eul_wid: uvo-bc
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XXXVII (Dialexis) by Choricius the Sophist of Gaza

A critic said the speech was too long for the speaker's powers, and Choricius answers him. A smith of Tydeus' size would not make Ajax a shield to his own measure, nor Lysippus an Alexander of his own height, nor a short painter a small Orestes; so a speech for Patroclus must match Patroclus' case. Xenophon's child in an oversized tunic shows that the fault lies in any mismatch with the subject.

Part of Speeches

Η ΔΙΑΛΕΞΙΣ

πρὸς τὸν μεμψάμενον, ὅτι τοῦ λόγου τὸ μῆκος οὐ σύμμετρόν ἐστι τῇ δυνάμει τοῦ λέγοντος.

Τί οὖν, ὦ βέλτιστε;—διαλέξομαι γὰρ ὡς παρόντι τῷ μεμψαμένῳ, ἐπειδὴ συμμετρίας ἡμῖν ἐπαινέτης εὔχεται εἶναι καθʼ Ὅμηρον—τὸ θρυλλούμενον ἐπίταγμά σοι δοκῶ μέτρον ἄριστον ἀγνοεῖν;

εἰ Τυδεὺς ὁ Οἰνέως—οἶσθα δέ, ὅτι τυτθὸς ἔην δέμας ὁ Αἰτωλός—εἰ οὖν ἐκεῖνος ὅπλων ἦν ἐργασίας τεχνίτης, ἔπειτα ἔτυχε πανοπλίαν τῷ Τελαμῶνος δῆθεν δημιουργῶν δέον ἠΰτε πύργον ἐργάσασθαι τὴν ἀσπίδα, ὁ δὲ σύμμετρον ἑαυτῷ ταύτην ἐποίει, ἆρα ἂν ἠξίου τὴν Τυδέως ἀσπίδα φέρειν ὁ Αἴας;

εἶεν. εἰ δὲ Λύσιππος τὸν Ἀλέξανδρον ἔπλασεν ἐοικότα Λυσίππῳ τὸ μῆκος, οἴει ἂν κεχαρισμένον εἶναι τὸν ἀνδριάντα τῷ Μακεδόνι πάντων ἐν ἅπασιν οἰομένῳ προέχειν;

ἀλλὰ καὶ ζωγράφος τὸ σῶμα βραχὺς εἰ τὸν παῖδα τὸν Ἀγαμέμνονος οὐχ ὅσος ἦν ἐκεῖνος, ἀλλʼ ὅσος αὐτὸς πέφυκε γράψειεν, οὐ φαίης ἄν, οἶμαι, τὴν τέχνην εὖ μάλα αὐτὸν ἐπιδείκνυσθαι. εἰ γὰρ τὴν Τεγέαν ἐπίστασαι καὶ τὸν αὐτόθι χαλκεύοντα καὶ τίνες οἱ πνέοντες ἄνεμοι κρατερῆς ὑπʼ ἀνάγκης καὶ τὰ λοιπὰ τοῦ χρησμοῦ, εἰ ταῦτα ἐπίστασαι, οἶσθα, ἡλίκον ἦν Ὀρέστῃ τὸ μέγεθος.

εἶτα ὅπλων μὲν ἢ ἀνδριάντων ἢ χρωμάτων δημιουργὸς ὁ μὲν τὴν ἀσπίδα, ὁ δὲ τὴν εἰκόνα, καὶ τὴν γραφὴν ὁ ζωγράφος οὐ τοῖς ἰδίοις μετρεῖν ἀνέχονται σώμασιν, ἀλλʼ ὅτου ἂν εἴη τὸ φιλοτέχνημα· ἐμὲ δὲ ἄρα ἠξίους λόγον Πατρόκλῳ ποιήσαντα κολοβώτερόν πως ὑφᾶναι τὸν λόγον τῶν Πατρόκλου δικαιωμάτων. καὶ τί ἂν ἐδόκει ῥητορικὴ διαφέρειν ὑφαντικῆς εὐμήκει ἀνδρὶ μικρὸν ἐργασαμένης χιτῶνα;

φέρε δή σοι καὶ ἕτερον ἐκ τοῦ αὐτοῦ γυμνασίου λέξω παράδειγμα. ἤδη παιδίον ἐθεάσω βραχὺ μέγαν χιτῶνα περισυρόμενον μειράκιόν τε μικρὰν ἐνδεδυμένον ἐσθῆτα; ἤδη που ταῦτα ἑώρακας καὶ λέγοντος, οἶμαι, Ξενοφῶντος ἀκούεις. ὁρῶντι δή σοι καὶ πυθομένῳ πάντως ἐνέπεσέ τι καὶ γέλωτος.

τὸν αὐτὸν δὴ τρόπον καὶ λόγος, εἴ που ἐλάσσων ἢ μείζων ὑπάρχοι τῆς ὑποθέσεως, γελοῖόν ἐστι τὸ χρῆμα καὶ ἄξιον ψέγειν. ἀφεὶς οὖν, εἰ δοκεῖ, τὴν τοῦ γέλωτος δύναμιν, εἰ τῇ μελέτῃ τὰ λεγόμενα ἥρμοσται, τοῦτο ἐξέταζε.