρὰ τὴν αὔλειον θύραν εἱστήκει, ὃς τίς ἀκροᾶσθαι βούλεται Τερπάνδρου; βοῶν, ἅμα τὴν λύραν ἐπιδιδούς, ἔφερε γάρ, ἐκέλευεν ἕκαστον τὴν ἁρμονίαν εὖ μάλα ἐντεινάμενον κρούειν ἢ ἀπαλλάττεσθαι ὡς ἀνάρμοστον ὄντα Τερπάνδρου κιθάρας ἀκούειν.

ἐγὼ μὲν οὖν ταῦτα εἰπὼν ᾤμην ὄχλου ἀπηλλάχθαι· ἀτὰρ ὡς κύκλῳ θαμὰ περιστάντες ἐδέοντο καὶ τοῦ πέλας ἕκαστος ἐπειρᾶτο φιλονεικότερος φαίνεσθαι, ὁρᾶτε, ἔφην, μὴ θράσους ἀνάμεστον εἶναι δόξῃ τὸ χρῆμα.

οἱ δὲ ὡς θράσους ἐπύθοντο, ἔβλεψάν τε εἰς ἀλλήλους, καί τις αὐτῶν τὸν πλησίον κινήσας καὶ λαβόμενος τοῦ ἱματίου βραχέα ἄττα οἱ πρὸς τὸ οὖς διελέχθη, ὧν οὐδὲν ἄλλο γε ἤκουσα πλὴν ὅσον δειλὸς ὅδε ἀνὴρ ἔοικεν εἶναι.

ὑποκνίζομαι οὖν, ὁμολογῶ, καὶ δάκνομαι τῷ ῥήματι τὴν ψυχὴν ἀναμνήσας τε ἐμαυτὸν τῆς ὑμετέρας ἐν τῷ πρόσθεν εὐνοίας οὕτω δὴ ἐπηγγειλάμην καὶ πρὸς τοῦτον θαρρεῖν ἀποδύσασθαι τὸν ἀγῶνα.